macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καλεῖ καὶ τὸν σωτῆρα^ λέοντα^, δι^ὰ^ τὸ ἐκ βα^σι^λι^κῆς εἶναι φυ_λῆς.
καλεῖ καὶ τὸν σωτῆρα λέοντα, διὰ τὸ ἐκ βασιλικῆς εἶναι φυλῆς.
ὥσπερ γὰ^ρ τῶν τετρα^πόδων ὑ^πά^ρχει βα^σι^λεὺς ὁ λέων, οὕτω καὶ τῶν ἰουδαίων ἐβα^σί^λευσεν ἡ ἰούδα φυ_λή, ἐξ ἧς ὁ σωτὴρ ἀνέτειλε.
ὥσπερ γὰρ τῶν τετραπόδων ὑπάρχει βασιλεὺς ὁ λέων, οὕτω καὶ τῶν ἰουδαίων ἐβασίλευσεν ἡ ἰούδα φυλή, ἐξ ἧς ὁ σωτὴρ ἀνέτειλε.
καὶ μὴ νομί^σῃς, ἀ^γα^πητέ, ἀ^νάξιον εἶναι τοῦ χριστοῦ τὸ εἰκόνι λέοντος ἀ^πεικάζεσθαι·
καὶ μὴ νομίσῃς, ἀγαπητέ, ἀνάξιον εἶναι τοῦ χριστοῦ τὸ εἰκόνι λέοντος ἀπεικάζεσθαι·
σχηματί^ζει γὰ^ρ ἡ γρα^φὴ τὴν εἰκόνα^ ταύτην καὶ ἐπ' αὐτῆς τῆς θεότητος.
σχηματίζει γὰρ ἡ γραφὴ τὴν εἰκόνα ταύτην καὶ ἐπ' αὐτῆς τῆς θεότητος.
ἄκουε γοῦν οἷα^ λέων ἐρεύξεται καὶ τί^ς οὐ φοβηθήσεται;
ἄκουε γοῦν οἷα λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται;
κύριος ὁ θεὸς ἐλά^λησε καὶ τί^ς οὐ προφητεύσει;
κύριος ὁ θεὸς ἐλάλησε καὶ τίς οὐ προφητεύσει;
κα^τὰ^ τὸ δυ^να^τὸν τοίνυ^ν καὶ τὸ φοβερὸν καὶ τὸ βα^σι^λι^κὸν λέοντι^ ἀ^πεικάζεται ὁ χριστός.
κατὰ τὸ δυνατὸν τοίνυν καὶ τὸ φοβερὸν καὶ τὸ βασιλικὸν λέοντι ἀπεικάζεται ὁ χριστός.
καλεῖται δὲ καὶ ὁ δι^ά^βολος λέων, οὐχ ὡς δυ^να^τός, οὐ δ' ὡς φοβερός, ἀλλ' ὡς πλήκτης, ὡς τύ^ρα^ννος, ὡς ἀφανιστι^κός.
καλεῖται δὲ καὶ ὁ διάβολος λέων, οὐχ ὡς δυνατός, οὐ δ' ὡς φοβερός, ἀλλ' ὡς πλήκτης, ὡς τύραννος, ὡς ἀφανιστικός.
ἰδοὺ ὁ ἐχθρὸς ὑ_μῶν δι^ά^βολος περι^έρχεται, ὡς λέων, ζητῶν καταπιεῖν ψυ_χήν.
ἰδοὺ ὁ ἐχθρὸς ὑμῶν διάβολος περιέρχεται, ὡς λέων, ζητῶν καταπιεῖν ψυχήν.
μέριζε τοίνυ^ν τῶν ἀναγνωσμάτων τὰ_ς θεωρί^α_ς, μήποτε ἐνα^ντί^α_ δοκοῦντα^ τῇ λέξει συγχέῃ σου τὴν δι^ά^νοια^ν.
μέριζε τοίνυν τῶν ἀναγνωσμάτων τὰς θεωρίας, μήποτε ἐναντία δοκοῦντα τῇ λέξει συγχέῃ σου τὴν διάνοιαν.
εἶπεν ἡ γρα^φὴ λέοντα^ καὶ λέοντα^·
εἶπεν ἡ γραφὴ λέοντα καὶ λέοντα·
ἀλλὰ^ τὸν μὲν κα^τὰ^ τὸ βα^σι^λι^κὸν καὶ δυ^να^τόν, τὸν δὲ κατὰ τὸ ἀφανιστι^κὸν καὶ δηλητήρι^ον.
ἀλλὰ τὸν μὲν κατὰ τὸ βασιλικὸν καὶ δυνατόν, τὸν δὲ κατὰ τὸ ἀφανιστικὸν καὶ δηλητήριον.
οὕτω καὶ τὸν δί^καιον καὶ τὸν ἀσεβῆ δι^ὰ^ μιᾶ_ς εἰκόνος σχηματί^ζει δίκαιός φησι^ν ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ λιβάνῳ πληθυνθήσεται.
οὕτω καὶ τὸν δίκαιον καὶ τὸν ἀσεβῆ διὰ μιᾶς εἰκόνος σχηματίζει δίκαιός φησιν ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ λιβάνῳ πληθυνθήσεται.
ἐποίησε πρότερον τὴν εἰκόνα^ τοῦ δι^καίου, εἶθ' οὕτω καὶ τοῦ ἀσεβοῦς.
ἐποίησε πρότερον τὴν εἰκόνα τοῦ δικαίου, εἶθ' οὕτω καὶ τοῦ ἀσεβοῦς.
εἶδον γά^ρ φησι^ τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰ_ς κέδρους τοῦ λιβάνου.
εἶδον γάρ φησι τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ λιβάνου.
ὅρα τοίνυ^ν πῶς τὴν μὲν αὐτὴν εἰκόνα^ πα^ρήγα^γε, ταῖς δὲ λέξεσι^ τὰ_ς ἐννοία_ς ἐμέρισεν.
ὅρα τοίνυν πῶς τὴν μὲν αὐτὴν εἰκόνα παρήγαγε, ταῖς δὲ λέξεσι τὰς ἐννοίας ἐμέρισεν.
ἐπὶ^ μὲν γὰ^ρ τοῦ ἀσεβοῦς λέγει·
ἐπὶ μὲν γὰρ τοῦ ἀσεβοῦς λέγει·
εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰ_ς κέδρους·
εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους·
ἐπὶ δὲ τοῦ δι^καίου οὐκ εἶπεν ὡσεὶ κέδρος ἡ ἐν τῷ λιβάνῳ ἐπανθήσεται, ἀλλὰ^ πληθυνθήσεται.
ἐπὶ δὲ τοῦ δικαίου οὐκ εἶπεν ὡσεὶ κέδρος ἡ ἐν τῷ λιβάνῳ ἐπανθήσεται, ἀλλὰ πληθυνθήσεται.
οὕτως οὖν καὶ τὴν μέλιττα^ν μίμησαι, ὦ ἄνθρωπε, ἣν καὶ ἡ γρα^φὴ δι^δά^σκει μι_μεῖσθαι πρὸς φιλοπονίαν.
οὕτως οὖν καὶ τὴν μέλιτταν μίμησαι, ὦ ἄνθρωπε, ἣν καὶ ἡ γραφὴ διδάσκει μιμεῖσθαι πρὸς φιλοπονίαν.
πορεύθητι πρὸς τὴν μέλιττα^ν καὶ μά^θε ὡς ἐργά^τι^ς ἐστί^.
πορεύθητι πρὸς τὴν μέλιτταν καὶ μάθε ὡς ἐργάτις ἐστί.
μὴ μά^θῃς, ὅτι^ κέντρον ἔχει, ἀλλ' ὅτι^ μέλι^ ἐργάζεται.
μὴ μάθῃς, ὅτι κέντρον ἔχει, ἀλλ' ὅτι μέλι ἐργάζεται.
ἐὰν γὰ^ρ μι_μήσῃ τῆς μελίττης τὸ κέντρον, κα^τηγορεῖ σου πάντα τὰ^ ἔθνη ἐκύκλωσά^ν με, ὡσεὶ μέλισσαι κηρί^ον, καὶ τῷ ὀνόμα^τι^ κυ_ρί^ου ἠμυ_νά^μην αὐτούς.
ἐὰν γὰρ μιμήσῃ τῆς μελίττης τὸ κέντρον, κατηγορεῖ σου πάντα τὰ ἔθνη ἐκύκλωσάν με, ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς.
ὁρᾷς πῶς τοὺς πλήττοντα^ς ἀ^πεικά^ζει μελίττῃ πληττούσῃ, τοὺς δὲ δι^καίους ἀ^πεικά^ζει τῇ τὸ μέλι^ ἀποσταζούσῃ;
ὁρᾷς πῶς τοὺς πλήττοντας ἀπεικάζει μελίττῃ πληττούσῃ, τοὺς δὲ δικαίους ἀπεικάζει τῇ τὸ μέλι ἀποσταζούσῃ;
χείλη γά^ρ φησι^ν ἀνδρῶν δι^καίων ἀποστάζουσι^ σοφί^α_ν καὶ κηρί^ον μέλι^τος λόγοι κα^λοί·
χείλη γάρ φησιν ἀνδρῶν δικαίων ἀποστάζουσι σοφίαν καὶ κηρίον μέλιτος λόγοι καλοί·
γλύκασμα^ δὲ αὐτῶν ἴ_α_σι^ς ψυ_χῆς.
γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς.
τοῦτο τοίνυ^ν, ἀ^γα^πητοί, τὸ γλύκασμα^ τῶν ψυ_χῶν λέγω, ποθήσωμεν ἐξ ὅλης ψυ_χῆς, καὶ τὸ κηρί^ον ἐργα^σώμεθα^ τὸ νοερὸν ἐν τῷ κρυπτῷ τῆς ψυ_χῆς ἐργαστηρίῳ, καὶ τὰ^ θεῖα^ λόγι^α^ λά^βωμεν ὑ^πὲρ μέλι^ καὶ κηρί^ον.
τοῦτο τοίνυν, ἀγαπητοί, τὸ γλύκασμα τῶν ψυχῶν λέγω, ποθήσωμεν ἐξ ὅλης ψυχῆς, καὶ τὸ κηρίον ἐργασώμεθα τὸ νοερὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ἐργαστηρίῳ, καὶ τὰ θεῖα λόγια λάβωμεν ὑπὲρ μέλι καὶ κηρίον.
μέλι^ γὰ^ρ πολὺ^ ἐσθι^όμενον πολλά^κι^ς μετα^βά^λλει τὸ γλύκασμα^ εἰς πικρίαν καὶ διαστρέφει τοῦ στομά^χου τὴν ὄρεξι^ν καὶ πᾶσα^ν ἀνασκευά^ζει τοῦ ἀνθρώπου τὴν κατάστασι^ν.
μέλι γὰρ πολὺ ἐσθιόμενον πολλάκις μεταβάλλει τὸ γλύκασμα εἰς πικρίαν καὶ διαστρέφει τοῦ στομάχου τὴν ὄρεξιν καὶ πᾶσαν ἀνασκευάζει τοῦ ἀνθρώπου τὴν κατάστασιν.
λόγος δὲ θεοῦ λα^μβα^νόμενος πολὺ^ς οὐ θολοῖ τὴν ψυ_χήν, ἀλλὰ^ θερα^πεύει·
λόγος δὲ θεοῦ λαμβανόμενος πολὺς οὐ θολοῖ τὴν ψυχήν, ἀλλὰ θεραπεύει·
γλύκασμα γὰ^ρ αὐτοῦ ἴ_α_σι^ς ψυ_χῆς.
γλύκασμα γὰρ αὐτοῦ ἴασις ψυχῆς.
διὰ τοῦτο βουλόμενος ὁ σοφὸς ἐκεῖνος ἀντιθεῖναι δι^α^φορὰ_ν μέλι^τος καὶ λόγου φησί^ν·
διὰ τοῦτο βουλόμενος ὁ σοφὸς ἐκεῖνος ἀντιθεῖναι διαφορὰν μέλιτος καὶ λόγου φησίν·
ἐσθίειν μέλι^ πολὺ^ οὐ κα^λόν, τι_μᾶν δὲ χρὴ λόγους ἐνδόξους.
ἐσθίειν μέλι πολὺ οὐ καλόν, τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους.
ἔχωμεν οὖν, ἀ^γα^πητοί, τὸ κηρί^ον τὸ ποικί^λον, τὰ^ θεῖα^ καὶ ἱ^ερὰ^ λόγι^α^, διὰ παντός·
ἔχωμεν οὖν, ἀγαπητοί, τὸ κηρίον τὸ ποικίλον, τὰ θεῖα καὶ ἱερὰ λόγια, διὰ παντός·
καὶ ὥσπερ τὸ κηρί^ον ἐκεῖνο ἐκ πολλῶν μὲν καὶ δι^α^φόρων σχημά^των ἀ^παρτίζεται, ἓν δὲ ἔχει κα^λόν·
καὶ ὥσπερ τὸ κηρίον ἐκεῖνο ἐκ πολλῶν μὲν καὶ διαφόρων σχημάτων ἀπαρτίζεται, ἓν δὲ ἔχει καλόν·
οὕτω καὶ ἡμῖν ἔστω κηρί^ον ἡ θεία_ γρα^φή, ἐκ πολλῶν μὲν καὶ δι^α^φόρων συγκειμένη προφητῶν, ἓν δὲ μέλι δι^δα^σκα^λί^α_ς ἀποστάζουσα^.
οὕτω καὶ ἡμῖν ἔστω κηρίον ἡ θεία γραφή, ἐκ πολλῶν μὲν καὶ διαφόρων συγκειμένη προφητῶν, ἓν δὲ μέλι διδασκαλίας ἀποστάζουσα.
τοιοῦτον ἡμῖν καὶ τὸ τῶν πα^τέρων κηρί^ον, ἐκ δι^α^φόρων μὲν ἡλικιῶν συ^νηρμοσμένον, μί^α^ν δὲ χά^ρι^ν καὶ μί^α^ν πνευματικὴν δι^δασκαλί^α_ν ἀποστά^ζον.
τοιοῦτον ἡμῖν καὶ τὸ τῶν πατέρων κηρίον, ἐκ διαφόρων μὲν ἡλικιῶν συνηρμοσμένον, μίαν δὲ χάριν καὶ μίαν πνευματικὴν διδασκαλίαν ἀποστάζον.
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.
γένοιτο δὲ ἡμᾶς εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ πατρός, τῇ φι^λοπονίᾳ τὸν λόγον αὔξοντα^ς, τὸν θεῖον ἀ^περγάζεσθαι νόμον ἐν τῇ δι^α^νοίᾳ πάντοτε, καὶ ποιεῖν ἐκεῖνο τὸ ὑ^πὸ τοῦ δαυὶδ εἰρημένον, τὸ ἔχειν τὸν νόμον τοῦ θεοῦ πάντοτε ἐν μέσῳ τῆς κοιλί^α_ς ἡμῶν, ἤγουν τὰ^ θεῖα^ νοήμα^τα^, ὥστε νομίζειν φύ^σεως ὅρους ἐπι^γιν...
γένοιτο δὲ ἡμᾶς εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ πατρός, τῇ φιλοπονίᾳ τὸν λόγον αὔξοντας, τὸν θεῖον ἀπεργάζεσθαι νόμον ἐν τῇ διανοίᾳ πάντοτε, καὶ ποιεῖν ἐκεῖνο τὸ ὑπὸ τοῦ δαυὶδ εἰρημένον, τὸ ἔχειν τὸν νόμον τοῦ θεοῦ πάντοτε ἐν μέσῳ τῆς κοιλίας ἡμῶν, ἤγουν τὰ θεῖα νοήματα, ὥστε νομίζειν φύσεως ὅρους ἐπιγινώσκειν, τιμᾶν ...
νῦν ἡμῖν ἡ ἁγιωτάτη νηστεία_ τὰ^ μέσα_ τῶν ἱερῶν εἴληφε πόνων.
νῦν ἡμῖν ἡ ἁγιωτάτη νηστεία τὰ μέσα τῶν ἱερῶν εἴληφε πόνων.
νῦν πρὸς αὐτὴν ἐπείγει τὴν ἀκμὴν τῶν ἱδρώτων, πρὸς τὸ στά^δι^ον τῶν μακαρί^ων ἀγωνισμά^των.
νῦν πρὸς αὐτὴν ἐπείγει τὴν ἀκμὴν τῶν ἱδρώτων, πρὸς τὸ στάδιον τῶν μακαρίων ἀγωνισμάτων.
πάντως γὰ^ρ εἰπεῖν τὸ μέσον ἀκμή·
πάντως γὰρ εἰπεῖν τὸ μέσον ἀκμή·
στρα^τι^ωτῶν ἀκμή, τοῦ πολέμου τὰ^ μέσα_·
στρατιωτῶν ἀκμή, τοῦ πολέμου τὰ μέσα·
τοῦ κινδύ^νου τοῖς ἐπὶ^ θα^λά^σσῃ πλέουσι^ν ἀκμή, τῆς ἀγωνία_ς τὸ μέσον καὶ τῆς τρι^κυ_μί^α_ς·
τοῦ κινδύνου τοῖς ἐπὶ θαλάσσῃ πλέουσιν ἀκμή, τῆς ἀγωνίας τὸ μέσον καὶ τῆς τρικυμίας·
τὸ μεσώτα^τον τοῦ χρόνου τῆς ἀ^νθρωπί^νης ἡλι^κί^α_ς, νεότης·
τὸ μεσώτατον τοῦ χρόνου τῆς ἀνθρωπίνης ἡλικίας, νεότης·
τοῦ ἡλί^ου τὸ ἀκμαιότατον, τὸ μεσώτατον τῆς ἡμέρα_ς.
τοῦ ἡλίου τὸ ἀκμαιότατον, τὸ μεσώτατον τῆς ἡμέρας.
οὕτω καὶ τῆς τῶν ἁ^γί^ων ἡμερῶν ἀκμή, τὸ μεσώτατον τῆς νηστεία_ς.
οὕτω καὶ τῆς τῶν ἁγίων ἡμερῶν ἀκμή, τὸ μεσώτατον τῆς νηστείας.
ὅπου ἀκμάζει τὸ μέσον, ἐκεῖ ὁ θεὸς ἐγχορεύει ἐν τῷ μέσῳ.
ὅπου ἀκμάζει τὸ μέσον, ἐκεῖ ὁ θεὸς ἐγχορεύει ἐν τῷ μέσῳ.
δι^ὰ^ τοῦτό φησι^ν·
διὰ τοῦτό φησιν·
ἴσχυε, λέγει κύ_ρι^ος, καὶ ἰσχυέτωσα^ν αἱ χεῖρες τοῦ λα_οῦ σου·
ἴσχυε, λέγει κύριος, καὶ ἰσχυέτωσαν αἱ χεῖρες τοῦ λαοῦ σου·
κ ἀγὼ ἐφέστηκα^ ἐν ὑ_μῖν, καὶ τὸ πνεῦμά^ μου ἐφέστηκεν ἐν μέσῳ ὑ_μῶν.
κ ἀγὼ ἐφέστηκα ἐν ὑμῖν, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.
ἀκμάζει τοίνυ^ν ἡ ἁγιωτάτη νηστεία_ τὸ μεσώτατον τῶν πόνων ἀπειληφυῖα^·
ἀκμάζει τοίνυν ἡ ἁγιωτάτη νηστεία τὸ μεσώτατον τῶν πόνων ἀπειληφυῖα·
καὶ ὥσπερ ἥλι^ος ἐν τῷ μεσωτάτῳ τῆς ἡμέρα_ς θερμὰ_ς ἀ^φί_ησι^ τὰ_ς ἀκτῖνα^ς, οὕτω καὶ νηστεία_ λαμπρὰ_ς ἀ^φί_ησι^ τὰ_ς ἑαυτῆς ἀκτῖνα^ς.
καὶ ὥσπερ ἥλιος ἐν τῷ μεσωτάτῳ τῆς ἡμέρας θερμὰς ἀφίησι τὰς ἀκτῖνας, οὕτω καὶ νηστεία λαμπρὰς ἀφίησι τὰς ἑαυτῆς ἀκτῖνας.
ἀκτῖνες δὲ τῆς νηστεία_ς αἱ θεῖαι γρα^φαί·
ἀκτῖνες δὲ τῆς νηστείας αἱ θεῖαι γραφαί·
αὗται ἡμᾶς φωτίζουσι^ν, αὗται ἡμῶν τὸν λογισμὸν λαμπρύνουσι^ν, αὗται τῶν ἀρχαίων τὰ_ς ἱ^στορί^α_ς ὑ^πογρά^φουσι^ν, οὐκ εἰς ἔπαινον τῶν ἀ^πελθόντων, ἀλλ' εἰς ζῆλον τῶν ἀκολουθούντων.
αὗται ἡμᾶς φωτίζουσιν, αὗται ἡμῶν τὸν λογισμὸν λαμπρύνουσιν, αὗται τῶν ἀρχαίων τὰς ἱστορίας ὑπογράφουσιν, οὐκ εἰς ἔπαινον τῶν ἀπελθόντων, ἀλλ' εἰς ζῆλον τῶν ἀκολουθούντων.
σήμερον ἐν τῇ μέσῃ νηστείᾳ ὑπανεγνώσθη ἡμῖν, πῶς ἐκ μέσου τοῦ κατακλυσμοῦ τὸν νῶε ἐξείλατο, τὸν νῶε τὸν θαυμάσιον, ὃς τὸν παντώδινον ἀνενήξατο τῆς ἀπωλεία_ς ὄλεθρον.
σήμερον ἐν τῇ μέσῃ νηστείᾳ ὑπανεγνώσθη ἡμῖν, πῶς ἐκ μέσου τοῦ κατακλυσμοῦ τὸν νῶε ἐξείλατο, τὸν νῶε τὸν θαυμάσιον, ὃς τὸν παντώδινον ἀνενήξατο τῆς ἀπωλείας ὄλεθρον.
ὥσπερ γὰ^ρ ἁ^μα^ρτά^νουσι^ν οὐ κεκοινώνηκεν, οὕτως οὐ δὲ τι_μωρουμένοις συ^ναπώλετο.
ὥσπερ γὰρ ἁμαρτάνουσιν οὐ κεκοινώνηκεν, οὕτως οὐ δὲ τιμωρουμένοις συναπώλετο.
ἐγένετο κατακλυσμὸς εἰς τὸ ἐξαλεῖψαι τοὺς ἁμαρτήσαντα^ς καὶ ὕ^δα^τι^ ὁ θεὸς τὴν ἁ^μαρτί^α_ν ἔπλυ_νεν.
ἐγένετο κατακλυσμὸς εἰς τὸ ἐξαλεῖψαι τοὺς ἁμαρτήσαντας καὶ ὕδατι ὁ θεὸς τὴν ἁμαρτίαν ἔπλυνεν.
ἀλλὰ^ τότε μὲν ὕ^δα^τι^ τὴν ἁ^μαρτί^α_ν καὶ τοὺς ἁμαρτήσαντα^ς ἁπώλεσεν, νῦν δὲ ἀντεισήχθη ἡ χά^ρι^ς ὑ^δά^των ἁ^μαρτί^α_ς πλύ_νουσα^, ἁμαρτωλοὺς ἅ^μα^ καὶ σῴζουσα^.
ἀλλὰ τότε μὲν ὕδατι τὴν ἁμαρτίαν καὶ τοὺς ἁμαρτήσαντας ἁπώλεσεν, νῦν δὲ ἀντεισήχθη ἡ χάρις ὑδάτων ἁμαρτίας πλύνουσα, ἁμαρτωλοὺς ἅμα καὶ σῴζουσα.
ἐπῆλθεν κατακλυσμὸς τὸ τηνι^καῦτα^ τῇ οἰκουμένῃ, ἵ^να_ τὴν ἐπιπολάζουσα^ν ἀσέβεια^ν τῆς οἰκουμένης σβέσῃ.
ἐπῆλθεν κατακλυσμὸς τὸ τηνικαῦτα τῇ οἰκουμένῃ, ἵνα τὴν ἐπιπολάζουσαν ἀσέβειαν τῆς οἰκουμένης σβέσῃ.
νῶε εὗρεν χά^ρι^ν πα^ρὰ^ πά^ντα^ς, οὐ ξένης φύ^σεως γενόμενος, ἀλλὰ^ ξένης εὑρεθεὶς προαιρέσεως.
νῶε εὗρεν χάριν παρὰ πάντας, οὐ ξένης φύσεως γενόμενος, ἀλλὰ ξένης εὑρεθεὶς προαιρέσεως.
κοινὴν γὰ^ρ εἶχεν πρὸς ἅ^πα^ντα^ς τὴν φύ^σι^ν, ἰδιάζουσα^ν δὲ πα^ρὰ^ πά^ντα^ς τὴν ἕξι^ν·
κοινὴν γὰρ εἶχεν πρὸς ἅπαντας τὴν φύσιν, ἰδιάζουσαν δὲ παρὰ πάντας τὴν ἕξιν·
συ^ναναστρεφόμενος καὶ οὐδενὶ^ συναναμιγνύμενος, πα^ροικῶν τῷ κόσμῳ καὶ συ^νοικῶν τοῖς τρόποις, καὶ ἐπὶ^ τὸ ἄκρον τῆς δι^καιοσύ^νης ὤν, ἐπάγγελμα^ δέχεται καὶ αὐτὸς εἰκόνα^ χριστοῦ.
συναναστρεφόμενος καὶ οὐδενὶ συναναμιγνύμενος, παροικῶν τῷ κόσμῳ καὶ συνοικῶν τοῖς τρόποις, καὶ ἐπὶ τὸ ἄκρον τῆς δικαιοσύνης ὤν, ἐπάγγελμα δέχεται καὶ αὐτὸς εἰκόνα χριστοῦ.
ὥσπερ ἰακὼβ κα^τὰ^ τὴν προτέρα_ν ἐδείκνυ^το σωμα^τι^κῶς μὲν τὴν ἱστορίαν ἐπι^τελέσας, πνευματικῶς δὲ τὴν εἰκόνα^ τοῦ σωτῆρος διαχαράξας, οὕτω καὶ νῶε τύ^πος ἐγένετο τοῦ σωτῆρος.
ὥσπερ ἰακὼβ κατὰ τὴν προτέραν ἐδείκνυτο σωματικῶς μὲν τὴν ἱστορίαν ἐπιτελέσας, πνευματικῶς δὲ τὴν εἰκόνα τοῦ σωτῆρος διαχαράξας, οὕτω καὶ νῶε τύπος ἐγένετο τοῦ σωτῆρος.
ἀναγκαῖον δὲ πρὸ τῆς ἀ^ποδείξεως τῶν θεωρημά^των μάρτυρα^ πα^ρα^στῆσαι τὸν σωτῆρα^, ὃς τὸν νῶε εἰκόνα^ τῆς ἑαυτοῦ πα^ρουσί^α_ς ἔλα^βεν.
ἀναγκαῖον δὲ πρὸ τῆς ἀποδείξεως τῶν θεωρημάτων μάρτυρα παραστῆσαι τὸν σωτῆρα, ὃς τὸν νῶε εἰκόνα τῆς ἑαυτοῦ παρουσίας ἔλαβεν.
λέγει γά^ρ·
λέγει γάρ·
ὥσπερ ἐν ταῖς ἡμέραις νῶε ἐγά^μουν καὶ ἐγαμίσκοντο καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅ^πα^ντα^ς, οὕτως ἔσται καὶ ἐν τῇ πα^ρουσί^ᾳ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
ὥσπερ ἐν ταῖς ἡμέραις νῶε ἐγάμουν καὶ ἐγαμίσκοντο καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἐν τῇ παρουσίᾳ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
ὁρᾷς πῶς προέταξεν τὸν τύ^πον καὶ ἐπήγα^γεν τὴν ἀ^λήθεια^ν;
ὁρᾷς πῶς προέταξεν τὸν τύπον καὶ ἐπήγαγεν τὴν ἀλήθειαν;
κα^τὰ^ τί^ δὲ νῶε τύ^πος τοῦ σωτῆρος;
κατὰ τί δὲ νῶε τύπος τοῦ σωτῆρος;
νῶε αὐτὸς κα^τα^σκευά^ζει κι_βωτὸν καὶ αὐτὸς ᾤκησεν ἐν τῇ κι_βωτῷ καὶ προῆλθεν ἐκ τῆς κιβωτοῦ·
νῶε αὐτὸς κατασκευάζει κιβωτὸν καὶ αὐτὸς ᾤκησεν ἐν τῇ κιβωτῷ καὶ προῆλθεν ἐκ τῆς κιβωτοῦ·
καὶ ἦν αὐτοῦ μήτηρ τὸ ἔργον αὐτοῦ.
καὶ ἦν αὐτοῦ μήτηρ τὸ ἔργον αὐτοῦ.
ἣν γὰ^ρ ἐδημιούργησεν κι_βωτόν, μητέρα^ ἔσχεν.
ἣν γὰρ ἐδημιούργησεν κιβωτόν, μητέρα ἔσχεν.
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
ἐν πολλοῖς ἔτεσι^ κτίζει τὴν κι_βωτόν, ἕνα^ δὲ ἐνι^αυτὸν βαστάζεται ὑ^πὸ τῆς κιβωτοῦ·
ἐν πολλοῖς ἔτεσι κτίζει τὴν κιβωτόν, ἕνα δὲ ἐνιαυτὸν βαστάζεται ὑπὸ τῆς κιβωτοῦ·
δι^ὰ^ πολλῶν ἐτῶν ἀ^πήρτισεν τὴν παρθένον ὁ σωτήρ, καὶ οὐ δὲ ἐνι^αυτὸν ὅλον κυοφορούμενος ἐβαστάζετο ὑ^πὸ τῆς παρθένου.
διὰ πολλῶν ἐτῶν ἀπήρτισεν τὴν παρθένον ὁ σωτήρ, καὶ οὐ δὲ ἐνιαυτὸν ὅλον κυοφορούμενος ἐβαστάζετο ὑπὸ τῆς παρθένου.
εἶδες εἰκόνα^ τοῦ χριστοῦ λάμπουσα^ν;
εἶδες εἰκόνα τοῦ χριστοῦ λάμπουσαν;
λάβε αὐτοῦ καὶ ἑτέρα_ν εἰκόνα^.
λάβε αὐτοῦ καὶ ἑτέραν εἰκόνα.
ἐν τῇ κι_βωτῷ τοῦ νῶε ὑπ' αὐτοῦ τετρά^ποδα^ καὶ ἑρπετὰ^ καὶ πετεινὰ^ καὶ πᾶσα^ τοῦ κόσμου δι^οίκησι^ς ἀποκέκλειστο καὶ πᾶσα^ ἡ δημιουργία σὺ^ν αὐτῷ.
ἐν τῇ κιβωτῷ τοῦ νῶε ὑπ' αὐτοῦ τετράποδα καὶ ἑρπετὰ καὶ πετεινὰ καὶ πᾶσα τοῦ κόσμου διοίκησις ἀποκέκλειστο καὶ πᾶσα ἡ δημιουργία σὺν αὐτῷ.
οὕτως καὶ ὁ σωτήρ·
οὕτως καὶ ὁ σωτήρ·
τίκτεται μὲν ἐκ παρθένου καὶ κυοφορεῖται ἐκ παρθένου·
τίκτεται μὲν ἐκ παρθένου καὶ κυοφορεῖται ἐκ παρθένου·
ὑ^πὸ δὲ τὴν αὐτοῦ δι^οίκησι^ν φέρει τὰ^ ἐπουρά^νι^α^, τὰ^ ἐπί^γεια^ καὶ τὰ^ καταχθόνια^.
ὑπὸ δὲ τὴν αὐτοῦ διοίκησιν φέρει τὰ ἐπουράνια, τὰ ἐπίγεια καὶ τὰ καταχθόνια.
ἡ γὰ^ρ κι_βωτὸς τύ^πος ἦν τῆς παρθένου καὶ τῆς ἐκκλησί^α_ς·
ἡ γὰρ κιβωτὸς τύπος ἦν τῆς παρθένου καὶ τῆς ἐκκλησίας·
καὶ ὥσπερ τότε ἐν τῷ κατακλυσμῷ ἔξω τῆς κιβωτοῦ εἴ τι^ς ἦν, ζῆν οὐκ ἠδύνατο, οὕτω καὶ νῦν ὁ ἔξω τῆς ἐκκλησί^α_ς ὢν ζῆν οὐ δύ^να^ται.
καὶ ὥσπερ τότε ἐν τῷ κατακλυσμῷ ἔξω τῆς κιβωτοῦ εἴ τις ἦν, ζῆν οὐκ ἠδύνατο, οὕτω καὶ νῦν ὁ ἔξω τῆς ἐκκλησίας ὢν ζῆν οὐ δύναται.
μεγά^λη ἡ κι_βωτός, ἀλλ' ἔχει διώροφα^ καὶ τριώροφα^ ὅτι^ αὐτῷ κάμψει πᾶν γόνυ^ ἐπουρα^νί^ων καὶ ἐπι^γείων καὶ καταχθονί^ων.
μεγάλη ἡ κιβωτός, ἀλλ' ἔχει διώροφα καὶ τριώροφα ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.
ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τὴν ἱστορίαν.
ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τὴν ἱστορίαν.
εἶδεν ὁ θεὸς ἐπιπολάζουσα^ν τὴν ἁ^μαρτί^α_ν τῇ γῇ καί φησι^ τῷ νῶε·
εἶδεν ὁ θεὸς ἐπιπολάζουσαν τὴν ἁμαρτίαν τῇ γῇ καί φησι τῷ νῶε·
κατασκεύασον σεαυτῷ κι_βωτὸν εἰς σωτηρί^α_ν καὶ ποίησον τὴν κι_βωτὸν ἐκ ξύ^λων ἀσήπτων.
κατασκεύασον σεαυτῷ κιβωτὸν εἰς σωτηρίαν καὶ ποίησον τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων.
καὶ τὸ μὲν ἐπίταγμα^ σύντομον, τὸ δὲ ἔργον εὐχερές.
καὶ τὸ μὲν ἐπίταγμα σύντομον, τὸ δὲ ἔργον εὐχερές.
πολλοὺς δὲ ἀ^να_λί^σκει χρόνους ἐν τῇ δημιουργίᾳ τῆς κιβωτοῦ, οὐκ ἐπειδὴ τοσούτου ἐδεῖτο χρόνου, ἀλλ' ἐπειδὴ ὁ φι^λάνθρωπος ὑπερετίθετο τὴν τι_μωρί^α_ν, ἐκδεχόμενος τὴν μετάνοια^ν·
πολλοὺς δὲ ἀναλίσκει χρόνους ἐν τῇ δημιουργίᾳ τῆς κιβωτοῦ, οὐκ ἐπειδὴ τοσούτου ἐδεῖτο χρόνου, ἀλλ' ἐπειδὴ ὁ φιλάνθρωπος ὑπερετίθετο τὴν τιμωρίαν, ἐκδεχόμενος τὴν μετάνοιαν·
οὐ γὰ^ρ οὕτως κα^τέκρι_νε τὸν κόσμον ἡ ἁμαρτία, ὡς κα^τέκρι_νε ἡ κι_βωτὸς οἰκοδομουμένη καὶ μὴ πιστευομένη.
οὐ γὰρ οὕτως κατέκρινε τὸν κόσμον ἡ ἁμαρτία, ὡς κατέκρινε ἡ κιβωτὸς οἰκοδομουμένη καὶ μὴ πιστευομένη.
πῶς οὐκ ἐθρήνησα^ν, ὅτε ἥμαρτον;
πῶς οὐκ ἐθρήνησαν, ὅτε ἥμαρτον;
ἀλλ' οὐδέ, ὅτε τὴν κι_βωτὸν εἶδον κατασκευαζομένην, ἔφρι^ξα^ν.
ἀλλ' οὐδέ, ὅτε τὴν κιβωτὸν εἶδον κατασκευαζομένην, ἔφριξαν.
καὶ ἡμεῖς κολα^ζόμεθα^, οὐχ ὅτι^ ἁ^μα^ρτά^νομεν μόνον, ἀλλ' ὅτι^ τὴν ἁ^μαρτί^α_ν μετανοίᾳ οὐ σβεννύομεν.
καὶ ἡμεῖς κολαζόμεθα, οὐχ ὅτι ἁμαρτάνομεν μόνον, ἀλλ' ὅτι τὴν ἁμαρτίαν μετανοίᾳ οὐ σβεννύομεν.
ὅτι^ δὲ κι_βωτὸς κα^τέκρι_νε τὸν κόσμον, ὁ ἀ^πόστολός φησι^ν.
ὅτι δὲ κιβωτὸς κατέκρινε τὸν κόσμον, ὁ ἀπόστολός φησιν.
οὐχ ἡ ἁμαρτία τοίνυ^ν κα^τέκρι_νε τὸν κόσμον, ἀλλ' ἡ κι_βωτὸς μὴ φοβοῦσα^ τὸν ἄνθρωπον, μη δὲ πτοοῦσα^.
οὐχ ἡ ἁμαρτία τοίνυν κατέκρινε τὸν κόσμον, ἀλλ' ἡ κιβωτὸς μὴ φοβοῦσα τὸν ἄνθρωπον, μη δὲ πτοοῦσα.
τοῦτο κα^τέκρι_νε τὸν κόσμον, οὐ τὸ ἁ^μα^ρτῆσαι, ἀλλὰ^ τὸ τὴν κόλασι^ν μὴ βοηθῆναι.
τοῦτο κατέκρινε τὸν κόσμον, οὐ τὸ ἁμαρτῆσαι, ἀλλὰ τὸ τὴν κόλασιν μὴ βοηθῆναι.
ἑκατὸν ἔτη καὶ ὁ νῶε ἐκήρυττεν, οὐ τῇ γλώσσῃ, ἀλλὰ^ τῷ σκεπάρνῳ καὶ τρυπάνῳ καὶ τῷ πρίονι^ τὰ^ ἄψυχα^ ἐβόα_.
ἑκατὸν ἔτη καὶ ὁ νῶε ἐκήρυττεν, οὐ τῇ γλώσσῃ, ἀλλὰ τῷ σκεπάρνῳ καὶ τρυπάνῳ καὶ τῷ πρίονι τὰ ἄψυχα ἐβόα.
τίς γὰ^ρ οὐκ ἂ^ν ἠρώτησεν τὸν νῶε·
τίς γὰρ οὐκ ἂν ἠρώτησεν τὸν νῶε·
τί^ τοῦτο βούλεται τὸ κατασκεύασμα^;
τί τοῦτο βούλεται τὸ κατασκεύασμα;
τί^ τὸ πλά^τος βούλεται τῆς κιβωτοῦ;
τί τὸ πλάτος βούλεται τῆς κιβωτοῦ;
εἶπε γὰ^ρ ἄ^ν·
εἶπε γὰρ ἄν·