macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ὁ θεὸς ὁ κελεύων·
ὁ θεὸς ὁ κελεύων·
κατακλυσμὸν ἠπείλησεν·
κατακλυσμὸν ἠπείλησεν·
φθορὰν τῷ κόσμῳ κα^τήγγειλεν.
φθορὰν τῷ κόσμῳ κατήγγειλεν.
διὸ τοῦτο ποιῶ, ἵ^να_ σωθῶ.
διὸ τοῦτο ποιῶ, ἵνα σωθῶ.
εἰ ἦσα^ν εὐγνώμονες, εἶπα^ν ἄ^ν·
εἰ ἦσαν εὐγνώμονες, εἶπαν ἄν·
στενὴ ἡ κι_βωτὸς πρὸς τὴν ἀ^πειλήν, καί·
στενὴ ἡ κιβωτὸς πρὸς τὴν ἀπειλήν, καί·
τίς ἡμῖν ἔσται τόπος μετὰ^ σοῦ;
τίς ἡμῖν ἔσται τόπος μετὰ σοῦ;
εἰ ταῦτα^ ᾔτουν καὶ τὴν ἀγανάκτησι^ν ἐσβέννυον ἂ^ν καὶ τῆς μετα^νοία_ς τὴν σωτηρί^α_ν ἐκαρποῦντο.
εἰ ταῦτα ᾔτουν καὶ τὴν ἀγανάκτησιν ἐσβέννυον ἂν καὶ τῆς μετανοίας τὴν σωτηρίαν ἐκαρποῦντο.
ἀλλὰ^ κα^τεφρόνησα^ν τοῦ νῶε.
ἀλλὰ κατεφρόνησαν τοῦ νῶε.
ἐννόησον αὐτῶν καὶ τὸν γέλωτα^.
ἐννόησον αὐτῶν καὶ τὸν γέλωτα.
τι^νὲς διασύροντες τὸν νῶε ἔλεγον·
τινὲς διασύροντες τὸν νῶε ἔλεγον·
ἀφ' οὐ κατακαλυσμὸς ἀπείληται, τοσοῦτοι χρόνοι ἀ^νηλώθησα^ν.
ἀφ' οὐ κατακαλυσμὸς ἀπείληται, τοσοῦτοι χρόνοι ἀνηλώθησαν.
μή, ἐπειδὴ παρατρέχει τὰ^ ῥήμα^τα^, παραδράμῃς σὺ^ τὰ^ νοήμα^τα^.
μή, ἐπειδὴ παρατρέχει τὰ ῥήματα, παραδράμῃς σὺ τὰ νοήματα.
ἐννόησον, τί^ ἦν ἑκατονταετὴς χρόνος δι^ϊππεύων καὶ τὴν ἀ^πειλὴν οὐδα^μοῦ πληρουμένην.
ἐννόησον, τί ἦν ἑκατονταετὴς χρόνος διϊππεύων καὶ τὴν ἀπειλὴν οὐδαμοῦ πληρουμένην.
οὐκ ἐγελάσθη νῶε ὡς ἀνόητος·
οὐκ ἐγελάσθη νῶε ὡς ἀνόητος·
οὐκ ἐγελάσθη ὡς μη δὲ τὰ_ς κοινὰ_ς ἀποσώζων φρένα^ς, ἀλλ' ὅτι^ ἀφ' οὗ ὁ κατακλυσμὸς ἠπείληται, τόσος πα^ρῆλθεν χρόνος.
οὐκ ἐγελάσθη ὡς μη δὲ τὰς κοινὰς ἀποσώζων φρένας, ἀλλ' ὅτι ἀφ' οὗ ὁ κατακλυσμὸς ἠπείληται, τόσος παρῆλθεν χρόνος.
τοῦτο νῦν πάσχει ἡ ἐκκλησί^α_ ὑ^πὸ τῶν ἐχθρῶν τῆς εὐσεβεία_ς·
τοῦτο νῦν πάσχει ἡ ἐκκλησία ὑπὸ τῶν ἐχθρῶν τῆς εὐσεβείας·
ἀφ' οὗ οἱ χριστιανοὶ λέγουσι^ν·
ἀφ' οὗ οἱ χριστιανοὶ λέγουσιν·
ἤγγικεν ἡ βα^σι^λεία_·
ἤγγικεν ἡ βασιλεία·
ἔρχεται, τοσοῦτοι ἀ^νηλώθησα^ν χρόνοι καὶ οὐδὲν εἰς ὄψι^ν προῆλθεν.
ἔρχεται, τοσοῦτοι ἀνηλώθησαν χρόνοι καὶ οὐδὲν εἰς ὄψιν προῆλθεν.
ἀλλ' ὑπέμεινεν ὀνειδισμὸν νῶε, καὶ ἐπέμενον γελῶντες οἱ ἐχθροὶ τῆς εὐσεβεία_ς·
ἀλλ' ὑπέμεινεν ὀνειδισμὸν νῶε, καὶ ἐπέμενον γελῶντες οἱ ἐχθροὶ τῆς εὐσεβείας·
ἀλλ' οἱ μὲν ἐλά^μβα^νον τέλος τοῦ γέλωτος τὴν ἀπώλεια^ν, ὁ δὲ μισθὸν τοῦ ὀνειδισμοῦ τὴν σωτηρί^α_ν.
ἀλλ' οἱ μὲν ἐλάμβανον τέλος τοῦ γέλωτος τὴν ἀπώλειαν, ὁ δὲ μισθὸν τοῦ ὀνειδισμοῦ τὴν σωτηρίαν.
ἕνεκεν γὰ^ρ τοῦ ὀνόμα^τός σου ὑπήνεγκα^ ὀνειδισμόν.
ἕνεκεν γὰρ τοῦ ὀνόματός σου ὑπήνεγκα ὀνειδισμόν.
καὶ τί^ ὁ θεός;
καὶ τί ὁ θεός;
ὡς εἶδε τὸν χρόνον ἀκμάσαντα^, τὴν δὲ μετάνοια^ν μὴ ἀ^παντῶσα^ν, λέγει τῷ νῶε·
ὡς εἶδε τὸν χρόνον ἀκμάσαντα, τὴν δὲ μετάνοιαν μὴ ἀπαντῶσαν, λέγει τῷ νῶε·
εἴσελθε σὺ^ καὶ οἱ υἱοί σου καὶ ἡ γυ^νή σου καὶ αἱ γυ^ναῖκες τῶν υἱῶν σου.
εἴσελθε σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου.
ὁρᾷς σωφροσύνην καὶ κανόνα^ ἐγκρα^τεία_ς;
ὁρᾷς σωφροσύνην καὶ κανόνα ἐγκρατείας;
ἐπειδὴ γὰ^ρ οὐκ ἐχρῆν ἐν τῇ κι_βωτῷ συζυγίαν γνωρίζεσθαι, οὐ δὲ ἄνδρα^ καὶ γυ^ναῖκα^ τοὺς νόμους τῆς φύ^σεως ἐπι^γινώσκειν, ἀ^φορί^ζει τὸν ἄ^ρρενα^ καὶ τὸ θῆλυ^ καθ' ἓν μέρος λέγων·
ἐπειδὴ γὰρ οὐκ ἐχρῆν ἐν τῇ κιβωτῷ συζυγίαν γνωρίζεσθαι, οὐ δὲ ἄνδρα καὶ γυναῖκα τοὺς νόμους τῆς φύσεως ἐπιγινώσκειν, ἀφορίζει τὸν ἄρρενα καὶ τὸ θῆλυ καθ' ἓν μέρος λέγων·
εἴσελθε σὺ^ καὶ οἱ υἱοί σου καὶ ἡ γυ^νή σου καὶ αἱ γυ^ναῖκες τῶν υἱῶν σου.
εἴσελθε σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου.
ὅτε δὲ αὐτὸν μετὰ^ τὸν κατακλυσμὸν κα^λεῖ, ἐπειδὴ χρεία_ λοιπὸν μίξεως καὶ τεκνογονία_ς καὶ τῆς αὐξήσεως τῆς οἰκουμένης, λέγει·
ὅτε δὲ αὐτὸν μετὰ τὸν κατακλυσμὸν καλεῖ, ἐπειδὴ χρεία λοιπὸν μίξεως καὶ τεκνογονίας καὶ τῆς αὐξήσεως τῆς οἰκουμένης, λέγει·
ἔξελθε σὺ^ καὶ ἡ γυ^νή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυ^ναῖκες τῶν υἱῶν σου.
ἔξελθε σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου.
καὶ προά^γει αὐτὰ^ εἰς τεκνογονίαν καὶ αὔξησι^ν.
καὶ προάγει αὐτὰ εἰς τεκνογονίαν καὶ αὔξησιν.
καὶ εὐθέως, ἵ^να_ δείξῃ ὅτι^ εἰς τὸν τῆς τεκνογονία_ς ἐνά^γει αὐτοὺς πόθον, ἐπά^γει·
καὶ εὐθέως, ἵνα δείξῃ ὅτι εἰς τὸν τῆς τεκνογονίας ἐνάγει αὐτοὺς πόθον, ἐπάγει·
αὐξάνεσθε καὶ πληθύ_νεσθε καὶ πληρώσα^τε τὴν γῆν.
αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν.
διῆλθεν ὁ κατακλυσμὸς τῶν ὑ^δά^των δεῖ γὰ^ρ συντεμεῖν.
διῆλθεν ὁ κατακλυσμὸς τῶν ὑδάτων δεῖ γὰρ συντεμεῖν.
ἵ^στα^ται ἡ κι_βωτὸς ἐπ' ἄκρων τῶν ὀρέων·
ἵσταται ἡ κιβωτὸς ἐπ' ἄκρων τῶν ὀρέων·
εἰκὼν γὰ^ρ ἦν τῆς ἐκκλησί^α_ς.
εἰκὼν γὰρ ἦν τῆς ἐκκλησίας.
περὶ^ αὐτῆς ἔλεγεν ὁ προφήτης·
περὶ αὐτῆς ἔλεγεν ὁ προφήτης·
ἔσται ἐπ' ἐσχά^των τῶν ἡμερῶν ἐμφανὲς τὸ ὅρος τοῦ κυ_ρί^ου καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων.
ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὅρος τοῦ κυρίου καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων.
ἐξῆλθεν νῶε τὸν κοινὸν διανηξάμενος ὄλεθρον, ὁ τοῦ μεγά^λου πλοίου ναυπηγός, ὁ τοῦ μεγά^λου σκά^φους κυ^βερνήτης, ὁ ἔσωθεν βασταζόμενος τὸ σῶ^μα^ τῇ κι_βωτῷ ἔξωθεν δὲ βαστάζων τῇ δι^καιοσύ^νῃ τὴν κι_βωτόν.
ἐξῆλθεν νῶε τὸν κοινὸν διανηξάμενος ὄλεθρον, ὁ τοῦ μεγάλου πλοίου ναυπηγός, ὁ τοῦ μεγάλου σκάφους κυβερνήτης, ὁ ἔσωθεν βασταζόμενος τὸ σῶμα τῇ κιβωτῷ ἔξωθεν δὲ βαστάζων τῇ δικαιοσύνῃ τὴν κιβωτόν.
προῆλθεν ἡ κι_βωτὸς μετεωριζομένη ἐπά^νω τῶν ὑ^δά^των, ἐπιπλέουσα^ καὶ οὐ βυθιζομένη, τοῖς κύ_μα^σι^ δονουμένη, ὑ^πὸ δὲ τοῦ βυθοῦ μὴ καταποντιζομένη·
προῆλθεν ἡ κιβωτὸς μετεωριζομένη ἐπάνω τῶν ὑδάτων, ἐπιπλέουσα καὶ οὐ βυθιζομένη, τοῖς κύμασι δονουμένη, ὑπὸ δὲ τοῦ βυθοῦ μὴ καταποντιζομένη·
ὃ πάσχει καὶ νῦν ἡ ἐκκλησί^α_ θορυβουμένη, ἀλλ' οὐκ ἀ^πολλυμένη, ὑ^πὸ τῶν αἱρετι^κῶν κυ_μά^των περι^αντλουμένη, ὑ^πὸ δὲ τοῦ σοφοῦ κυβερνήτου ὁδηγουμένη.
ὃ πάσχει καὶ νῦν ἡ ἐκκλησία θορυβουμένη, ἀλλ' οὐκ ἀπολλυμένη, ὑπὸ τῶν αἱρετικῶν κυμάτων περιαντλουμένη, ὑπὸ δὲ τοῦ σοφοῦ κυβερνήτου ὁδηγουμένη.
ἡ κι_βωτὸς εἰκὼν ἦν τῆς ἐκκλησί^α_ς.
ἡ κιβωτὸς εἰκὼν ἦν τῆς ἐκκλησίας.
εἰσῆλθεν νῦν νέα_ κι_βωτὸς ἡ ἐκκλησί^α_, καὶ ὕ^δωρ κατακλύ^ζον οὐ τοὺς ἁμαρτάνοντα^ς, ἀλλὰ^ τὴν ἁ^μαρτί^α_ν.
εἰσῆλθεν νῦν νέα κιβωτὸς ἡ ἐκκλησία, καὶ ὕδωρ κατακλύζον οὐ τοὺς ἁμαρτάνοντας, ἀλλὰ τὴν ἁμαρτίαν.
πρώην ἠκούσα^μεν ὅτι^ ὕδωρ πολὺ^ κα^λύ^ψαι τοῦ γνῶναι τὸν κύ_ρι^ον τὰ_ς θα^λά^σσα_ς.
πρώην ἠκούσαμεν ὅτι ὕδωρ πολὺ καλύψαι τοῦ γνῶναι τὸν κύριον τὰς θαλάσσας.
ἐνταῦθα τὸν νοῦν ἄ^γα^γε τὸν σαυτοῦ·
ἐνταῦθα τὸν νοῦν ἄγαγε τὸν σαυτοῦ·
πόσον κα^κὸν διήνοιξε τῷ νῶε·
πόσον κακὸν διήνοιξε τῷ νῶε·
ὅσον ἤγειρε τρόπαιον κα^τὰ^ τῆς ἁ^μαρτί^α_ς ἤκουσα^ς.
ὅσον ἤγειρε τρόπαιον κατὰ τῆς ἁμαρτίας ἤκουσας.
καὶ μνημόνευε τοῦ προλαβόντος ἡμῖν ζητήμα^τος ἐπὶ^ τῆς προτέρα_ς.
καὶ μνημόνευε τοῦ προλαβόντος ἡμῖν ζητήματος ἐπὶ τῆς προτέρας.
οἶδα^ ὅτι^ τινὲς τὰ^ χθὲς ἡμῖν γυμνασθέντα^ ἀντιτείνοντες ἔδοξα^ν ἐπὶ^ πλεῖον ἡμᾶς γυμνάζειν εἰς τὴν προκειμένην θεωρί^α_ν·
οἶδα ὅτι τινὲς τὰ χθὲς ἡμῖν γυμνασθέντα ἀντιτείνοντες ἔδοξαν ἐπὶ πλεῖον ἡμᾶς γυμνάζειν εἰς τὴν προκειμένην θεωρίαν·
ἔφασαν γά^ρ τι^νες ὅτι^ τοῦ κα^τὰ^ τὸν ἀδὰμ ἁ^ψά^μενος λόγου ἠπόρησεν, καὶ εἰς ἑτέρα_ν μετήγαγεν τὴν θεωρί^α_ν.
ἔφασαν γάρ τινες ὅτι τοῦ κατὰ τὸν ἀδὰμ ἁψάμενος λόγου ἠπόρησεν, καὶ εἰς ἑτέραν μετήγαγεν τὴν θεωρίαν.
ἀλλ' εἶπα^ς ὅτι^ εἰ προῄδει ὁ θεὸς ὅτι^ ἁ^μα^ρτά^νει ὁ ἀδάμ, δι^ὰ^ τί^ ἔπλα^σεν αὐτόν;
ἀλλ' εἶπας ὅτι εἰ προῄδει ὁ θεὸς ὅτι ἁμαρτάνει ὁ ἀδάμ, διὰ τί ἔπλασεν αὐτόν;
ἐγὼ δὲ οἶδα^ ἀ^νελλειπῆ καταλιπὼν τὴν θεωρί^α_ν καὶ πλήρη καὶ ἀ^νενδεῆ καὶ τῷ ἀ^ληθι^νῷ λόγῳ ἀ^πηρτισμένην.
ἐγὼ δὲ οἶδα ἀνελλειπῆ καταλιπὼν τὴν θεωρίαν καὶ πλήρη καὶ ἀνενδεῆ καὶ τῷ ἀληθινῷ λόγῳ ἀπηρτισμένην.
ἀλλ' ἐπειδή τι^νες ἐνόμι^σα^ν τὸ σκάζον τῆς ἰ^δί^α_ς δι^α^νοία_ς πρὸ ὀφθαλμῶν ἔχοντες τὸν λόγον ἐλλειπῆ εἶναι, ἀ^να^γκαῖόν ἐστι^ν, οὐχ ἵ^να_ τὰ^ ἡμέτερα^ πληρώσωμεν, ἀλλ' ἵ^να_ τὸ ὑστέρημα^ τὸ τῆς πίστεως πληροφορήσωμεν.
ἀλλ' ἐπειδή τινες ἐνόμισαν τὸ σκάζον τῆς ἰδίας διανοίας πρὸ ὀφθαλμῶν ἔχοντες τὸν λόγον ἐλλειπῆ εἶναι, ἀναγκαῖόν ἐστιν, οὐχ ἵνα τὰ ἡμέτερα πληρώσωμεν, ἀλλ' ἵνα τὸ ὑστέρημα τὸ τῆς πίστεως πληροφορήσωμεν.
μεμνῆσθαι γά^ρ σε οἶδα τῶν εἰρημένων ὅτι^ ὁ θεὸς προγινώσκων οὐκ ἐκ μέρους προγινώσκει, ἀλλὰ^ πά^ντα^ ὁμοῦ περι^λαμβά^νει τῇ γνώσει.
μεμνῆσθαι γάρ σε οἶδα τῶν εἰρημένων ὅτι ὁ θεὸς προγινώσκων οὐκ ἐκ μέρους προγινώσκει, ἀλλὰ πάντα ὁμοῦ περιλαμβάνει τῇ γνώσει.
καὶ ἐλέγετο ὑ_μῖν ὅτι^ ὁ θεὸς προῄδει ἁμαρτήσοντα^ τὸν ἀδάμ, προῄδει δὲ διαπεσόντα^ καὶ τῆς ἐντολῆς μὴ ἀ^νεχόμενον, ἀλλὰ^ προῄδει τὸ πλάσμα^ οὐ κατ' ἐκεῖνο σκοπῶν μόνον, ἀλλὰ^ καὶ τοὺς ἑξῆς ἐννοῶν οἳ ἔμελλον πληρωταὶ τοῦ θείου νόμου κα^θί^στα^σθαι.
καὶ ἐλέγετο ὑμῖν ὅτι ὁ θεὸς προῄδει ἁμαρτήσοντα τὸν ἀδάμ, προῄδει δὲ διαπεσόντα καὶ τῆς ἐντολῆς μὴ ἀνεχόμενον, ἀλλὰ προῄδει τὸ πλάσμα οὐ κατ' ἐκεῖνο σκοπῶν μόνον, ἀλλὰ καὶ τοὺς ἑξῆς ἐννοῶν οἳ ἔμελλον πληρωταὶ τοῦ θείου νόμου καθίστασθαι.
προῄδει γὰ^ρ ὁ θεός, ὡς ἔφθην εἰπών, καὶ τῶν πα^τρι^α^ρχῶν τὰ^ κάλλη καὶ τῶν προφητῶν τὰ^ ἄνθη καὶ τῶν ἀ^ποστόλων τὴν θεία_ν δι^δασκαλί^α_ν καὶ τῆς οἰκονομί^α_ς τὸ ἄνθος καὶ τῶν μα^ρτύ^ρων τὰ_ς μυ_ρι^ά^δα^ς·
προῄδει γὰρ ὁ θεός, ὡς ἔφθην εἰπών, καὶ τῶν πατριαρχῶν τὰ κάλλη καὶ τῶν προφητῶν τὰ ἄνθη καὶ τῶν ἀποστόλων τὴν θείαν διδασκαλίαν καὶ τῆς οἰκονομίας τὸ ἄνθος καὶ τῶν μαρτύρων τὰς μυριάδας·
καὶ πρὸς ἐκεῖνα^ βλέπων συνεχώρησε τῷ μὴ κα^τορθοῦντι^ τὸν νόμον εἰς τούτους λάμψαι τοὺς πληρωτὰς τοῦ νόμου.
καὶ πρὸς ἐκεῖνα βλέπων συνεχώρησε τῷ μὴ κατορθοῦντι τὸν νόμον εἰς τούτους λάμψαι τοὺς πληρωτὰς τοῦ νόμου.
οὐ γὰ^ρ δί^καιον δι^ὰ^ τὴν πρόγνωσι^ν τοῦ ἁμαρτήσαντος κωλυ_θῆναι τὸν δρόμον τῶν κα^τορθούντων.
οὐ γὰρ δίκαιον διὰ τὴν πρόγνωσιν τοῦ ἁμαρτήσαντος κωλυθῆναι τὸν δρόμον τῶν κατορθούντων.
προῄδει ὅτι^ ἁ^μα^ρτήσει ὁ ἀδὰμ·
προῄδει ὅτι ἁμαρτήσει ὁ ἀδὰμ·
προῄδει ὅτι^ κα^τορθώσει νῶε·
προῄδει ὅτι κατορθώσει νῶε·
καὶ ἵ^να_ δείξῃ ὅτι^ οὐχ ἡ φύ^σι^ς ἡ ἁ^μα^ρτήσα_σα^, ἀλλ' ἡ προαίρεσι^ς ἡ τρα^πεῖσα^, εὐθέως ἀ^πὸ τοῦ ἀδὰμ προῆλθε καρπὸς μα^ρτυ^ρῶν τῇ φύ^σει ὅτι^ κα^λή·
καὶ ἵνα δείξῃ ὅτι οὐχ ἡ φύσις ἡ ἁμαρτήσασα, ἀλλ' ἡ προαίρεσις ἡ τραπεῖσα, εὐθέως ἀπὸ τοῦ ἀδὰμ προῆλθε καρπὸς μαρτυρῶν τῇ φύσει ὅτι καλή·
ἄβελ προῆλθε δι^καιοσύ^νῃ μεμα^ρτυ^ρημένος.
ἄβελ προῆλθε δικαιοσύνῃ μεμαρτυρημένος.
καίτοι, εἰ φαύλη ἡ ῥί^ζα_, πῶς καρπὸν ἅ^γι^ον ἤνεγκεν;
καίτοι, εἰ φαύλη ἡ ῥίζα, πῶς καρπὸν ἅγιον ἤνεγκεν;
εἰ πονηρὰ ἡ φύ^σι^ς, πῶς καρποὺς εὐσεβεία_ς ἤνθησεν;
εἰ πονηρὰ ἡ φύσις, πῶς καρποὺς εὐσεβείας ἤνθησεν;
ἄκουε τοῦ κυ_ρί^ου λέγοντος·
ἄκουε τοῦ κυρίου λέγοντος·
οὐ δύ^να^ται δένδρον σαπρὸν καρποὺς κα^λοὺς ποιεῖν.
οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
εἰ πονηρὰ ἦν ἡ φύ^σι^ς, οὐκ ἂ^ν τοσούτους καρποὺς ἤνθησε δι^καιοσύ^νης.
εἰ πονηρὰ ἦν ἡ φύσις, οὐκ ἂν τοσούτους καρποὺς ἤνθησε δικαιοσύνης.
ἀλλ' ἀ^πὸ τοῦ πρώτου ἀνθήσαντος δι^καίου καὶ ὁ παῖς ἐμα^ρτυ^ρεῖτο καὶ ἡ προαίρεσι^ς ἠλέγχετο.
ἀλλ' ἀπὸ τοῦ πρώτου ἀνθήσαντος δικαίου καὶ ὁ παῖς ἐμαρτυρεῖτο καὶ ἡ προαίρεσις ἠλέγχετο.
πάντα τοίνυ^ν ὁμοῦ προορῶν ὁ θεὸς ποεῖ.
πάντα τοίνυν ὁμοῦ προορῶν ὁ θεὸς ποεῖ.
προῄδει ὅτι^ ἁ^μα^ρτήσει ὁ ἀδάμ, ἀλλὰ^ προῄδει ὅτι^ αὐτὸς ἔσται ἡ ῥί^ζα_ πάντων τῶν ἀ^γα^θῶν.
προῄδει ὅτι ἁμαρτήσει ὁ ἀδάμ, ἀλλὰ προῄδει ὅτι αὐτὸς ἔσται ἡ ῥίζα πάντων τῶν ἀγαθῶν.
δι^ὰ^ τοῦτο ὁ ἀ^πόστολος βουλόμενος δεῖξαι ὅτι^ οἱ καρποὶ ὑ^πὲρ τῆς ῥίζης ἀπολογοῦνται, λέγει·
διὰ τοῦτο ὁ ἀπόστολος βουλόμενος δεῖξαι ὅτι οἱ καρποὶ ὑπὲρ τῆς ῥίζης ἀπολογοῦνται, λέγει·
ἀδὰμ οὐκ ἠπα^τήθη, ἀλλ' ἡ εὔα ἀ^πα^τηθεῖσα^ ἐν πα^ραβάσει γέγονε·
ἀδὰμ οὐκ ἠπατήθη, ἀλλ' ἡ εὔα ἀπατηθεῖσα ἐν παραβάσει γέγονε·
σωθήσεται δὲ διὰ τῆς τεκνογονία_ς.
σωθήσεται δὲ διὰ τῆς τεκνογονίας.
οὐκ ἠδύνατο ὁ θεός, φησί^ν, ἐπισχεῖν τὸν ἁμαρτάνοντα^;
οὐκ ἠδύνατο ὁ θεός, φησίν, ἐπισχεῖν τὸν ἁμαρτάνοντα;
ἠδύνατο·
ἠδύνατο·
ἀλλ' οὐδεὶς μισθὸς τῶν κατ' ἀ^νάγκην κωλυομένων.
ἀλλ' οὐδεὶς μισθὸς τῶν κατ' ἀνάγκην κωλυομένων.
ναβουχοδονόσορ ποτὲ ὁ βα^σι^λεὺς τῶν βαβυλωνίων μεθύων ἀλαζονείᾳ καὶ πολλῇ δυ^να^στείᾳ, εἰς τοσοῦτον ἦλθε μανία_ς ὥστε εἰκόνα^ ἐγεῖραι ἑαυτῷ, καὶ τοὺς κατ' εἰκόνα^ θεοῦ γενομένους ἠνάγκαζεν εἰς προσκύνησι^ν ἐλθεῖν τῆς εἰκόνος.
ναβουχοδονόσορ ποτὲ ὁ βασιλεὺς τῶν βαβυλωνίων μεθύων ἀλαζονείᾳ καὶ πολλῇ δυναστείᾳ, εἰς τοσοῦτον ἦλθε μανίας ὥστε εἰκόνα ἐγεῖραι ἑαυτῷ, καὶ τοὺς κατ' εἰκόνα θεοῦ γενομένους ἠνάγκαζεν εἰς προσκύνησιν ἐλθεῖν τῆς εἰκόνος.
ὁ δὲ θεὸς βουλόμενος δεῖξαι ὅτι^ οὐ μόνον αὐτὸν τῆς βα^σι^λεία_ς δυ^να^τός ἐστι^ν ἐκβα^λεῖν, ἀλλὰ^ καὶ τῆς φύ^σεως αὐτῆς ἐξορίσαι, ἀ^φελόμενος αὐτοῦ τὴν βα^σι^λεία_ν ἀ^φεῖλεν αὐτοῦ καὶ τὴν λογι^κὴν ἀ^ξί^α_ν·
ὁ δὲ θεὸς βουλόμενος δεῖξαι ὅτι οὐ μόνον αὐτὸν τῆς βασιλείας δυνατός ἐστιν ἐκβαλεῖν, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς ἐξορίσαι, ἀφελόμενος αὐτοῦ τὴν βασιλείαν ἀφεῖλεν αὐτοῦ καὶ τὴν λογικὴν ἀξίαν·
οὐ γὰ^ρ ἔτι^ ὡς ἄνθρωπος λογι^κός, ἀλλὰ χόρτον ὡς βοῦς ἤσθι^εν, καὶ νοῦς θηρί^ου ἐδόθη αὐτῷ.
οὐ γὰρ ἔτι ὡς ἄνθρωπος λογικός, ἀλλὰ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ νοῦς θηρίου ἐδόθη αὐτῷ.
ἐξέβαλεν αὐτὸν τῆς δυ^να^στεία_ς κατ' ἀ^νάγκην καὶ οὐδεὶς μισθὸς τῷ ἀναγκασμένῳ·
ἐξέβαλεν αὐτὸν τῆς δυναστείας κατ' ἀνάγκην καὶ οὐδεὶς μισθὸς τῷ ἀναγκασμένῳ·
οὐκέτι^ ἡμά^ρτα^νεν καὶ μισθὸν οὐκ ἐλά^μβα^νεν.
οὐκέτι ἡμάρτανεν καὶ μισθὸν οὐκ ἐλάμβανεν.
ἄλλο γὰ^ρ τὸ κατ' ἀ^νάγκην ἀ^φαιρεῖσθαι, καὶ ἄλλο τὸ τῇ προαιρέσει κωλύ_εσθαι.
ἄλλο γὰρ τὸ κατ' ἀνάγκην ἀφαιρεῖσθαι, καὶ ἄλλο τὸ τῇ προαιρέσει κωλύεσθαι.
πάλιν ὁ φαραὼ ἀ^φείλετο τοῦ ἀβραὰμ τὴν σάρραν·
πάλιν ὁ φαραὼ ἀφείλετο τοῦ ἀβραὰμ τὴν σάρραν·
καὶ ὡς ἤμελλεν ἁ^μα^ρτά^νειν εἰς τὴν ἁγί^α_ν γυ^ναῖκα^, ὁ θεὸς ἤτασεν τὸν φαραὼ ἐτασμοῖς μεγά^λοις καὶ πονηροῖς, καὶ ἡ βί^α_ τῶν ἐτασμά^των καὶ ἡ ἀ^νάγκη ἐπέσχεν τὴν πα^ρανομίαν.
καὶ ὡς ἤμελλεν ἁμαρτάνειν εἰς τὴν ἁγίαν γυναῖκα, ὁ θεὸς ἤτασεν τὸν φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ ἡ βία τῶν ἐτασμάτων καὶ ἡ ἀνάγκη ἐπέσχεν τὴν παρανομίαν.
οὐδεὶς δὲ ἔπαινος σωφροσύνης ἀ^πεδόθη τῷ τυ^ρά^ννῳ·
οὐδεὶς δὲ ἔπαινος σωφροσύνης ἀπεδόθη τῷ τυράννῳ·
οὐ γὰ^ρ ἀ^πὸ ἰ^δί^α_ς προαιρέσεως ἡ σωφροσύ^νη, ἀλλ' ἀ^νάγκης καὶ μαστί_γων.
οὐ γὰρ ἀπὸ ἰδίας προαιρέσεως ἡ σωφροσύνη, ἀλλ' ἀνάγκης καὶ μαστίγων.
διὰ τοῦτο κα^λῶς ᾄδεται ἰωσὴφ ὁ προαιρέσει κωλυ_θεὶς ἀ^πὸ τῆς ἁ^μαρτί^α_ς, ὅτι^ προαιρέσει τὴν ἀ^νάγκην ἐνί_κησεν.
διὰ τοῦτο καλῶς ᾄδεται ἰωσὴφ ὁ προαιρέσει κωλυθεὶς ἀπὸ τῆς ἁμαρτίας, ὅτι προαιρέσει τὴν ἀνάγκην ἐνίκησεν.
οὔτε φαραὼ τῆς σάρρας ἥψα^το, οὕτω ἰωσὴφ τῆς αἰγυπτίας·
οὔτε φαραὼ τῆς σάρρας ἥψατο, οὕτω ἰωσὴφ τῆς αἰγυπτίας·
καὶ τὸ πρᾶγμα^ ἴ^σον, ἀλλ' ὁ ἔπαινος οὐκ ἴ^σος.
καὶ τὸ πρᾶγμα ἴσον, ἀλλ' ὁ ἔπαινος οὐκ ἴσος.
οὕτως, ἀ^δελφοί, οὐδεὶς μισθὸς ἀ^νάγκης·
οὕτως, ἀδελφοί, οὐδεὶς μισθὸς ἀνάγκης·
πᾶς δὲ ἔπαινος προαιρέσεως.
πᾶς δὲ ἔπαινος προαιρέσεως.
διὰ τοῦτο ὁ θεός φησι^ν·
διὰ τοῦτο ὁ θεός φησιν·
ἐὰ^ν θέλητε καὶ εἰσακούσητέ μου, τὰ^ ἀ^γα^θὰ^ τῆς γῆς φά^γεσθε·
ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε·
ἐὰν δὲ μὴ θέλητε μη δὲ εἰσακούσητέ μου, μάχαιρα^ ὑ_μᾶς κα^τέδεται.
ἐὰν δὲ μὴ θέλητε μη δὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.
ἐν τῷ θέλειν καὶ μὴ θέλειν καὶ τὴν ἀ^ρετὴν καὶ τὴν κα^κί^α_ν ἔπηξεν, οὐκ ἐπειδὴ ἀ^δύ^να^τον ἦν τὸν ἁμαρτάνοντα^ τῇ φύ^σει χαλιναγωγῆσαι, ἀλλ' ἐπειδὴ οὐδεὶς μισθὸς ἦν ἀ^νάγκης·
ἐν τῷ θέλειν καὶ μὴ θέλειν καὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν ἔπηξεν, οὐκ ἐπειδὴ ἀδύνατον ἦν τὸν ἁμαρτάνοντα τῇ φύσει χαλιναγωγῆσαι, ἀλλ' ἐπειδὴ οὐδεὶς μισθὸς ἦν ἀνάγκης·
τῇ προαιρέσει τοὺς ἐπαίνους συνεχώρησεν.
τῇ προαιρέσει τοὺς ἐπαίνους συνεχώρησεν.
εἰ ἀγνωμονεῖς τὸν θεῖον νόμον εὐεργετοῦντά^ σε, πείθει σε ὁ ἔξω νόμος.
εἰ ἀγνωμονεῖς τὸν θεῖον νόμον εὐεργετοῦντά σε, πείθει σε ὁ ἔξω νόμος.
εἰ μὴ κα^τὰ^ προαίρεσι^ν ἁ^μα^ρτά^νομεν, ἀλλὰ κατὰ φύ^σι^ν ἦν τὰ^ ἁ^μα^ρτήμα^τα^, τι^νος ἕνεκεν οἱ νομοθέται ῥωμαίων κα^κί^α_ς κολά^ζουσι^ν;
εἰ μὴ κατὰ προαίρεσιν ἁμαρτάνομεν, ἀλλὰ κατὰ φύσιν ἦν τὰ ἁμαρτήματα, τινος ἕνεκεν οἱ νομοθέται ῥωμαίων κακίας κολάζουσιν;
διὰ τί^ πρὸς τοὺς κα^τορθοῦντα^ς τὴν ἀ^ρετὴν ἐπαινοῦσι^ καὶ στεφα^νοῦσι^ν;
διὰ τί πρὸς τοὺς κατορθοῦντας τὴν ἀρετὴν ἐπαινοῦσι καὶ στεφανοῦσιν;