macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἡ νέα_ πρὸς ἀντιδιαστολὴν τῆς γεγηρακυία_ς, ἡ κρείττων πρὸς ἀντιδιαστολὴν τῆς ἐλάττονος, ἡ δευτέρα_ πρὸς ἀντιπαράθεσι^ν τῆς πρώτης, ἡ αἰώνιος πρὸς ἀντιδιαστολὴν τῆς προσκαίρου. | ἡ νέα πρὸς ἀντιδιαστολὴν τῆς γεγηρακυίας, ἡ κρείττων πρὸς ἀντιδιαστολὴν τῆς ἐλάττονος, ἡ δευτέρα πρὸς ἀντιπαράθεσιν τῆς πρώτης, ἡ αἰώνιος πρὸς ἀντιδιαστολὴν τῆς προσκαίρου. |
καινὴ λέγεται διαθήκη κατὰ τὸν μα^κά^ριον ἰερεμίαν τὸν λέγοντα^· | καινὴ λέγεται διαθήκη κατὰ τὸν μακάριον ἰερεμίαν τὸν λέγοντα· |
καὶ ἔσται ἐν ταῖς ἐσχά^ταις ἡμέραις, λέγει κύ_ρι^ος, διαθήσομαι ὑ_μῖν διαθήκην καινήν. | καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει κύριος, διαθήσομαι ὑμῖν διαθήκην καινήν. |
καὶ ὁ σωτὴρ πα^ρα^διδοὺς τὸ μυστήριον λέγει· | καὶ ὁ σωτὴρ παραδιδοὺς τὸ μυστήριον λέγει· |
τοῦτό μού ἐστι^ τὸ σῶ^μα^ τὸ τῆς καινῆς διαθήκης. | τοῦτό μού ἐστι τὸ σῶμα τὸ τῆς καινῆς διαθήκης. |
ἰδοὺ καινὴ διαθήκη. | ἰδοὺ καινὴ διαθήκη. |
καὶ ἀλλαχοῦ κα^λεῖ αὐτὴν νέα_ν διὰ τὸ νέον καὶ ἀκμάζον κήρυγμα^. | καὶ ἀλλαχοῦ καλεῖ αὐτὴν νέαν διὰ τὸ νέον καὶ ἀκμάζον κήρυγμα. |
καὶ λέγει παῦλος· | καὶ λέγει παῦλος· |
προσεληλύθαμεν ὄρει σιὼν καὶ μυ_ρι^ά^σι^ν ἀγγέλων καὶ ἐκκλησί^ᾳ πρωτοτόκων καὶ μεσίτῃ νέα_ς διαθήκης ἰησοῦ. | προσεληλύθαμεν ὄρει σιὼν καὶ μυριάσιν ἀγγέλων καὶ ἐκκλησίᾳ πρωτοτόκων καὶ μεσίτῃ νέας διαθήκης ἰησοῦ. |
ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην. | ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην. |
ἀλλαχοῦ κα^λεῖ κρείττονα^ διαθήκην λέγων· | ἀλλαχοῦ καλεῖ κρείττονα διαθήκην λέγων· |
νῦν δὲ δι^αφορωτέρα_ς τετυ^χήκα^μεν λειτουργί^α_ς, ὅσῳ καὶ κρείττονός ἐστι^ διαθήκης μεσίτης. | νῦν δὲ διαφορωτέρας τετυχήκαμεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης. |
εἰ γὰ^ρ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἂ^ν δευτέρα_ς ἐζητεῖτο τόπος. | εἰ γὰρ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. |
ἰδοὺ καὶ πρώτη καὶ δευτέρα_. | ἰδοὺ καὶ πρώτη καὶ δευτέρα. |
ποῦ ἡ αἰώνιος; | ποῦ ἡ αἰώνιος; |
ἄκουε παύλου λέγοντος· | ἄκουε παύλου λέγοντος· |
ὁ δὲ θεὸς τῆς εἰρήνης ὁ ἀ^να^γα^γὼν ἐκ τῆς γῆς τὸν ποιμένα^ τῶν προβάτων τὸν μέγα^ν ἐν αἵμα^τι^ διαθήκης αἰωνί^ου. | ὁ δὲ θεὸς τῆς εἰρήνης ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου. |
ἐπειδὴ ἡ πρώτη διαθήκη πρόσκαιρος ἦν, αὕτη αἰώνιος. | ἐπειδὴ ἡ πρώτη διαθήκη πρόσκαιρος ἦν, αὕτη αἰώνιος. |
καὶ ἀλλαχοῦ λέγει· | καὶ ἀλλαχοῦ λέγει· |
διαθήσομαι ὑ_μῖν διαθήκην αἰώνι^ον, τὰ^ ὅσια^ δαυίδ, τὰ^ πιστά^. | διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια δαυίδ, τὰ πιστά. |
καινὴ διαθήκη, νέα_, πρώτη, δευτέρα_, κρείττων, αἰώνιος· | καινὴ διαθήκη, νέα, πρώτη, δευτέρα, κρείττων, αἰώνιος· |
τούτων τῶν δι^α^θηκῶν ἔγγυος ἰησοῦς. | τούτων τῶν διαθηκῶν ἔγγυος ἰησοῦς. |
ὅτε τοίνυ^ν μέλλει ὁ ἄνθρωπος ἀνακαινίζεσθαι, γί_νεται ὁ οὐρα^νὸς καινός, οὐκ ἀφα^νι^ζόμενος, ἀλλ' ἀνακαινιζόμενος τῇ καινῇ κτί^σει. | ὅτε τοίνυν μέλλει ὁ ἄνθρωπος ἀνακαινίζεσθαι, γίνεται ὁ οὐρανὸς καινός, οὐκ ἀφανιζόμενος, ἀλλ' ἀνακαινιζόμενος τῇ καινῇ κτίσει. |
ἥλι^ος καινός, σελήνη καινή, ἄ^στρα^ καινὰ^ προσθήκην λα^μβά^νοντα^ καὶ αὔξησι^ν· | ἥλιος καινός, σελήνη καινή, ἄστρα καινὰ προσθήκην λαμβάνοντα καὶ αὔξησιν· |
λέγει γὰ^ρ ὁ προφήτης· | λέγει γὰρ ὁ προφήτης· |
ἔσται ὁ οὐρα^νὸς καινὸς καὶ ἡ γῆ καινή. | ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. |
ἰδοὺ ἀνακαι νίζεται ἡ κτίσις, καὶ οὐ ψεύδεται ὁ ἐπαγγειλάμενος. | ἰδοὺ ἀνακαι νίζεται ἡ κτίσις, καὶ οὐ ψεύδεται ὁ ἐπαγγειλάμενος. |
ὅσην λα^μβά^νει προσθήκην ὁ ἄνθρωπος, λα^μβά^νει καὶ τὰ^ στοιχεῖα^. | ὅσην λαμβάνει προσθήκην ὁ ἄνθρωπος, λαμβάνει καὶ τὰ στοιχεῖα. |
πόθεν τοῦτο; | πόθεν τοῦτο; |
λέγει ἡσαΐας· | λέγει ἡσαΐας· |
ἔσται γὰ^ρ τὸ φῶς τοῦ ἡλί^ου ἑπταπλάσιον, καὶ τὸ φῶς τῆς σελήνης ὡς ὁ ἥλιος. | ἔσται γὰρ τὸ φῶς τοῦ ἡλίου ἑπταπλάσιον, καὶ τὸ φῶς τῆς σελήνης ὡς ὁ ἥλιος. |
εἶδες, πῶς οὐκ ἐψεύσα^το ὁ θεὸς τὴν ἐπαγγελίαν, ἀλλ' ἀνεκαίνισε τὴν κτίσιν; | εἶδες, πῶς οὐκ ἐψεύσατο ὁ θεὸς τὴν ἐπαγγελίαν, ἀλλ' ἀνεκαίνισε τὴν κτίσιν; |
ἀρχηγὸς δὲ τοῦ ἀνακαινισμοῦ χριστός. | ἀρχηγὸς δὲ τοῦ ἀνακαινισμοῦ χριστός. |
ταύτην τὴν ἔννοια^ν αἱρετι^κῶν παῖδες ἐννοήσαντες προσήνεγκα^ν τὸ πρωτότοκος πά_σης κτίσεως, οὐ συ^νιέντες ὅτι οὐ τῆς κτίσεως λέγει τῆς γενομένης, ἀλλὰ τῆς ἀνακαινιζομένης. | ταύτην τὴν ἔννοιαν αἱρετικῶν παῖδες ἐννοήσαντες προσήνεγκαν τὸ πρωτότοκος πάσης κτίσεως, οὐ συνιέντες ὅτι οὐ τῆς κτίσεως λέγει τῆς γενομένης, ἀλλὰ τῆς ἀνακαινιζομένης. |
ποία ἐστὶ^ν ἡ κτίσις ἡ ἀνακαινιζομένη; | ποία ἐστὶν ἡ κτίσις ἡ ἀνακαινιζομένη; |
ἄκουε παύλου λέγοντος· | ἄκουε παύλου λέγοντος· |
εἴ τι^ς ἐν χριστῷ, καινὴ κτίσις. | εἴ τις ἐν χριστῷ, καινὴ κτίσις. |
καὶ ἵ^να_ δείξῃ ὅτι πρωτότοκος λέγεται τῆς κτίσεως τῆς ἀνακαινιζομένης, ἐπά^γει· | καὶ ἵνα δείξῃ ὅτι πρωτότοκος λέγεται τῆς κτίσεως τῆς ἀνακαινιζομένης, ἐπάγει· |
πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵ^να_ γένηται ἐν πᾶσι^ πρωτεύων. | πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσι πρωτεύων. |
, πρωτεύων τῶν ἀνακαινιζομένων, τῶν εἰς ἀφθαρσίαν κα^λουμένων, τῶν ἐκ νεκρῶν ἐγειρομένων. | , πρωτεύων τῶν ἀνακαινιζομένων, τῶν εἰς ἀφθαρσίαν καλουμένων, τῶν ἐκ νεκρῶν ἐγειρομένων. |
ἐν πᾶσι^ πρωτεύων, οὐ κατὰ τὴν θεότητα^, ὕ^βρις γὰ^ρ θεῷ τὸ κα^λεῖσθαι πρῶτος, ὕ^βρις ἡ νομιζομένη τι_μή. | ἐν πᾶσι πρωτεύων, οὐ κατὰ τὴν θεότητα, ὕβρις γὰρ θεῷ τὸ καλεῖσθαι πρῶτος, ὕβρις ἡ νομιζομένη τιμή. |
ἐν γὰ^ρ τῇ θείᾳ καὶ ἀκτίστῳ φύ^σει οὐκ ἔνι πρῶτον καὶ δεύτερον, ἀλλὰ πάντα ἀρχὴν ἔχει ζῶσα^ν, ἀρχὴν ἄ^να^ρχον, ἀρχὴν ἀίδι^ον, ἀ^κα^τά^ληπτον, ἄφραστον· | ἐν γὰρ τῇ θείᾳ καὶ ἀκτίστῳ φύσει οὐκ ἔνι πρῶτον καὶ δεύτερον, ἀλλὰ πάντα ἀρχὴν ἔχει ζῶσαν, ἀρχὴν ἄναρχον, ἀρχὴν ἀίδιον, ἀκατάληπτον, ἄφραστον· |
ἐν δὲ τοῖς καθ' ἡμᾶς, εἰ πρὸς σύγκρισι^ν παύλου, πρωτεύει χριστός, εἰ πρὸς σύγκρισι^ν πέτρου· | ἐν δὲ τοῖς καθ' ἡμᾶς, εἰ πρὸς σύγκρισιν παύλου, πρωτεύει χριστός, εἰ πρὸς σύγκρισιν πέτρου· |
κενὴ ἡ ἐλπὶς ἡμῶν, μα^ταία_ ἡ ἐλπὶς ἡμῶν, εἰ τούτων πρωτεύει χριστὸς ἐν θεότητι^· | κενὴ ἡ ἐλπὶς ἡμῶν, ματαία ἡ ἐλπὶς ἡμῶν, εἰ τούτων πρωτεύει χριστὸς ἐν θεότητι· |
ἀλλὰ πρωτεύει ἐν ἀνθρωπότητι^, ὡς ἀνακαινίσας τὸν ἀδάμ, ὡς ζωοποιήσα_ς τὴν οἰκουμένην. | ἀλλὰ πρωτεύει ἐν ἀνθρωπότητι, ὡς ἀνακαινίσας τὸν ἀδάμ, ὡς ζωοποιήσας τὴν οἰκουμένην. |
διὰ τοῦτο λέγει· | διὰ τοῦτο λέγει· |
πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵ^να_ γένηται ἐν πᾶσι^ πρωτεύων καὶ πῶς πρωτότοκος ἐκ τῶν νεκρῶν, πα^ρα^κα^λῶ, ζητήσωμεν. | πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσι πρωτεύων καὶ πῶς πρωτότοκος ἐκ τῶν νεκρῶν, παρακαλῶ, ζητήσωμεν. |
ἐὰν γὰ^ρ πα^ρέλθω τὸν λόγον ἀνεξέταστον, ἀλλ' ἡ ψυ_χὴ φι^λοπράγμων οὖσα^ ἀντιτίθησι^ τὰ^ ἑαυτῆς καὶ νομίζει ἰσχυρὰ^ ἔχειν· | ἐὰν γὰρ παρέλθω τὸν λόγον ἀνεξέταστον, ἀλλ' ἡ ψυχὴ φιλοπράγμων οὖσα ἀντιτίθησι τὰ ἑαυτῆς καὶ νομίζει ἰσχυρὰ ἔχειν· |
πῶς πρωτότοκος τῶν νεκρῶν, φησί^ν, ὁ χριστός, ὁπότε καὶ πρὸ τῆς πα^ρουσί^α_ς αὐτοῦ ἤγειρεν ἠλίας τὸν υἱὸν τῆς χήρα_ς, ἤγειρε καὶ ἑλισσαῖος τὸν υἱὸν τῆς σωμανίτιδος, αὐτὸς ὁ σωτὴρ ἤγειρε τὸν λάζαρον, τὴν ἰαΐρου θυ^γα^τέρα^, τὸν υἱὸν τῆς χήρα_ς; | πῶς πρωτότοκος τῶν νεκρῶν, φησίν, ὁ χριστός, ὁπότε καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ἤγειρεν ἠλίας τὸν υἱὸν τῆς χήρας, ἤγειρε καὶ ἑλισσαῖος τὸν υἱὸν τῆς σωμανίτιδος, αὐτὸς ὁ σωτὴρ ἤγειρε τὸν λάζαρον, τὴν ἰαΐρου θυγατέρα, τὸν υἱὸν τῆς χήρας; |
εἰ τοίνυν καὶ ἐν τῇ πα^λαιᾷ καὶ ἐν τῇ νέᾳ ἠγέρθησα^ν νεκροί, πῶς πρωτότοκος ὁ χριστὸς τῶν νεκρῶν; | εἰ τοίνυν καὶ ἐν τῇ παλαιᾷ καὶ ἐν τῇ νέᾳ ἠγέρθησαν νεκροί, πῶς πρωτότοκος ὁ χριστὸς τῶν νεκρῶν; |
τί οὖν; | τί οὖν; |
ἐκεῖνοι εἰ καὶ ἀ^νέστησα^ν πρὸ χριστοῦ, ἀλλ' ἀ^ναστά^ντες πάντες ἀπέθα^νον πάλιν γεῦμα^ δεδωκότες τῆς ἀναστάσεως· | ἐκεῖνοι εἰ καὶ ἀνέστησαν πρὸ χριστοῦ, ἀλλ' ἀναστάντες πάντες ἀπέθανον πάλιν γεῦμα δεδωκότες τῆς ἀναστάσεως· |
ὁ δὲ χριστὸς ἀ^να^στὰ_ς οὐχ ὑποπί^πτει θα^νά^τῳ. | ὁ δὲ χριστὸς ἀναστὰς οὐχ ὑποπίπτει θανάτῳ. |
καὶ διὰ τοῦτο ἀρχηγός, ὡς ἀ^να^στὰ_ς καὶ μηκέτι^ ἀποθνῄσκων. | καὶ διὰ τοῦτο ἀρχηγός, ὡς ἀναστὰς καὶ μηκέτι ἀποθνῄσκων. |
καὶ λέγει παῦλος· | καὶ λέγει παῦλος· |
χριστὸς γὰ^ρ ἀ^να^στὰ_ς ἐκ νεκρῶν οὐκέτι^ ἀποθνῄσκει, θά^να^τος αὐτοῦ οὐ κυριεύει. | χριστὸς γὰρ ἀναστὰς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐ κυριεύει. |
εἶδες τὸν ἐν πᾶσι^ πρωτεύοντα^; | εἶδες τὸν ἐν πᾶσι πρωτεύοντα; |
εἶδες τὸν ἀνακαινίζοντα^ τὸ γένος ἡμῶν διὰ τῆς ἑαυτοῦ οἰκονομί^α_ς; | εἶδες τὸν ἀνακαινίζοντα τὸ γένος ἡμῶν διὰ τῆς ἑαυτοῦ οἰκονομίας; |
οὗτος ἐπὶ^ τέλει τὸν ἄνθρωπον ἀνασπά^σα_ς εἰς οὐρανοὺς ἀ^νήγα^γε καὶ ἐκάθισεν ἐκ δεξι^ῶν τοῦ θεοῦ. | οὗτος ἐπὶ τέλει τὸν ἄνθρωπον ἀνασπάσας εἰς οὐρανοὺς ἀνήγαγε καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. |
ὢ κα^κῆς καὶ ἄφρονος ἡμῶν κα^ρδί^α_ς. | ὢ κακῆς καὶ ἄφρονος ἡμῶν καρδίας. |
ἦλθε χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ ἐξ αὐτοῦ πνεῦμα^, καὶ ἀ^νέλα^βε τὸ ἡμέτερον σῶ^μα^, καὶ τὸ συ^νάλλαγμα^ γέγονεν, καὶ ἡ ἀγνωμοσύ^νη τὴν εὐεργεσίαν ὑβρίζει. | ἦλθε χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ ἐξ αὐτοῦ πνεῦμα, καὶ ἀνέλαβε τὸ ἡμέτερον σῶμα, καὶ τὸ συνάλλαγμα γέγονεν, καὶ ἡ ἀγνωμοσύνη τὴν εὐεργεσίαν ὑβρίζει. |
ἔλαβε παρ' ἡμῶν τὸ πλάσμα^ καὶ ἐκάθισεν ἐκ δεξι^ῶν τοῦ θεοῦ. | ἔλαβε παρ' ἡμῶν τὸ πλάσμα καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. |
ἐλάβομεν ἡμεῖς ἐξ αὐτοῦ τὸ πνεῦμα^, καὶ ὑβρί^σα^μεν ἐν τάξει κτίσεως καὶ δουλαγωγία_ς αὐτὸ κα^ταγαγόντες; | ἐλάβομεν ἡμεῖς ἐξ αὐτοῦ τὸ πνεῦμα, καὶ ὑβρίσαμεν ἐν τάξει κτίσεως καὶ δουλαγωγίας αὐτὸ καταγαγόντες; |
ὦ ἄθλι^ε καὶ τα^λαίπωρε. | ὦ ἄθλιε καὶ ταλαίπωρε. |
ἐάν σοι εἴπῃ χριστὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτι ἐγὼ τὸ σὸν σῶ^μα^ ἀθανασίᾳ ἐτί_μησα^, καὶ σὺ τὸ ἐμὸν πνεῦμα^ εἰς τὴν τῆς κτίσεως φύ^σι^ν κατέσπασα^ς εἶδες τὸ θνητὸν ἐγειρόμενον, εἶδες αὐτὸ σύνθρονον, εἶδες ἐπά^νω πάσης ἀρχῆς καὶ ἐξουσί^α_ς καὶ κυριότητος καὶ οὐκ αἰσχύ_νῃ; | ἐάν σοι εἴπῃ χριστὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτι ἐγὼ τὸ σὸν σῶμα ἀθανασίᾳ ἐτίμησα, καὶ σὺ τὸ ἐμὸν πνεῦμα εἰς τὴν τῆς κτίσεως φύσιν κατέσπασας εἶδες τὸ θνητὸν ἐγειρόμενον, εἶδες αὐτὸ σύνθρονον, εἶδες ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ οὐκ αἰσχύνῃ; |
τὰ^ ἡμέτερα^ τι_μᾷ θεὸς καὶ τὰ^ ἐξ αὐτοῦ οὐ τι_μῶμεν ἡμεῖς; | τὰ ἡμέτερα τιμᾷ θεὸς καὶ τὰ ἐξ αὐτοῦ οὐ τιμῶμεν ἡμεῖς; |
ἀλλ' οἶδα^ τὴν αἱρετι^κὴν κα^κί^α_ν ἀντιστρατευομένην τῇ ἀ^ληθείᾳ. | ἀλλ' οἶδα τὴν αἱρετικὴν κακίαν ἀντιστρατευομένην τῇ ἀληθείᾳ. |
οἶδά φησι^ν τὸ σῶ^μα^ τοῦτο ἀναληφθὲν εἰς οὐρανούς, ἀλλ' οὐ τοσοῦτον ἵνα τι_μηθῇ, ἀλλ' ἵνα ἔχωμεν ἄ^νω συνήγορον τὸν ἀ^ξι^οῦντα^ τὸν θεὸν ὑ^πὲρ ἡμῶν. | οἶδά φησιν τὸ σῶμα τοῦτο ἀναληφθὲν εἰς οὐρανούς, ἀλλ' οὐ τοσοῦτον ἵνα τιμηθῇ, ἀλλ' ἵνα ἔχωμεν ἄνω συνήγορον τὸν ἀξιοῦντα τὸν θεὸν ὑπὲρ ἡμῶν. |
διὰ τοῦτο αἱ ἀ^ναίσχυντοι γλῶσσαι καὶ ἀπαίδευτοι ψυ_χαὶ ἔλεγον ἐν ἀ^γορᾷ ἐκπομπεύοντες τὰ^ ἅγι^α^... | διὰ τοῦτο αἱ ἀναίσχυντοι γλῶσσαι καὶ ἀπαίδευτοι ψυχαὶ ἔλεγον ἐν ἀγορᾷ ἐκπομπεύοντες τὰ ἅγια... |
οὐκ οἶδα, ὅπως· | οὐκ οἶδα, ὅπως· |
τὴν γὰ^ρ λέξι^ν οὐκ ἀ^να^φέρω τῆς βλα^σφημί^α_ς, τὴν δὲ ἔννοια^ν δευτερῶ. | τὴν γὰρ λέξιν οὐκ ἀναφέρω τῆς βλασφημίας, τὴν δὲ ἔννοιαν δευτερῶ. |
σύ φησι^ν χριστέ, δεήθητι^ ὑ^πὲρ ἡμῶν τῷ θεῷ καὶ ἔντυχε ὑ^πὲρ ἡμῶν. | σύ φησιν χριστέ, δεήθητι ὑπὲρ ἡμῶν τῷ θεῷ καὶ ἔντυχε ὑπὲρ ἡμῶν. |
καὶ λα^μβά^νουσι^ ῥῆσι^ν παρὰ τοῦ ἀποστόλου τὴν ἔννοια^ν μὴ μα^θόντες. | καὶ λαμβάνουσι ῥῆσιν παρὰ τοῦ ἀποστόλου τὴν ἔννοιαν μὴ μαθόντες. |
οὐκ εἶπέν φησι^ν ὁ ἀ^πόστολος· | οὐκ εἶπέν φησιν ὁ ἀπόστολος· |
χριστὸς ὁ ἀποθα^νών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὅς ἐστι^ν ἐν δεξι^ᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχά^νει ὑ^πὲρ ἡμῶν; | χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν; |
μὴ ἡμεῖς φησι^ν ἐπλα^σά^μεθα^; | μὴ ἡμεῖς φησιν ἐπλασάμεθα; |
μὴ ἡμεῖς τὰ θεῖα^ ἐσυκοφαντήσαμεν; | μὴ ἡμεῖς τὰ θεῖα ἐσυκοφαντήσαμεν; |
παῦλος εἶπε τὸν χριστὸν ἐντυγχάνοντα^ ὑ^πὲρ ἡμῶν. | παῦλος εἶπε τὸν χριστὸν ἐντυγχάνοντα ὑπὲρ ἡμῶν. |
οὐ προσέσχον, τί^ ἐστι^ν ἐντυ^χία, ὅτι^ πολὺ^ τὸ μέσον δεήσεως καὶ ἐντυχία_ς. | οὐ προσέσχον, τί ἐστιν ἐντυχία, ὅτι πολὺ τὸ μέσον δεήσεως καὶ ἐντυχίας. |
εἰ τὸ αὐτὸ ἦν ἐντυγχά^νειν καὶ ἀ^ξι^οῦν, οὐκ ἂ^ν εἶπε παῦλος· | εἰ τὸ αὐτὸ ἦν ἐντυγχάνειν καὶ ἀξιοῦν, οὐκ ἂν εἶπε παῦλος· |
βούλομαι ὑ_μᾶς ποιεῖσθαι προσευχά_ς, δεήσεις, ἐντεύξεις, εὐχα^ρι^στί^α_ς. | βούλομαι ὑμᾶς ποιεῖσθαι προσευχάς, δεήσεις, ἐντεύξεις, εὐχαριστίας. |
δέησι^ς λέγεται, ὅτα^ν τι^ς ἀ^ξι^οῖ τὸν θεὸν εἰς πρᾶγμα^· | δέησις λέγεται, ὅταν τις ἀξιοῖ τὸν θεὸν εἰς πρᾶγμα· |
προσευχὴ δὲ λέγεται, ὅτα^ν ὑμνῇ τὸν θεόν. | προσευχὴ δὲ λέγεται, ὅταν ὑμνῇ τὸν θεόν. |
εὐχαριστία λέγεται, ὅτα^ν τι^ς ὑ^πὲρ ὧν εὖ ἔπα^θεν εὐχα^ρι^στῇ τῷ θεῷ. | εὐχαριστία λέγεται, ὅταν τις ὑπὲρ ὧν εὖ ἔπαθεν εὐχαριστῇ τῷ θεῷ. |
ἐντυ^χία λέγεται, ὅτα^ν τι^ς κα^τὰ^ τῶν ἀδι^κούντων ἐντυγχά^νῃ τῷ θεῷ προσκα^λούμενος αὐτὸν εἰς ἐκδίκησι^ν. | ἐντυχία λέγεται, ὅταν τις κατὰ τῶν ἀδικούντων ἐντυγχάνῃ τῷ θεῷ προσκαλούμενος αὐτὸν εἰς ἐκδίκησιν. |
ὅτι^ δὲ τὸ ἐντυγχά^νειν οὐκ ἔστι^ν ἱκετεύειν, ἀλλ' ἐρωτᾶν καὶ ἀπόκρισι^ν δέχεσθαι, μα^ρτυ^ρεῖ ἡ παλαιὰ διαθήκη λέγουσα^· | ὅτι δὲ τὸ ἐντυγχάνειν οὐκ ἔστιν ἱκετεύειν, ἀλλ' ἐρωτᾶν καὶ ἀπόκρισιν δέχεσθαι, μαρτυρεῖ ἡ παλαιὰ διαθήκη λέγουσα· |
καὶ εἶπεν ὁ θεὸς πρὸς ἠλίαν τὸν προφήτην· | καὶ εἶπεν ὁ θεὸς πρὸς ἠλίαν τὸν προφήτην· |
τί^ σὺ^ ἐνταῦθα^, ἠλία;. | τί σὺ ἐνταῦθα, ἠλία;. |
ἐρωτᾷ ὁ θεὸς τὸν προφήτην, ἀ^ποκρί_νεται ὁ προφήτης λέγων· | ἐρωτᾷ ὁ θεὸς τὸν προφήτην, ἀποκρίνεται ὁ προφήτης λέγων· |
ζηλῶν ἐζήλωκα^ κυ_ρί^ῳ παντοκράτορι^, ὅτι^ ἐγκατέλιπόν σε οἱ υἱοὶ ἰσραήλ· | ζηλῶν ἐζήλωκα κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ ἰσραήλ· |
τὰ^ θυ^σι^α^στήρι^ά^ σου κατέσκαψα^ν, καὶ τοὺς προφήτα_ς σου ἀπέκτεινα^ν ἐν ῥομφαίᾳ, καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ζητοῦσι^ τὴν ψυ_χήν μου. | τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. |
οὐκ ἦν ἐνταῦθα^ δέησι^ς, οὐκ ἦν εὐχή, ἀλλ' ἐρώτησι^ς καὶ ἀπόκρι^σι^ς, καὶ γέγονεν ἔντευξι^ς. | οὐκ ἦν ἐνταῦθα δέησις, οὐκ ἦν εὐχή, ἀλλ' ἐρώτησις καὶ ἀπόκρισις, καὶ γέγονεν ἔντευξις. |
καὶ ὅπως, ἄ^κουε παύλου λέγοντος· | καὶ ὅπως, ἄκουε παύλου λέγοντος· |
ἢ οὐκ ἀ^νέγνωτε ἐν ἠλίᾳ τῷ προφήτῃ, τί^ λέγει ἡ γρα^φή, ὡς ἐντυγχά^νει τῷ θεῷ κα^τὰ^ τοῦ ἰσραήλ;. | ἢ οὐκ ἀνέγνωτε ἐν ἠλίᾳ τῷ προφήτῃ, τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ ἰσραήλ;. |
οὐκοῦν ἡ ἐντυχία οὐκ ἔστι^ δέησις, ἀλλὰ^ βί^α_ προφήτου ἀ^παγγέλλουσα^ τῷ θεῷ τὰ^ τετολμημένα^. | οὐκοῦν ἡ ἐντυχία οὐκ ἔστι δέησις, ἀλλὰ βία προφήτου ἀπαγγέλλουσα τῷ θεῷ τὰ τετολμημένα. |
ἐπεὶ τοίνυ^ν οἱ ἀ^πόστολοι ἐν τοῖς ἔθνεσι^ν ἐκι^νδύ_νευον, ὑ^πὸ ἀρχόντων καὶ ἡγεμόνων συρόμενοι, ὑ^πὸ ἰουδαίων ἐπι^βουλευόμενοι, πα^ρεσκεύα^ζε δὲ αὐτοὺς ὁ ἀ^πόστολος πάντων κα^ταφρονεῖν καὶ δι^ωγμοῦ καὶ θλίψεως καὶ θα^νά^του, ὥσπερ παραμυθούμενος αὐτούς φησι^ν· | ἐπεὶ τοίνυν οἱ ἀπόστολοι ἐν τοῖς ἔθνεσιν ἐκινδύνευον, ὑπὸ ἀρχόντων καὶ ἡγεμόνων συρόμενοι, ὑπὸ ἰουδαίων ἐπιβουλευόμενοι, παρεσκεύαζε δὲ αὐτοὺς ὁ ἀπόστολος πάντων καταφρονεῖν καὶ διωγμοῦ καὶ θλίψεως καὶ θανάτου, ὥσπερ παραμυθούμενος αὐτούς φησιν· |
κ ἂ_ν ὑ_μεῖς μὴ εἴπητέ τι^ κα^τὰ^ τῶν ἀδι^κούντων ὑ_μᾶς, ἔστι^ν ὁ ὑ^πὲρ ὑ_μῶν ἐντυγχά^νων, ὁ ἐξ ὑ_μῶν τὸ πλάσμα^ λα^βών. | κ ἂν ὑμεῖς μὴ εἴπητέ τι κατὰ τῶν ἀδικούντων ὑμᾶς, ἔστιν ὁ ὑπὲρ ὑμῶν ἐντυγχάνων, ὁ ἐξ ὑμῶν τὸ πλάσμα λαβών. |
τί^ς ἐγκαλέσει κα^τὰ^ ἐκλεκτῶν θεοῦ; | τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; |
θεὸς ὁ δι^καιῶν, τί^ς ὁ κα^τα^κρί_νων; | θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; |
χριστὸς ὁ ἀποθα^νών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καὶ ἔστι^ν ἐν δεξι^ᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχά^νει ὑ^πὲρ ἡμῶν. | χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.