macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
λέγομεν δὲ ταῦτα, οὐχ ἵ^να_ ἁπλῶς τὰ_ς δι^α^νοία_ς ἡμῶν ἀναπετάσωμεν, ἀλλ' ἵ^να_ μὴ ἀγνοίᾳ ἐκπέσωμεν τῶν νοημά^των.
λέγομεν δὲ ταῦτα, οὐχ ἵνα ἁπλῶς τὰς διανοίας ἡμῶν ἀναπετάσωμεν, ἀλλ' ἵνα μὴ ἀγνοίᾳ ἐκπέσωμεν τῶν νοημάτων.
πρόκειται γὰ^ρ δεῖξαι τὸν κατακλυσμόν, ὄψι^ν μὲν ἔχοντα^ ἀποτομία_ς, δύ^να^μι^ν δὲ φιλανθρωπία_ς, καὶ πᾶσα^ν τὴν κατ' ὑ^πόθεσι^ν μεστὴν θεωρημά^των οὐρα^νί^ων καὶ ἐπι^γείων, οὐκ ἐξ ὧν ὁ λογισμὸς ὑ^ποβάλλεται, ἀλλ' ἐξ ὧν ἡ γρα^φὴ ἑαυτὴν συ^νίστησι^ν.
πρόκειται γὰρ δεῖξαι τὸν κατακλυσμόν, ὄψιν μὲν ἔχοντα ἀποτομίας, δύναμιν δὲ φιλανθρωπίας, καὶ πᾶσαν τὴν κατ' ὑπόθεσιν μεστὴν θεωρημάτων οὐρανίων καὶ ἐπιγείων, οὐκ ἐξ ὧν ὁ λογισμὸς ὑποβάλλεται, ἀλλ' ἐξ ὧν ἡ γραφὴ ἑαυτὴν συνίστησιν.
ὁ δὲ θεὸς τῶν ἁ^γί^ων ὁ ταύτην ἡμῖν χα^ρι^σά^μενος τὴν ἑσπερινὴν τράπεζα^ν, χα^ρί^σηται ἡμῖν καὶ τὴν ἑωθινὴν καὶ πά_σα_ς τὰ_ς ἡμέρα_ς τῆς ζωῆς ἡμῶν, ἐν χριστῷ ἰησοῦ τῷ κυ_ρί^ῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κρά^τος εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
ὁ δὲ θεὸς τῶν ἁγίων ὁ ταύτην ἡμῖν χαρισάμενος τὴν ἑσπερινὴν τράπεζαν, χαρίσηται ἡμῖν καὶ τὴν ἑωθινὴν καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
πρώην ἡμῖν ὁ λόγος ἥψα^το μὲν ἐν μέρει τῶν ἐν τῇ κτί^σει θεωρημά^των, ὑ^πὸ δὲ τῆς τῶν ὄχλων συγχύσεως ἐξωλίσθησε τῆς οἰκεία_ς καταστάσεως.
πρώην ἡμῖν ὁ λόγος ἥψατο μὲν ἐν μέρει τῶν ἐν τῇ κτίσει θεωρημάτων, ὑπὸ δὲ τῆς τῶν ὄχλων συγχύσεως ἐξωλίσθησε τῆς οἰκείας καταστάσεως.
οὐδὲν γὰ^ρ οὕτως ἐλαττοῖ τὴν δύ^να^μι^ν τῶν λεγομένων, ὡς ἡ τῶν ὄχλων ἀ^νωμα^λί^α_·
οὐδὲν γὰρ οὕτως ἐλαττοῖ τὴν δύναμιν τῶν λεγομένων, ὡς ἡ τῶν ὄχλων ἀνωμαλία·
καὶ οὐδὲν οὕτως τρέφει τὴν παρρησίαν τοῦ λέγοντος, ὡς εὐστάθεια^ καὶ γα^λήνη καὶ ἡσυ^χί^α_, καὶ τῷ λέγοντι^ σχολὴν καὶ τοῖς ἀ^κούουσι^ν αἴσθησι^ν χα^ρι^ζομένη·
καὶ οὐδὲν οὕτως τρέφει τὴν παρρησίαν τοῦ λέγοντος, ὡς εὐστάθεια καὶ γαλήνη καὶ ἡσυχία, καὶ τῷ λέγοντι σχολὴν καὶ τοῖς ἀκούουσιν αἴσθησιν χαριζομένη·
ὑπόσχετε τοίνυ^ν τὰ_ς ἀ^κοὰ_ς τοῖς λεγομένοις καὶ τὴν σιωπὴν ὥσπερ γῆν ἁπλώσατε τῷ ὄμβρῳ τῆς δι^δα^σκα^λί^α_ς.
ὑπόσχετε τοίνυν τὰς ἀκοὰς τοῖς λεγομένοις καὶ τὴν σιωπὴν ὥσπερ γῆν ἁπλώσατε τῷ ὄμβρῳ τῆς διδασκαλίας.
ὥσπερ γὰ^ρ ἐὰ^ν μὴ βα^θεῖα^ν ὁ γεωργὸς τὴν αὔλακα^ τέμῃ, οὐ δύ^να^ται τῷ βά^θει τῆς γῆς ἐνθεῖναι τὰ^ σπέρμα^τα^, οὕτως ἐὰ^ν μὴ βα^θεῖα^ σι^ωπὴ χώρα_ν δῷ τῷ κηρύγμα^τι^, καὶ τοῦ λέγοντος τὸν νοῦν ἐθώλωσε καὶ τῶν ἀ^κουόντων τὰ_ς ψυ_χὰ_ς ἐζημίωσεν.
ὥσπερ γὰρ ἐὰν μὴ βαθεῖαν ὁ γεωργὸς τὴν αὔλακα τέμῃ, οὐ δύναται τῷ βάθει τῆς γῆς ἐνθεῖναι τὰ σπέρματα, οὕτως ἐὰν μὴ βαθεῖα σιωπὴ χώραν δῷ τῷ κηρύγματι, καὶ τοῦ λέγοντος τὸν νοῦν ἐθώλωσε καὶ τῶν ἀκουόντων τὰς ψυχὰς ἐζημίωσεν.
ὅθεν ἴ^δε.
ὅθεν ἴδε.
καὶ μωϋσῆς καὶ οἱ ἱ^ερεῖς καὶ οἱ λευῖται, κα^θώς φησι^ τὸ, μέλλοντες κα^ταγγέλλειν, ἐβόων τῶν θείων δογμά^των ἄντι^κρυ^ς, ὥσπερ μα^ρτυ^ρεῖ λαμπρᾷ τῇ φωνῇ·
καὶ μωϋσῆς καὶ οἱ ἱερεῖς καὶ οἱ λευῖται, καθώς φησι τὸ, μέλλοντες καταγγέλλειν, ἐβόων τῶν θείων δογμάτων ἄντικρυς, ὥσπερ μαρτυρεῖ λαμπρᾷ τῇ φωνῇ·
σιώπα καὶ ἄ^κουε ἰσραήλ·
σιώπα καὶ ἄκουε ἰσραήλ·
ὁμοίως δὲ καὶ ὁ μα^κά^ριος δαυὶδ βουλόμενος δεῖξαι, ὡς οὐκ ἔστι^ν ἄλλως δέχεσθαι τὰ^ θεῖα^ λόγι^α^ ἢ μετὰ^ σχολῆς, βοᾷ καὶ λέγει δι^ὰ^ τοῦ·
ὁμοίως δὲ καὶ ὁ μακάριος δαυὶδ βουλόμενος δεῖξαι, ὡς οὐκ ἔστιν ἄλλως δέχεσθαι τὰ θεῖα λόγια ἢ μετὰ σχολῆς, βοᾷ καὶ λέγει διὰ τοῦ·
σχολάσατε καὶ γνῶτε ὅτι^ ἐγώ εἰμι^ ὁ θεός·
σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός·
δότε τοίνυ^ν σχολὴν τῇ δι^δα^σκα^λί^ᾳ δι^ὰ^ τῆς σιωπῆς, ὦ φιλόχριστοι.
δότε τοίνυν σχολὴν τῇ διδασκαλίᾳ διὰ τῆς σιωπῆς, ὦ φιλόχριστοι.
πρώην μὲν ἡμῖν εἴρηται ὅτι^ ὁ θεὸς ἐποίησε τὸν οὐρα^νὸν καὶ τὴν γῆν, οὐχ ὕ_λῃ προϋπαρχούσῃ καταχρησάμενος, ἀλλ' οἰκείᾳ δυ^νά^μει τὴν ὕ_λην αὐτὴν ἐξ οὐκ ὄντων προα^γα^γών, προβεβλημένην αὐτὴν τελεία_ν δι^ὰ^ τοῦ κοσμῆσαι μορφώσα_ς.
πρώην μὲν ἡμῖν εἴρηται ὅτι ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐχ ὕλῃ προϋπαρχούσῃ καταχρησάμενος, ἀλλ' οἰκείᾳ δυνάμει τὴν ὕλην αὐτὴν ἐξ οὐκ ὄντων προαγαγών, προβεβλημένην αὐτὴν τελείαν διὰ τοῦ κοσμῆσαι μορφώσας.
δεύτερον ἡμῖν ἐγυμνάζετο ὅτι^ οὐ δὲ πα^ρα^πλησί^ως ἀνθρώποις κα^τα^σκευά^ζει οὖν ὁ θεὸς τὴν ἑαυτοῦ δημιουργίαν, οὐ δὲ πρῶτον θεμελί^ους πήγνυ_σι^ν καὶ τότε τὴν ὀροφὴν ἐπι^τί^θησι^ν.
δεύτερον ἡμῖν ἐγυμνάζετο ὅτι οὐ δὲ παραπλησίως ἀνθρώποις κατασκευάζει οὖν ὁ θεὸς τὴν ἑαυτοῦ δημιουργίαν, οὐ δὲ πρῶτον θεμελίους πήγνυσιν καὶ τότε τὴν ὀροφὴν ἐπιτίθησιν.
ἀλλ' ἐπειδὴ τῶν γι_νομένων αὐτὸς καὶ τεχνίτης καὶ θεμέλι^ος καὶ σύστα^σι^ς, πρῶτον ἐποίησεν τὸν ὄροφον, καὶ τότε τὴν γῆν ὑπέστρωσεν.
ἀλλ' ἐπειδὴ τῶν γινομένων αὐτὸς καὶ τεχνίτης καὶ θεμέλιος καὶ σύστασις, πρῶτον ἐποίησεν τὸν ὄροφον, καὶ τότε τὴν γῆν ὑπέστρωσεν.
τρίτον ἡμῖν προέκειτο ὅτι^ τῷ μὲν οὐρα^νῷ τὸν ἀ_έρα^ ὑ^πέβαλεν, τῇ δὲ γῇ τὸ ὕ^δωρ ὑπέθηκεν·
τρίτον ἡμῖν προέκειτο ὅτι τῷ μὲν οὐρανῷ τὸν ἀέρα ὑπέβαλεν, τῇ δὲ γῇ τὸ ὕδωρ ὑπέθηκεν·
οὐκ ἂ^ν ἀ^να^λόγως οὐ δὲ συμφωνοῦντα^ς τῷ μεγέθει τῶν ὁρωμένων θεμελί^ους κα^τα^βα^λλόμενος, ἀλλὰ^ θείᾳ δυ^νά^μει κραταιουμένους καὶ συ^νεστῶτα^ς καὶ μαρτυροῦντα^ς ὡς ἀ^ληθῶς τὴν ἐνέργεια^ν τοῦ ποιήσαντος.
οὐκ ἂν ἀναλόγως οὐ δὲ συμφωνοῦντας τῷ μεγέθει τῶν ὁρωμένων θεμελίους καταβαλλόμενος, ἀλλὰ θείᾳ δυνάμει κραταιουμένους καὶ συνεστῶτας καὶ μαρτυροῦντας ὡς ἀληθῶς τὴν ἐνέργειαν τοῦ ποιήσαντος.
τέταρτον ἡμῖν ἐξέθετο ὁ θαυμαστὸς μωϋσῆς καὶ οὔ τε ἀγγέλων οὔ τε ἀρχαγγέλων οὔ τε ὅλως τῶν ἄ^νω δυ^νά^μεων ἐμνημόνευσεν ἐν τῷ κα^ταλόγῳ τῆς κτίσεως.
τέταρτον ἡμῖν ἐξέθετο ὁ θαυμαστὸς μωϋσῆς καὶ οὔ τε ἀγγέλων οὔ τε ἀρχαγγέλων οὔ τε ὅλως τῶν ἄνω δυνάμεων ἐμνημόνευσεν ἐν τῷ καταλόγῳ τῆς κτίσεως.
ὁ γὰ^ρ σκοπὸς ἦν αὐτῷ τὴν τῶν ὁρωμένων ἁ^πά^ντων δι^ορθώσασθαι πλάνην.
ὁ γὰρ σκοπὸς ἦν αὐτῷ τὴν τῶν ὁρωμένων ἁπάντων διορθώσασθαι πλάνην.
ἐπεὶ γὰ^ρ τὰ^ φαινόμενα^ προσεκυνεῖτο ἥλι^ός τε καὶ σελήνη καὶ τὰ^ ἄ^στρα^ καὶ ποτα^μοὶ καὶ πηγαὶ καὶ ὄρη καὶ θά^λασσα^.
ἐπεὶ γὰρ τὰ φαινόμενα προσεκυνεῖτο ἥλιός τε καὶ σελήνη καὶ τὰ ἄστρα καὶ ποταμοὶ καὶ πηγαὶ καὶ ὄρη καὶ θάλασσα.
εἰκότως ὁ θαυμαστὸς ἀ^νὴρ ἀκολουθίᾳ καὶ τάξει τὸν τῆς δημιουργία_ς λόγον ὑ^φαίνων μόνα_ ἐκτίθεται τὰ^ ὁρώμενα^ σι^ωπήσα_ς τὰ^ ἀόρα_τα^, ἵ^να_ ἐν τῷ προσχήμα^τι^ τῆς δι^δα^σκα^λί^α_ς καὶ τὸν ἐργα^σά^μενον δείξῃ καὶ τὰ^ ἔργα^ κα^ταγγείλῃ.
εἰκότως ὁ θαυμαστὸς ἀνὴρ ἀκολουθίᾳ καὶ τάξει τὸν τῆς δημιουργίας λόγον ὑφαίνων μόνα ἐκτίθεται τὰ ὁρώμενα σιωπήσας τὰ ἀόρατα, ἵνα ἐν τῷ προσχήματι τῆς διδασκαλίας καὶ τὸν ἐργασάμενον δείξῃ καὶ τὰ ἔργα καταγγείλῃ.
πά^λι^ν ἡμῖν εἴρητο ὅτι^ ὁ θεὸς τὸν κόσμον τοῦτον δι^δασκα^λεῖον τοῖς ἀνθρώποις ἔδωκεν, ἵ^να_ δι^ὰ^ τῶν στοιχείων τούτων ἐκμανθάνωμεν τὴν πάνσοφον ἐπιστήμην.
πάλιν ἡμῖν εἴρητο ὅτι ὁ θεὸς τὸν κόσμον τοῦτον διδασκαλεῖον τοῖς ἀνθρώποις ἔδωκεν, ἵνα διὰ τῶν στοιχείων τούτων ἐκμανθάνωμεν τὴν πάνσοφον ἐπιστήμην.
οἱ γὰ^ρ οὐρανοὶ δι^ηγοῦνται δόξα^ν θεοῦ καὶ πᾶσα^ ἡ κτίσις ἀ^ναγγελεῖ τὴν τοῦ τεχνί^του σοφί^α_ν.
οἱ γὰρ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ καὶ πᾶσα ἡ κτίσις ἀναγγελεῖ τὴν τοῦ τεχνίτου σοφίαν.
καί ὅρα_ τὸ θαυμαστόν.
καί ὅρα τὸ θαυμαστόν.
οὐκ ἔδωκεν ὁ θεὸς τῶν οὐρα^νῶν στόμα^ καὶ γλῶττα^ν ἔναρθρον.
οὐκ ἔδωκεν ὁ θεὸς τῶν οὐρανῶν στόμα καὶ γλῶτταν ἔναρθρον.
εἰ γὰ^ρ ἔλα^βε τὸν προφορητι^κὸν λόγον, πάντως ἂ^ν μί^α^ν ἔμελλεν ἔχειν γλῶττα^ν ἡ δι^δα^σκα^λί^α_ καὶ συνέβαινεν ἐκείνους μόνους ὠφελεῖσθαι, τοὺς τῆς μιᾶ_ς ἐκείνης γλώττης ἐν πείρᾳ κα^θεστῶτα^ς.
εἰ γὰρ ἔλαβε τὸν προφορητικὸν λόγον, πάντως ἂν μίαν ἔμελλεν ἔχειν γλῶτταν ἡ διδασκαλία καὶ συνέβαινεν ἐκείνους μόνους ὠφελεῖσθαι, τοὺς τῆς μιᾶς ἐκείνης γλώττης ἐν πείρᾳ καθεστῶτας.
ἀλλὰ^ δέδωκεν ὄψι^ν ἀντὶ^ φωνῆς καὶ γλώττης τὴν εὐπρέπεια^ν τῶν ὁρωμένων καὶ οὔ τι^σι^ν ἑτέρως, τι^σὶ^ δὲ ἄλλως ὁρᾶται, ἀλλὰ^ ὑ^πὸ πάντων ἴ_σως κα^τα^λα^μβά^νεται.
ἀλλὰ δέδωκεν ὄψιν ἀντὶ φωνῆς καὶ γλώττης τὴν εὐπρέπειαν τῶν ὁρωμένων καὶ οὔ τισιν ἑτέρως, τισὶ δὲ ἄλλως ὁρᾶται, ἀλλὰ ὑπὸ πάντων ἴσως καταλαμβάνεται.
ἕκτον ἡμῖν εἴρητο ὅτι^ αὐτὴ ἡ κτίσις καὶ τύπτει τοὺς ἀγνώμονα^ς.
ἕκτον ἡμῖν εἴρητο ὅτι αὐτὴ ἡ κτίσις καὶ τύπτει τοὺς ἀγνώμονας.
ἕβδομον ὅτι^ πά^ντα^ τὰ^ κάλλη τῆς κτίσεως ἀπανθουμένην εὐσεβὴς ψυ_χὴ δείκνυ_σι^ πά_σης δημιουργία_ς τὴν εὐπρέπεια^ν.
ἕβδομον ὅτι πάντα τὰ κάλλη τῆς κτίσεως ἀπανθουμένην εὐσεβὴς ψυχὴ δείκνυσι πάσης δημιουργίας τὴν εὐπρέπειαν.
οἱ γὰ^ρ τοιοῦτοι ἄνθρωποι καὶ φωστῆρες ὀνομάζονται, κα^θώς φησι^ν ὁ παῦλος ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες.
οἱ γὰρ τοιοῦτοι ἄνθρωποι καὶ φωστῆρες ὀνομάζονται, καθώς φησιν ὁ παῦλος ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες.
καὶ ὡς ὁ ἥλι^ος λά^μπουσι^ καὶ ὡς ἡ σελήνη εἰς τὸν αἰῶνα^, κα^θὼς μα^ρτυ^ρεῖ ὁ θεὸς πρὸς τὸν ἀδὰμ ἐπαγγελίᾳ ὧδε λέγων·
καὶ ὡς ὁ ἥλιος λάμπουσι καὶ ὡς ἡ σελήνη εἰς τὸν αἰῶνα, καθὼς μαρτυρεῖ ὁ θεὸς πρὸς τὸν ἀδὰμ ἐπαγγελίᾳ ὧδε λέγων·
καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλι^ος ἐνα^ντί^ον μου καὶ ὡς ἡ σελήνη κα^τηρτισμένη εἰς τὸν αἰῶνα^.
καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.
μιμεῖται δὲ ὁμοίως καὶ τὰ^ ἄλλα^ πά^ντα^ ἐπὶ^ γῆς κάλλει ὁ τῶν δι^καίων χορὸς κα^τὰ^ τὸ εἰρημένον·
μιμεῖται δὲ ὁμοίως καὶ τὰ ἄλλα πάντα ἐπὶ γῆς κάλλει ὁ τῶν δικαίων χορὸς κατὰ τὸ εἰρημένον·
ὡς κα^λοί σου οἱ οἴκοι ἰακώβ, αἱ σκηναί σου ἰσραήλ, ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡς πα^ρά^δεισος ἐπὶ^ ποτα^μῶν καὶ ὡσεὶ κέδροι παρ' ὕ^δα^σι^.
ὡς καλοί σου οἱ οἴκοι ἰακώβ, αἱ σκηναί σου ἰσραήλ, ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡς παράδεισος ἐπὶ ποταμῶν καὶ ὡσεὶ κέδροι παρ' ὕδασι.
μιμοῦνται πά^λι^ν οἱ ἅ^γι^οι καὶ τοῦ ἀετοῦ τὴν ταχύτητα^.
μιμοῦνται πάλιν οἱ ἅγιοι καὶ τοῦ ἀετοῦ τὴν ταχύτητα.
ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
καὶ λεόντων ἔχουσι^ τὴν ἰσχύν.
καὶ λεόντων ἔχουσι τὴν ἰσχύν.
δίκαιος γὰ^ρ ὡς λέων πέποιθεν.
δίκαιος γὰρ ὡς λέων πέποιθεν.
ἀναβαίνει δὲ ἡ μίμησι^ς καὶ μέχρι^ς ἀγγέλων.
ἀναβαίνει δὲ ἡ μίμησις καὶ μέχρις ἀγγέλων.
μιμοῦνται δὲ καὶ τῶν ἐπουρα^νί^ων χορῶν οἱ ἐπὶ^ γῆς τὰ^ θεῖα^ χορεύμα^τα^, κα^θὼς καὶ ὁ μα^κά^ριος δαυὶδ τὴν πρὸς ἀγγέλους τῶν ἁ^γί^ων ὁμοτιμίαν ἐνδεικνύμενός φησι^ν·
μιμοῦνται δὲ καὶ τῶν ἐπουρανίων χορῶν οἱ ἐπὶ γῆς τὰ θεῖα χορεύματα, καθὼς καὶ ὁ μακάριος δαυὶδ τὴν πρὸς ἀγγέλους τῶν ἁγίων ὁμοτιμίαν ἐνδεικνύμενός φησιν·
ἐξομολογήσομαί σοι κύ_ρι^ε ἐν ὅλῃ καρδί^ᾳ μου καὶ ἐνα^ντί^ον ἀγγέλων ψα^λῶ σοι.
ἐξομολογήσομαί σοι κύριε ἐν ὅλῃ καρδίᾳ μου καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.
καὶ οὐ μέχρι^ τῆς τῶν ἀγγέλων μιμήσεως ἵστανται, ἀλλὰ^ καὶ αὐτοῦ μιμηταὶ γί_νονται τοῦ κυ_ρί^ου ἡμῶν ἰησοῦ χριστοῦ κα^θώς φησι^ν ὁ παῦλος·
καὶ οὐ μέχρι τῆς τῶν ἀγγέλων μιμήσεως ἵστανται, ἀλλὰ καὶ αὐτοῦ μιμηταὶ γίνονται τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ καθώς φησιν ὁ παῦλος·
μιμηταί μου γί_νεσθε κα^θὼς κ ἀγὼ χριστοῦ.
μιμηταί μου γίνεσθε καθὼς κ ἀγὼ χριστοῦ.
ἐννόησον εἰς ὅσην ἄνθρωπος φθά^νει τιμήν, κατ' εἰκόνα^ θεοῦ γενόμενος, ὡς ἀ^κηκόα^μεν ἱστοροῦντος τοῦ μεγά^λου νομοθέτου τὸν ἄνθρωπον.
ἐννόησον εἰς ὅσην ἄνθρωπος φθάνει τιμήν, κατ' εἰκόνα θεοῦ γενόμενος, ὡς ἀκηκόαμεν ἱστοροῦντος τοῦ μεγάλου νομοθέτου τὸν ἄνθρωπον.
ὅτε γὰ^ρ ἔδειξεν ὡς ἐν εἰκόνι^ τῷ λόγῳ τὸν οὐρα^νὸν δι^ὰ^ τῶν ἰ^δί^ων ἄστρων πεποικιλμένον καὶ τὴν γῆν ἄ^νθεσι^ διηνθισμένην·
ὅτε γὰρ ἔδειξεν ὡς ἐν εἰκόνι τῷ λόγῳ τὸν οὐρανὸν διὰ τῶν ἰδίων ἄστρων πεποικιλμένον καὶ τὴν γῆν ἄνθεσι διηνθισμένην·
τῶν ὀρέων τὰ_ς κορυ^φὰ_ς ὕ_λη βα^θεῖα^ κα^τασκί^ους καὶ πᾶσα^ν ἁπλῶς τὴν ὁρωμένην εὐκοσμίαν διέγραψεν·
τῶν ὀρέων τὰς κορυφὰς ὕλη βαθεῖα κατασκίους καὶ πᾶσαν ἁπλῶς τὴν ὁρωμένην εὐκοσμίαν διέγραψεν·
τότε λοιπὸν ἄ^γει τελευταῖον τὸν ἄνθρωπον, πάντων μέλλοντα^ προτιμᾶσθαι τῶν ὁρωμένων.
τότε λοιπὸν ἄγει τελευταῖον τὸν ἄνθρωπον, πάντων μέλλοντα προτιμᾶσθαι τῶν ὁρωμένων.
κατασκευάζεται τοίνυ^ν ἄνθρωπος, τελευταῖος μὲν τῇ δημιουργίᾳ, πρῶτος δὲ τῇ ἀ^ξί^ᾳ·
κατασκευάζεται τοίνυν ἄνθρωπος, τελευταῖος μὲν τῇ δημιουργίᾳ, πρῶτος δὲ τῇ ἀξίᾳ·
ἀ^να^γκαῖον δέ σοι δοκεῖ σκοπῆσαι μεθ' ἡμῶν περὶ^ τοῦ ζητουμένου.
ἀναγκαῖον δέ σοι δοκεῖ σκοπῆσαι μεθ' ἡμῶν περὶ τοῦ ζητουμένου.
δι^ὰ^ τί^ μὴ πρότερον τὸν ἄνθρωπον ἐποίησεν τὸν μέλλοντα^ ἄ^ρχοντα^ χειροτονεῖσθαι;
διὰ τί μὴ πρότερον τὸν ἄνθρωπον ἐποίησεν τὸν μέλλοντα ἄρχοντα χειροτονεῖσθαι;
ὅτι^ οὐ δί^καιον ἦν ἔρημον τὸν κόσμον πα^ρα^δοθῆναι τῷ ἀνθρώπῳ, ἀλλ' ἀνθοῦντα^ καὶ λάμποντα^ καὶ μηδὲν τῶν ὅλων λειπόμενον.
ὅτι οὐ δίκαιον ἦν ἔρημον τὸν κόσμον παραδοθῆναι τῷ ἀνθρώπῳ, ἀλλ' ἀνθοῦντα καὶ λάμποντα καὶ μηδὲν τῶν ὅλων λειπόμενον.
ὥσπερ γά^ρ, ἀ^δελφοί, ὁ κα^λῶν εἰς ἑστίασι^ν φί^λον πρῶτον εὐτρεπίζει τὸν οἶκον καὶ δι^α^κοσμεῖ καὶ πά^ντα^ περὶ^ τήν τράπεζα^ν ἐπι^τήδεια^ πα^ρα^σκευά^σα_ς, οὕτως εἰς ἕτοιμον εὐφροσύνην εἰσά^γει τὸν κεκλημένον, οὕτω καὶ ὁ θεὸς πά^ντα^ προκατασκευάσας εἰσά^γει τὸν ἄνθρωπον εἰς τὴν ἑαυτοῦ κτίσιν, τὸν ἑαυτοῦ φί^λον, τὴν ...
ὥσπερ γάρ, ἀδελφοί, ὁ καλῶν εἰς ἑστίασιν φίλον πρῶτον εὐτρεπίζει τὸν οἶκον καὶ διακοσμεῖ καὶ πάντα περὶ τήν τράπεζαν ἐπιτήδεια παρασκευάσας, οὕτως εἰς ἕτοιμον εὐφροσύνην εἰσάγει τὸν κεκλημένον, οὕτω καὶ ὁ θεὸς πάντα προκατασκευάσας εἰσάγει τὸν ἄνθρωπον εἰς τὴν ἑαυτοῦ κτίσιν, τὸν ἑαυτοῦ φίλον, τὴν ἑαυτοῦ εἰκόνα, καὶ πᾶσ...
ἄλλως τε, ἀ^δελφοί, καὶ καθ' ἕτερον λόγον ἀ^να^γκαίως ὁ θεὸς οὐ προεδημιούργησε τῶν ἄλλων τὸν ἄνθρωπον.
ἄλλως τε, ἀδελφοί, καὶ καθ' ἕτερον λόγον ἀναγκαίως ὁ θεὸς οὐ προεδημιούργησε τῶν ἄλλων τὸν ἄνθρωπον.
οὐ γὰ^ρ ἐχρῆν τὸν ἀδὰμ ὁρᾶν πῶς γί_νεται τὰ^ γι_νόμενα^, ἵ^να_ μὴ ἐπαίρηται.
οὐ γὰρ ἐχρῆν τὸν ἀδὰμ ὁρᾶν πῶς γίνεται τὰ γινόμενα, ἵνα μὴ ἐπαίρηται.
δι^ὰ^ τοῦτο οὐκ εἶδε τῆς κατασκευῆς τὴν ποικιλίαν·
διὰ τοῦτο οὐκ εἶδε τῆς κατασκευῆς τὴν ποικιλίαν·
οὐκ εἶδε γῆν ἑδραζομένην, οὐκ οὐρα^νὸν ὑψούμενον, οὐ θά^λα^σσα^ν ἀ^φοριζομένην·
οὐκ εἶδε γῆν ἑδραζομένην, οὐκ οὐρανὸν ὑψούμενον, οὐ θάλασσαν ἀφοριζομένην·
οὐκ εἶδε γῆν γεννῶσα^ν κτήνη καὶ τὰ^ ἄλλα^ θηρί^α^·
οὐκ εἶδε γῆν γεννῶσαν κτήνη καὶ τὰ ἄλλα θηρία·
ἵ^να_ μὴ ἐπαίρηται, ὡς ὑ^πὸ ὄψι^ν αὐτῷ τῆς δημιουργία_ς παραδιδομένης.
ἵνα μὴ ἐπαίρηται, ὡς ὑπὸ ὄψιν αὐτῷ τῆς δημιουργίας παραδιδομένης.
δι^ὰ^ τοῦτο αὐτοῦ πά^ντα^ τὰ^ κτί^σμα^τα^ ποιεῖ πρεσβύ^τερα^ τοῦ κεκτημένου, ἵ^να_ δι^ὰ^ μὲν τοῦ πρεσβύ^τερα^ εἶναι τὰ^ γι_νόμενα^ τὴν ἑαυτοῦ εὐτέλεια^ν ἐπι^γινώσκῃ, δι^ὰ^ δὲ τῆς χορηγία_ς τὴν εὐεργεσίαν τοῦ θαυματουργοῦ θαυμάζῃ, κα^θὼς ἔφθημεν εἰπόντες.
διὰ τοῦτο αὐτοῦ πάντα τὰ κτίσματα ποιεῖ πρεσβύτερα τοῦ κεκτημένου, ἵνα διὰ μὲν τοῦ πρεσβύτερα εἶναι τὰ γινόμενα τὴν ἑαυτοῦ εὐτέλειαν ἐπιγινώσκῃ, διὰ δὲ τῆς χορηγίας τὴν εὐεργεσίαν τοῦ θαυματουργοῦ θαυμάζῃ, καθὼς ἔφθημεν εἰπόντες.
ἐποίησε τὴν κτίσιν καὶ τότε εἰσήγαγε τὸν ἄνθρωπον.
ἐποίησε τὴν κτίσιν καὶ τότε εἰσήγαγε τὸν ἄνθρωπον.
καὶ ὥσπερ βα^σι^λέως προηγοῦνται δορυ^φόροι, τελευταῖος δὲ ἕπεται ὁ βα^σι^λεύς, τῇ μὲν ὄψει τελευταῖος, τῇ δὲ δυ^νά^μει πρῶτος·
καὶ ὥσπερ βασιλέως προηγοῦνται δορυφόροι, τελευταῖος δὲ ἕπεται ὁ βασιλεύς, τῇ μὲν ὄψει τελευταῖος, τῇ δὲ δυνάμει πρῶτος·
οὕτως ὁ θεὸς ἐποίησε προλαμβά^νειν μὲν τοῦ ἀνθρώπου τὴν κτίσιν, ἀκολουθεῖν δὲ τὸν γενόμενον τῆς κτίσεως ἄ^ρχοντα^.
οὕτως ὁ θεὸς ἐποίησε προλαμβάνειν μὲν τοῦ ἀνθρώπου τὴν κτίσιν, ἀκολουθεῖν δὲ τὸν γενόμενον τῆς κτίσεως ἄρχοντα.
ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τοῦ δημιουργοῦ τὴν φωνήν·
ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τοῦ δημιουργοῦ τὴν φωνήν·
ποιήσωμεν ἄνθρωπον.
ποιήσωμεν ἄνθρωπον.
τὰ^ ἄλλα^ πά^ντα^ λόγῳ κα^τα^σκευά^ζει, ὥσπερ ἀ^κηκόα^μεν.
τὰ ἄλλα πάντα λόγῳ κατασκευάζει, ὥσπερ ἀκηκόαμεν.
εἶπεν ὁ θεὸς γενηθήτω φῶς καὶ ἐγένετο φῶς.
εἶπεν ὁ θεὸς γενηθήτω φῶς καὶ ἐγένετο φῶς.
καὶ εἶπε γενηθήτω στερέωμα^ καὶ ὁ λόγος ἔργον ἐγένετο.
καὶ εἶπε γενηθήτω στερέωμα καὶ ὁ λόγος ἔργον ἐγένετο.
καὶ εἶπε βλαστησάτω ἡ γῆ καὶ προῆλθε το πρᾶγμα^ καὶ φύ^σι^ν εἰργά^σα^το.
καὶ εἶπε βλαστησάτω ἡ γῆ καὶ προῆλθε το πρᾶγμα καὶ φύσιν εἰργάσατο.
εἶπεν ἐξα^γα^γέτω τὰ^ ὕ^δα^τα^ πετεινὰ^ καὶ τῇ κελεύσει συ^νέδραμεν ἡ ποίησι^ς.
εἶπεν ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ καὶ τῇ κελεύσει συνέδραμεν ἡ ποίησις.
εἶπεν ἐξαγαγέτω ἡ γῆ τετρά^ποδα^ καὶ θηρί^α^ καὶ ἑρπετά^, καὶ τῷ πράγμα^τι^ πά^ντα^ γέγονεν.
εἶπεν ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ θηρία καὶ ἑρπετά, καὶ τῷ πράγματι πάντα γέγονεν.
ἀλλὰ^ τὰ^ μὲν ἄλλα^ λόγῳ προήγαγεν, τὸν δὲ ἄνθρωπον μέλλων κα^τα^σκευά^ζειν βλέπε τί^ λέγει·
ἀλλὰ τὰ μὲν ἄλλα λόγῳ προήγαγεν, τὸν δὲ ἄνθρωπον μέλλων κατασκευάζειν βλέπε τί λέγει·
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν καὶ κατ' ὁμοίωσι^ν, ἵ^να_ δείξῃ ὅτι^ ἴ^δι^ον το κα^τα^σκευα^ζόμενον βουλευτήριον εἰσά^γει ὅτε κα^τα^σκευά^ζει.
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ κατ' ὁμοίωσιν, ἵνα δείξῃ ὅτι ἴδιον το κατασκευαζόμενον βουλευτήριον εἰσάγει ὅτε κατασκευάζει.
καὶ ἀ^να^γκαῖον, ἀ^δελφοί, ζητῆσαι τί^νος ἕνεκεν ἐπὶ^ μὲν τῶν ἄλλων δημιουργημά^των πρὸς τὴν διατύπωσι^ν τοῦ πρά_γμα^τος καὶ ἀ^πόδειξι^ς τῶν ἔργων ἐπι^φέρεται.
καὶ ἀναγκαῖον, ἀδελφοί, ζητῆσαι τίνος ἕνεκεν ἐπὶ μὲν τῶν ἄλλων δημιουργημάτων πρὸς τὴν διατύπωσιν τοῦ πράγματος καὶ ἀπόδειξις τῶν ἔργων ἐπιφέρεται.
οἷον εἶπεν ὁ θεός·
οἷον εἶπεν ὁ θεός·
γενηθήτω στερέωμα^ καὶ ἐγένετο οὕτως.
γενηθήτω στερέωμα καὶ ἐγένετο οὕτως.
καὶ εἶπεν ὁ θεός·
καὶ εἶπεν ὁ θεός·
γενηθήτω φῶς καὶ ἐγένετο οὕτως, καὶ ἐπὶ^ τῶν ἄλλων ὁμοίως.
γενηθήτω φῶς καὶ ἐγένετο οὕτως, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
ἐπὶ^ μέντοι τοῦ ἀνθρώπου οὐκ ἠκολούθησε δι' ὅλου τῇ ὑ^ποσχέσει ὁ τῆς κατασκευῆς λόγος.
ἐπὶ μέντοι τοῦ ἀνθρώπου οὐκ ἠκολούθησε δι' ὅλου τῇ ὑποσχέσει ὁ τῆς κατασκευῆς λόγος.
πρόσεχε ἀ^κρι_βῶς.
πρόσεχε ἀκριβῶς.
εἶπεν ὁ θεός·
εἶπεν ὁ θεός·
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^ καὶ ὁμοίωσι^ν ἡμετέρα_ν·
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν·
δέον καὶ ἐπὶ^ τούτου κα^τὰ^ τὴν προλαβοῦσα^ν ἀκολουθίαν εἰπεῖν τοῦ ἱστοριογρά^φου·
δέον καὶ ἐπὶ τούτου κατὰ τὴν προλαβοῦσαν ἀκολουθίαν εἰπεῖν τοῦ ἱστοριογράφου·
καὶ ἐγένετο οὕτως.
καὶ ἐγένετο οὕτως.
τοῦτο μὲν οὐκ εἶπεν·
τοῦτο μὲν οὐκ εἶπεν·
τὰ^ δὲ ἡμί^ση ἐπήγαγε τῆς ὑ^ποθέσεως.
τὰ δὲ ἡμίση ἐπήγαγε τῆς ὑποθέσεως.
ἆρα μὲν οὖν ἑτέρως μὲν ποιεῖ ἐπαγγελίαν, ἑτέρως δὲ πα^ρα^σκευά^ζει;
ἆρα μὲν οὖν ἑτέρως μὲν ποιεῖ ἐπαγγελίαν, ἑτέρως δὲ παρασκευάζει;
μὴ γένοιτο.
μὴ γένοιτο.
ἀλλ' αἱ ἀ^κρι_βεῖς ἐξετά^σεις δείκνυ_σι^ν ἡμῖν τῆς δημιουργία_ς τῆς θεωρί^α_ν·
ἀλλ' αἱ ἀκριβεῖς ἐξετάσεις δείκνυσιν ἡμῖν τῆς δημιουργίας τῆς θεωρίαν·
ἐπηγγείλατο κατ' εἰκόνα^ καὶ καθ' ὁμοίωσι^ν κα^τα^σκευά^ζειν τοῦ ἀνθρώπου.
ἐπηγγείλατο κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν κατασκευάζειν τοῦ ἀνθρώπου.
οὐκ ἐπήγαγε δὲ καὶ τὸ ἐγένετο οὕτως, πολλὴν καὶ ἀ^κρι_βῆ θεωρί^α_ν τῷ φιλομαθεῖ καταλιμπάνων.
οὐκ ἐπήγαγε δὲ καὶ τὸ ἐγένετο οὕτως, πολλὴν καὶ ἀκριβῆ θεωρίαν τῷ φιλομαθεῖ καταλιμπάνων.
ἐπειδὴ γὰ^ρ τοῖς μὲν ἄλλοις ἅ^πα_σι^ν ἐν τῇ φύ^σει τοὺς ὅρους ἔπηξεν, τῷ δὲ ἀνθρώπῳ τὸ αὐτεξούσιον μετὰ^ τῆς φύ^σεως ἔδωκε, τὸ μὲν κατ' εἰκόνα^ τῇ φύ^σει συνέζευξεν, τὸ δὲ καθ' ὁμοίωσι^ν τῇ ἐξουσί^ᾳ συνεχώρησεν, ἵ^να_ οἰκείοις πόνοις κα^τορθώσῃ τὸ τῆς δημιουργία_ς ἐπάγγελμα^.
ἐπειδὴ γὰρ τοῖς μὲν ἄλλοις ἅπασιν ἐν τῇ φύσει τοὺς ὅρους ἔπηξεν, τῷ δὲ ἀνθρώπῳ τὸ αὐτεξούσιον μετὰ τῆς φύσεως ἔδωκε, τὸ μὲν κατ' εἰκόνα τῇ φύσει συνέζευξεν, τὸ δὲ καθ' ὁμοίωσιν τῇ ἐξουσίᾳ συνεχώρησεν, ἵνα οἰκείοις πόνοις κατορθώσῃ τὸ τῆς δημιουργίας ἐπάγγελμα.
ὧδε πληροῦται τὸ καθ' ὁμοίωσι^ν δι^ὰ^ τῆς ἐναρέτου πολι_τεία_ς καὶ τῆς κα^τὰ^ τὰ^ ἔργα^ φιλοπονία_ς.
ὧδε πληροῦται τὸ καθ' ὁμοίωσιν διὰ τῆς ἐναρέτου πολιτείας καὶ τῆς κατὰ τὰ ἔργα φιλοπονίας.
καὶ ἵ^να_ ἀ^πὸ μέρους δείξω τὸ πᾶν, φησὶ^ν ἡ θεία_ γρα^φή·
καὶ ἵνα ἀπὸ μέρους δείξω τὸ πᾶν, φησὶν ἡ θεία γραφή·
γίνου ὀρφα^νοῖς ὡς πα^τήρ, καὶ ἀντὶ^ ἀνδρὸς τῇ μητρὶ^ αὐτῶν καὶ ἔσῃ υἱὸς ὑψίστου ὅρα_ πῶς τὸ καθ' ὁμοίωσι^ν ἐν ταῖς ἐντολαῖς ἀ^παρτίζεται καὶ τῇ προαιρέσει δι^καίως συγκεχώρηται.
γίνου ὀρφανοῖς ὡς πατήρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν καὶ ἔσῃ υἱὸς ὑψίστου ὅρα πῶς τὸ καθ' ὁμοίωσιν ἐν ταῖς ἐντολαῖς ἀπαρτίζεται καὶ τῇ προαιρέσει δικαίως συγκεχώρηται.
ἄ^κουε τοῦ εὐαγγελιστοῦ ταῦτα^ ὑποτιθεμένου καὶ παιδεύοντος.
ἄκουε τοῦ εὐαγγελιστοῦ ταῦτα ὑποτιθεμένου καὶ παιδεύοντος.
ὁ γὰ^ρ κύ_ρι^ος βουλόμενος τῆς ἑαυτοῦ εἰκόνος στῆσαι τὴν ὁμοιότητα^ λέγει τοῖς ἑαυτοῦ μα^θηταῖς·
ὁ γὰρ κύριος βουλόμενος τῆς ἑαυτοῦ εἰκόνος στῆσαι τὴν ὁμοιότητα λέγει τοῖς ἑαυτοῦ μαθηταῖς·
γί_νεσθε οἰκτίρμονες κα^θὼς ὁ πα^τὴρ ὑ_μῶν ὁ οὐρά^νι^ος καὶ ἔσεσθε τέλειοι ὡς ὁ πα^τὴρ ἡμῶν.
γίνεσθε οἰκτίρμονες καθὼς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος καὶ ἔσεσθε τέλειοι ὡς ὁ πατὴρ ἡμῶν.