macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἄ^κουε παύλου λέγοντος·
ἄκουε παύλου λέγοντος·
τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀ^πὸ τῶν αἰώνων καὶ τῶν γενεῶν, καί·
τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ τῶν γενεῶν, καί·
εὐλογητὸς ὁ θεὸς ὁ εὐλογήσα_ς ἡμᾶς ἐν πά^σῃ εὐλογί^ᾳ πνευματικῇ ἐν τοῖς ἐπουρα^νί^οις, κα^θὼς ἐξελέξα^το ἡμᾶς ἐν χριστῷ πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς εἰς υἱοθεσίαν.
εὐλογητὸς ὁ θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις, καθὼς ἐξελέξατο ἡμᾶς ἐν χριστῷ πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς εἰς υἱοθεσίαν.
καὶ ἀλλαχοῦ περὶ^ ἑαυτοῦ καὶ τῶν κατ' αὐτὸν λέγει·
καὶ ἀλλαχοῦ περὶ ἑαυτοῦ καὶ τῶν κατ' αὐτὸν λέγει·
οὓς προέγνω συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ.
οὓς προέγνω συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ.
οὐ μόνον δὲ προωρίσθη καὶ ἐξελέχθη, ἀλλὰ^ καὶ τὴν χά^ρι^ν ἣν ἔλα^βε παῦλος μετὰ^ πολλὰ_ς γενεὰ_ς οὕτως ἀ^παριθμεῖται ὡς λαβὼν αὐτὴν πρὸ τῶν αἰώνων.
οὐ μόνον δὲ προωρίσθη καὶ ἐξελέχθη, ἀλλὰ καὶ τὴν χάριν ἣν ἔλαβε παῦλος μετὰ πολλὰς γενεὰς οὕτως ἀπαριθμεῖται ὡς λαβὼν αὐτὴν πρὸ τῶν αἰώνων.
πόθεν τοῦτο;
πόθεν τοῦτο;
λέγει τιμοθέῳ·
λέγει τιμοθέῳ·
τέκνον τιμόθεε, συγκακοπάθησον τῷ εὐαγγελίῳ κα^τὰ^ δύ^να^μι^ν θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγί^ᾳ, οὐ κα^τὰ^ τὰ^ ἔργα^ ἡμῶν, ἀλλὰ^ κα^τὰ^ ἰ^δί^α_ν πρόθεσι^ν καὶ χά^ρι^ν τὴν δοθεῖσα^ν ἡμῖν ἐν χριστῷ ἰησοῦ πρὸ χρόνων αἰωνί^ων ἐξελέξατο πρὸ καταβολῆς κόσμου, προώρισε πρὸ τῶν αἰώνων, ἐχα^ρί^σα^το ἡμῖν πρὸ τῶ...
τέκνον τιμόθεε, συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν χριστῷ ἰησοῦ πρὸ χρόνων αἰωνίων ἐξελέξατο πρὸ καταβολῆς κόσμου, προώρισε πρὸ τῶν αἰώνων, ἐχαρίσατο ἡμῖν πρὸ τῶν αἰώνων.
καὶ ταῦτα πά^ντα^ συ^νᾴδει, ὅτι^ πρὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς προώφθη καὶ προωρίσθη ἡ τοῦ σωτῆρος οἰκονομί^α_.
καὶ ταῦτα πάντα συνᾴδει, ὅτι πρὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς προώφθη καὶ προωρίσθη ἡ τοῦ σωτῆρος οἰκονομία.
ἀλλ' οἶδα^ ὅτι^ καὶ ἐν φί^λοις δι^α^λέγομαι τῆς εὐσεβεία_ς, ἐνί^οτε δὲ καὶ ἐν κα^τασκόποις, οἳ οὐ πρὸς τὸ συμφέρον βλέποντες τῶν κηρυττομένων, ἀλλ' ἓν ἔργον τιθέμενοι, πῶς ἐπι^λά^βωνται τοῦ λέγοντος·
ἀλλ' οἶδα ὅτι καὶ ἐν φίλοις διαλέγομαι τῆς εὐσεβείας, ἐνίοτε δὲ καὶ ἐν κατασκόποις, οἳ οὐ πρὸς τὸ συμφέρον βλέποντες τῶν κηρυττομένων, ἀλλ' ἓν ἔργον τιθέμενοι, πῶς ἐπιλάβωνται τοῦ λέγοντος·
ὧν ἀ^ληθῶς οὐ μι_σῶ τὸν τρόπον, ἀλλὰ^ μᾶλλον ἐλεῶ.
ὧν ἀληθῶς οὐ μισῶ τὸν τρόπον, ἀλλὰ μᾶλλον ἐλεῶ.
ὅμως κα^τὰ^ τὸν ἀ^πόστολον·
ὅμως κατὰ τὸν ἀπόστολον·
δι^ὰ^ τοὺς παρεισά^κτους ψευδα^δέλφους οἵτι^νες εἰσέρχονται κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, γυμνά^σωμεν τὸ νόημα^.
διὰ τοὺς παρεισάκτους ψευδαδέλφους οἵτινες εἰσέρχονται κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, γυμνάσωμεν τὸ νόημα.
δύ^να^ται γὰ^ρ ὁ ἐχθρὸς ἐξελθὼν εἰπεῖν·
δύναται γὰρ ὁ ἐχθρὸς ἐξελθὼν εἰπεῖν·
μεγάλη θεολογί^α_.
μεγάλη θεολογία.
εἰσήγαγε τὸν θεὸν σκεπτόμενον καὶ λέγοντα^·
εἰσήγαγε τὸν θεὸν σκεπτόμενον καὶ λέγοντα·
“ἐπεὶ οὖν πολλοὶ γί_νονται πλά^νης δι^δά^σκα^λοι, τί ἔσται;”
“ἐπεὶ οὖν πολλοὶ γίνονται πλάνης διδάσκαλοι, τί ἔσται;”
καὶ τὸν πα^τέρα^ λέγοντα^ τῷ υἱῷ ὡς ἐκείνου μὲν ἀποροῦντος, τούτου δὲ διδάσκοντος ταῦτα.
καὶ τὸν πατέρα λέγοντα τῷ υἱῷ ὡς ἐκείνου μὲν ἀποροῦντος, τούτου δὲ διδάσκοντος ταῦτα.
αἱ γρα^φαὶ ὅταν παιδεύωσι^ν ἡμᾶς περὶ^ θεοῦ, οὐδέποτε ἁρμόζοντα^ τῇ θείᾳ δυ^νά^μει φθέγγονται ῥήμα^τα^, ἀλλὰ^ πρέποντα^ τῇ ἡμετέρᾳ ἀσθενείᾳ.
αἱ γραφαὶ ὅταν παιδεύωσιν ἡμᾶς περὶ θεοῦ, οὐδέποτε ἁρμόζοντα τῇ θείᾳ δυνάμει φθέγγονται ῥήματα, ἀλλὰ πρέποντα τῇ ἡμετέρᾳ ἀσθενείᾳ.
ἆρα γά^ρ, ὅτε ὁ θεὸς κα^θί^ζει δι^καστήριον ἀ^νθρώπι^νον καὶ λέγει·
ἆρα γάρ, ὅτε ὁ θεὸς καθίζει δικαστήριον ἀνθρώπινον καὶ λέγει·
καὶ νῦν σύ^, ἄνθρωπος τοῦ ἰούδα, καὶ οἱ κα^τοικοῦντες τὴν ἱερουσαλήμ, κρί_να^τε ἀ^νὰ^ μέσον ἐμοῦ καὶ ἀ^νὰ^ μέσον τοῦ ἀμπελῶνός μου.
καὶ νῦν σύ, ἄνθρωπος τοῦ ἰούδα, καὶ οἱ κατοικοῦντες τὴν ἱερουσαλήμ, κρίνατε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου.
τί ἔδει με ποιῆσαι, καὶ οὐκ ἐποίησα^;
τί ἔδει με ποιῆσαι, καὶ οὐκ ἐποίησα;
, λαλοῦντος ἡ φωνὴ ἢ σκεπτομένου;
, λαλοῦντος ἡ φωνὴ ἢ σκεπτομένου;
ἀλλ' ἆρα, ὅτε λέγει πρὸς τὸν ἡσαΐαν·
ἀλλ' ἆρα, ὅτε λέγει πρὸς τὸν ἡσαΐαν·
τίνα ἀποστελῶ, ἢ τίς πορεύσεται πρὸς τὸν λα_ὸν τοῦτον;
τίνα ἀποστελῶ, ἢ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;
ἀμφι^βά^λλων λέγει ἢ ἀγνοῶν τὸν ὑπηρέτην;
ἀμφιβάλλων λέγει ἢ ἀγνοῶν τὸν ὑπηρέτην;
ὅσα λέγεται περὶ^ θεοῦ κα^τὰ^ τὴν ἐκκλησι^α^στι^κὴν δι^δασκαλί^α_ν δεῖ μετρεῖν, οὐ τῇ δυ^νά^μει τοῦ κηρύττοντος, ἀλλὰ^ τῇ ἀσθενείᾳ τῶν ἀ^κουόντων.
ὅσα λέγεται περὶ θεοῦ κατὰ τὴν ἐκκλησιαστικὴν διδασκαλίαν δεῖ μετρεῖν, οὐ τῇ δυνάμει τοῦ κηρύττοντος, ἀλλὰ τῇ ἀσθενείᾳ τῶν ἀκουόντων.
ἡμῖν δὲ σκοπὸς δεῖξαι τὰ^ ἐπὶ^ χριστοῦ πρὸ τοῦ ἀδὰμ προτετυπωμένα^ καὶ τοὺς ἀ^ποστόλους προεκλελεγμένους καὶ τὴν χά^ρι^ν τοῦ εὐαγγελί^ου πρὸ χρόνων αἰωνί^ων προτετυπωμένην.
ἡμῖν δὲ σκοπὸς δεῖξαι τὰ ἐπὶ χριστοῦ πρὸ τοῦ ἀδὰμ προτετυπωμένα καὶ τοὺς ἀποστόλους προεκλελεγμένους καὶ τὴν χάριν τοῦ εὐαγγελίου πρὸ χρόνων αἰωνίων προτετυπωμένην.
πρόσεχε ἀ^κρι_βῶς.
πρόσεχε ἀκριβῶς.
δύ^να^ται μί^α^ λέξι^ς πα^ροραθεῖσα^ συ_κοφα^ντί^α_ς γεμίσαι τὸ λεγόμενον.
δύναται μία λέξις παροραθεῖσα συκοφαντίας γεμίσαι τὸ λεγόμενον.
οὐ μόνον εἶδεν ὁ θεὸς ἐν τῷ παραδείσῳ τὸν ἀδὰμ πα^ραβαίνοντα^, ἀλλὰ^ καὶ τὸν σωτῆρα^, τὸν ἐν σαρκὶ^ φανέντα^ δεσπότην, προοδοποιοῦντα^ τὴν ἀ^ρετὴν καὶ πά^ντα^ς εἰς ὑ^πακοὴν ἕλκοντα^.
οὐ μόνον εἶδεν ὁ θεὸς ἐν τῷ παραδείσῳ τὸν ἀδὰμ παραβαίνοντα, ἀλλὰ καὶ τὸν σωτῆρα, τὸν ἐν σαρκὶ φανέντα δεσπότην, προοδοποιοῦντα τὴν ἀρετὴν καὶ πάντας εἰς ὑπακοὴν ἕλκοντα.
ἔβλεπεν ὁ θεὸς τὴν πλευρὰν τὴν ἐκ τοῦ ἀδὰμ τικτομένην καὶ εἰς γυ^ναῖκα^ μετα^βαλλομένην καὶ προεῖδε πάλιν τὴν πλευ ρὰν τοῦ χριστοῦ προφέρουσα^ν ἡμῖν τὰ^ μυστικὰ^ δῶρα^, ὕ^δωρ καὶ αἷμα^, ὧν τὸ μέν ἐστι^ τοῦ λουτροῦ σύμβολον, τὸ δὲ τῶν μυ^στηρί^ων ἐνέχυ^ρον.
ἔβλεπεν ὁ θεὸς τὴν πλευρὰν τὴν ἐκ τοῦ ἀδὰμ τικτομένην καὶ εἰς γυναῖκα μεταβαλλομένην καὶ προεῖδε πάλιν τὴν πλευ ρὰν τοῦ χριστοῦ προφέρουσαν ἡμῖν τὰ μυστικὰ δῶρα, ὕδωρ καὶ αἷμα, ὧν τὸ μέν ἐστι τοῦ λουτροῦ σύμβολον, τὸ δὲ τῶν μυστηρίων ἐνέχυρον.
καὶ οὐ τοσοῦτον αὐτὴν ἐταλάνισε τὴν πληγήν, ὅσον ἐννοήσα_ς τὸ φάρμα^κον ἐμακάρισεν.
καὶ οὐ τοσοῦτον αὐτὴν ἐταλάνισε τὴν πληγήν, ὅσον ἐννοήσας τὸ φάρμακον ἐμακάρισεν.
ἐκεῖ γυ^νὴ ἐξ ἀνδρὸς εἰς πα^ρανομίαν, ὧδε ἀ^νὴρ ἐκ γυ^ναικὸς εἰς σωτηρί^α_ν.
ἐκεῖ γυνὴ ἐξ ἀνδρὸς εἰς παρανομίαν, ὧδε ἀνὴρ ἐκ γυναικὸς εἰς σωτηρίαν.
ἐκεῖ πλευρὰ^ τί^κτουσα^ θα^νά^του ὑ^πόθεσι^ν, ἐνταῦθα^ πλευρὰ^ φέρουσα^ τὸν ἀρραβῶνα^ τῆς ἀφθαρσία_ς.
ἐκεῖ πλευρὰ τίκτουσα θανάτου ὑπόθεσιν, ἐνταῦθα πλευρὰ φέρουσα τὸν ἀρραβῶνα τῆς ἀφθαρσίας.
ἐκεῖ ὄφις περὶ^ τὸ ξύ^λον, ὧδε χριστὸς περὶ^ τὸν σταυρόν.
ἐκεῖ ὄφις περὶ τὸ ξύλον, ὧδε χριστὸς περὶ τὸν σταυρόν.
ἐκεῖ βρῶμα^ προκα^λούμενον θά^να^τον, ἐνταῦθα^ βρῶμα^ ἀφα^νί^ζον θά^να^τον.
ἐκεῖ βρῶμα προκαλούμενον θάνατον, ἐνταῦθα βρῶμα ἀφανίζον θάνατον.
οἶδας τὰ^ πιστῶν, ἐπίγνωθι^ τὰ^ μυ^στήρι^α^.
οἶδας τὰ πιστῶν, ἐπίγνωθι τὰ μυστήρια.
ἐκεῖ ἀνέβλεψα^ν κα^κῶς καὶ εἶδον ὅτι^ γυμνοί εἰσι^ν, ἡμεῖς νῦν ἀ^να^βλέπομεν εὐσεβῶς καὶ βλέπομεν ὅτι^ ἐστολισμένοι ἐσμέν.
ἐκεῖ ἀνέβλεψαν κακῶς καὶ εἶδον ὅτι γυμνοί εἰσιν, ἡμεῖς νῦν ἀναβλέπομεν εὐσεβῶς καὶ βλέπομεν ὅτι ἐστολισμένοι ἐσμέν.
ἐκεῖ ἀνάβλεψι^ς καὶ γύμνωσι^ς, ἐνταῦθα^ φωτισμὸς καὶ στολισμός.
ἐκεῖ ἀνάβλεψις καὶ γύμνωσις, ἐνταῦθα φωτισμὸς καὶ στολισμός.
ἐκεῖ δερμά^τι^νοι χι^τῶνες καλύπτοντες τὴν ἀσχημοσύνην, ἐνταῦθα^ χι^τὼν δόξης κα^λύ^πτων ἡμῶν τὴν ἀσθένεια^ν, τοῦ χριστοῦ τὸ σῶ^μα^, αὐτοῦ τοῦ βα^σι^λέως τὸ ἔνδυ_μα^·
ἐκεῖ δερμάτινοι χιτῶνες καλύπτοντες τὴν ἀσχημοσύνην, ἐνταῦθα χιτὼν δόξης καλύπτων ἡμῶν τὴν ἀσθένειαν, τοῦ χριστοῦ τὸ σῶμα, αὐτοῦ τοῦ βασιλέως τὸ ἔνδυμα·
ὅσοι γὰ^ρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύ_σα^σθε.
ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύσασθε.
ἐκεῖ γῆ εἶ καὶ εἰς γῆν ἀ^πελεύσῃ, ὧδε ἀνακαινίσας τὴν γῆν ποιεῖ τὸν ἄνθρωπον ἐπουρά^νι^ον, οὐ γῆν ἐπαγγελλόμενος, ἀλλὰ^ βα^σι^λεία_ν.
ἐκεῖ γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ὧδε ἀνακαινίσας τὴν γῆν ποιεῖ τὸν ἄνθρωπον ἐπουράνιον, οὐ γῆν ἐπαγγελλόμενος, ἀλλὰ βασιλείαν.
ἐκεῖ φλογί^νη ῥομφαία_ κωλύ_ουσα^ τὸν ἀδάμ, ἐνταῦθα^ γλῶσσαι πυ_ρὸς ἐξ οὐρα^νοῦ φωτίζουσαι τὸν ἀδάμ.
ἐκεῖ φλογίνη ῥομφαία κωλύουσα τὸν ἀδάμ, ἐνταῦθα γλῶσσαι πυρὸς ἐξ οὐρανοῦ φωτίζουσαι τὸν ἀδάμ.
ἐκεῖ ἐκβαλλόμενος τοῦ παραδείσου, ὧδε πιστευόμενος κλεῖς οὐρα^νῶν.
ἐκεῖ ἐκβαλλόμενος τοῦ παραδείσου, ὧδε πιστευόμενος κλεῖς οὐρανῶν.
προεῖδεν ὁ θεὸς τὰ^ μέλλοντα^ πρὸ τῶν πα^ρόντων.
προεῖδεν ὁ θεὸς τὰ μέλλοντα πρὸ τῶν παρόντων.
καὶ ὥσπερ σήμερον, πρὶ^ν ἑλκύ^σωμεν τὸ ὕ^δωρ, ὑδρα^γωγὸς κα^τα^σκευά^ζεται, καί, πρὶ^ν ῥεύσῃ τὰ^ ὕ^δα^τα^, ὑδρεῖον λέγεται, οὐχ ὕ^δα^τος ῥέοντος, ἀλλὰ μέλλοντος ῥεῖν, οὕτως ὁ θεὸς προώρισε τὰ^ μέλλοντα^ ἐν χριστῷ τυποῦσθαι καὶ ᾔδει ὅτι^ ἐν χριστῷ ἀνακαινίζεται τὰ^ πά^ντα^.
καὶ ὥσπερ σήμερον, πρὶν ἑλκύσωμεν τὸ ὕδωρ, ὑδραγωγὸς κατασκευάζεται, καί, πρὶν ῥεύσῃ τὰ ὕδατα, ὑδρεῖον λέγεται, οὐχ ὕδατος ῥέοντος, ἀλλὰ μέλλοντος ῥεῖν, οὕτως ὁ θεὸς προώρισε τὰ μέλλοντα ἐν χριστῷ τυποῦσθαι καὶ ᾔδει ὅτι ἐν χριστῷ ἀνακαινίζεται τὰ πάντα.
καὶ ἄρχεται ἄ^νωθεν.
καὶ ἄρχεται ἄνωθεν.
ἐπιβαίνει τῷ οὐρα^νῷ κα^τὰ^ τὸ κύριε, κλῖνον οὐρανούς σου καὶ κα^τά^βηθι^.
ἐπιβαίνει τῷ οὐρανῷ κατὰ τὸ κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι.
παρῆλθε τοὺς οὐρανοὺς ἁγιάσας αὐτούς.
παρῆλθε τοὺς οὐρανοὺς ἁγιάσας αὐτούς.
διέτεμε τὸν ἀ_έρα^, ἵ^να_ ἁγιάσῃ αὐτὸν ταῖς αἰσχραῖς ᾠδαῖς μιανθέντα^.
διέτεμε τὸν ἀέρα, ἵνα ἁγιάσῃ αὐτὸν ταῖς αἰσχραῖς ᾠδαῖς μιανθέντα.
πατεῖ τὴν γῆν, ἵ^να_ ἁγιάσῃ αὐτὴν φόνοις μεμολυσμένην.
πατεῖ τὴν γῆν, ἵνα ἁγιάσῃ αὐτὴν φόνοις μεμολυσμένην.
ἐπάτησε θα^λάττης κύ_μα^τα^, ἵ^να_ τὰ^ μιανθέντα^ ἁγιάσῃ ὕ^δα^τα^.
ἐπάτησε θαλάττης κύματα, ἵνα τὰ μιανθέντα ἁγιάσῃ ὕδατα.
βαπτίζεται ἐν τῷ ἰορδάνῃ, ἵ^να_ τῶν ποτα^μῶν τὴν φύ^σι^ν ἁγιάσῃ.
βαπτίζεται ἐν τῷ ἰορδάνῃ, ἵνα τῶν ποταμῶν τὴν φύσιν ἁγιάσῃ.
εὑρίσκει καὶ τὸν ἀδὰμ κείμενον ἐν τά^φῳ καὶ ὑ^πέρχεται αὐτοῦ τὴν εἰκόνα^ καὶ γί_νεται ὁ χριστὸς καὶ μετὰ^ τὸν ἀδὰμ καὶ ἀνακαινισμὸς τοῦ ἀδάμ.
εὑρίσκει καὶ τὸν ἀδὰμ κείμενον ἐν τάφῳ καὶ ὑπέρχεται αὐτοῦ τὴν εἰκόνα καὶ γίνεται ὁ χριστὸς καὶ μετὰ τὸν ἀδὰμ καὶ ἀνακαινισμὸς τοῦ ἀδάμ.
καὶ ὅπως ἄκουε.
καὶ ὅπως ἄκουε.
ἀναλαμβάνει τὴν μορφὴν ἣν ἔπλα^σεν ἐν παραδείσῳ καὶ πᾶσι^ν αὐτὴν τοῖς ἐνα^ντί^οις ἐκόσμησεν ὑ^πεναντί^α^ τῇ ἐν τῷ παραδείσῳ δι^αγωγῇ δοὺς αὐτῷ τὰ^ τῆς ἀ^ρετῆς ἐφόδια^.
ἀναλαμβάνει τὴν μορφὴν ἣν ἔπλασεν ἐν παραδείσῳ καὶ πᾶσιν αὐτὴν τοῖς ἐναντίοις ἐκόσμησεν ὑπεναντία τῇ ἐν τῷ παραδείσῳ διαγωγῇ δοὺς αὐτῷ τὰ τῆς ἀρετῆς ἐφόδια.
ἐν παραδείσῳ δι^ὰ^ τρυφὴν ἠπα^τήθη ὁ ἀδάμ, ἡ σὰρξ τοῦ χριστοῦ ἐν νηστείᾳ στεφα^νοῦται.
ἐν παραδείσῳ διὰ τρυφὴν ἠπατήθη ὁ ἀδάμ, ἡ σὰρξ τοῦ χριστοῦ ἐν νηστείᾳ στεφανοῦται.
ἐν παραδείσῳ ἡ πρώτη πά^λη, ἐν ἐρήμῳ ὁ δεύτερος ἀ^γὼν πρὸς τὸν δι^ά^βολον.
ἐν παραδείσῳ ἡ πρώτη πάλη, ἐν ἐρήμῳ ὁ δεύτερος ἀγὼν πρὸς τὸν διάβολον.
ἄρχεται τοίνυ^ν ὁ σωτήρ, ἀνακαινίζων τὸ πλάσμα^ τοῦτο, παντοίαις αὐτὸ ἀ^ρεταῖς στεφα^νοῦν καὶ εἰσέρχεται μεσολαβῶν θεῷ καὶ ἀνθρώποις.
ἄρχεται τοίνυν ὁ σωτήρ, ἀνακαινίζων τὸ πλάσμα τοῦτο, παντοίαις αὐτὸ ἀρεταῖς στεφανοῦν καὶ εἰσέρχεται μεσολαβῶν θεῷ καὶ ἀνθρώποις.
ἦλθεν ἀ^πα^γγεῖλαι τῷ κόσμῳ ὅτι^ ἀνακαινίζεται ἡ πεπτωκυῖα^ εἰκών, ὅτι^ ἐγείρεται, ὅτι^ σῴζεται.
ἦλθεν ἀπαγγεῖλαι τῷ κόσμῳ ὅτι ἀνακαινίζεται ἡ πεπτωκυῖα εἰκών, ὅτι ἐγείρεται, ὅτι σῴζεται.
οὐκ ἠδύνατο ἀ^πα^γγεῖλαι ταῦτα, εἰ μὴ ἦν μεσίτης.
οὐκ ἠδύνατο ἀπαγγεῖλαι ταῦτα, εἰ μὴ ἦν μεσίτης.
ὥσπερ γὰ^ρ πρόσωπον ἀ^ξι^όπι^στον ὑποβεβηκότι^ ἐὰν ἐπαγγείληταί τι^, οὐ τολμᾷ τὴν ἐπαγγελίαν ἀ^παιτῆσαι ὁ ὑποκείμενος, ἐὰν μὴ ἔχῃ μεσίτην ἐπειδὴ γὰ^ρ ἀόρα_τος ἦν ὁ θεός, ὁ δὲ κόσμος ἦν ὁρώμενος, δί^δωσι^ μεσίτην ἀ^ξι^όπι^στον.
ὥσπερ γὰρ πρόσωπον ἀξιόπιστον ὑποβεβηκότι ἐὰν ἐπαγγείληταί τι, οὐ τολμᾷ τὴν ἐπαγγελίαν ἀπαιτῆσαι ὁ ὑποκείμενος, ἐὰν μὴ ἔχῃ μεσίτην ἐπειδὴ γὰρ ἀόρατος ἦν ὁ θεός, ὁ δὲ κόσμος ἦν ὁρώμενος, δίδωσι μεσίτην ἀξιόπιστον.
μεσίτης γὰ^ρ θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος ἰησοῦς χριστός.
μεσίτης γὰρ θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος ἰησοῦς χριστός.
ὁ μεσίτης ἐὰν μὴ ἔχῃ συγγένεια^ν πρὸς τὰ^ μεσιτευόμενα^, μεσίτης εἶναι οὐ δύναται.
ὁ μεσίτης ἐὰν μὴ ἔχῃ συγγένειαν πρὸς τὰ μεσιτευόμενα, μεσίτης εἶναι οὐ δύναται.
ἐπεὶ οὖν μεσίτης θεοῦ καὶ ἀνθρώπων χριστός, ἐχρῆν αὐτὸν δειχθῆναι συγγενῆ τοῦ θεοῦ καὶ συγγενῆ τῶν ἀνθρώπων καὶ φα^νῆναι ὥσπερ τι^νὰ^ οἰκονομίαν μέσην καὶ θεῷ συ^ναπτομένην κα^τὰ^ τὴν θεότητα^ καὶ ἀνθρώποις ἡνωμένην κατὰ τὴν ἀνθρωπότητα^.
ἐπεὶ οὖν μεσίτης θεοῦ καὶ ἀνθρώπων χριστός, ἐχρῆν αὐτὸν δειχθῆναι συγγενῆ τοῦ θεοῦ καὶ συγγενῆ τῶν ἀνθρώπων καὶ φανῆναι ὥσπερ τινὰ οἰκονομίαν μέσην καὶ θεῷ συναπτομένην κατὰ τὴν θεότητα καὶ ἀνθρώποις ἡνωμένην κατὰ τὴν ἀνθρωπότητα.
καὶ τί ποιεῖ;
καὶ τί ποιεῖ;
ἐπειδὴ πρῶτον δι^δά^σκει καὶ τότε ἀνακαινί^ζει, γί_νεται καὶ μεσίτης καὶ ἔγγυος.
ἐπειδὴ πρῶτον διδάσκει καὶ τότε ἀνακαινίζει, γίνεται καὶ μεσίτης καὶ ἔγγυος.
ἀντιφωνεῖ τὰ^ τοῦ θεοῦ τοῖς ἀνθρώποις καὶ τὰ^ τῶν ἀνθρώπων τῷ θεῷ.
ἀντιφωνεῖ τὰ τοῦ θεοῦ τοῖς ἀνθρώποις καὶ τὰ τῶν ἀνθρώπων τῷ θεῷ.
ἐπειδὴ γὰ^ρ ἐχθρὸν ἦν τὸ ἀ^νθρώπι^νον γένος τῷ θεῷ διὰ τὴν παράβασι^ν, οὐκ ἐπιστεύετο οὔ τε ἄνθρωπος τῷ θεῷ οὔ τε θεὸς τῷ ἀνθρώπῳ ὅτι^ δι^αλλάσσεται τῷ πεσόντι^.
ἐπειδὴ γὰρ ἐχθρὸν ἦν τὸ ἀνθρώπινον γένος τῷ θεῷ διὰ τὴν παράβασιν, οὐκ ἐπιστεύετο οὔ τε ἄνθρωπος τῷ θεῷ οὔ τε θεὸς τῷ ἀνθρώπῳ ὅτι διαλλάσσεται τῷ πεσόντι.
ὡσεὶ ἔλεγε τοῖς ἀνθρώποις·
ὡσεὶ ἔλεγε τοῖς ἀνθρώποις·
μὴ ἀ^πι^στήσητε ὅτι^ ἐστὶ^ν ἀνάστα^σι^ς.
μὴ ἀπιστήσητε ὅτι ἐστὶν ἀνάστασις.
ἐγὼ τούτου ἔγγυος.
ἐγὼ τούτου ἔγγυος.
λαμβάνω τὴν ἐξ ὑ_μῶν σάρκα^, πα^ρα^δί^δωμι^ αὐτὴν θα^νά^τῳ.
λαμβάνω τὴν ἐξ ὑμῶν σάρκα, παραδίδωμι αὐτὴν θανάτῳ.
ἐὰν μὴ ἀ^να^στήσω αὐτήν, μὴ πιστεύσητέ μοι.
ἐὰν μὴ ἀναστήσω αὐτήν, μὴ πιστεύσητέ μοι.
ἐγγυᾶται τοῖς ἀνθρώποις τὸν θεόν.
ἐγγυᾶται τοῖς ἀνθρώποις τὸν θεόν.
ὡσεὶ ἔλεγεν·
ὡσεὶ ἔλεγεν·
πρὸς ἐμὲ τὸν ἄνθρωπον ἔχεις.
πρὸς ἐμὲ τὸν ἄνθρωπον ἔχεις.
ἐγὼ αὐτὸν ἀνακαινίζω, ἐγὼ αὐτὸν ποιήσω ἀρνήσασθαι τὴν πλάνην καὶ ἐπιγνῶναι τὴν ἀ^λήθεια^ν.
ἐγὼ αὐτὸν ἀνακαινίζω, ἐγὼ αὐτὸν ποιήσω ἀρνήσασθαι τὴν πλάνην καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν.
δέξαι με ὑ^πὲρ ἀνθρώπων ἐγγυώμενον, ἵ^να_ καὶ αὐτοὶ δέξωνταί με ἐγγυητὴν τῆς σῆς δυ^νά^μεως.
δέξαι με ὑπὲρ ἀνθρώπων ἐγγυώμενον, ἵνα καὶ αὐτοὶ δέξωνταί με ἐγγυητὴν τῆς σῆς δυνάμεως.
ὅτι^ μὲν οὖν μεσίτης ὁ χριστός, ἔδειξεν ἡ γρα^φή·
ὅτι μὲν οὖν μεσίτης ὁ χριστός, ἔδειξεν ἡ γραφή·
ὅτι^ δὲ καὶ ἔγγυος καὶ ἀνάδοχος, ποῦ εὑρίσκομεν, ἵ^να_ μὴ φα^νῶμεν τὰ^ ἑαυτῶν λαλοῦντες ἐν ἐκκλησί^ᾳ;
ὅτι δὲ καὶ ἔγγυος καὶ ἀνάδοχος, ποῦ εὑρίσκομεν, ἵνα μὴ φανῶμεν τὰ ἑαυτῶν λαλοῦντες ἐν ἐκκλησίᾳ;
εἰ τὰ^ ἑαυτοῦ λα^λῶ, ἵ^να_ τί λα^λῶ;
εἰ τὰ ἑαυτοῦ λαλῶ, ἵνα τί λαλῶ;
εἰ δὲ τὰ^ τοῦ θεοῦ κηρύττω, τὰ^ τοῦ πνεύμα^τος ἑρμηνεύω.
εἰ δὲ τὰ τοῦ θεοῦ κηρύττω, τὰ τοῦ πνεύματος ἑρμηνεύω.
δέξαι τὴν δι^δασκαλί^α_ν.
δέξαι τὴν διδασκαλίαν.
ὅτι^ οὖν ἔγγυός ἐστι^ν ὁ χριστός, λέγει παῦλος·
ὅτι οὖν ἔγγυός ἐστιν ὁ χριστός, λέγει παῦλος·
νῦν δὲ δι^αφορωτέρα_ς τετυ^χήκα^μεν λειτουργί^α_ς, ὅσῳ καὶ κρείττονός ἐστι^ διαθήκης ἔγγυος ἰησοῦς.
νῦν δὲ διαφορωτέρας τετυχήκαμεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης ἔγγυος ἰησοῦς.
ἰδοὺ ἐγγυώμενος τὸν θεὸν τοῖς ἀνθρώποις.
ἰδοὺ ἐγγυώμενος τὸν θεὸν τοῖς ἀνθρώποις.
ἐγγυᾶται καὶ τὸν ἄνθρωπον τῷ θεῷ καὶ τὸν θεὸν τοῖς ἀνθρώποις.
ἐγγυᾶται καὶ τὸν ἄνθρωπον τῷ θεῷ καὶ τὸν θεὸν τοῖς ἀνθρώποις.
εἶπεν ἡμᾶς ἐγείρειν, καὶ ἐγείρει.
εἶπεν ἡμᾶς ἐγείρειν, καὶ ἐγείρει.
εἶπεν ἡμᾶς ἀθανασίᾳ τι_μᾶν, καὶ τι_μᾷ.
εἶπεν ἡμᾶς ἀθανασίᾳ τιμᾶν, καὶ τιμᾷ.
ὅτε ἔπλαττε τὸν ἀδάμ, ἐγγύ^α_ς οὐκ ἔδωκε τῶν γι_νομένων, ἐγγύ^α_ς οὐ πα^ρέσχεν, καὶ ἔδωκεν αὐτῷ τὸν οὐρα^νὸν καὶ τὴν γῆν.
ὅτε ἔπλαττε τὸν ἀδάμ, ἐγγύας οὐκ ἔδωκε τῶν γινομένων, ἐγγύας οὐ παρέσχεν, καὶ ἔδωκεν αὐτῷ τὸν οὐρανὸν καὶ τὴν γῆν.
ἔδωκεν αὐτῷ τὸν οὐρα^νὸν μὴ ἐπαγγειλάμενος, τὴν γῆν μὴ ὑποσχόμενος, τὸν πα^ρά^δεισον, τὰ^ ἄλλα^ πάντα.
ἔδωκεν αὐτῷ τὸν οὐρανὸν μὴ ἐπαγγειλάμενος, τὴν γῆν μὴ ὑποσχόμενος, τὸν παράδεισον, τὰ ἄλλα πάντα.
ἃ μὴ ἐπηγγείλατο, ἔδωκεν·
ἃ μὴ ἐπηγγείλατο, ἔδωκεν·
ἃ μετ' ἐγγύης ἐπηγγείλατο, οὐ δί^δωσι^ν;
ἃ μετ' ἐγγύης ἐπηγγείλατο, οὐ δίδωσιν;
τὸ εὐαγγέλιον ἡ γρα^φή ποτε καινὴν κα^λεῖ διαθήκην, ποτὲ νέα_ν διαθήκην, ποτὲ κρείττονα^ διαθήκην, ποτὲ δευτέρα_ν, ποτὲ αἰώνι^ον.
τὸ εὐαγγέλιον ἡ γραφή ποτε καινὴν καλεῖ διαθήκην, ποτὲ νέαν διαθήκην, ποτὲ κρείττονα διαθήκην, ποτὲ δευτέραν, ποτὲ αἰώνιον.
ἐπειδὴ ἓν ὄνομα^ πᾶσα^ν τὴν δύ^να^μι^ν πα^ρα^στῆσαι οὐ δύναται, δι^α^φόροις ὀνόμα^σι^ δείκνυ_σι^ τοῦ εὐαγγελί^ου τὴν δύ^να^μι^ν.
ἐπειδὴ ἓν ὄνομα πᾶσαν τὴν δύναμιν παραστῆσαι οὐ δύναται, διαφόροις ὀνόμασι δείκνυσι τοῦ εὐαγγελίου τὴν δύναμιν.
καὶ μά^λι^στα^ παῦλος ὁ λαλοῦντα^ ἔχων ἐν ἑαυτῷ τὸν χριστὸν κα^λεῖ καινὴν διαθήκην τὸ εὐαγγέλιον ὡς τὴν πα^λαιὰ_ν ἀνακαινίζουσα^ν·
καὶ μάλιστα παῦλος ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν χριστὸν καλεῖ καινὴν διαθήκην τὸ εὐαγγέλιον ὡς τὴν παλαιὰν ἀνακαινίζουσαν·
τὸ γὰ^ρ καινὸν ξένης ἐστὶ^ καὶ ἀ^ληθῶς ἀνεπά^φου φύ^σεως ἑρμηνεία_.
τὸ γὰρ καινὸν ξένης ἐστὶ καὶ ἀληθῶς ἀνεπάφου φύσεως ἑρμηνεία.