macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἔβλεπεν ὁ ἄγγελος τοὺς χαλδαίους, τούς ποτε πῦρ προσκυνοῦντα^ς καὶ εἴδωλα^ δοξάζοντα^ς, τὸν θεὸν ἐπὶ^ τῇ παραδοξοποιΐᾳ ὑμνοῦντα^ς καὶ ἔχαιρεν ὁρῶν τὴν ἑαυτοῦ χώρα_ν τήν ποτε ἀ^σεβείᾳ κομῶσα^ν εἰς εὐσέβεια^ν μεταβληθεῖσα^ν·
ἔβλεπεν ὁ ἄγγελος τοὺς χαλδαίους, τούς ποτε πῦρ προσκυνοῦντας καὶ εἴδωλα δοξάζοντας, τὸν θεὸν ἐπὶ τῇ παραδοξοποιΐᾳ ὑμνοῦντας καὶ ἔχαιρεν ὁρῶν τὴν ἑαυτοῦ χώραν τήν ποτε ἀσεβείᾳ κομῶσαν εἰς εὐσέβειαν μεταβληθεῖσαν·
ἔβλεπεν ὁ ἄγγελος ναβουχοδονόσορ τὸν βα^σι^λέα^ λέγοντα^·
ἔβλεπεν ὁ ἄγγελος ναβουχοδονόσορ τὸν βασιλέα λέγοντα·
σεδράχ, μισάχ, ἀβδεναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ ἐσκί^ρτα_.
σεδράχ, μισάχ, ἀβδεναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ ἐσκίρτα.
ἐπεὶ οὖν ὁ μα^κά^ριος δανιὴλ ἐδέετο τοῦ θεοῦ, πληρωθέντων τῶν ἑβδομήκοντα^ ἐτῶν τῶν ὁρισθέντων, τῆς αἰχμαλωσία_ς ἀνακληθῆναι τὸν λαόν, ἀπεστά^λη δὲ γαβριὴλ μηνῦσαι αὐτῷ ὅτι^ ὁ λα_ὸς ἐπανάγεται ἀ^πὸ τῆς αἰχμαλωσία_ς καὶ μέλλει τὴν γῆν τὴν ἑαυτοῦ, τουτέστι^ τὴν ἱερουσαλήμ, κα^τα^λα^μβά^νειν, ἀ^νθί^στα^ται τῷ γαβριὴλ ὁ ἄγ...
ἐπεὶ οὖν ὁ μακάριος δανιὴλ ἐδέετο τοῦ θεοῦ, πληρωθέντων τῶν ἑβδομήκοντα ἐτῶν τῶν ὁρισθέντων, τῆς αἰχμαλωσίας ἀνακληθῆναι τὸν λαόν, ἀπεστάλη δὲ γαβριὴλ μηνῦσαι αὐτῷ ὅτι ὁ λαὸς ἐπανάγεται ἀπὸ τῆς αἰχμαλωσίας καὶ μέλλει τὴν γῆν τὴν ἑαυτοῦ, τουτέστι τὴν ἱερουσαλήμ, καταλαμβάνειν, ἀνθίσταται τῷ γαβριὴλ ὁ ἄγγελος λυπούμενος,...
ἐλυπεῖτο, ὅτι^ πάλιν ἡ γῆ αὐτοῦ εἰς τὴν ἀρχαία_ν τάξι^ν ἐπανῄει τῆς εἰδωλολατρείας, καὶ ἀ^νθί_στα^το αὐτῷ, οὐ μα^χόμενος, ἀλλὰ^ δικαιολογούμενος.
ἐλυπεῖτο, ὅτι πάλιν ἡ γῆ αὐτοῦ εἰς τὴν ἀρχαίαν τάξιν ἐπανῄει τῆς εἰδωλολατρείας, καὶ ἀνθίστατο αὐτῷ, οὐ μαχόμενος, ἀλλὰ δικαιολογούμενος.
τί^ σπουδάζετέ φησι^ν ἀνακληθῆναι τὸν λαόν;
τί σπουδάζετέ φησιν ἀνακληθῆναι τὸν λαόν;
τί^ γὰ^ρ ἐβλάβησα^ν αἰχμαλωτισθέντες;
τί γὰρ ἐβλάβησαν αἰχμαλωτισθέντες;
ὅτε ἦσα^ν ἐν τῇ ἑαυτῶν χώρᾳ, εἴδωλα^ προσεκύ^νουν·
ὅτε ἦσαν ἐν τῇ ἑαυτῶν χώρᾳ, εἴδωλα προσεκύνουν·
ὅτε ἦλθον ἐνταῦθα^, τὸν θεὸν δοξά^ζουσι^ν.
ὅτε ἦλθον ἐνταῦθα, τὸν θεὸν δοξάζουσιν.
καὶ αὐτοὶ ὠφελήθησα^ν καὶ τούτους ὠφέλησα^ν.
καὶ αὐτοὶ ὠφελήθησαν καὶ τούτους ὠφέλησαν.
τί^ κωλύ_ει ἐν μέσῳ αὐτοὺς γενέσθαι;
τί κωλύει ἐν μέσῳ αὐτοὺς γενέσθαι;
τί ἠδί^κηται ὁ λαός, καὶ σπουδάζετε ἐπαναγαγεῖν τὴν αἰχμαλωσίαν;
τί ἠδίκηται ὁ λαός, καὶ σπουδάζετε ἐπαναγαγεῖν τὴν αἰχμαλωσίαν;
βλέπεις θεὸν προσκυ^νούμενον καὶ ἔθνη φωτιζόμενα^, καὶ σπεύδεις τοσαύτην εὐεργεσίαν λῦσαι;
βλέπεις θεὸν προσκυνούμενον καὶ ἔθνη φωτιζόμενα, καὶ σπεύδεις τοσαύτην εὐεργεσίαν λῦσαι;
τί ἀπεστά^λης;
τί ἀπεστάλης;
ἀπεστάλην φησί^ν ἐπαναγαγεῖν τὸν λα_ὸν εἰς τὴν πα^τρί^δα^ αὐτοῦ.
ἀπεστάλην φησίν ἐπαναγαγεῖν τὸν λαὸν εἰς τὴν πατρίδα αὐτοῦ.
ποίαν φησί^ν πα^τρί^δα^;
ποίαν φησίν πατρίδα;
ἣν ἐμία_να^ν ταῖς μιαιφονίαις, ὅτε ἦσα^ν ἐν τῇ ἱερουσαλήμ;
ἣν ἐμίαναν ταῖς μιαιφονίαις, ὅτε ἦσαν ἐν τῇ ἱερουσαλήμ;
οὐ ταῦτα^ ἰερεμίας κα^τηγορεῖ λέγων ὅτι^ κα^τὰ^ ἀ^ρι^θμὸν τῶν πόλεών σου ἦσα^ν οἱ θεοί σου, ἰούδα, καὶ κα^τὰ^ τὰ^ ἄμφοδα^ ἱερουσαλὴμ ἔθυ_ες τῷ βάαλ;
οὐ ταῦτα ἰερεμίας κατηγορεῖ λέγων ὅτι κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, ἰούδα, καὶ κατὰ τὰ ἄμφοδα ἱερουσαλὴμ ἔθυες τῷ βάαλ;
μυ_ρί^α_ τότε ἔπασχον πα^ρὰ^ τοῦ θεοῦ καλά^, καὶ τῆς κα^κί^α_ς οὐκ ἀ^νεχώρουν·
μυρία τότε ἔπασχον παρὰ τοῦ θεοῦ καλά, καὶ τῆς κακίας οὐκ ἀνεχώρουν·
νῦν μυρία πά^σχουσι^ κα^κά^, καὶ τοῦ θεοῦ οὐκ ἀ^φί^στα^νται.
νῦν μυρία πάσχουσι κακά, καὶ τοῦ θεοῦ οὐκ ἀφίστανται.
ἦν οὖν ἡ ἀντίστα^σι^ς οὐ κα^κοῦ πρὸς ἀ^γα^θόν·
ἦν οὖν ἡ ἀντίστασις οὐ κακοῦ πρὸς ἀγαθόν·
οὐ γὰ^ρ εἶπεν·
οὐ γὰρ εἶπεν·
ἐμάχετο, ἀλλ'·
ἐμάχετο, ἀλλ'·
ἀνθίστατο.
ἀνθίστατο.
ἔστι πολλά^κι^ς ἀντίστα^σι^ς δι^καίου πρὸς ἀ^γα^θόν.
ἔστι πολλάκις ἀντίστασις δικαίου πρὸς ἀγαθόν.
ἀνθίσταται ἔσθ' ὅτε νόμῳ φι^λανθρωπί^α_ καὶ φι^λανθρωπί^ᾳ νόμος.
ἀνθίσταται ἔσθ' ὅτε νόμῳ φιλανθρωπία καὶ φιλανθρωπίᾳ νόμος.
ὁ νόμος τὸν ἁμαρτήσαντα^ κολάζει, φι^λανθρωπί^α_ βα^σι^λέως τὸν ἁμαρτήσαντα^ ἐλεεῖ.
ὁ νόμος τὸν ἁμαρτήσαντα κολάζει, φιλανθρωπία βασιλέως τὸν ἁμαρτήσαντα ἐλεεῖ.
ὧδε οὖν ἡ μάχη, οὐκ ἐνα^ντί^ου πρὸς ἐνα^ντί^ον, ἀλλὰ^ συγγενοῦς πρὸς συγγενές·
ὧδε οὖν ἡ μάχη, οὐκ ἐναντίου πρὸς ἐναντίον, ἀλλὰ συγγενοῦς πρὸς συγγενές·
οὔ τε γὰ^ρ τὸ δί^καιον ἔξω ἀγαθότητος οὔ τε τὸ ἀ^γα^θὸν ἔξω δι^καιοσύ^νης εὑρίσκεται.
οὔ τε γὰρ τὸ δίκαιον ἔξω ἀγαθότητος οὔ τε τὸ ἀγαθὸν ἔξω δικαιοσύνης εὑρίσκεται.
ἀλλὰ^ τοῦτο μὲν ἐν παρόδῳ·
ἀλλὰ τοῦτο μὲν ἐν παρόδῳ·
εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν.
εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν.
οὕτως γοῦν τῆς κτίσεως διακειμένης καὶ ἀγανακτούσης ἐπὶ^ τῷ παραβάτῃ καὶ ἀγγέλων ἀχθομένων ἐπὶ^ τῇ ἀγνωμοσύ^νῃ καὶ τοῦ κόσμου ὅλου κακωθέντος δι^ὰ^ τὴν πα^ρανομίαν·
οὕτως γοῦν τῆς κτίσεως διακειμένης καὶ ἀγανακτούσης ἐπὶ τῷ παραβάτῃ καὶ ἀγγέλων ἀχθομένων ἐπὶ τῇ ἀγνωμοσύνῃ καὶ τοῦ κόσμου ὅλου κακωθέντος διὰ τὴν παρανομίαν·
ὃ γὰ^ρ πάσχει δένδρον ἢ ἄλλη ὕ_λη, τοῦτο πάσχει ἡ γῆ κα^τὰ^ τὸ εἰρημένον·
ὃ γὰρ πάσχει δένδρον ἢ ἄλλη ὕλη, τοῦτο πάσχει ἡ γῆ κατὰ τὸ εἰρημένον·
καὶ εἶδεν ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη πᾶσα^, ὅτι^ κατέφθειρε πᾶσα^ σὰρξ τὴν ὁδὸν αὐτῆς.
καὶ εἶδεν ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη πᾶσα, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς.
εἶδε τὴν γῆν, καὶ ἦν κατεφθαρμένη.
εἶδε τὴν γῆν, καὶ ἦν κατεφθαρμένη.
οὕτως οἱ προφῆται ἀ^πήγγελλον τῷ κόσμῳ τὸν αἰῶνα^ τὸν μέλλοντα^ τὸν πεσόντα^ κόσμον ἐγείρειν καὶ τὴν φθαρεῖσα^ν εἰκόνα^ ἀνακαινί^ζειν.
οὕτως οἱ προφῆται ἀπήγγελλον τῷ κόσμῳ τὸν αἰῶνα τὸν μέλλοντα τὸν πεσόντα κόσμον ἐγείρειν καὶ τὴν φθαρεῖσαν εἰκόνα ἀνακαινίζειν.
καὶ μή τι^ς ὑ^πολα^μβα^νέτω πολλὰ_ς εἶναι περι^όδους λόγων τῷ ὧδε κ ἀκεῖσε φέρεσθαι τὰ^ νοήμα^τα^·
καὶ μή τις ὑπολαμβανέτω πολλὰς εἶναι περιόδους λόγων τῷ ὧδε κ ἀκεῖσε φέρεσθαι τὰ νοήματα·
ταῦτα^ γὰ^ρ πά^ντα^ εἰς μί^α^ν ἀ^νά^γεται δύ^να^μι^ν.
ταῦτα γὰρ πάντα εἰς μίαν ἀνάγεται δύναμιν.
ἐὰν μὴ πρῶτον δείξωμεν, πῶς ἐφθά^ρη ὁ κόσμος, οὐ δυ^νά^μεθα^ δεῖξαι, πῶς ἀνεκαινίσθη.
ἐὰν μὴ πρῶτον δείξωμεν, πῶς ἐφθάρη ὁ κόσμος, οὐ δυνάμεθα δεῖξαι, πῶς ἀνεκαινίσθη.
ἦν τοίνυ^ν πᾶσα^ ἡ γῆ κατεφθαρμένη, οὐρα^νὸς ἀμβλυωμένος καὶ πᾶσα^ ἡ κτίσις τεθολωμένη.
ἦν τοίνυν πᾶσα ἡ γῆ κατεφθαρμένη, οὐρανὸς ἀμβλυωμένος καὶ πᾶσα ἡ κτίσις τεθολωμένη.
οὐκ ἦν ἡ κτίσις οἵα_ν ἐποίησεν αὐτὴν ὁ θεὸς ἀπ' ἀρχῆς, οὐκ ἦν ὁ οὐρα^νὸς τοῖς ἄστροις καταλαμπόμενος, οὐκ ἦν ἡ γῆ τοῖς καρποῖς εὐθηνοῦσα^, οὐ θά^λασσα^ ταῖς ἐμπορίαις.
οὐκ ἦν ἡ κτίσις οἵαν ἐποίησεν αὐτὴν ὁ θεὸς ἀπ' ἀρχῆς, οὐκ ἦν ὁ οὐρανὸς τοῖς ἄστροις καταλαμπόμενος, οὐκ ἦν ἡ γῆ τοῖς καρποῖς εὐθηνοῦσα, οὐ θάλασσα ταῖς ἐμπορίαις.
εἰσῆλθε γὰ^ρ ὁ παραβά^της καὶ ἐμία_νε τὴν γῆν, ἐμία_νε τὸν οὐρα^νόν, τὸν ἀ_έρα^, τὴν θά^λα^σσα^ν, τὰ_ς πηγά_ς, τοὺς ποτα^ μούς.
εἰσῆλθε γὰρ ὁ παραβάτης καὶ ἐμίανε τὴν γῆν, ἐμίανε τὸν οὐρανόν, τὸν ἀέρα, τὴν θάλασσαν, τὰς πηγάς, τοὺς ποτα μούς.
πά^ντα^ ἐμία_νε ταῖς βλα^σφημί^αις, τὸν οὐρα^νὸν τῇ βλα^σφημί^ᾳ, τὸν ἀ_έρα^ ταῖς αἰσχραῖς φωναῖς, τὴν γῆν ταῖς ἀθεμί^τοις μιαιφονίαις, τὴν θά^λα^σσα^ν τοῖς πειραταῖς καὶ τοῖς λῃσταῖς, τὰ_ς πηγὰ_ς καὶ τοὺς ποτα^μοὺς ταῖς ἀθεμί^τοις εἰδωλολατρείαις.
πάντα ἐμίανε ταῖς βλασφημίαις, τὸν οὐρανὸν τῇ βλασφημίᾳ, τὸν ἀέρα ταῖς αἰσχραῖς φωναῖς, τὴν γῆν ταῖς ἀθεμίτοις μιαιφονίαις, τὴν θάλασσαν τοῖς πειραταῖς καὶ τοῖς λῃσταῖς, τὰς πηγὰς καὶ τοὺς ποταμοὺς ταῖς ἀθεμίτοις εἰδωλολατρείαις.
καὶ γὰ^ρ πηγαὶ καὶ ποτα^μοὶ καὶ πα^ρά^δεισοι καὶ δένδρα^ καὶ πᾶσα^ ἡ κτίσις ἐθεοποιεῖτο.
καὶ γὰρ πηγαὶ καὶ ποταμοὶ καὶ παράδεισοι καὶ δένδρα καὶ πᾶσα ἡ κτίσις ἐθεοποιεῖτο.
οὐδὲν δὲ οὕτω μιαίνει κτίσιν ὡς τὸ θεοποιεῖσθαι αὐτήν.
οὐδὲν δὲ οὕτω μιαίνει κτίσιν ὡς τὸ θεοποιεῖσθαι αὐτήν.
ἦν οὖν πᾶσα ἡ κτίσις τεθολωμένη.
ἦν οὖν πᾶσα ἡ κτίσις τεθολωμένη.
εἰσέρχεται ὁ σωτὴρ τοῦ κόσμου, μᾶλλον δὲ κηρύττεται ὑ^πὸ τῶν ἀ^ποστόλων ὅτι^ ἥξει ἀνακαινίζων τὰ^ πά^ντα^.
εἰσέρχεται ὁ σωτὴρ τοῦ κόσμου, μᾶλλον δὲ κηρύττεται ὑπὸ τῶν ἀποστόλων ὅτι ἥξει ἀνακαινίζων τὰ πάντα.
οὐ μόνον δὲ οἱ ἀ^πόστολοι, ἀλλὰ^ καὶ οἱ προφῆται προέλεγον ὅτι^ ἔρχεται ὁ χριστός.
οὐ μόνον δὲ οἱ ἀπόστολοι, ἀλλὰ καὶ οἱ προφῆται προέλεγον ὅτι ἔρχεται ὁ χριστός.
δι^ὰ^ τί;
διὰ τί;
ἵ^να_ μή τι^ς νομί^σῃ ὅτι^ ὁ θεὸς ὡς ἄνθρωπος, ὅτα^ν ἀ^πορήσῃ κα^τὰ^ τὴν πρώτην βοήθεια^ν, δευτέρα_ν ἐπι^νοεῖ καί, ὅτα^ν ταύτης ἀποτύχῃ, ἐπὶ^ τρί^την ἔρχεται καὶ ταύτης δι^αμαρτὼν τετάρτης ἅπτεται.
ἵνα μή τις νομίσῃ ὅτι ὁ θεὸς ὡς ἄνθρωπος, ὅταν ἀπορήσῃ κατὰ τὴν πρώτην βοήθειαν, δευτέραν ἐπινοεῖ καί, ὅταν ταύτης ἀποτύχῃ, ἐπὶ τρίτην ἔρχεται καὶ ταύτης διαμαρτὼν τετάρτης ἅπτεται.
ἵ^να_ οὖν μή τι^ς ὑπονοήσῃ τοῦτο, προέλεγον οἱ προφῆται τὸν μέλλοντα^ ἔρχεσθαι, ἵ^να_ δείξωσι^ν ὅτι^ θεὸς οὐ σκεπτόμενος εὑρίσκει τὸ συμφέρον, ἀλλ' ἀπ' ἀρχῆς προεῖδε τὰ^ πά^ντα^.
ἵνα οὖν μή τις ὑπονοήσῃ τοῦτο, προέλεγον οἱ προφῆται τὸν μέλλοντα ἔρχεσθαι, ἵνα δείξωσιν ὅτι θεὸς οὐ σκεπτόμενος εὑρίσκει τὸ συμφέρον, ἀλλ' ἀπ' ἀρχῆς προεῖδε τὰ πάντα.
ἡμεῖς οἱ ἄνθρωποι σκεπτόμεθα^ καί, ἐὰν ἀποτύχωμεν τῆς πρώτης πείρα_ς, ἐρχόμεθα^ ἐφ' ἑτέρα_ν.
ἡμεῖς οἱ ἄνθρωποι σκεπτόμεθα καί, ἐὰν ἀποτύχωμεν τῆς πρώτης πείρας, ἐρχόμεθα ἐφ' ἑτέραν.
ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ' ἔδωκε νόμον, προφήτα_ς, καὶ μετὰ^ ταῦτα^ τὸ εὐαγγέλιον, οὐ χρόνῳ τὸ συμφέρον μα^θών, ἀλλ' ἀπ' ἀρχῆς εἰδὼς ὅτι^ ἄλλως οὐχ οἷόν τε ἦν τὴν κτίσιν γενέσθαι καὶ στῆναι μὴ τοῦ χριστοῦ φαινομένου.
ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ' ἔδωκε νόμον, προφήτας, καὶ μετὰ ταῦτα τὸ εὐαγγέλιον, οὐ χρόνῳ τὸ συμφέρον μαθών, ἀλλ' ἀπ' ἀρχῆς εἰδὼς ὅτι ἄλλως οὐχ οἷόν τε ἦν τὴν κτίσιν γενέσθαι καὶ στῆναι μὴ τοῦ χριστοῦ φαινομένου.
καὶ ἡμεῖς μὲν οἱ ἄνθρωποι ὅταν ἴ^δωμεν τὰ^ νοσήμα^τα^, τότε ἐπι^νοοῦμεν τὰ^ βοηθήμα^τα^·
καὶ ἡμεῖς μὲν οἱ ἄνθρωποι ὅταν ἴδωμεν τὰ νοσήματα, τότε ἐπινοοῦμεν τὰ βοηθήματα·
ὁ δὲ θεὸς πρὸς τῶν τραυμά^των τοῦ ἡμετέρου πλάσμα^τος προεῖδε τὸ φάρμα^κον τῆς σωτηρί^α_ς.
ὁ δὲ θεὸς πρὸς τῶν τραυμάτων τοῦ ἡμετέρου πλάσματος προεῖδε τὸ φάρμακον τῆς σωτηρίας.
πολλοὶ λέγουσι^ν·
πολλοὶ λέγουσιν·
οὐ προῄδει οὖν ὁ θεὸς ὅτι^ ἁ^μα^ρτήσει ὁ ἀδάμ;.
οὐ προῄδει οὖν ὁ θεὸς ὅτι ἁμαρτήσει ὁ ἀδάμ;.
ἐγὼ τοῦτο λέγω ὅτι^ οὐ τοῦτο μόνον προῄδει, ἀλλὰ^ πρὸ τῆς παραβάσεως ὅτι^ ἐγείρει αὐτὸν ὁ χριστὸς δι^ὰ^ τὴν οἰκονομίαν.
ἐγὼ τοῦτο λέγω ὅτι οὐ τοῦτο μόνον προῄδει, ἀλλὰ πρὸ τῆς παραβάσεως ὅτι ἐγείρει αὐτὸν ὁ χριστὸς διὰ τὴν οἰκονομίαν.
καὶ οὐ πρῶτον εἶδε τὴν πτῶσι^ν, εἰ μὴ προεπενόησε τὴν ἀνάστασι^ν.
καὶ οὐ πρῶτον εἶδε τὴν πτῶσιν, εἰ μὴ προεπενόησε τὴν ἀνάστασιν.
ἀλλὰ^ προαπέθετο τὸ φάρμα^κον τῆς ἀναστάσεως καὶ τότε συνεχώρησεν εἰς πεῖρα^ν θα^νά^του ἐλθεῖν τὸν ἄνθρωπον, ἵ^να_ μά^θῃ, τί^νος μὲν ἀπολαύει δι' ἑαυτόν, τί^νος δὲ τυγχά^νει δι^ὰ^ τὸν θεόν.
ἀλλὰ προαπέθετο τὸ φάρμακον τῆς ἀναστάσεως καὶ τότε συνεχώρησεν εἰς πεῖραν θανάτου ἐλθεῖν τὸν ἄνθρωπον, ἵνα μάθῃ, τίνος μὲν ἀπολαύει δι' ἑαυτόν, τίνος δὲ τυγχάνει διὰ τὸν θεόν.
καὶ ὥσπερ ἐν αἰγύπτῳ πρῶτον ἤνεγκε τὰ^ ἔτη τῆς εὐθηνία_ς, προαποθέμενος φάρμα^κον τῷ λι_μῷ τὰ^ ἔτη τῆς εὐθηνία_ς, καὶ τότε τὰ^ ἔτη τοῦ λιμοῦ ἐπήγα^γεν, καὶ προέλαβε τὴν τοῦ τραύμα^τος φύ^σι^ν ἡ τοῦ φαρμά^κου βοήθεια^, οὕτω πρὶ^ν πλασθῇ ὁ ἀδάμ, πρὶ^ν φα^νῶσι^ν οἱ ἐξ αὐτοῦ ἄνομοι, πρὶ^ν τεχθῶσι^ν οἱ ἐξ αὐτοῦ δί^καιοι καὶ...
καὶ ὥσπερ ἐν αἰγύπτῳ πρῶτον ἤνεγκε τὰ ἔτη τῆς εὐθηνίας, προαποθέμενος φάρμακον τῷ λιμῷ τὰ ἔτη τῆς εὐθηνίας, καὶ τότε τὰ ἔτη τοῦ λιμοῦ ἐπήγαγεν, καὶ προέλαβε τὴν τοῦ τραύματος φύσιν ἡ τοῦ φαρμάκου βοήθεια, οὕτω πρὶν πλασθῇ ὁ ἀδάμ, πρὶν φανῶσιν οἱ ἐξ αὐτοῦ ἄνομοι, πρὶν τεχθῶσιν οἱ ἐξ αὐτοῦ δίκαιοι καὶ οἱ ἐξ αὐτοῦ προφῆτα...
ἐν τῷ ἀδὰμ ὁ θεὸς ἔβλεπε παῦλον, ἔβλεπε πέτρον.
ἐν τῷ ἀδὰμ ὁ θεὸς ἔβλεπε παῦλον, ἔβλεπε πέτρον.
οὐκ ἔβλεπε τὸν ἀδὰμ ἐν τῷ παραδείσῳ τρεφόμενον καὶ μέλλοντα^ ἐκβάλλεσθαι, ἀλλ' ἔβλεπεν ἐν αὐτῷ παῦλον τὴν εὐσέβεια^ν κηρύττοντα^ καὶ εἰς πα^ρά^δεισον ἁρπαζόμενον καὶ πέτρον κλεῖς οὐρα^νῶν πιστευόμενον.
οὐκ ἔβλεπε τὸν ἀδὰμ ἐν τῷ παραδείσῳ τρεφόμενον καὶ μέλλοντα ἐκβάλλεσθαι, ἀλλ' ἔβλεπεν ἐν αὐτῷ παῦλον τὴν εὐσέβειαν κηρύττοντα καὶ εἰς παράδεισον ἁρπαζόμενον καὶ πέτρον κλεῖς οὐρανῶν πιστευόμενον.
καὶ πά^ντα^ ἐν τῷ πρώτῳ ἔβλεπεν ἀνθρώπῳ·
καὶ πάντα ἐν τῷ πρώτῳ ἔβλεπεν ἀνθρώπῳ·
ἐν γὰ^ρ τῇ ῥίζῃ ἦσαν οἱ καρποί.
ἐν γὰρ τῇ ῥίζῃ ἦσαν οἱ καρποί.
καί μοι συγχωρήσα^τε μικρόν τι^ ὡς ἐν ὁμι_λί^ᾳ γενέσθαι θεοῦ καὶ εἰσαγαγεῖν τὸν θεόν, ὥσπερ ἠθοποιΐᾳ τι^νὶ^ κεχρημένῳ, δι^α^λεγόμενον τῷ ἑαυτοῦ υἱῷ.
καί μοι συγχωρήσατε μικρόν τι ὡς ἐν ὁμιλίᾳ γενέσθαι θεοῦ καὶ εἰσαγαγεῖν τὸν θεόν, ὥσπερ ἠθοποιΐᾳ τινὶ κεχρημένῳ, διαλεγόμενον τῷ ἑαυτοῦ υἱῷ.
καὶ μή τι^ς νομί^σῃ βεβι^α^σμένον εἶναι τὸ ῥῆμα^·
καὶ μή τις νομίσῃ βεβιασμένον εἶναι τὸ ῥῆμα·
ὥσπερ γὰ^ρ ποιῶν τὸν ἄνθρωπον ὁ θεὸς συμβούλῳ κέχρηται τῷ μονογενεῖ καὶ συνεργῷ·
ὥσπερ γὰρ ποιῶν τὸν ἄνθρωπον ὁ θεὸς συμβούλῳ κέχρηται τῷ μονογενεῖ καὶ συνεργῷ·
ποιήσωμεν γὰ^ρ ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν καὶ ὁμοίωσι^ν, εἰκὸς ἦν καὶ τὸν υἱὸν λέγειν πρὸς τὸν πα^τέρα^.
ποιήσωμεν γὰρ ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν, εἰκὸς ἦν καὶ τὸν υἱὸν λέγειν πρὸς τὸν πατέρα.
ἀνάμενε δὲ τὸ τέλος.
ἀνάμενε δὲ τὸ τέλος.
μὴ εἴπῃς·
μὴ εἴπῃς·
καταμαντεύεται οὗτος τοῦ θεοῦ.
καταμαντεύεται οὗτος τοῦ θεοῦ.
μὴ πα^ρὼν τοῖς ἐκεῖ, πῶς οἶδε ταῦτα^;.
μὴ παρὼν τοῖς ἐκεῖ, πῶς οἶδε ταῦτα;.
ἐὰν τὸ τέλος μὴ ἀ^πα^ντήσῃ πρὸς τὴν ἔννοια^ν, ὡς συκοφάντην με κρῖνον.
ἐὰν τὸ τέλος μὴ ἀπαντήσῃ πρὸς τὴν ἔννοιαν, ὡς συκοφάντην με κρῖνον.
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν καὶ ὁμοίωσι^ν ὡς δημιουργὸς ἔλεγεν, ὡς προγνώστης ἀ^πεκρί_να^το.
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν ὡς δημιουργὸς ἔλεγεν, ὡς προγνώστης ἀπεκρίνατο.
ἐὰν οὖν ἁ^μά^ρτῃ ὁ ἀδάμ ἁ^μα^ρτά^νει γά^ρ διαβάλλεται ἡμῶν ἡ δημιουργία.
ἐὰν οὖν ἁμάρτῃ ὁ ἀδάμ ἁμαρτάνει γάρ διαβάλλεται ἡμῶν ἡ δημιουργία.
ἐννόησον ταῦτα^ λέγοντα^ ἢ πα^τέρα^ υἱῷ ἢ υἱὸν πατρί^.
ἐννόησον ταῦτα λέγοντα ἢ πατέρα υἱῷ ἢ υἱὸν πατρί.
ἀδιάστατος γὰ^ρ ἡ βουλή, οἷς ἀδιαίρετος ἡ οὐσί^α_.
ἀδιάστατος γὰρ ἡ βουλή, οἷς ἀδιαίρετος ἡ οὐσία.
ἀλλ' ἁ^μα^ρτά^νει ὁ ἀδάμ, πα^ραβαίνει, ἀποθνῄσκει·
ἀλλ' ἁμαρτάνει ὁ ἀδάμ, παραβαίνει, ἀποθνῄσκει·
καὶ δι' αὐτὸν πάντες οἱ ἄνθρωποι ἀ^πόλλυ^νται, καὶ συκοφαντεῖται ἡμῶν τὸ πλάσμα^ ὡς κα^κῶς γενόμενον.
καὶ δι' αὐτὸν πάντες οἱ ἄνθρωποι ἀπόλλυνται, καὶ συκοφαντεῖται ἡμῶν τὸ πλάσμα ὡς κακῶς γενόμενον.
πάλιν ἡ βουλή.
πάλιν ἡ βουλή.
ἀλλὰ^ δεῖ πρὸ πάντων ὁρί^σαι τὴν θεραπείαν.
ἀλλὰ δεῖ πρὸ πάντων ὁρίσαι τὴν θεραπείαν.
δεῖ γὰ^ρ σέ, ὦ μονογενές μου, ὦ υἱὲ λόγε, ὦ ἀπαύγασμα ἐμῆς δόξης, δεῖ σε, εἰ ὅλως προνοεῖς τοῦ πλά^ σμα^τος ὅπερ συνεργοῦντες ἀλλήλοις εἰργα^σά^μεθα^, δεῖ σε τὸν φθειρόμενον ἐνδύ_σα^σθαι ἄνθρωπον, δεῖ σε τοὺς ἀ^ποστόλους λα^βεῖν, ἵ^να_, ὥσπερ τῷ ὄφει ὁ δι^ά^βολος ὑπουργῷ ἐχρήσα^το καὶ ὅπλῳ πρὸς τὴν ἀ^πάτην, οὕτω καὶ σὺ...
δεῖ γὰρ σέ, ὦ μονογενές μου, ὦ υἱὲ λόγε, ὦ ἀπαύγασμα ἐμῆς δόξης, δεῖ σε, εἰ ὅλως προνοεῖς τοῦ πλά σματος ὅπερ συνεργοῦντες ἀλλήλοις εἰργασάμεθα, δεῖ σε τὸν φθειρόμενον ἐνδύσασθαι ἄνθρωπον, δεῖ σε τοὺς ἀποστόλους λαβεῖν, ἵνα, ὥσπερ τῷ ὄφει ὁ διάβολος ὑπουργῷ ἐχρήσατο καὶ ὅπλῳ πρὸς τὴν ἀπάτην, οὕτω καὶ σὺ ὑπουργῷ χρήσῃ τ...
ἀλλὰ^ πολλοὶ ἔσονται τῶν δογμά^των φησὶ^ν ἀσεβῶν εὑρεταί.
ἀλλὰ πολλοὶ ἔσονται τῶν δογμάτων φησὶν ἀσεβῶν εὑρεταί.
ἀνακύ^πτει γὰ^ρ ἡ ἄ^θεος τῶν ἐπικούρων πλά^νη·
ἀνακύπτει γὰρ ἡ ἄθεος τῶν ἐπικούρων πλάνη·
ἀνακύ^πτει αἵρεσι^ς ἡ λέγουσα^ ἀπρονόητα^ εἶναι τὰ^ τοῦ βί^ου·
ἀνακύπτει αἵρεσις ἡ λέγουσα ἀπρονόητα εἶναι τὰ τοῦ βίου·
ἀνακύπτει ἄλλη αἵρεσι^ς ἡ λέγουσα^ τὸ σῶ^μα^ θεόν.
ἀνακύπτει ἄλλη αἵρεσις ἡ λέγουσα τὸ σῶμα θεόν.
πολλοὶ γί_νονται τῆς πλά^νης δι^δά^σκα^λοι.
πολλοὶ γίνονται τῆς πλάνης διδάσκαλοι.
τίς οὖν λύ^σει ταῦτα^ τὰ^ μοχθηρά^;.
τίς οὖν λύσει ταῦτα τὰ μοχθηρά;.
ταῦτα εἶπον ἐπὶ^ σχήμα^τι^, ἵ^να_ ἐπὶ^ τέλει τῇ ἀποστολι^κῇ φωνῇ σφραγίσω τὴν ἔννοια^ν.
ταῦτα εἶπον ἐπὶ σχήματι, ἵνα ἐπὶ τέλει τῇ ἀποστολικῇ φωνῇ σφραγίσω τὴν ἔννοιαν.
τί οὖν;
τί οὖν;
ἆρα^ τοῦτο τὸ ἔνδυ_μα^, ὃ λα^μβά^νει ὁ θεὸς λόγος, τοῦτο ὀφείλει διαδραμεῖν τὰ^ πέρα^τα^ τῆς ὑπ' οὐρα^νὸν καὶ φωτίσαι πά^ντα^ς;
ἆρα τοῦτο τὸ ἔνδυμα, ὃ λαμβάνει ὁ θεὸς λόγος, τοῦτο ὀφείλει διαδραμεῖν τὰ πέρατα τῆς ὑπ' οὐρανὸν καὶ φωτίσαι πάντας;
οὐχί φησι^ν, ἀλλὰ^ σύ^ μου πληροῖς τὴν θεία_ν οἰκονομίαν.
οὐχί φησιν, ἀλλὰ σύ μου πληροῖς τὴν θείαν οἰκονομίαν.
ἕξεις δὲ τοὺς ἀ^ποστόλους κήρυ_κα^ς τοῦ θείου λόγου·
ἕξεις δὲ τοὺς ἀποστόλους κήρυκας τοῦ θείου λόγου·
ἕξεις παῦλον κηρύττοντα^·
ἕξεις παῦλον κηρύττοντα·
ἕξεις πέτρον τὴν ῥώμην κα^τα^λα^μβά^νοντα^·
ἕξεις πέτρον τὴν ῥώμην καταλαμβάνοντα·
ἕξεις τοὺς ἀ^ποστόλους κοινωνοῦντα^ς ἡμῶν τῇ οἰκονομί^ᾳ.
ἕξεις τοὺς ἀποστόλους κοινωνοῦντας ἡμῶν τῇ οἰκονομίᾳ.
ταῦτα ἐλέγετο πρὶ^ν ἢ ἀδὰμ πλασθῇ.
ταῦτα ἐλέγετο πρὶν ἢ ἀδὰμ πλασθῇ.
πρῶτον ἐτυπώθη τὰ^ κα^τὰ^ τὴν σάρκα^ τοῦ χριστοῦ καὶ τὰ^ κα^τὰ^ τοὺς ἀ^ποστόλους, καὶ τότε ὁ ἀδὰμ ἐπλάσθη.
πρῶτον ἐτυπώθη τὰ κατὰ τὴν σάρκα τοῦ χριστοῦ καὶ τὰ κατὰ τοὺς ἀποστόλους, καὶ τότε ὁ ἀδὰμ ἐπλάσθη.
πόθεν τοῦτο;
πόθεν τοῦτο;