macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
σὺ εἶ πέτρος, καὶ ἐπὶ^ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησί^α_ν, καὶ πύ^λαι ᾅδου οὐ κα^τισχύσουσι^ν αὐτῆς, μετὰ^ τὸ εἰπεῖν παῦλον· | σὺ εἶ πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, μετὰ τὸ εἰπεῖν παῦλον· |
εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ , ἀ^πὸ παύλου καὶ πέτρου, τῶν εὐαγγελιστῶν, τῶν κηρύ_κων, τῶν ὁμολογητῶν, ψαθυριανοὶ καὶ ἕτεροί τι^νες ὀνομάζονται. | εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ , ἀπὸ παύλου καὶ πέτρου, τῶν εὐαγγελιστῶν, τῶν κηρύκων, τῶν ὁμολογητῶν, ψαθυριανοὶ καὶ ἕτεροί τινες ὀνομάζονται. |
πότε ἔμεινα^ν ἐπὶ^ σχήμα^τος; | πότε ἔμειναν ἐπὶ σχήματος; |
πότε οὐ διερράγη τὸ πεπαλαιωμένον ἱ_μά^τι^ον; | πότε οὐ διερράγη τὸ πεπαλαιωμένον ἱμάτιον; |
ἀλλ' εἰπὼν εἰς αὐτοὺς τὸ τοῦ προφήτου καταπαύσω τὸν λόγον· | ἀλλ' εἰπὼν εἰς αὐτοὺς τὸ τοῦ προφήτου καταπαύσω τὸν λόγον· |
διεσχίσθησαν καὶ οὐ κατενύγησα^ν. | διεσχίσθησαν καὶ οὐ κατενύγησαν. |
ἐνταῦθα δὲ ὁ χι^τὼν τῆς ἐκκλησί^α_ς ὑ^φαντὸς διόλου ἄρρα^φος. | ἐνταῦθα δὲ ὁ χιτὼν τῆς ἐκκλησίας ὑφαντὸς διόλου ἄρραφος. |
τί ἐστι^ν ὑ^φαντός, ἐπειδὴ πολλά^ ἐστι^ν ἀπὸ κολλημά^των γι_νόμενα^; | τί ἐστιν ὑφαντός, ἐπειδὴ πολλά ἐστιν ἀπὸ κολλημάτων γινόμενα; |
ὁ δὲ χι^τὼν οὗτος οὐκ ἐκολλήθη ἀπὸ λογισμῶν, ἀλλ' ἐκ τῶν ἄ^νωθέν ἐστι^ν ὑ^φαντὸς δι' ὅλου ἄρρα^φος. | ὁ δὲ χιτὼν οὗτος οὐκ ἐκολλήθη ἀπὸ λογισμῶν, ἀλλ' ἐκ τῶν ἄνωθέν ἐστιν ὑφαντὸς δι' ὅλου ἄρραφος. |
οὐκ ἀ^νθρώπι^νοι λογισμοὶ ἔρρα^ψα^ν τὴν πίστι^ν ἡμῶν, ἀλλ' ἔχομεν ὑγι^ῆ τὸν χιτῶνα^. | οὐκ ἀνθρώπινοι λογισμοὶ ἔρραψαν τὴν πίστιν ἡμῶν, ἀλλ' ἔχομεν ὑγιῆ τὸν χιτῶνα. |
ἐπληρώσαμεν τὴν ὑπόσχεσι^ν πολλὴν οὖσα^ν καὶ περισκελῆ καὶ λεπτὴν τῇ θεωρί^ᾳ. | ἐπληρώσαμεν τὴν ὑπόσχεσιν πολλὴν οὖσαν καὶ περισκελῆ καὶ λεπτὴν τῇ θεωρίᾳ. |
γινωσκέτω δὲ ὁ ἀκροα_τὴς ὅτι τὰ^ μὲν ἁπλᾶ τῶν νοημά^των ἁπλαῖς κέχρηται ταῖς φωναῖς, τὰ^ δὲ βα^θέα^ τῶν θεωρημά^των χρεία_ν ἔχει πολλῆς ποικι^λία_ς. | γινωσκέτω δὲ ὁ ἀκροατὴς ὅτι τὰ μὲν ἁπλᾶ τῶν νοημάτων ἁπλαῖς κέχρηται ταῖς φωναῖς, τὰ δὲ βαθέα τῶν θεωρημάτων χρείαν ἔχει πολλῆς ποικιλίας. |
ὅτα^ν ἴ^δῃς συνεσκιασμένον λόγον, ἀ^να^φέρου τῇ δι^α^νοίᾳ· | ὅταν ἴδῃς συνεσκιασμένον λόγον, ἀναφέρου τῇ διανοίᾳ· |
ὅταν ἴ δῃς λεπτὸν νόημα^, ποικίλλου τὴν δι^ά^νοια^ν. | ὅταν ἴ δῃς λεπτὸν νόημα, ποικίλλου τὴν διάνοιαν. |
ἔστι πολλὰ^ τῶν νοημά^των τοῦ θεοῦ σύντομα^ ὡς τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις. | ἔστι πολλὰ τῶν νοημάτων τοῦ θεοῦ σύντομα ὡς τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις. |
ὅταν μέντοι εἴπῃ· | ὅταν μέντοι εἴπῃ· |
ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. | ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. |
, καί· | , καί· |
μετὰ ταῦτα^ ἐπὶ^ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ποικί^λον ἐστὶ^ τὸ ἱ_μά^τι^ον κα^τὰ^ τὸ εἰρημένον· | μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ποικίλον ἐστὶ τὸ ἱμάτιον κατὰ τὸ εἰρημένον· |
ἡ πολυ^ποίκι^λος σοφί^α_ τοῦ θεοῦ ἐπὶ τούτοις πᾶσι^ δοξάσωμεν τὸν φανέντα^, προσκυ^νήσωμεν τὸν ἐλθόντα^, ὑμνήσωμεν τὸν ἀνακαινίσαντα^, τὸν ζωοποιήσαντα^, τὸν ἐγείραντα^, τὸν τειχίσαντα^, τὸν φωτίσαντα^, τὸν πάντων ἡμῖν τῶν ἀ^γα^θῶν τὴν ἀφθονίαν χα^ρι^σά^μενον, χριστὸν ἰησοῦν, ᾧ ἡ δόξα_ σὺ^ν τῷ πατρί^, καὶ τῷ ἁ^γί^ῳ πνε... | ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ ἐπὶ τούτοις πᾶσι δοξάσωμεν τὸν φανέντα, προσκυνήσωμεν τὸν ἐλθόντα, ὑμνήσωμεν τὸν ἀνακαινίσαντα, τὸν ζωοποιήσαντα, τὸν ἐγείραντα, τὸν τειχίσαντα, τὸν φωτίσαντα, τὸν πάντων ἡμῖν τῶν ἀγαθῶν τὴν ἀφθονίαν χαρισάμενον, χριστὸν ἰησοῦν, ᾧ ἡ δόξα σὺν τῷ πατρί, καὶ τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας ... |
ἀμήν. | ἀμήν. |
καλοὶ τῆς εὐσεβεία_ς οἱ λειμῶνες, οὐ προσκαίροις χροιαῖς κομῶντες, ἀλλ' οὐρα^νί^οις ἄ^νθεσι^ βρύοντες. | καλοὶ τῆς εὐσεβείας οἱ λειμῶνες, οὐ προσκαίροις χροιαῖς κομῶντες, ἀλλ' οὐρανίοις ἄνθεσι βρύοντες. |
ἄνθη δέ εἰσι^ τῆς εὐσεβεία_ς, οἱ καρποὶ τῆς ἐνθέου πολι_τεία_ς. | ἄνθη δέ εἰσι τῆς εὐσεβείας, οἱ καρποὶ τῆς ἐνθέου πολιτείας. |
αἱ γὰ^ρ ἀ^ρεταὶ ἀ^νά^γουσι^ν ἡμᾶς εἰς τὸ θαυμαστὸν καὶ πρωτότυ^πον ἐκεῖνο κάλλος τὸ κατ' εἰκόνα^ θεοῦ γεγενημένον καὶ καθ' ὁμοίωσι^ν. | αἱ γὰρ ἀρεταὶ ἀνάγουσιν ἡμᾶς εἰς τὸ θαυμαστὸν καὶ πρωτότυπον ἐκεῖνο κάλλος τὸ κατ' εἰκόνα θεοῦ γεγενημένον καὶ καθ' ὁμοίωσιν. |
αὕτη τοίνυ^ν ἡ κατ' ἀ^ρετὴν ὁμοίωσι^ς ἵππον ἀντὶ^ ἀνθρώπου οὐκ ἐᾷ λέγεσθαι. | αὕτη τοίνυν ἡ κατ' ἀρετὴν ὁμοίωσις ἵππον ἀντὶ ἀνθρώπου οὐκ ἐᾷ λέγεσθαι. |
ταύτην οὖν ὅτα^ν μετα^διώκωμεν, οὐκ ἔτι^ λύ^κος καὶ δρά^κων καὶ ὄφις καὶ σκορπί^ος ὀνομα^ζόμεθα^, πρὸς τὴν τῶν ἀλόγων ὕβρι^ν καταφερόμενοι· | ταύτην οὖν ὅταν μεταδιώκωμεν, οὐκ ἔτι λύκος καὶ δράκων καὶ ὄφις καὶ σκορπίος ὀνομαζόμεθα, πρὸς τὴν τῶν ἀλόγων ὕβριν καταφερόμενοι· |
ἀλλ' εἰκὼν θεοῦ θαυμαστὴ καὶ τιμία, τὸ πρωτότυ^πον κάλλος τοῦ χαρακτῆρος σώζουσα^, καὶ ἐσμέν, καὶ λεγόμεθα^, καὶ πι^στευόμεθα^. | ἀλλ' εἰκὼν θεοῦ θαυμαστὴ καὶ τιμία, τὸ πρωτότυπον κάλλος τοῦ χαρακτῆρος σώζουσα, καὶ ἐσμέν, καὶ λεγόμεθα, καὶ πιστευόμεθα. |
δεσπότης ἐγένου τῶν ἀλόγων· | δεσπότης ἐγένου τῶν ἀλόγων· |
μὴ μι_μοῦ τῶν οἰκετῶν τὰ^ ἤθη· | μὴ μιμοῦ τῶν οἰκετῶν τὰ ἤθη· |
οὐκ ἐπειδὴ φαῦλα^ τὰ^ ἄλογα^· | οὐκ ἐπειδὴ φαῦλα τὰ ἄλογα· |
οὐδὲν γὰ^ρ πα^ρὰ^ τοῦ ἀ^γα^θοῦ κα^κὸν ἐκτίσθη. | οὐδὲν γὰρ παρὰ τοῦ ἀγαθοῦ κακὸν ἐκτίσθη. |
μὴ γά^ρ τι^ς νομιζέτω ἐν χώρᾳ κα^κί^α_ς τὰ^ ἄλογα^ τάττεσθαι, δι^ὰ^ τὸ εἰκόνα^ κα^κί^α_ς πα^ρῆχθαι τῶν μὴ κατ' ἀ^ρετὴν βι^ούντων. | μὴ γάρ τις νομιζέτω ἐν χώρᾳ κακίας τὰ ἄλογα τάττεσθαι, διὰ τὸ εἰκόνα κακίας παρῆχθαι τῶν μὴ κατ' ἀρετὴν βιούντων. |
εἰ γὰ^ρ τοῦτο, πῶς καὶ εἶδεν ὁ θεὸς πά^ντα^ ὅσα^ ἐποίησε, καὶ ἰ^δοὺ καλά^, καὶ οὐχ ἁπλῶς καλά^, ἀλλὰ^ καὶ κα^λὰ^ λί_α_ν; | εἰ γὰρ τοῦτο, πῶς καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλά, καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ καλὰ λίαν; |
ὁπότε οὖν τὰ^ γεγονότα^ εἰς εἰκόνα^ κα^κί^α_ς πα^ρήχθησα^ν ὁ γὰ^ρ λέων εἰκὼν τοῦ τυ^ρά^ννου, καὶ ὁ ὄφις τοῦ σκολι^οῦ καὶ τοῦ πονηροτά^του τὸν τρόπον, καὶ ὁ σκορπί^ος τοῦ πλήκτου, καὶ ὁ λύ^κος τοῦ ἁρπακτι^κοῦ, ποῦ ἂ^ν εἴη κα^λὰ^ τὰ^ γενόμενα^, φησί^ν, οὕτω προφα^νῶς εἰς εἰκόνα^ κα^κί^α_ς παραλαμβανόμενα^; | ὁπότε οὖν τὰ γεγονότα εἰς εἰκόνα κακίας παρήχθησαν ὁ γὰρ λέων εἰκὼν τοῦ τυράννου, καὶ ὁ ὄφις τοῦ σκολιοῦ καὶ τοῦ πονηροτάτου τὸν τρόπον, καὶ ὁ σκορπίος τοῦ πλήκτου, καὶ ὁ λύκος τοῦ ἁρπακτικοῦ, ποῦ ἂν εἴη καλὰ τὰ γενόμενα, φησίν, οὕτω προφανῶς εἰς εἰκόνα κακίας παραλαμβανόμενα; |
δεῖ δὲ εἰδέναι τοὺς φιλομαθεῖς, ὅτι^ ταῦτα^ τῇ οἰκείᾳ φύ^σει κα^κὰ^ οὔ τ' ἔστι^ν, οὔ τε λέγεται, ἀλλὰ^ τοῖς ἀλόγοις πρέπουσα^ κατάστα^σι^ς. | δεῖ δὲ εἰδέναι τοὺς φιλομαθεῖς, ὅτι ταῦτα τῇ οἰκείᾳ φύσει κακὰ οὔ τ' ἔστιν, οὔ τε λέγεται, ἀλλὰ τοῖς ἀλόγοις πρέπουσα κατάστασις. |
ἐπειδὰν δὲ ἔλθῃ εἰς τὴν λογι^κὴν φύ^σι^ν, ὑβρίζει τὴν θέαν καὶ ἀμβλύ^νει τὴν λογι^κὴν ἐλευθερίαν. | ἐπειδὰν δὲ ἔλθῃ εἰς τὴν λογικὴν φύσιν, ὑβρίζει τὴν θέαν καὶ ἀμβλύνει τὴν λογικὴν ἐλευθερίαν. |
ἔλαβες, ἄνθρωπε, τὴν δεσποτι^κὴν ἀ^ξί^α_ν· | ἔλαβες, ἄνθρωπε, τὴν δεσποτικὴν ἀξίαν· |
μὴ τὴν ἄτι_μον καὶ δουλοπρεπῆ τῶν ἀλόγων μετα^δίωκε τάξι^ν· | μὴ τὴν ἄτιμον καὶ δουλοπρεπῆ τῶν ἀλόγων μεταδίωκε τάξιν· |
ὑβρίζεις γὰ^ρ σαυτόν, μι_μούμενος τῶν ἀλόγων τὴν θηριωδίαν· | ὑβρίζεις γὰρ σαυτόν, μιμούμενος τῶν ἀλόγων τὴν θηριωδίαν· |
οὐχ ὡς τῶν ἀλόγων κα^κῶν ὄντων, ἢ λεγομένων, ἀλλ' ὡς τῆς ἀτί^μου καὶ δουλοπρεποῦς εἰκόνος οὐ πρεπούσης τοῖς ἐλευθέροις. | οὐχ ὡς τῶν ἀλόγων κακῶν ὄντων, ἢ λεγομένων, ἀλλ' ὡς τῆς ἀτίμου καὶ δουλοπρεποῦς εἰκόνος οὐ πρεπούσης τοῖς ἐλευθέροις. |
ὥσπερ γά^ρ τι^ς ἀ^νὴρ ἐπίσημος καὶ ἐπίδοξος, ἐὰ^ν ἐνδύ_σηται ἢ περι^βά^ληται δούλου στολήν, ὑβρίζεται καὶ κα^ταισχύνεται, οὐχ ὡς τῆς ἐσθῆτος οὔσης φαύλης καὶ ῥυ^πα^ρᾶς, ἀλλ' ὡς δούλῳ μὲν πρεπούσης, ἐλευθέρῳ δὲ μὴ ἁρμοττούσης· | ὥσπερ γάρ τις ἀνὴρ ἐπίσημος καὶ ἐπίδοξος, ἐὰν ἐνδύσηται ἢ περιβάληται δούλου στολήν, ὑβρίζεται καὶ καταισχύνεται, οὐχ ὡς τῆς ἐσθῆτος οὔσης φαύλης καὶ ῥυπαρᾶς, ἀλλ' ὡς δούλῳ μὲν πρεπούσης, ἐλευθέρῳ δὲ μὴ ἁρμοττούσης· |
οὕτως ἐὰ^ν ἦθος σκορπί^ου καὶ λύ^κου ἀ^να^λά^βῃς, οὐχ ἡ φύ^σι^ς τῶν ἀλόγων διαβάλλεται, ἀλλ' ἡ σὴ κατάστα^σι^ς ὑβρίζεται ἡ δεσποτείαν λα^χοῦσα^, καὶ τὰ^ δούλου μετα^διώκουσα^. | οὕτως ἐὰν ἦθος σκορπίου καὶ λύκου ἀναλάβῃς, οὐχ ἡ φύσις τῶν ἀλόγων διαβάλλεται, ἀλλ' ἡ σὴ κατάστασις ὑβρίζεται ἡ δεσποτείαν λαχοῦσα, καὶ τὰ δούλου μεταδιώκουσα. |
ταῦτα^ δέ μοι ἀ^να^γκαίως πα^ρῆκται, ἵ^να_ μηδεὶς εἰς ὕβρι^ν τῆς δημιουργία_ς ἐκλάβῃ τὰ^ εἰρημένα_, ὡς τοῦ θεοῦ φαῦλόν τι^ πεποιηκότος· | ταῦτα δέ μοι ἀναγκαίως παρῆκται, ἵνα μηδεὶς εἰς ὕβριν τῆς δημιουργίας ἐκλάβῃ τὰ εἰρημένα, ὡς τοῦ θεοῦ φαῦλόν τι πεποιηκότος· |
πά^ντα^ γὰ^ρ ἀ^ληθῶς καλά^ καὶ κα^λὰ^ λί_α_ν, ἐὰ^ν τὴν οἰκεία_ν φυλάττῃ τάξι^ν καὶ τὸν οἰκεῖον μετα^διώκῃ νόμον. | πάντα γὰρ ἀληθῶς καλά καὶ καλὰ λίαν, ἐὰν τὴν οἰκείαν φυλάττῃ τάξιν καὶ τὸν οἰκεῖον μεταδιώκῃ νόμον. |
ἵ^να_ δὲ μά^θῃς, ἀ^γα^πητέ, ὅτι^ οὐδὲν φαῦλον γεγένηται πα^ρὰ^ τοῦ θεοῦ κα^τὰ^ φύ^σι^ν, ἐδί^δα^ξεν ἡμᾶς ὁ θεὸς καὶ τῶν ἀλόγων τούτων εἰκόνα^ λα^μβά^νειν. | ἵνα δὲ μάθῃς, ἀγαπητέ, ὅτι οὐδὲν φαῦλον γεγένηται παρὰ τοῦ θεοῦ κατὰ φύσιν, ἐδίδαξεν ἡμᾶς ὁ θεὸς καὶ τῶν ἀλόγων τούτων εἰκόνα λαμβάνειν. |
ὑπέθηκε γά^ρ τι^να^ μι_μεῖσθαι τῶν ἀλόγων πλεονεκτήμα^τα^, ἵ^να_ μὴ διαβάλλωμεν εἰς κα^κί^α_ν τὰ^ γεγονότα^, οὐ κα^θόλου τὴν φύ^σι^ν, ἀλλ' ὅσα^ ἁρμόζει λογι^κῇ καταστάσει. | ὑπέθηκε γάρ τινα μιμεῖσθαι τῶν ἀλόγων πλεονεκτήματα, ἵνα μὴ διαβάλλωμεν εἰς κακίαν τὰ γεγονότα, οὐ καθόλου τὴν φύσιν, ἀλλ' ὅσα ἁρμόζει λογικῇ καταστάσει. |
ἢ οὐκ ἤκουσα^ς σήμερον πορεύθητι πρὸς τὸν μύρμηκα^, ὀκνηρέ, καὶ ζήλωσον τὰ_ς ὁδοὺς αὐτοῦ; | ἢ οὐκ ἤκουσας σήμερον πορεύθητι πρὸς τὸν μύρμηκα, ὀκνηρέ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ; |
οὐ συ^νῆκα^ς πῶς τὴν τοῦ μύρμηκος φιλοπονίαν ὑποθέμενος, εἰς ἄ^οκνον ἡμῶν προθυμίαν ἐπαιδαγώγησεν; | οὐ συνῆκας πῶς τὴν τοῦ μύρμηκος φιλοπονίαν ὑποθέμενος, εἰς ἄοκνον ἡμῶν προθυμίαν ἐπαιδαγώγησεν; |
οὐκ ἐδι^δά^ξα^μέν σε ῥητῶς ἀ^πὸ μὲν τοῦ μύρμηκος τὸ ἄ^οκνον, ἀ^πὸ δὲ τῆς μελίσσης τὸ φι^λότεχνον; | οὐκ ἐδιδάξαμέν σε ῥητῶς ἀπὸ μὲν τοῦ μύρμηκος τὸ ἄοκνον, ἀπὸ δὲ τῆς μελίσσης τὸ φιλότεχνον; |
ἔστι^ γά^ρ, ἔστι^ν, ὡς ἔφθην εἰπών, ἀπανθήσασθαί τι^να^ καὶ τῶν ἀλόγων πλεονεκτήμα^τα^ ἁρμόζοντα^ λογι^κῇ καταστάσει· | ἔστι γάρ, ἔστιν, ὡς ἔφθην εἰπών, ἀπανθήσασθαί τινα καὶ τῶν ἀλόγων πλεονεκτήματα ἁρμόζοντα λογικῇ καταστάσει· |
πλήν γε ταῦτα^ πρὸς ἡμετέρα_ν λέγονται αἰσχύνην καὶ ὄνειδος. | πλήν γε ταῦτα πρὸς ἡμετέραν λέγονται αἰσχύνην καὶ ὄνειδος. |
ἐπειδὴ γὰ^ρ θεὸν οὐκ ἐμι_μήσω, μί_μησαι, φησί^, τὸν μύρμηκα^. | ἐπειδὴ γὰρ θεὸν οὐκ ἐμιμήσω, μίμησαι, φησί, τὸν μύρμηκα. |
οὐκ εἶδές ποτε πα^τέρα^ γνήσιον ἐπι^τιμῶντα^ τὰ^ τέκνα^, καὶ μετὰ^ πολλὴν παιδείαν εἰς μίμησι^ν αὐτὰ^ οἰκετῶν ἀ^νάγοντα^, καὶ ταῦτα^ προφα^νῶς λέγοντα^· | οὐκ εἶδές ποτε πατέρα γνήσιον ἐπιτιμῶντα τὰ τέκνα, καὶ μετὰ πολλὴν παιδείαν εἰς μίμησιν αὐτὰ οἰκετῶν ἀνάγοντα, καὶ ταῦτα προφανῶς λέγοντα· |
μί_μησαι κ ἂ^ν τὸν οἰκέτην, ὑποδεέστερον μὲν τῇ ἀ^ξί^ᾳ, ὑπερέχοντα^ δὲ τῇ ἐπιστήμῃ; | μίμησαι κ ἂν τὸν οἰκέτην, ὑποδεέστερον μὲν τῇ ἀξίᾳ, ὑπερέχοντα δὲ τῇ ἐπιστήμῃ; |
ὅθεν ὁ φι^λάνθρωπος θεὸς εἰς ἔνδειξι^ν τῆς ἡμετέρα_ς ἀγνωμοσύνης προσφέρει τὸν μύρμηκα^ ἐλέγχοντα^ ἡμῶν τὸν ὄκνον, καὶ τὴν μέλιττα^ν ἐλέγχουσα^ν ἡμῶν τὴν ῥᾳθυμίαν. | ὅθεν ὁ φιλάνθρωπος θεὸς εἰς ἔνδειξιν τῆς ἡμετέρας ἀγνωμοσύνης προσφέρει τὸν μύρμηκα ἐλέγχοντα ἡμῶν τὸν ὄκνον, καὶ τὴν μέλιτταν ἐλέγχουσαν ἡμῶν τὴν ῥᾳθυμίαν. |
καὶ δῆλον ἐκ τούτων, ὅτι^ οὐδὲν κα^κὸν ἐγένετο πα^ρὰ^ τοῦ θεοῦ, ἀλλ' ἔδωκέ σοι αἴσθησι^ν καὶ νοῦν δι^α^κρι^τι^κόν, φεύγειν μὲν τῶν ἀλόγων τὰ^ ἤθη, ἁρπάζειν δὲ αὐτῶν τὰ^ πλεονεκτήμα^τα^. | καὶ δῆλον ἐκ τούτων, ὅτι οὐδὲν κακὸν ἐγένετο παρὰ τοῦ θεοῦ, ἀλλ' ἔδωκέ σοι αἴσθησιν καὶ νοῦν διακριτικόν, φεύγειν μὲν τῶν ἀλόγων τὰ ἤθη, ἁρπάζειν δὲ αὐτῶν τὰ πλεονεκτήματα. |
δύναται γὰ^ρ καὶ ὁ λέων εἰκὼν εἶναι ἀ^ρετῆς, ὅτα^ν μὴ εἰς τυραννίδα τὴν εἰκόνα^, ἀλλ' εἰς ἀνδρεία_ν ἐκλάβῃς· | δύναται γὰρ καὶ ὁ λέων εἰκὼν εἶναι ἀρετῆς, ὅταν μὴ εἰς τυραννίδα τὴν εἰκόνα, ἀλλ' εἰς ἀνδρείαν ἐκλάβῃς· |
ἄλλο γά^ρ ἐστι^ τυ^ραννίς, καὶ ἕτερον ἀ^νδρεία_. | ἄλλο γάρ ἐστι τυραννίς, καὶ ἕτερον ἀνδρεία. |
δι^ὰ^ τοῦτο καὶ σκύμνος λέοντος ἰούδα· | διὰ τοῦτο καὶ σκύμνος λέοντος ἰούδα· |
ἐκ βλαστοῦ, υἱέ μου, ἀ^νέβης· | ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· |
ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. | ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. |
ὅρα πηλί^κην ὁ θεῖος λόγος ὁμοιότητα^ κα^τα^σκευά^ζει ἐκ τῶν τοῖς ἀλόγοις προσόντων πλεονεκτημά^των. | ὅρα πηλίκην ὁ θεῖος λόγος ὁμοιότητα κατασκευάζει ἐκ τῶν τοῖς ἀλόγοις προσόντων πλεονεκτημάτων. |
ἔστι τοίνυ^ν μι_μεῖσθαι λέοντα^ μετὰ^ συνέσεως· | ἔστι τοίνυν μιμεῖσθαι λέοντα μετὰ συνέσεως· |
ἔστι δὲ μι_μεῖσθαι καὶ ὄφιν, οὐκ ἐν τῷ ἰοβολεῖν, ἀλλ' ἐν τῷ σύνεσι^ν ἀ^να^λα^μβά^νειν κα^θὼς καὶ γί_νεσθε φρόνιμοι, ὡς ὁ ὄφις. | ἔστι δὲ μιμεῖσθαι καὶ ὄφιν, οὐκ ἐν τῷ ἰοβολεῖν, ἀλλ' ἐν τῷ σύνεσιν ἀναλαμβάνειν καθὼς καὶ γίνεσθε φρόνιμοι, ὡς ὁ ὄφις. |
ὅθεν, εἰ φαῦλον ἦν τὸ κτίσμα^, οὐκ ἂ^ν εἰς μίμησι^ν τοῦ φαύλου προσεκαλεῖτο τὴν ἑαυτοῦ εἰκόνα^ γί_νεσθε λέγων φρόνιμοι, ὡς ὄφις. | ὅθεν, εἰ φαῦλον ἦν τὸ κτίσμα, οὐκ ἂν εἰς μίμησιν τοῦ φαύλου προσεκαλεῖτο τὴν ἑαυτοῦ εἰκόνα γίνεσθε λέγων φρόνιμοι, ὡς ὄφις. |
μίμησαι τοῦ ὄφεως μὴ τὸν ἰ^όν, μὴ τὸν θυ_μόν, ἀλλὰ^ τὴν σύνεσι^ν. | μίμησαι τοῦ ὄφεως μὴ τὸν ἰόν, μὴ τὸν θυμόν, ἀλλὰ τὴν σύνεσιν. |
ἐὰ^ν γὰ^ρ τὸν ἰ^ὸν μι_μήσῃ, κα^τα^βοᾷ σου θυμὸς αὐτοῖς κα^τὰ^ τὴν ὁμοίωσι^ν τοῦ ὄφεως· | ἐὰν γὰρ τὸν ἰὸν μιμήσῃ, καταβοᾷ σου θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· |
ἐὰν δὲ τὴν σύνεσι^ν αὐτοῦ μι_μήσῃ, μα^θητὴς γί_νῃ χριστοῦ τοῦ εἰπόντος γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις. | ἐὰν δὲ τὴν σύνεσιν αὐτοῦ μιμήσῃ, μαθητὴς γίνῃ χριστοῦ τοῦ εἰπόντος γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις. |
ἐπειδὴ γὰ^ρ ὁ ὄφις φρονιμώτερός ἐστι^ πάντων τῶν θηρί^ων, ὡς ἀ^ρτί^ως ὑπανεγνώσθη, ἀντέθηκε τῇ φρονήσει φρόνησι^ν, οὐχ ἵ^να_ μά^θῃς δόλον ποιεῖν, ἀλλ' ἵ^να_ μά^θῃς δόλον ἐκκλί^νειν. | ἐπειδὴ γὰρ ὁ ὄφις φρονιμώτερός ἐστι πάντων τῶν θηρίων, ὡς ἀρτίως ὑπανεγνώσθη, ἀντέθηκε τῇ φρονήσει φρόνησιν, οὐχ ἵνα μάθῃς δόλον ποιεῖν, ἀλλ' ἵνα μάθῃς δόλον ἐκκλίνειν. |
βούλεται γὰ^ρ ἡμᾶς ὁ φι^λάνθρωπος θεὸς οὐχὶ^ κα^κούργους εἶναι, ἀλλὰ^ πα^νούργους· | βούλεται γὰρ ἡμᾶς ὁ φιλάνθρωπος θεὸς οὐχὶ κακούργους εἶναι, ἀλλὰ πανούργους· |
ἕτερον δέ ἐστι^ τὸ πα^νοῦργον, καὶ ἕτερον τὸ κα^κοῦργον. | ἕτερον δέ ἐστι τὸ πανοῦργον, καὶ ἕτερον τὸ κακοῦργον. |
πανοῦργος τοίνυ^ν ἐστὶ^ν οὐκ εἰς τὸ μελετᾶν κα^κί^α_ν, ἀλλ' εἰς τὸ φεύγειν κα^κί^α_ν. | πανοῦργος τοίνυν ἐστὶν οὐκ εἰς τὸ μελετᾶν κακίαν, ἀλλ' εἰς τὸ φεύγειν κακίαν. |
καὶ κέχρηται τῇ πα^νουργί^ᾳ οὐκ εἰς τὸ μηχανορραφεῖν καθ' ἑτέρων, ἀλλ' εἰς τὸ τὰ^ ὑφ' ἑτέρων πλεκόμενα^ διαφεύγειν. | καὶ κέχρηται τῇ πανουργίᾳ οὐκ εἰς τὸ μηχανορραφεῖν καθ' ἑτέρων, ἀλλ' εἰς τὸ τὰ ὑφ' ἑτέρων πλεκόμενα διαφεύγειν. |
κακοῦργος δέ ἐστι^ν ὁ φονεύς, ὁ δόλι^ος, ὁ ἑτέροις κα^κὰ^ τεκταινόμενος. | κακοῦργος δέ ἐστιν ὁ φονεύς, ὁ δόλιος, ὁ ἑτέροις κακὰ τεκταινόμενος. |
τοιοῦτος φρόνιμος ὁ ἰακώβ, φρόνιμος ὡς ὁ ὄφις, οὐκ ἰοβόλος ὡς ὁ ὄφις. | τοιοῦτος φρόνιμος ὁ ἰακώβ, φρόνιμος ὡς ὁ ὄφις, οὐκ ἰοβόλος ὡς ὁ ὄφις. |
ὅτε γὰ^ρ ἔμελλε συμβάλλειν τῷ ἀ^δελφῷ αὐτοῦ ἡσαὺ κα^κί^α_ς γέμοντι^ καὶ φονοκτονία_ς, πα^ρεκά^λει τὸν θεὸν λέγων κύριε, ῥῦσαί με ἀ^πὸ τοῦ ἀ^δελφοῦ μου ἡσαύ, ὅτι^ φοβοῦμαι αὐτὸν πά^νυ^, καὶ ἱκέτευε τὸν θεόν, ὡς κα^τὰ^ πονηροῦ τὴν εὐχὴν τι^θέμενος. | ὅτε γὰρ ἔμελλε συμβάλλειν τῷ ἀδελφῷ αὐτοῦ ἡσαὺ κακίας γέμοντι καὶ φονοκτονίας, παρεκάλει τὸν θεὸν λέγων κύριε, ῥῦσαί με ἀπὸ τοῦ ἀδελφοῦ μου ἡσαύ, ὅτι φοβοῦμαι αὐτὸν πάνυ, καὶ ἱκέτευε τὸν θεόν, ὡς κατὰ πονηροῦ τὴν εὐχὴν τιθέμενος. |
ὅτε δὲ συ^νήντησε τῷ ἀ^δελφῷ, ἠθικότητι^ καὶ κολα^κείᾳ τὸν θυ_μὸν ἡμέρωσε, καὶ τὴν πονηρίαν ἔσβεσε. | ὅτε δὲ συνήντησε τῷ ἀδελφῷ, ἠθικότητι καὶ κολακείᾳ τὸν θυμὸν ἡμέρωσε, καὶ τὴν πονηρίαν ἔσβεσε. |
τί γά^ρ φησι^ πρὸς τὸν ἡσαύ; | τί γάρ φησι πρὸς τὸν ἡσαύ; |
εἶδόν σου τὸ πρόσωπον, ὡς εἴ τι^ς ἴ^δοι πρόσωπον θεοῦ. | εἶδόν σου τὸ πρόσωπον, ὡς εἴ τις ἴδοι πρόσωπον θεοῦ. |
καὶ εἰ μὲν ἔλεγεν ὁ ἰακὼβ ταῦτα^, ἵ^να_ δι^ὰ^ τῆς ἀ^πάτης νι_κήσῃ τὸν ἀ^δελφόν, κα^κῶς ἐλά^λει· | καὶ εἰ μὲν ἔλεγεν ὁ ἰακὼβ ταῦτα, ἵνα διὰ τῆς ἀπάτης νικήσῃ τὸν ἀδελφόν, κακῶς ἐλάλει· |
εἰ δὲ εἶπεν, ἵνα τὸν φόβον ἐκφύ^γῃ, κα^λῶς ἐχρήσα^το τῇ πα^νουργί^ᾳ. | εἰ δὲ εἶπεν, ἵνα τὸν φόβον ἐκφύγῃ, καλῶς ἐχρήσατο τῇ πανουργίᾳ. |
γίνεσθε οὖν φρόνιμοι ὡς ὁ ὄφις· | γίνεσθε οὖν φρόνιμοι ὡς ὁ ὄφις· |
μὴ θυμώδεις, μὴ ἰοβόλοι, ἀλλὰ^ φρόνιμοι, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. | μὴ θυμώδεις, μὴ ἰοβόλοι, ἀλλὰ φρόνιμοι, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. |
ἔστι δὲ τὴν περιστερὰν καὶ εἰς κα^κί^α_ν καὶ εἰς ἀ^ρετὴν ἐκλαβεῖν. | ἔστι δὲ τὴν περιστερὰν καὶ εἰς κακίαν καὶ εἰς ἀρετὴν ἐκλαβεῖν. |
καί ὅπως, ἄ^κουε· | καί ὅπως, ἄκουε· |
ἐὰν ᾖς ἀλόγιστος καὶ ἀδιάκρι^τος, καὶ κα^κί^α_ς ἔμπειρος μόνον, διαβά^λλει σε ἡ γρα^φὴ ὡς ἀσύ^νετον. | ἐὰν ᾖς ἀλόγιστος καὶ ἀδιάκριτος, καὶ κακίας ἔμπειρος μόνον, διαβάλλει σε ἡ γραφὴ ὡς ἀσύνετον. |
ἐφραὶμ γά^ρ φησι^ν ὡς περιστερὰ ἄ^νους, οὐκ ἔχουσα^ καρδί^α_ν. | ἐφραὶμ γάρ φησιν ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν. |
ἐὰν οὖν τὸ ἄ^νουν φυ^γὼν τὸ ἀκέραιον κα^τορθώσῃς, ἔχεις τὴν σύνεσι^ν τελεία_ν, οὐ συ^μμιγνὺς αὐτῇ τῇ κα^κί^ᾳ· | ἐὰν οὖν τὸ ἄνουν φυγὼν τὸ ἀκέραιον κατορθώσῃς, ἔχεις τὴν σύνεσιν τελείαν, οὐ συμμιγνὺς αὐτῇ τῇ κακίᾳ· |
καὶ ἀ^κούεις πα^ρὰ^ τοῦ κυ_ρί^ου· | καὶ ἀκούεις παρὰ τοῦ κυρίου· |
γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. | γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. |
μὴ τοίνυ^ν ἁπλῶς, ἀ^δελφέ, τὰ_ς γρα^φὰ_ς ἀναγίνωσκε, καὶ τὰ_ς εἰκόνα^ς εἰς κα^κί^α_ς ἐκλάμβανε παρ' αὐτῆς, μερί^ζουσα^ τούτῳ μὲν τοῦτο, τούτῳ δὲ ἕτερον θέλεις οὖν μα^θεῖν; | μὴ τοίνυν ἁπλῶς, ἀδελφέ, τὰς γραφὰς ἀναγίνωσκε, καὶ τὰς εἰκόνας εἰς κακίας ἐκλάμβανε παρ' αὐτῆς, μερίζουσα τούτῳ μὲν τοῦτο, τούτῳ δὲ ἕτερον θέλεις οὖν μαθεῖν; |
πρόσεχε ἀ^κρι_βῶς τοῖς λεγομένοις· | πρόσεχε ἀκριβῶς τοῖς λεγομένοις· |
καλεῖ λέοντα^ ἡ γρα^φή· | καλεῖ λέοντα ἡ γραφή· |
σκύμνος γά^ρ φησι^ λέοντος ἰούδα· | σκύμνος γάρ φησι λέοντος ἰούδα· |
ἐκ βλαστοῦ, υἱέ μου, ἀ^νέβης· | ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· |
ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. | ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. |
ὧδε τὸ ὡς λέων τὸ ἀνδρεῖον σημαίνει· | ὧδε τὸ ὡς λέων τὸ ἀνδρεῖον σημαίνει· |
καὶ γὰ^ρ καὶ περὶ^ τοῦ δι^καίου τὴν αὐτὴν τί^θησι^ν εἰκόνα^· | καὶ γὰρ καὶ περὶ τοῦ δικαίου τὴν αὐτὴν τίθησιν εἰκόνα· |
δί^καιος γά^ρ φησι^ν ὡς λέων πέποιθεν. | δίκαιος γάρ φησιν ὡς λέων πέποιθεν. |
ἀνδρεῖος τοίνυ^ν ὁ δίκαιος, οὐκ ἐν τῷ δρᾶν κα^κῶς, ἀλλ' ἐν τῷ διαπτύ^ειν τὰ^ πα^ρὰ^ τῶν πονηρῶν ἐπα^γόμενα^. | ἀνδρεῖος τοίνυν ὁ δίκαιος, οὐκ ἐν τῷ δρᾶν κακῶς, ἀλλ' ἐν τῷ διαπτύειν τὰ παρὰ τῶν πονηρῶν ἐπαγόμενα. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.