macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐπόρνευσεν ἀ^πὸ τῆς εὐσεβεία_ς καὶ περι^πί_πτει τῇ τῆς εἰδωλολατρεία_ς μοιχείᾳ. | ἐπόρνευσεν ἀπὸ τῆς εὐσεβείας καὶ περιπίπτει τῇ τῆς εἰδωλολατρείας μοιχείᾳ. |
ὃ γά^ρ ἐστι^ν ἐπὶ^ γυ^ναικὸς μοιχεία, τοῦτο ἐπὶ^ ψυ_χῆς εἰδωλολατρεία. | ὃ γάρ ἐστιν ἐπὶ γυναικὸς μοιχεία, τοῦτο ἐπὶ ψυχῆς εἰδωλολατρεία. |
ἐπεὶ οὖν εἰς πολλοὺς ἐξώκειλα^ν θεοὺς καὶ τὸν ὄντα^ καταλιπόντες τοὺς οὐκ ὄντα^ς ἠγάπησα^ν, πολλάκις δὲ ὑ^πὸ τῶν προφητῶν πεισθέντες καὶ ἐπαγγελία_ς δεξά^μενοι ἀγαθὰ_ς καὶ ἀ^πειλὰ_ς κα^κῶν οὐκ ἀνένευσα^ν ἀ^πὸ τῆς κα^κί^α_ς, ὁ θεὸς ἐν σχήμα^τι^ πόρνης εἰσά^γει τὴν τόλμαν τῆς ἰουδαίων ἀγνωμοσύνης· | ἐπεὶ οὖν εἰς πολλοὺς ἐξώκειλαν θεοὺς καὶ τὸν ὄντα καταλιπόντες τοὺς οὐκ ὄντας ἠγάπησαν, πολλάκις δὲ ὑπὸ τῶν προφητῶν πεισθέντες καὶ ἐπαγγελίας δεξάμενοι ἀγαθὰς καὶ ἀπειλὰς κακῶν οὐκ ἀνένευσαν ἀπὸ τῆς κακίας, ὁ θεὸς ἐν σχήματι πόρνης εἰσάγει τὴν τόλμαν τῆς ἰουδαίων ἀγνωμοσύνης· |
λά^βε σεαυτῷ γυ^ναῖκα^. | λάβε σεαυτῷ γυναῖκα. |
πρῶτον οὖν ἀθέμιτον τὸ πρᾶγμα^· | πρῶτον οὖν ἀθέμιτον τὸ πρᾶγμα· |
οὐ γὰ^ρ ἠθέλησεν ὁ θεὸς τὸν προφήτην πορνεῦσαι, ἀλλὰ^ τὴν πόρνην εἰς σωφροσύνην ἀ^γα^γεῖν. | οὐ γὰρ ἠθέλησεν ὁ θεὸς τὸν προφήτην πορνεῦσαι, ἀλλὰ τὴν πόρνην εἰς σωφροσύνην ἀγαγεῖν. |
οὐ γὰ^ρ ἐκέλευσεν αὐτῷ, οὐ δὲ ἁπλῶς ἐπέτρεψεν ἑνωθῆναι τῇ πόρνῃ, ἀλλὰ^ λα^βεῖν αὐτὴν ἀ^πὸ πορνεία_ς καὶ ἑνῶσαι αὐτῷ εἰς γυ^ναῖκα^. | οὐ γὰρ ἐκέλευσεν αὐτῷ, οὐ δὲ ἁπλῶς ἐπέτρεψεν ἑνωθῆναι τῇ πόρνῃ, ἀλλὰ λαβεῖν αὐτὴν ἀπὸ πορνείας καὶ ἑνῶσαι αὐτῷ εἰς γυναῖκα. |
λάβε σεαυτῷ γυ^ναῖκα^ καὶ τέκνα^ πορνεία_ς, τουτ έστι^ν, εἰς τεκνογονίαν, μὴ εἰς χρῆσι^ν ἐπι^θυ_μί^α_ς, ἀλλ' εἰς γόνι^μον γενέσθαι καὶ καρποὺς βλαστῆσαι τῶν προφητι^κῶν δογμά^των ἀ^ξί^ους. | λάβε σεαυτῷ γυναῖκα καὶ τέκνα πορνείας, τουτ έστιν, εἰς τεκνογονίαν, μὴ εἰς χρῆσιν ἐπιθυμίας, ἀλλ' εἰς γόνιμον γενέσθαι καὶ καρποὺς βλαστῆσαι τῶν προφητικῶν δογμάτων ἀξίους. |
διὰ τί^ οὖν· | διὰ τί οὖν· |
λάβε σεαυτῷ γυ^ναῖκα^; | λάβε σεαυτῷ γυναῖκα; |
διότι ἐκπορνεύσασά^ φησι^ν ἐκπορνεύσει ἡ γῆ. | διότι ἐκπορνεύσασά φησιν ἐκπορνεύσει ἡ γῆ. |
ἀντιπαρατίθησιν ἐκείνην τὴν πόρνην τῇ πορνείᾳ τοῦ λα_οῦ τὴν ἀ^πὸ τοῦ θεοῦ. | ἀντιπαρατίθησιν ἐκείνην τὴν πόρνην τῇ πορνείᾳ τοῦ λαοῦ τὴν ἀπὸ τοῦ θεοῦ. |
καὶ πορευθεὶς ἔλα^βεν γόμερ· | καὶ πορευθεὶς ἔλαβεν γόμερ· |
καὶ ἔδωκεν κρι_θῶν καὶ νέβελ οἴνου. | καὶ ἔδωκεν κριθῶν καὶ νέβελ οἴνου. |
τί^ς ἦν χρεία_ ἢ ποία_ ὠφέλεια^ τῷ ἀναγινώσκοντι^ ἢ τῷ ἀ^κούοντι^ μα^θεῖν ὅτι^ πόρνην ἔλα^βεν ὁ προφήτης καὶ τὸν τρόπον καὶ τὴν ὑ^πόστα^σι^ν τοῦ μισθοῦ; | τίς ἦν χρεία ἢ ποία ὠφέλεια τῷ ἀναγινώσκοντι ἢ τῷ ἀκούοντι μαθεῖν ὅτι πόρνην ἔλαβεν ὁ προφήτης καὶ τὸν τρόπον καὶ τὴν ὑπόστασιν τοῦ μισθοῦ; |
ἁπλῶς εἰσά^γει τὸν τοῦ μισθοῦ λόγον. | ἁπλῶς εἰσάγει τὸν τοῦ μισθοῦ λόγον. |
ἐπειδὴ γὰ^ρ εὐτελὴς ἦν ἡ δόσις ἡ πείσα_σα^ τὴν πόρνην σωφρονεῖν καὶ μικρὸν μέτρον αἰδεσθεῖσα^ κρι_θῶν καὶ ὀλί^γον μέτρον οἴνου δυσωπηθεῖσα^, ἀπετάξατο πορνείᾳ καὶ συ^νετά^ξα^το σεμνογαμίᾳ, κελεύει τοῦ μισθοῦ τὴν ποσότητα^ γρα^φῆναι, ἵ^να_ ἐντρέψῃ τὴν ἀ^ληθῶς πορνεύουσα^ν συ^ναγωγήν, ὅτι^ ἡ μὲν ὀλί^γῳ μέτρῳ δυσωπηθεῖσα^... | ἐπειδὴ γὰρ εὐτελὴς ἦν ἡ δόσις ἡ πείσασα τὴν πόρνην σωφρονεῖν καὶ μικρὸν μέτρον αἰδεσθεῖσα κριθῶν καὶ ὀλίγον μέτρον οἴνου δυσωπηθεῖσα, ἀπετάξατο πορνείᾳ καὶ συνετάξατο σεμνογαμίᾳ, κελεύει τοῦ μισθοῦ τὴν ποσότητα γραφῆναι, ἵνα ἐντρέψῃ τὴν ἀληθῶς πορνεύουσαν συναγωγήν, ὅτι ἡ μὲν ὀλίγῳ μέτρῳ δυσωπηθεῖσα ἀπέθετο τὴν πορνεία... |
ἡ δὲ συ^να^γωγή οὐ τῷ μάννα^ αἰδεσθεῖσα^, οὐ τὴν χορηγίαν τὴν ἐπὶ^ τεσσα^ρά^κοντα^ ἔτεσι^ν, οὐ τὰ_ς ῥαγείσας πέτρα_ς καὶ ἐνεγκούσας ὕ^δωρ, οὐ τὴν ῥάβδον τὴν βλαστήσασα^ν, οὐ τὰ^ αἰγυπτίων πτώμα^τα^, οὐ τὰ^ ἐν ἐρήμῳ θαύμα^τα^, οὐ τὴν γῆν τῆς ἐπαγγελία_ς, οὐ τὰ^ ἐκ τοῦ οὐρα^νοῦ δῶρα^, οὐχ ἥλι^ον χαλινούμενον, οὐ σελήνη, ... | ἡ δὲ συναγωγή οὐ τῷ μάννα αἰδεσθεῖσα, οὐ τὴν χορηγίαν τὴν ἐπὶ τεσσαράκοντα ἔτεσιν, οὐ τὰς ῥαγείσας πέτρας καὶ ἐνεγκούσας ὕδωρ, οὐ τὴν ῥάβδον τὴν βλαστήσασαν, οὐ τὰ αἰγυπτίων πτώματα, οὐ τὰ ἐν ἐρήμῳ θαύματα, οὐ τὴν γῆν τῆς ἐπαγγελίας, οὐ τὰ ἐκ τοῦ οὐρανοῦ δῶρα, οὐχ ἥλιον χαλινούμενον, οὐ σελήνη, οὐ πᾶσαν τὴν κτίσιν δουλ... |
ἦν δὲ καὶ ἡ πόρνη ἐκείνη τύ^πος τῶν ἐθνῶν τῶν ποτε εἰδώλοις λατρευόντων καὶ ὕστερον εἰς σεμνογαμίαν τοῦ εὐαγγελί^ου κληθέντων. | ἦν δὲ καὶ ἡ πόρνη ἐκείνη τύπος τῶν ἐθνῶν τῶν ποτε εἰδώλοις λατρευόντων καὶ ὕστερον εἰς σεμνογαμίαν τοῦ εὐαγγελίου κληθέντων. |
πορευθεὶς λάβε σεαυτῷ γυ^ναῖκα^ πορνεία_ς καὶ τέκνα^ πορνεία_ς. | πορευθεὶς λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας. |
ὃ ποιῶ ἐγώ, μὴ πα^ραιτήσῃ τοῦ ποιῆσαι· | ὃ ποιῶ ἐγώ, μὴ παραιτήσῃ τοῦ ποιῆσαι· |
καὶ γὰ^ρ ἐγὼ τὴν μέλλουσα^ν νυμφεύεσθαι ἐκκλησί^α_ν ἀ^πὸ πορνεία_ς λα^μβά^νω. | καὶ γὰρ ἐγὼ τὴν μέλλουσαν νυμφεύεσθαι ἐκκλησίαν ἀπὸ πορνείας λαμβάνω. |
μίμησαι τοίνυ^ν τὰ^ ἐμά^· | μίμησαι τοίνυν τὰ ἐμά· |
καὶ ὥσπερ ἐγὼ οὐκ ἐπαισχύνομαι τὴν μέλλουσα^ν ἐκ πορνεία_ς λα^μβά^νεσθαι καὶ ἁγιάζεσθαι, μη δὲ εἰς τὸν πρότερον ἀποβλεψας βί^ον τῆς πόρνης ἀπογνῷς αὐτῆς τὴν μετὰ^ ταῦτα^ σωφροσύνην. | καὶ ὥσπερ ἐγὼ οὐκ ἐπαισχύνομαι τὴν μέλλουσαν ἐκ πορνείας λαμβάνεσθαι καὶ ἁγιάζεσθαι, μη δὲ εἰς τὸν πρότερον ἀποβλεψας βίον τῆς πόρνης ἀπογνῷς αὐτῆς τὴν μετὰ ταῦτα σωφροσύνην. |
λάβε σεαυτῷ γυ^ναῖκα^ πορνεία_ς καὶ ἐπορεύθη καὶ ἔλα^βεν. | λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ ἐπορεύθη καὶ ἔλαβεν. |
εἶτα^ κυοφορεῖ ἡ πόρνη καὶ τίκτει. | εἶτα κυοφορεῖ ἡ πόρνη καὶ τίκτει. |
κάλεσον τὸ ὄνομα^ αὐτῆς οὐκ ἠλεημένη. | κάλεσον τὸ ὄνομα αὐτῆς οὐκ ἠλεημένη. |
κάλεσον τὸ ὄνομα^ αὐτοῦ οὐ λαός μου. | κάλεσον τὸ ὄνομα αὐτοῦ οὐ λαός μου. |
πρόσεχε τῇ δυ^νά^μει. | πρόσεχε τῇ δυνάμει. |
εἶδες ὄνομα^ βρέφους οὐ λαός μου κα^λούμενον; | εἶδες ὄνομα βρέφους οὐ λαός μου καλούμενον; |
εἶτα ἐκέλευσεν ὁ δεσπότης, ὑ^πήκουσεν ὁ δοῦλος. | εἶτα ἐκέλευσεν ὁ δεσπότης, ὑπήκουσεν ὁ δοῦλος. |
αἴνιγμα δὲ ἦν τοῦ λα_οῦ τοῦ ποτε μὲν οὔ τε ἠγαπημένου οὔ τε λα_οῦ ὀνομαζομένου, μετὰ^ δὲ ταῦτα^ εἰς γνῶσι^ν ἐρχομένου. | αἴνιγμα δὲ ἦν τοῦ λαοῦ τοῦ ποτε μὲν οὔ τε ἠγαπημένου οὔ τε λαοῦ ὀνομαζομένου, μετὰ δὲ ταῦτα εἰς γνῶσιν ἐρχομένου. |
ὑποβὰς γὰ^ρ πολλά^, ἐπειδὴ πολλὰ^ τὰ^ ἐν μέσῳ, καὶ ἔσται ἐν τῷ τόπῳ, οὗ ἐρρέθη αὐτοῖς οὐ λαός μου ὑ_μεῖς, αὐτοὶ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. | ὑποβὰς γὰρ πολλά, ἐπειδὴ πολλὰ τὰ ἐν μέσῳ, καὶ ἔσται ἐν τῷ τόπῳ, οὗ ἐρρέθη αὐτοῖς οὐ λαός μου ὑμεῖς, αὐτοὶ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. |
ταῦτα^ οὐχ ἡμεῖς ἀφ' ἑαυτῶν ἐννοήσαμεν, ἀλλ' ἀποστολι^κοῖς ἐφωδιάσθημεν λόγοις· | ταῦτα οὐχ ἡμεῖς ἀφ' ἑαυτῶν ἐννοήσαμεν, ἀλλ' ἀποστολικοῖς ἐφωδιάσθημεν λόγοις· |
κα^θὼς καὶ ἐν τῷ ὡσηὲ τῷ προφήτῃ γέγραπται· | καθὼς καὶ ἐν τῷ ὡσηὲ τῷ προφήτῃ γέγραπται· |
καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην. | καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην. |
καὶ ἔσται ἐν ἐν τῷ τόπῳ, οὗ ἐρρέθη αὐτοῖς οὐ λαός μου ὑ_μεῖς, αὐτοὶ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. | καὶ ἔσται ἐν ἐν τῷ τόπῳ, οὗ ἐρρέθη αὐτοῖς οὐ λαός μου ὑμεῖς, αὐτοὶ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. |
αὐτοὶ γὰ^ρ παρεζήλωσά^ν με ἐπ' οὐ θεοῖς· | αὐτοὶ γὰρ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς· |
κ ἀγὼ παραζηλώσω ἐπ' οὐκ ἔθνει. | κ ἀγὼ παραζηλώσω ἐπ' οὐκ ἔθνει. |
ἐν τῷ τόπῳ φησὶ^ν ἐρρέθη οὐ λαός μου, τουτ έστι^ν ὁ νόμος ὁ κα^λέσα_ς αὐτοὺς οὐ λα_ὸς κα^λέσει αὐτοὺς υἱοὺς θεοῦ ζῶντος. | ἐν τῷ τόπῳ φησὶν ἐρρέθη οὐ λαός μου, τουτ έστιν ὁ νόμος ὁ καλέσας αὐτοὺς οὐ λαὸς καλέσει αὐτοὺς υἱοὺς θεοῦ ζῶντος. |
ὅρα δὲ τῶν ἀ^ποστόλων τὴν εἰκόνα^. | ὅρα δὲ τῶν ἀποστόλων τὴν εἰκόνα. |
κα^θὼς καὶ ἐν τῷ ὡσηέ φησι^ν· | καθὼς καὶ ἐν τῷ ὡσηέ φησιν· |
καλέσω τὸν οὐ λαόν μου λαόν μου. | καλέσω τὸν οὐ λαόν μου λαόν μου. |
ἀδελφοὶ ἡγι^ασμένοι, οἵ ποτε οὐ λαός, νῦν δὲ λαός. | ἀδελφοὶ ἡγιασμένοι, οἵ ποτε οὐ λαός, νῦν δὲ λαός. |
κάλεσον τὸ ὄνομα^ αὐτῆς οὐκ ἠγαπημένην, λέγει· | κάλεσον τὸ ὄνομα αὐτῆς οὐκ ἠγαπημένην, λέγει· |
οἵ ποτε οὐκ, νῦν δὲ καὶ ὑπερηλεημένοι. | οἵ ποτε οὐκ, νῦν δὲ καὶ ὑπερηλεημένοι. |
ἐντεῦθεν καὶ τὴν ἐκκλησί^α_ν χριστοῦ νύμφην κα^λεῖ ὁ προφητι^κὸς χορός, ἐκ πορνεία_ς λαμβανομένην καὶ εἰς σεμνογαμίαν ἀποτελουμένην. | ἐντεῦθεν καὶ τὴν ἐκκλησίαν χριστοῦ νύμφην καλεῖ ὁ προφητικὸς χορός, ἐκ πορνείας λαμβανομένην καὶ εἰς σεμνογαμίαν ἀποτελουμένην. |
φθορὰ σωμά^των ἡ ἔκπτωσι^ς· | φθορὰ σωμάτων ἡ ἔκπτωσις· |
φθορὰ σωμά^των καὶ ψυ_χῆς ἡ παράβα^σι^ς. | φθορὰ σωμάτων καὶ ψυχῆς ἡ παράβασις. |
διὰ τοῦτο ὁ σωτὴρ ἑαυτοῦ σύζυ^γον τὴν ἐκκλησί^α_ν κα^λεῖ, καὶ οὐ πα^ραιτεῖται οἱ ἄνδρες ἀγαπᾶτε τὰ_ς ἑαυτῶν γυ^ναῖκα^ς, καθὼς καὶ ὁ χριστὸς τὴν ἐκκλησί^α_ν, καὶ παρέδωκεν ἑαυτὸν ὑ^πὲρ αὐτῆς, ἵ^να_ αὐτὴν ἁγιάσῃ καὶ σώμα^τι^ καὶ πνεύμα^τι^. | διὰ τοῦτο ὁ σωτὴρ ἑαυτοῦ σύζυγον τὴν ἐκκλησίαν καλεῖ, καὶ οὐ παραιτεῖται οἱ ἄνδρες ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ χριστὸς τὴν ἐκκλησίαν, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καὶ σώματι καὶ πνεύματι. |
οὐ προσέσχον αἱρετι^κοὶ τῷ παρέδωκεν ἑαυτόν, ἀλλὰ πληγέντες τὴν δι^ά^νοια^ν ἀ^πὸ τοῦ κα^κῶς ἀ^να^γνῶναι τὰ^ κα^λῶς γεγραμμένα^, ὅρα τί ἐσοφί^σα^ντο. | οὐ προσέσχον αἱρετικοὶ τῷ παρέδωκεν ἑαυτόν, ἀλλὰ πληγέντες τὴν διάνοιαν ἀπὸ τοῦ κακῶς ἀναγνῶναι τὰ καλῶς γεγραμμένα, ὅρα τί ἐσοφίσαντο. |
λέγουσι· | λέγουσι· |
ὅς γε τοῦ ἰ^δί^ου υἱοῦ οὐκ ἐφείσα^το, ἀλλ' ὑ^πὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, τουτ έστι^ν ὁ πα^τὴρ τὸν υἱόν. | ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, τουτ έστιν ὁ πατὴρ τὸν υἱόν. |
τί οὖν; | τί οὖν; |
ἡναγκασμένην ὑ^πέστη παράδοσι^ν; | ἡναγκασμένην ὑπέστη παράδοσιν; |
μὴ θέλων ἔπα^θεν; | μὴ θέλων ἔπαθεν; |
καὶ τίς οὕτως ἀσεβὴς καὶ τίς οὕτως θείων λόγων ἄμοιρος καὶ τῆς ἀποστολι^κῆς δι^δα^σκα^λί^α_ς ἀ^λλότρι^ος, ὥστε τολμῆσαι ἠναγκασμένον εἰπεῖν τὸ πά^θος τὸ δεσποτι^κόν καὶ οὐ γνώμῃ τοῦ πα^θόντος γενόμενον; | καὶ τίς οὕτως ἀσεβὴς καὶ τίς οὕτως θείων λόγων ἄμοιρος καὶ τῆς ἀποστολικῆς διδασκαλίας ἀλλότριος, ὥστε τολμῆσαι ἠναγκασμένον εἰπεῖν τὸ πάθος τὸ δεσποτικόν καὶ οὐ γνώμῃ τοῦ παθόντος γενόμενον; |
ἀνάγκῃ πα^ρεδόθη ὁ λέγων· | ἀνάγκῃ παρεδόθη ὁ λέγων· |
ἐγὼ εἰμι^ ὁ ποιμὴν ὁ κα^λός, ὁ τι^θεὶς τὴν ψυ_χὴν αὐτοῦ ὑ^πὲρ τῶν προβάτων; | ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων; |
ἀνάγκην ἔχει ὁ λέγων· | ἀνάγκην ἔχει ὁ λέγων· |
οὐδεὶς αἴρει τὴν ψυ_χήν μου ἀπ' ἐμοῦ· | οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· |
ἐξουσί^α_ν ἔχω πά^λι^ν λα^βεῖν αὐτήν; | ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν; |
ἀνάγκῃ ὑπέμεινε τὸ πά^θος ὁ λέγων· | ἀνάγκῃ ὑπέμεινε τὸ πάθος ὁ λέγων· |
λύσατε τὸν να_ὸν τοῦτον, καὶ ἐν τρισὶ^ν ἡμέραις ἐγερῶ αὐτόν; | λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν; |
ἀνάγκῃ ὑπέμεινεν ὁ εἰπών· | ἀνάγκῃ ὑπέμεινεν ὁ εἰπών· |
οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλ' ἵ^να_ σώσω τὸν κόσμον; | οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον; |
ἐπειδὴ παύλου φωνὴν προφέρεις, ἣν κα^κῶς ἀναγινώσκεις λέγων υἱὸν ὑ^πεξούσιον, τοῦτο φρονείσθω ἐν ὑ_μῖν ὃ καὶ ἐν χριστῷ ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑ^πά^ρχων οὐχ ἁρπαγμὸν ἡγήσα^το τὸ εἶναι ἴ_σα_ θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λα^βών, καὶ σχήμα^τι^ εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν, ἐκένωσεν ἑαυτόν. | ἐπειδὴ παύλου φωνὴν προφέρεις, ἣν κακῶς ἀναγινώσκεις λέγων υἱὸν ὑπεξούσιον, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν χριστῷ ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν, ἐκένωσεν ἑαυτόν. |
ἐπειδὴ δὲ γέγραπται περὶ^ τοῦ ὅτι^ ὁ πα^τὴρ παρέδωκεν ὑ^πὲρ ὑ_μῶν, ἴ^δωμεν εἰ εὑρίσκομεν τὸν χριστὸν ἑαυτὸν παραδιδόντα^. | ἐπειδὴ δὲ γέγραπται περὶ τοῦ ὅτι ὁ πατὴρ παρέδωκεν ὑπὲρ ὑμῶν, ἴδωμεν εἰ εὑρίσκομεν τὸν χριστὸν ἑαυτὸν παραδιδόντα. |
μιμηταὶ γί_νεσθε τοῦ θεοῦ, ὡς τέκνα^ ἀγαπητά^, καὶ περι^πα^τεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑ^πὲρ ἡμῶν θυ^σί^α_ν καὶ προσφορὰν τῷ θεῷ εἰς ὀσμὴν εὐωδία_ς. | μιμηταὶ γίνεσθε τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν θυσίαν καὶ προσφορὰν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. |
ὁρᾷς οὐκ γνώμην, ἀλλὰ σύνδρομον τῷ πατρί^; | ὁρᾷς οὐκ γνώμην, ἀλλὰ σύνδρομον τῷ πατρί; |
ὃ γὰ^ρ βούλεται ὁ υἱός, βούλεται καὶ ὁ πα^τήρ. | ὃ γὰρ βούλεται ὁ υἱός, βούλεται καὶ ὁ πατήρ. |
καὶ οὐ ψεύδεται ὁ λέγων· | καὶ οὐ ψεύδεται ὁ λέγων· |
ὁ ἑωρα_κὼς ἐμὲ ἑώρα_κεν τὸν πα^τέρα^. | ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα. |
εἴρηται δὲ τῇ προτέρᾳ πῶς δύ^να^ται τὸ ἄ^νι^σον διὰ τοῦ ἀ^νί^σου δείκνυσθαι. | εἴρηται δὲ τῇ προτέρᾳ πῶς δύναται τὸ ἄνισον διὰ τοῦ ἀνίσου δείκνυσθαι. |
ὁ ἑωρα_κὼς τὸν μηδὲν δυ^νά^μενον ἀφ' ἑαυτοῦ ποιεῖν εἶδε τὸν πά^ντα^ δυ^νά^μενον. | ὁ ἑωρακὼς τὸν μηδὲν δυνάμενον ἀφ' ἑαυτοῦ ποιεῖν εἶδε τὸν πάντα δυνάμενον. |
ὁ ἑωρα_κὼς τὸν ὑ^πεξούσιον εἶδε τὸν αὐτεξούσιον. | ὁ ἑωρακὼς τὸν ὑπεξούσιον εἶδε τὸν αὐτεξούσιον. |
ὁ ἑωρα_κὼς τὸ γέννημα^ εἶδε τὸν γεννήσα^ντα^· | ὁ ἑωρακὼς τὸ γέννημα εἶδε τὸν γεννήσαντα· |
ὁ ἑωρα_κώς, ὡς λέγουσι^ν οἱ αἱρετι^κοί, τὸ κτίσμα^ εἶδε τὸν ἄκτιστον. | ὁ ἑωρακώς, ὡς λέγουσιν οἱ αἱρετικοί, τὸ κτίσμα εἶδε τὸν ἄκτιστον. |
ναί, φησι^ν, ὥσπερ τὰ^ ἔργα^ δείκνυ_σι^ τοὺς τεχνί_τα_ς. | ναί, φησιν, ὥσπερ τὰ ἔργα δείκνυσι τοὺς τεχνίτας. |
τὸ γὰ^ρ ἑωρα_κὼς ἐμὲ ἑώρα_κε τὸν πα^τέρα^ οὕτω λα^μβά^νουσι^ν αἰρετι^κοί. | τὸ γὰρ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα οὕτω λαμβάνουσιν αἰρετικοί. |
ἐπειδὴ ἀποτέλεσμα^, φησί^ν, ἐστὶ^ν τῆς τοῦ πατρὸς ἐνεργεία_ς, ὥσπερ τὰ^ μεγά^λα_ ἔργα^ δείκνυ_σι^ καὶ μὴ φαινομένους τοὺς τεχνί_τα_ς, ὡς, φέρε εἰπεῖν, ὁ κί_ων ὁ κα^λῶς ἐξεσμένος εἰκὼν γί_νεται τῆς τέχνης καὶ ἀ^πεικόνισμα^, οὕτω, φησί^ν, ἐπειδὴ μέγα^ ἐγένετο τῆς τοῦ πατρὸς δυ^νά^μεως ἔργον, οὕτως δείκνυ_σι^ τὸν ἐργα^σά^... | ἐπειδὴ ἀποτέλεσμα, φησίν, ἐστὶν τῆς τοῦ πατρὸς ἐνεργείας, ὥσπερ τὰ μεγάλα ἔργα δείκνυσι καὶ μὴ φαινομένους τοὺς τεχνίτας, ὡς, φέρε εἰπεῖν, ὁ κίων ὁ καλῶς ἐξεσμένος εἰκὼν γίνεται τῆς τέχνης καὶ ἀπεικόνισμα, οὕτω, φησίν, ἐπειδὴ μέγα ἐγένετο τῆς τοῦ πατρὸς δυνάμεως ἔργον, οὕτως δείκνυσι τὸν ἐργασάμενον. |
τί οὖν; | τί οὖν; |
κελεύεις καὶ τὸν οὐρα^νὸν εἰπεῖν· | κελεύεις καὶ τὸν οὐρανὸν εἰπεῖν· |
ὁ ἑωρα_κὼς ἐμὲ τὸν οὐρα^νὸν εἶδε τὸν θεόν; | ὁ ἑωρακὼς ἐμὲ τὸν οὐρανὸν εἶδε τὸν θεόν; |
καὶ γὰ^ρ ὁ οὐρα^νὸς ἀποτέλεσμα^ τοῦ δημιουργοῦ ἐστι^ν. | καὶ γὰρ ὁ οὐρανὸς ἀποτέλεσμα τοῦ δημιουργοῦ ἐστιν. |
ἁρπασάτω τοίνυ^ν ἡ κτίσις τὴν φωνὴν τοῦ υἱοῦ· | ἁρπασάτω τοίνυν ἡ κτίσις τὴν φωνὴν τοῦ υἱοῦ· |
μηκέτι^ μόνος λεγέτω· | μηκέτι μόνος λεγέτω· |
ὁ ἑωρα_κὼς ἐμὲ ἑώρα_κεν τὸν πα^τέρα^. | ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα. |
λεγέτω ὁ οὐρα^νός· | λεγέτω ὁ οὐρανός· |
ὁ ἑωρα_κὼς ἐμὲ ἑώρα_κεν τὸνθεόν· | ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸνθεόν· |
καὶ γὰ^ρ ἐγὼ ἀποτέλεσμα^ αὐτοῦ εἰμι^. | καὶ γὰρ ἐγὼ ἀποτέλεσμα αὐτοῦ εἰμι. |
λεγέτω καὶ ἡ γῆ· | λεγέτω καὶ ἡ γῆ· |
ὁ ἑωρα_κὼς ἐμὲ ἑώρα_κεν τὸνθεόν· | ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸνθεόν· |
καὶ γὰ^ρ ἐμὲ αὐτὸς ἔκτι^σεν. | καὶ γὰρ ἐμὲ αὐτὸς ἔκτισεν. |
λεγέτω καὶ ἡ θά^λασσα^· | λεγέτω καὶ ἡ θάλασσα· |
ὁ ἑωρα_κὼς ἐμὲ ἑώρα_κεν τὸνκωρυφόσαντα ἢ τὸν ἀ^φορίσαντα^. | ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸνκωρυφόσαντα ἢ τὸν ἀφορίσαντα. |
ὁ εἰδὼς τοὺς ἀ^στέρα^ς τὸν κοσμήσαντα^. | ὁ εἰδὼς τοὺς ἀστέρας τὸν κοσμήσαντα. |
τίς οὕτως ἄθλι^ος ὡς φωνὴν δεσποτι^κὴν μερί^σαι τῇ κτί^σει; | τίς οὕτως ἄθλιος ὡς φωνὴν δεσποτικὴν μερίσαι τῇ κτίσει; |
ἀλλὰ τὰ τῆς ὑποσχέσεως εἰς τέλος δρα^μέτω· | ἀλλὰ τὰ τῆς ὑποσχέσεως εἰς τέλος δραμέτω· |
εἰς γὰ^ρ τὸν νῶε καὶ τὴν πᾶσα^ν κατ' αὐτὸν θεωρί^α_ν, ἐά^ν γε θεὸς συνεργήσῃ κα^τὰ^ τὸ αὐτοῦ πα^ρι^στά^μενον βούλημα^ ὑποθέσθαι καὶ θέλω ἡμᾶς ἀ^πα^ντῆσαι. | εἰς γὰρ τὸν νῶε καὶ τὴν πᾶσαν κατ' αὐτὸν θεωρίαν, ἐάν γε θεὸς συνεργήσῃ κατὰ τὸ αὐτοῦ παριστάμενον βούλημα ὑποθέσθαι καὶ θέλω ἡμᾶς ἀπαντῆσαι. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.