macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἀπεκλείσθη τῷ ἀδὰμ πα^ρά^δεισος καὶ πιστεύεται κλεῖς.
ἀπεκλείσθη τῷ ἀδὰμ παράδεισος καὶ πιστεύεται κλεῖς.
ὅρα τί^νος ἐξεβλήθη ἀδὰμ καὶ πιστεύεται πέτρος.
ὅρα τίνος ἐξεβλήθη ἀδὰμ καὶ πιστεύεται πέτρος.
σοὶ δώσω τὰ_ς κλεῖς τῆς βα^σι^λεία_ς τῶν οὐρα^νῶν.
σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν.
τί^ τοιοῦτον ἀ^πώλεσεν ἐκεῖνος, οἷον εὗρεν μὴ ἐνεπόδισεν ἡ τῶν τόπων εὐτέλεια^ προστῆναι τῆς ἀ^ρετῆς δι^όρθωσι^ν;
τί τοιοῦτον ἀπώλεσεν ἐκεῖνος, οἷον εὗρεν μὴ ἐνεπόδισεν ἡ τῶν τόπων εὐτέλεια προστῆναι τῆς ἀρετῆς διόρθωσιν;
καὶ τί^ λέγω;
καὶ τί λέγω;
ἀδὰμ ἐν παραδείσῳ καὶ κα^τα^κρί_νεται δι^ὰ^ παράβασι^ν, καὶ ἰὼβ ἐπὶ^ κοπρία_ς στεφα^νοῦται δι' ὑπομονήν·
ἀδὰμ ἐν παραδείσῳ καὶ κατακρίνεται διὰ παράβασιν, καὶ ἰὼβ ἐπὶ κοπρίας στεφανοῦται δι' ὑπομονήν·
καὶ οὔ τε ἐκεῖνον ὁ πα^ρά^δεισος ὠφέλησεν ἀσύμφωνον ἔχοντα^ τῷ τόπῳ τὸν τρόπον, οὔ τε τοῦτον ἔβλαψεν ἡ εὐτέλεια^ τοῦ τόπου τῷ τρόπῳ.
καὶ οὔ τε ἐκεῖνον ὁ παράδεισος ὠφέλησεν ἀσύμφωνον ἔχοντα τῷ τόπῳ τὸν τρόπον, οὔ τε τοῦτον ἔβλαψεν ἡ εὐτέλεια τοῦ τόπου τῷ τρόπῳ.
καὶ ἦν ἰ^δεῖν ξένα_ θαύμα^τα^ τοῖς ἁ^γί^οις πα^ρεσχημένα^.
καὶ ἦν ἰδεῖν ξένα θαύματα τοῖς ἁγίοις παρεσχημένα.
καὶ βλέπε τοῦ θεοῦ τὴν ἀγαθότητα^ τοσαύτῃ ἀφθονίᾳ παρ' αὐτῷ δώρων, ὅτι^ πολλὰ^ πολλοῖς χα^ρι^σά^μενος ἑκάστῳ τῶν δωρηθέντων ἰ^δί^α_ν ἀπέδωκεν χά^ρι^ν.
καὶ βλέπε τοῦ θεοῦ τὴν ἀγαθότητα τοσαύτῃ ἀφθονίᾳ παρ' αὐτῷ δώρων, ὅτι πολλὰ πολλοῖς χαρισάμενος ἑκάστῳ τῶν δωρηθέντων ἰδίαν ἀπέδωκεν χάριν.
μεγας ὡς ἀ^ληθῶς καὶ μέγα^ς ὁ μα^κά^ριος ἠλίας ὁ ἅρμα^τι^ πυ_ρὸς ἀναλαμβανόμενος.
μεγας ὡς ἀληθῶς καὶ μέγας ὁ μακάριος ἠλίας ὁ ἅρματι πυρὸς ἀναλαμβανόμενος.
θαυμαστοὶ οἱ τρεῖς παῖδες, οἱ φλόγα^ πατήσαντες καὶ ἐν θνητῷ σώμα^τι^ ἀθανασία_ς ἐνέχυρα^ φέροντες.
θαυμαστοὶ οἱ τρεῖς παῖδες, οἱ φλόγα πατήσαντες καὶ ἐν θνητῷ σώματι ἀθανασίας ἐνέχυρα φέροντες.
ὅτα^ν ἴ^δω τὴν κάμι_νον δροσίζουσα^ν, θαυμάζω·
ὅταν ἴδω τὴν κάμινον δροσίζουσαν, θαυμάζω·
ὅτα^ν ἴ^δω τοὺς λέοντα^ς φιμουμένους, ἐκπλήττομαι.
ὅταν ἴδω τοὺς λέοντας φιμουμένους, ἐκπλήττομαι.
οὔτε τὸ κάλλος τοῦ θαύμα^τος τοῦ περὶ^ ἀνανίαν, οὔ τε τοῦτο ἐκείνῳ πα^ραχωρεῖ, οὔ τε ἐκεῖνο τούτῳ, ἀλλὰ^ ὅλα_ ἐκεῖνα^ λάμπει·
οὔτε τὸ κάλλος τοῦ θαύματος τοῦ περὶ ἀνανίαν, οὔ τε τοῦτο ἐκείνῳ παραχωρεῖ, οὔ τε ἐκεῖνο τούτῳ, ἀλλὰ ὅλα ἐκεῖνα λάμπει·
καὶ οὐ δὲ ἓν ὑ^πὸ τοῦ ἑτέρου κα^λύ^πτεται.
καὶ οὐ δὲ ἓν ὑπὸ τοῦ ἑτέρου καλύπτεται.
καὶ ἵ^να_ δείξῃ ὁ θεὸς ὅτι^ τὰ_ς ἀ^ρετὰ_ς τι_μᾷ, οὐ τὰ^ σώμα^τα^, ὅρα τί^ ποιεῖ.
καὶ ἵνα δείξῃ ὁ θεὸς ὅτι τὰς ἀρετὰς τιμᾷ, οὐ τὰ σώματα, ὅρα τί ποιεῖ.
δι^καίου ἐκείνην τὴν ἡλι^κί^α_ν ἡμῶν ταῖς ψυ_χαῖς, ἐν ᾗ ἐπολι_τεύσα^το.
δικαίου ἐκείνην τὴν ἡλικίαν ἡμῶν ταῖς ψυχαῖς, ἐν ᾗ ἐπολιτεύσατο.
οὐδεὶς ἐξ αἰῶνος τὸν ἰωσὴφ φαντάζεται ἐν δι^α^νοίᾳ γέροντα^·
οὐδεὶς ἐξ αἰῶνος τὸν ἰωσὴφ φαντάζεται ἐν διανοίᾳ γέροντα·
ἔχεις τὴν συ^νείδησι^ν πως νέον ἀναζωγραφεῖ ἡ δι^ά^νοια^, ἀ^πέθα^νεν ἑκα^τὸν δέ^κα^ ἐτῶν·
ἔχεις τὴν συνείδησιν πως νέον ἀναζωγραφεῖ ἡ διάνοια, ἀπέθανεν ἑκατὸν δέκα ἐτῶν·
ἀλλ' ἐπειδὴ, μνημονεύεται μετ' ἐκείνης τῆς ἡλι^κί^α_ς, μεθ' ἧς τοὺς ἀ^γῶνα^ς ὑπέμεινεν.
ἀλλ' ἐπειδὴ, μνημονεύεται μετ' ἐκείνης τῆς ἡλικίας, μεθ' ἧς τοὺς ἀγῶνας ὑπέμεινεν.
τί^ς ἐξ αἰῶνος ἀ^κούσα_ς περὶ^ τοῦ ἀβραὰμ νέον ὑ^πέλα^βεν ἢ ἀνετυπώσατο χαρακτῆρα^;
τίς ἐξ αἰῶνος ἀκούσας περὶ τοῦ ἀβραὰμ νέον ὑπέλαβεν ἢ ἀνετυπώσατο χαρακτῆρα;
ἆρα οὐκ ἐγένετο καὶ νεανί^σκος, οὐ δι^ῆλθεν πᾶσα^ν ἡλι^κί^α_ν νεότητος;
ἆρα οὐκ ἐγένετο καὶ νεανίσκος, οὐ διῆλθεν πᾶσαν ἡλικίαν νεότητος;
ἀλλ' ἐπειδὴ οὐδὲν ἐμνημονεύθη ὧν ἐν νέᾳ ἡλι^κίᾳ·
ἀλλ' ἐπειδὴ οὐδὲν ἐμνημονεύθη ὧν ἐν νέᾳ ἡλικίᾳ·
πέντε ἐτῶν ἀ^ρξά^μενον ἐκά^λεσεν θεὸς, καὶ λοιπὸν συνεπολιτεύσατο ἐν τῷ γήρᾳ, γέροντα^ αὐτὸν πᾶσα^ δι^ά^νοια^.
πέντε ἐτῶν ἀρξάμενον ἐκάλεσεν θεὸς, καὶ λοιπὸν συνεπολιτεύσατο ἐν τῷ γήρᾳ, γέροντα αὐτὸν πᾶσα διάνοια.
ὡμοίως τὸν ἰσαὰκ πάντες νέον γρά^φομεν, ἐπειδὴ οὐδὲν ἐμνημονεύθη ἕτερον.
ὡμοίως τὸν ἰσαὰκ πάντες νέον γράφομεν, ἐπειδὴ οὐδὲν ἐμνημονεύθη ἕτερον.
τιμᾷ ὁ θεὸς τὴν ἡλι^κί^α_ν, ἐν ᾗ τὰ^ τῆς ἀ^ρετῆς ἔπρα_ξα^ν οἱ ἅ^γι^οι, οὐ τὰ_ς ἄ^λλα_ς ἡλι^κί^α_ς ἀτι_μά^ζων,, ἐν αἷς τὰ^ τῆς ἀ^ρετῆς.
τιμᾷ ὁ θεὸς τὴν ἡλικίαν, ἐν ᾗ τὰ τῆς ἀρετῆς ἔπραξαν οἱ ἅγιοι, οὐ τὰς ἄλλας ἡλικίας ἀτιμάζων,, ἐν αἷς τὰ τῆς ἀρετῆς.
εἰσῆλθον οἱ τρεῖς παῖδες εἰς τὴν κάμι_νον καὶ ἕως αἰῶνος ἀ^κούεται ὁ τρι^ῶν παίδων ὕμνος.
εἰσῆλθον οἱ τρεῖς παῖδες εἰς τὴν κάμινον καὶ ἕως αἰῶνος ἀκούεται ὁ τριῶν παίδων ὕμνος.
ἆρα οὐ εἰς ἡλι^κί^α_ν;;
ἆρα οὐ εἰς ἡλικίαν;;
ἀλλὰ^ σι^ωπᾶται πᾶσα^ ἡλι^κία καὶ μνημονεύεται ἐκείνη, ἀφ' ἧς ἔλα^μψα^ν.
ἀλλὰ σιωπᾶται πᾶσα ἡλικία καὶ μνημονεύεται ἐκείνη, ἀφ' ἧς ἔλαμψαν.
ὁ μέντοι ἀδὰμ εὐθέως τέλειος·
ὁ μέντοι ἀδὰμ εὐθέως τέλειος·
οὐ γὰ^ρ ἐχρῆν τὸ πρῶτον πλάσμα^ φα^νῆναι.
οὐ γὰρ ἐχρῆν τὸ πρῶτον πλάσμα φανῆναι.
ἐξεβλήθη τοίνυ^ν τοῦ παραδείσου,.·
ἐξεβλήθη τοίνυν τοῦ παραδείσου,.·
γῆ εἶ, καὶ εἰς γῆν, καὶ ὁ μὲν ζῶν νεκροῦται, οἱ δὲ ἀ^πόστολοι νεκροὺς ζωοποιοῦσι^ν..
γῆ εἶ, καὶ εἰς γῆν, καὶ ὁ μὲν ζῶν νεκροῦται, οἱ δὲ ἀπόστολοι νεκροὺς ζωοποιοῦσιν..
ἀπεκλείσθη τῷ ἀδὰμ ὁ πα^ρά^δεισος, τῷ δὲ παύλῳ μετὰ^ τοῦ παραδείσου καὶ οὐρα^νὸς οἶδα^ ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων εἴ τε ἐν σώμα^τι^, εἴ τε ἐκτὸς τοῦ σώμα^τος, οὐκ οἶδα, ὁ θεὸς οἶδεν ὅτι^ ἡρπά^γη εἰς τὸν πα^ρά^δεισον καὶ ἡρπά^γη ἕως τρί^του οὐρα^νοῦ.
ἀπεκλείσθη τῷ ἀδὰμ ὁ παράδεισος, τῷ δὲ παύλῳ μετὰ τοῦ παραδείσου καὶ οὐρανὸς οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων εἴ τε ἐν σώματι, εἴ τε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα, ὁ θεὸς οἶδεν ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἡρπάγη ἕως τρίτου οὐρανοῦ.
ὅρα πῶς τοῖς τέκνοις μείζονα^ ἀ^πεδόθη τὰ^ ἀξι^ώμα^τα^.
ὅρα πῶς τοῖς τέκνοις μείζονα ἀπεδόθη τὰ ἀξιώματα.
καὶ τὸ θαυμαστόν.
καὶ τὸ θαυμαστόν.
ἰησοῦς ὁ τοῦ ναυὴ τὸ αἰσθητὸν πῦρ οὐ μόνον ἐχαλίνωσεν, ἀλλὰ^ καὶ τὸ οὐρά^νι^ον.
ἰησοῦς ὁ τοῦ ναυὴ τὸ αἰσθητὸν πῦρ οὐ μόνον ἐχαλίνωσεν, ἀλλὰ καὶ τὸ οὐράνιον.
τρέ χοντα^ γὰ^ρ τὸν ἥλι^ον καὶ τὸν ἴ^δι^ον δι^ανύοντα^ δρόμον ἐπέσχεν φωνή, χα^λι_νὸν αὐτῷ τὸν λόγον ἐπι^βα^λών.
τρέ χοντα γὰρ τὸν ἥλιον καὶ τὸν ἴδιον διανύοντα δρόμον ἐπέσχεν φωνή, χαλινὸν αὐτῷ τὸν λόγον ἐπιβαλών.
ὡς γὰ^ρ ἤμελλεν τροποῦσθαι τοὺς πολεμί^ους, ἤδη ἑσπέρα_ κα^τελά^μβα^νεν, ἀτελὲς ποιοῦσα^ τὸ κατόρθωμα^, ἵ^να_ ἔμποδον μὴ γένηται ὁ δρόμος τοῦ ἡλί^ου τῷ τέλει τῆς νί_κης, ἐθάρσησε καὶ λέγει·
ὡς γὰρ ἤμελλεν τροποῦσθαι τοὺς πολεμίους, ἤδη ἑσπέρα κατελάμβανεν, ἀτελὲς ποιοῦσα τὸ κατόρθωμα, ἵνα ἔμποδον μὴ γένηται ὁ δρόμος τοῦ ἡλίου τῷ τέλει τῆς νίκης, ἐθάρσησε καὶ λέγει·
στήτω ὁ ἥλι^ος κα^τὰ^ γαβαών.
στήτω ὁ ἥλιος κατὰ γαβαών.
ὅρα τὸ θαυμαστόν.
ὅρα τὸ θαυμαστόν.
αἰσχυνέσθωσαν αἱρετι^κοί·
αἰσχυνέσθωσαν αἱρετικοί·
ὁ δοῦλος ἐκέλευσεν ἡλί^ῳ μὴ εὐξά^μενος καὶ τὸν δεσπότην τῶν προφητῶν ὑ^πὸ τάξι^ν λειτουργί^α_ς ἄ^γουσι^ν καὶ λέγουσι^ν μηδὲν δύ^να^σθαι τὸν χριστὸν ποιεῖν μὴ ἱκετεύσαντα^ τὸν πα^τέρα^.
ὁ δοῦλος ἐκέλευσεν ἡλίῳ μὴ εὐξάμενος καὶ τὸν δεσπότην τῶν προφητῶν ὑπὸ τάξιν λειτουργίας ἄγουσιν καὶ λέγουσιν μηδὲν δύνασθαι τὸν χριστὸν ποιεῖν μὴ ἱκετεύσαντα τὸν πατέρα.
στήτω ὁ ἥλι^ος.
στήτω ὁ ἥλιος.
καὶ ἔστη.
καὶ ἔστη.
καὶ ὁ λόγος ἐγένετο χα^λι_νὸς τῷ φωστῆρι^, ἵ^να_ μά^θωσι^ν ἕλληνες δι^α^φορὰ_ν πιστῶν καὶ ἀπί^στων, ὅτι^ πιστοὶ τούτοις κελεύουσι^ν, οὓς σέβουσι^ν οἱ ἕλληνες.
καὶ ὁ λόγος ἐγένετο χαλινὸς τῷ φωστῆρι, ἵνα μάθωσιν ἕλληνες διαφορὰν πιστῶν καὶ ἀπίστων, ὅτι πιστοὶ τούτοις κελεύουσιν, οὓς σέβουσιν οἱ ἕλληνες.
ἔταξεν ὁ θεὸς τὰ^ χερουβὶμ καὶ τὴν φλογί^νην ῥομφαίαν τὴν στρεφομένην φυλά^ττειν τὴν ὁδὸν τοῦ ξύ^λου τῆς ζωῆς.
ἔταξεν ὁ θεὸς τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.
σπείρατε ἑαυτοῖς εἰς δι^καιοσύ^νην, καὶ ὃ ἀ^πώλεσεν ἡ παράβα^σι^ς εὗρεν ἡ τῶν ἀ^ρετῶν κα^τόρθωσι^ς.
σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, καὶ ὃ ἀπώλεσεν ἡ παράβασις εὗρεν ἡ τῶν ἀρετῶν κατόρθωσις.
ξένη δὲ ἡ τοῦ ὡσηὲ ἱ^στορί^α_·
ξένη δὲ ἡ τοῦ ὡσηὲ ἱστορία·
αὕτη ἡ τοῦ προφήτου φωνὴ τῶν ἀσεβῶν ἐστι^ν σκάνδαλον, τῶν δὲ πιστῶν στήριγμα^.
αὕτη ἡ τοῦ προφήτου φωνὴ τῶν ἀσεβῶν ἐστιν σκάνδαλον, τῶν δὲ πιστῶν στήριγμα.
ἀρχὴ λόγων κυ_ρί^ου πρὸς ὡσηέ·
ἀρχὴ λόγων κυρίου πρὸς ὡσηέ·
καὶ εἶπεν κύ_ρι^ος πρὸς τὸν προφήτην·
καὶ εἶπεν κύριος πρὸς τὸν προφήτην·
πορευθεὶς λά^βε σεαυτῷ γυ^ναῖκα^ πορνεία_ς καὶ τέκνα^ πορνεία_ς.
πορευθεὶς λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας.
πόσους ἐθόλωσεν τῶν ἀπί^στων αὕτη ἡ λέξι^ς;
πόσους ἐθόλωσεν τῶν ἀπίστων αὕτη ἡ λέξις;
πόσους εἰς ἀ^πορί^α_ν ἤγα^γεν τῶν ἀπί^στων ἡ ἄ^γνοια^;
πόσους εἰς ἀπορίαν ἤγαγεν τῶν ἀπίστων ἡ ἄγνοια;
ὁ πιστός, εἰ καὶ βλασφημεῖν, ἀ^πορεῖ βλασφημεῖν.
ὁ πιστός, εἰ καὶ βλασφημεῖν, ἀπορεῖ βλασφημεῖν.
καὶ ἔπρεπέ φησι^ στόμα^τι^ ἁ^γί^ῳ καὶ προσκυ^νητῷ ἀρχὴν ποιήσασθαι προφητεία_ς ἀ^πὸ βεβήλου ὀνόμα^τος;
καὶ ἔπρεπέ φησι στόματι ἁγίῳ καὶ προσκυνητῷ ἀρχὴν ποιήσασθαι προφητείας ἀπὸ βεβήλου ὀνόματος;
πορευθεὶς λά^βε γυ^ναῖκα^ πορνεία_ς.
πορευθεὶς λάβε γυναῖκα πορνείας.
ὁ τῆς σωφροσύνης εἰσηγητής, ὁ τῆς δι^καιοσύ^νης κῆρυξ, ὁ μι_σῶν τὰ^ βέβηλα^, ὁ τῆς κα^θαρότητος ἡμῖν ὑποθέμενος τὸν χαρακτῆρα^, τῷ αὐτοῦ προφήτῃ τῷ μετὰ^ εὐσεβεία_ς λατρεύοντι^ ὑπετί^θετο λα^βεῖν γυ^ναῖκα^ πορνεία_ς.
ὁ τῆς σωφροσύνης εἰσηγητής, ὁ τῆς δικαιοσύνης κῆρυξ, ὁ μισῶν τὰ βέβηλα, ὁ τῆς καθαρότητος ἡμῖν ὑποθέμενος τὸν χαρακτῆρα, τῷ αὐτοῦ προφήτῃ τῷ μετὰ εὐσεβείας λατρεύοντι ὑπετίθετο λαβεῖν γυναῖκα πορνείας.
πολλοὶ γὰ^ρ ἀγνοήσαντες εἰς ἀλληγορίαν τὸν λόγον κα^τήγα^γον.
πολλοὶ γὰρ ἀγνοήσαντες εἰς ἀλληγορίαν τὸν λόγον κατήγαγον.
ἀλληγορία δὲ οὐκ ἔστι^ν, ἀλλὰ^ ἀ^ληθεία_ς ἱ^στορί^α_.
ἀλληγορία δὲ οὐκ ἔστιν, ἀλλὰ ἀληθείας ἱστορία.
ὅταν δὲ μά^θῃς τὴν ὑ^πόθεσι^ν, εὑρίσκεις τὴν λύσιν.
ὅταν δὲ μάθῃς τὴν ὑπόθεσιν, εὑρίσκεις τὴν λύσιν.
πολλά^κι^ς δὲ ὡς ἔφθην εἰπών καὶ λέγων οὐ παύσομαι, ὅτι^ πάντων τῶν ἀ^πορουμένων λύ^σι^ς ἡ τῶν προκειμένων ὑπόθεσι^ς.
πολλάκις δὲ ὡς ἔφθην εἰπών καὶ λέγων οὐ παύσομαι, ὅτι πάντων τῶν ἀπορουμένων λύσις ἡ τῶν προκειμένων ὑπόθεσις.
εἴωθεν ὁ θεὸς ἀ^πεικά^ζειν τὸν λόγον τῆς εὐσεβεία_ς νυμφί^ῳ τὴν νύμφην νυμφευομένην καὶ ἑαυτῷ ἐνοικοῦντι^ καὶ ἐξ αὐτῆς τεκνογονοῦντι^.
εἴωθεν ὁ θεὸς ἀπεικάζειν τὸν λόγον τῆς εὐσεβείας νυμφίῳ τὴν νύμφην νυμφευομένην καὶ ἑαυτῷ ἐνοικοῦντι καὶ ἐξ αὐτῆς τεκνογονοῦντι.
ὃ γά^ρ ἐστι^ν ἀ^νὴρ γυναικί^, τοῦτο λόγος τῇ ψυ^χῇ, τίκτειν αὐτὴν παρασκεύαζων καὶ κύ^ειν ἀ^λήθεια^ν.
ὃ γάρ ἐστιν ἀνὴρ γυναικί, τοῦτο λόγος τῇ ψυχῇ, τίκτειν αὐτὴν παρασκεύαζων καὶ κύειν ἀλήθειαν.
ζηλῶ γὰ^ρ ὑ_μᾶς θεοῦ ζήλῳ·
ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ·
ἡρμοσά^μην γὰ^ρ ὑ_μᾶς ἑνὶ^ ἀνδρὶ^ παρθένον ἁγνὴν πα^ρα^στῆσαι τῷ χριστῷ.
ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ.
ἐγὼ οὔκ εἰμι^ ὁ χριστός, ἀλλὰ^ ἀπεστα^λμένος εἰμὶ^ ἔμπροσθεν ἐκείνου.
ἐγὼ οὔκ εἰμι ὁ χριστός, ἀλλὰ ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
ὁ ἔχων τὴν νύμφην νυμφί^ος ἐστί^ν, ὁ δὲ ἑστηκὼς καὶ ἀ^κούων χα^ρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφί^ου.
ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν, ὁ δὲ ἑστηκὼς καὶ ἀκούων χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.
ἡ ἐμὴ χα^ρὰ_ πεπλήρωται.
ἡ ἐμὴ χαρὰ πεπλήρωται.
ἐκεῖνον δεῖ αὐξά^νειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
δόξα_ οἰκέτου ἡ τοῦ δεσπότου λαμπρότης.
δόξα οἰκέτου ἡ τοῦ δεσπότου λαμπρότης.
ἡ μὲν οὖν νέα_ διαθήκη οὕτως ἔδειξεν νυμφί^ου τάξι^ν ἔχοντα^ τὸν λόγον καὶ νυμφευομένην τὴν ψυ_χὴν καὶ πληροῦντα^ αὐτὴν θείων φυ^τευμά^των εἰς τὸ κυοφορῆσαι καρπὸν δι^καιοσύ^νης.
ἡ μὲν οὖν νέα διαθήκη οὕτως ἔδειξεν νυμφίου τάξιν ἔχοντα τὸν λόγον καὶ νυμφευομένην τὴν ψυχὴν καὶ πληροῦντα αὐτὴν θείων φυτευμάτων εἰς τὸ κυοφορῆσαι καρπὸν δικαιοσύνης.
ἐν δὲ τῇ πα^λαιᾷ διαθήκῃ σα^φῶς εἰσά^γει τὸν θεὸν λέγοντα^ τῇ συ^ναγωγῇ·
ἐν δὲ τῇ παλαιᾷ διαθήκῃ σαφῶς εἰσάγει τὸν θεὸν λέγοντα τῇ συναγωγῇ·
μνήσθητι ἡμερῶν νεότητός σου, ὅτι^ ἐξήγα^γόν σε ἐκ γῆς αἰγύπτου, καὶ εἶδόν σε γυμνὴν καὶ ἀσχημονοῦσα^ν·
μνήσθητι ἡμερῶν νεότητός σου, ὅτι ἐξήγαγόν σε ἐκ γῆς αἰγύπτου, καὶ εἶδόν σε γυμνὴν καὶ ἀσχημονοῦσαν·
καὶ ἐνέδυ_σά^ σε ἱ_μά^τι^α^ καὶ ἀνέτειλα^ν αἱ τρί^χες τῆς κεφα^λῆς σου, καὶ ἐγένου μοι εἰς γυ^ναῖκα^·
καὶ ἐνέδυσά σε ἱμάτια καὶ ἀνέτειλαν αἱ τρίχες τῆς κεφαλῆς σου, καὶ ἐγένου μοι εἰς γυναῖκα·
καὶ ἐκατέλειπές με, καὶ ἐμοίχευσα^ς τὸ ξύ^λον καὶ τὸν λί^θον, καὶ ἐμοῦ ἐπελά^θου, λεγει κύ_ρι^ος.
καὶ ἐκατέλειπές με, καὶ ἐμοίχευσας τὸ ξύλον καὶ τὸν λίθον, καὶ ἐμοῦ ἐπελάθου, λεγει κύριος.
πρόσεχε, πα^ρα^κα^λῶ.
πρόσεχε, παρακαλῶ.
ὁ τοίνυ^ν τοῦ θεοῦ λόγος ἀ^νήρ ἐστι^ν καὶ νυμφί^ος τῆς ψυ_χῆς, ὁμοία_ν ἔχων τὴν συμπλοκὴν σωμα^τι^κῷ γά^μῳ.
ὁ τοίνυν τοῦ θεοῦ λόγος ἀνήρ ἐστιν καὶ νυμφίος τῆς ψυχῆς, ὁμοίαν ἔχων τὴν συμπλοκὴν σωματικῷ γάμῳ.
ἀρχὴ σωμα^τι^κοῦ γά^μου ἐπι^θυ_μί^α_, ἀρχὴ τῆς κα^τὰ^ ψυ_χὴν νυμφαγωγία_ς ὁ φόβος·
ἀρχὴ σωματικοῦ γάμου ἐπιθυμία, ἀρχὴ τῆς κατὰ ψυχὴν νυμφαγωγίας ὁ φόβος·
ἐκεῖ ἐπι^θυ_μί^α_ πρόδρομος γά^μου, ὧδε φόβος πρόδρομος ταύτης τῆς ἁγί^α_ς κοινωνί^α_ς.
ἐκεῖ ἐπιθυμία πρόδρομος γάμου, ὧδε φόβος πρόδρομος ταύτης τῆς ἁγίας κοινωνίας.
διὰ τὸν φόβον σου, κύ_ρι^ε, ἐν γαστρὶ^ ἐλά^βομεν, καὶ ὠδινήσαμεν καὶ ἐτέκαμεν πνεῦμα^ σωτηρί^α_ς.
διὰ τὸν φόβον σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν καὶ ἐτέκαμεν πνεῦμα σωτηρίας.
ὅρα τὸν προφήτην τίκτονα^.
ὅρα τὸν προφήτην τίκτονα.
ἀνήρ ἐστι^ν ὁ λέγων, ἵ^να_ μὴ σωμα^τι^κῆς ὕ_λης λά^βῃς ὑ^ποψίαν·
ἀνήρ ἐστιν ὁ λέγων, ἵνα μὴ σωματικῆς ὕλης λάβῃς ὑποψίαν·
ἀνδρὸς τὸ γεννᾶν, οὐ τὸ κυοφορεῖν καὶ τίκτειν.
ἀνδρὸς τὸ γεννᾶν, οὐ τὸ κυοφορεῖν καὶ τίκτειν.
ἀναλαμβάνει ὁ ἄρσην καὶ φωνὰ_ς πρεπούσας, ὅσον μὲν εἰς φύ^σεις σωμά^των οὐ παντί^, ὅσον δὲ εἰς ψυ_χὴν παντὶ^ καὶ ἀνδρὶ^ καὶ γυναικί^, καὶ λέγει·
ἀναλαμβάνει ὁ ἄρσην καὶ φωνὰς πρεπούσας, ὅσον μὲν εἰς φύσεις σωμάτων οὐ παντί, ὅσον δὲ εἰς ψυχὴν παντὶ καὶ ἀνδρὶ καὶ γυναικί, καὶ λέγει·
διὰ τὸν φόβον σου, κύ_ρι^ε, ἐν γαστρὶ^ ἐλά^βομεν, καὶ ὠδινήσαμεν καὶ ἐτέκαμεν πνεῦμα^ σωτηρί^α_ς.
διὰ τὸν φόβον σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν καὶ ἐτέκαμεν πνεῦμα σωτηρίας.
τεκνία, οὓς πά^λι^ν ὠδίνω, ἄχρις οὗ μορφωθῇ χριστὸς ἐν ὑ_μῖν.
τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ χριστὸς ἐν ὑμῖν.
οὕτως, ἀ^δελφοί, λέγεται τῆς γῆς ἀ^νὴρ ὁ ὄμβρος·
οὕτως, ἀδελφοί, λέγεται τῆς γῆς ἀνὴρ ὁ ὄμβρος·
ἐπειδὴ οὐχ οἷόν τέ ἐστι^ν ἄ^νευ ἀνδρὸς γεννῆσαι γυ^ναῖκα^ κα^τὰ^ τὴν φυ^σι^κὴν ἀκολουθίαν οὔ τε γῆ ἄ^νευ ὄμβρου, ἡ θεία_ γρα^φὴ εἰσά^γει τὸν ὄμβρον ἄνδρα^ τῆς γῆς·
ἐπειδὴ οὐχ οἷόν τέ ἐστιν ἄνευ ἀνδρὸς γεννῆσαι γυναῖκα κατὰ τὴν φυσικὴν ἀκολουθίαν οὔ τε γῆ ἄνευ ὄμβρου, ἡ θεία γραφὴ εἰσάγει τὸν ὄμβρον ἄνδρα τῆς γῆς·
ὥσπερ, ἐὰ^ν ἔλθῃ ὑ_ετὸς ἐξ οὐρα^νοῦ, οὐ μὴ ὑποστρέψῃ, ἕως ἂ_ν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ.
ὥσπερ, ἐὰν ἔλθῃ ὑετὸς ἐξ οὐρανοῦ, οὐ μὴ ὑποστρέψῃ, ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ.
τίκτει γὰ^ρ ἡ γῆ ἔχουσα^ σύζυ^γον καὶ ἄνδρα^ τὸν ὄμβρον.
τίκτει γὰρ ἡ γῆ ἔχουσα σύζυγον καὶ ἄνδρα τὸν ὄμβρον.
γῆ γὰ^ρ ἡ πι^οῦσα^ τὸν πολλά^κι^ς ἐπ' αὐτῆς ἐρχόμενον ὑ_ετὸν καὶ τί^κτουσα^ βοτάνην εὔθετον, δι' οὓς καὶ γεωργεῖται.
γῆ γὰρ ἡ πιοῦσα τὸν πολλάκις ἐπ' αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον, δι' οὓς καὶ γεωργεῖται.
ὥσπερ οὖν, ὅταν ἀ^κούσῃς τίκτουσα^ν γῆν, οὐχ ὑ^πογρά^φεις ἐπι^θυ_μί^αν γά^μου ἢ ὁμιλίαν, ἀλλὰ^ σωμά^των μὲν ἀ^κούσα_ς λόγον σωμά^των ἀναγρά^φεις πά^θη, ἀψύ^χου δὲ γῆς ἐκλαμβάνων τοκετὸν οὐδὲν ἀ^νθρώπι^νον πα^ρα^λαμβά^νεις, οὕτως ἔχε καὶ τὴν νύμφην τοῦ θείου λόγου.
ὥσπερ οὖν, ὅταν ἀκούσῃς τίκτουσαν γῆν, οὐχ ὑπογράφεις ἐπιθυμίαν γάμου ἢ ὁμιλίαν, ἀλλὰ σωμάτων μὲν ἀκούσας λόγον σωμάτων ἀναγράφεις πάθη, ἀψύχου δὲ γῆς ἐκλαμβάνων τοκετὸν οὐδὲν ἀνθρώπινον παραλαμβάνεις, οὕτως ἔχε καὶ τὴν νύμφην τοῦ θείου λόγου.
φόβος ἐστὶ^ν ὁ τὴν ψυ_χὴν νυμφεύων·
φόβος ἐστὶν ὁ τὴν ψυχὴν νυμφεύων·
διὰ τοῦτο καὶ ἀ^ποτελεῖ γέννημα^ πνευματι^κὸν τὸ τικτόμενον.
διὰ τοῦτο καὶ ἀποτελεῖ γέννημα πνευματικὸν τὸ τικτόμενον.
ἐτέκαμέν φησι^ν πνεῦμα^ σωτηρί^α_ς.
ἐτέκαμέν φησιν πνεῦμα σωτηρίας.
ἐπειδὴ καὶ πνεῦμα^ συ^νελά^βομεν, τὸ γεγεννημένον ἐκ τοῦ πνεύμα^τος πνεῦμά^ ἐστι^ν.
ἐπειδὴ καὶ πνεῦμα συνελάβομεν, τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.
ἔγνως τὴν ἱστορίαν, λά^βε λοιπὸν τῶν ἀμφιβαλλομένων τὴν λύσιν.
ἔγνως τὴν ἱστορίαν, λάβε λοιπὸν τῶν ἀμφιβαλλομένων τὴν λύσιν.
ὁ θεὸς εἶχεν τὴν συ^ναγωγὴν ὥσπερ ὕπανδρον γυ^ναῖκα^ ἔχουσα^ν ἄνδρα^ τὸν νόμον.
ὁ θεὸς εἶχεν τὴν συναγωγὴν ὥσπερ ὕπανδρον γυναῖκα ἔχουσαν ἄνδρα τὸν νόμον.