macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καὶ ὁ ἀ^πόστολος·
καὶ ὁ ἀπόστολος·
μιμηταὶ γίνεσθε τοῦ θεοῦ ὡς τέκνα^ ἀγαπητά^·
μιμηταὶ γίνεσθε τοῦ θεοῦ ὡς τέκνα ἀγαπητά·
καὶ περι^πα^τῆτε ἐν ἀγάπῃ κα^θὼς καὶ ὁ χριστὸς ἠγάπησεν ὑ_μᾶς.
καὶ περιπατῆτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ὑμᾶς.
καὶ δι^ὰ^ μυ_ρί^ων ἀποδείξεων ἔστι^ν ἰ^δεῖν ὅτι^ ἡ τῆς εἰκόνος ὁμοίωσί^ς ἐστι^ν ἡ τῶν ἀ^ρετῶν τελείωσι^ς.
καὶ διὰ μυρίων ἀποδείξεων ἔστιν ἰδεῖν ὅτι ἡ τῆς εἰκόνος ὁμοίωσίς ἐστιν ἡ τῶν ἀρετῶν τελείωσις.
φέρε δὴ πά^λι^ν σκοπήσωμεν τὴν τῶν προειρημένων δύ^να^μι^ν καὶ φιλοπόνως ἐξετάσωμεν τί^ς ἡ εἰκὼν αὕτη καὶ ἐν τί^νι^ τὸ κατ' εἰκόνα^.
φέρε δὴ πάλιν σκοπήσωμεν τὴν τῶν προειρημένων δύναμιν καὶ φιλοπόνως ἐξετάσωμεν τίς ἡ εἰκὼν αὕτη καὶ ἐν τίνι τὸ κατ' εἰκόνα.
ἐποίησεν ὁ θεὸς κατ' εἰκόνα^ τὴν ἑαυτοῦ τὸν ἄνθρωπον, ὥς φησι^ν ἡ γρα^φή.
ἐποίησεν ὁ θεὸς κατ' εἰκόνα τὴν ἑαυτοῦ τὸν ἄνθρωπον, ὥς φησιν ἡ γραφή.
ἐν τί^νι^ οὖν κατ' εἰκόνα^ θεοῦ ἄνθρωπος;
ἐν τίνι οὖν κατ' εἰκόνα θεοῦ ἄνθρωπος;
ἆρα κα^τὰ^ τὴν τοῦ σώμα^τος πλᾶσι^ν;
ἆρα κατὰ τὴν τοῦ σώματος πλᾶσιν;
μὴ γένοιτο.
μὴ γένοιτο.
ἀνθρώπινον σῶ^μα^ μέλεσι^ν ἀναγέγρα^πται καὶ σχήμα^σι^ν ὑ^ποβέβληται·
ἀνθρώπινον σῶμα μέλεσιν ἀναγέγραπται καὶ σχήμασιν ὑποβέβληται·
ὁ δὲ θεὸς ἁπλοῦς καὶ ἀμερὴς καὶ ἀσύνθετος καὶ ἀσχημά^τιστος.
ὁ δὲ θεὸς ἁπλοῦς καὶ ἀμερὴς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος.
καὶ ὥσπερ τὸ φῶς τὸ ὁρώμενον τοῦτο τὸ κοινὸν σχήμα^σι^ καὶ μέλεσι^ν οὐ διαγέγραπται, ἀλλὰ^ ὅλον ἐστὶ^ δι' ὅλου λαμπρόν, ἀπαράλλακτον τὴν ἰσότητα^ δι' ὅλου καὶ τὴν ὁμοιότητα^ φαῖνον, οὕτω καὶ ὁ θεὸς ἁπλοῦς κα^τὰ^ πά^ντα^ καὶ ἀμερὴς καὶ ἀσύνθετος ὅλος δι' ὅλου φῶς νοερὸν ἀστράπτον.
καὶ ὥσπερ τὸ φῶς τὸ ὁρώμενον τοῦτο τὸ κοινὸν σχήμασι καὶ μέλεσιν οὐ διαγέγραπται, ἀλλὰ ὅλον ἐστὶ δι' ὅλου λαμπρόν, ἀπαράλλακτον τὴν ἰσότητα δι' ὅλου καὶ τὴν ὁμοιότητα φαῖνον, οὕτω καὶ ὁ θεὸς ἁπλοῦς κατὰ πάντα καὶ ἀμερὴς καὶ ἀσύνθετος ὅλος δι' ὅλου φῶς νοερὸν ἀστράπτον.
δεῖ δὲ εἰδέναι ὡς αἱ πα^ρα^βολαὶ καὶ τὰ^ πα^ρα^δείγμα^τα^ οὐ καθ' ὅλου φέρουσι^ τὸ ἀπαράλλακτον.
δεῖ δὲ εἰδέναι ὡς αἱ παραβολαὶ καὶ τὰ παραδείγματα οὐ καθ' ὅλου φέρουσι τὸ ἀπαράλλακτον.
οὐ γὰ^ρ ὅμοιόν ἐστι^ τῇ παραβολῇ τὸ πα^ρα^βα^λλόμενον, ἀλλ' ἀ^πὸ μικρᾶς καὶ ἀμυ^δρᾶ_ς εἰκόνος πα^ριστᾷ πολλά^κι^ς τὸ ζητούμενον.
οὐ γὰρ ὅμοιόν ἐστι τῇ παραβολῇ τὸ παραβαλλόμενον, ἀλλ' ἀπὸ μικρᾶς καὶ ἀμυδρᾶς εἰκόνος παριστᾷ πολλάκις τὸ ζητούμενον.
ἀλλ' εἰς τὸ προκείμενον ἔλθωμεν.
ἀλλ' εἰς τὸ προκείμενον ἔλθωμεν.
ὅτι^ εἰ τὸ αἰσθητὸν τοῦτο φῶς ἀπλοῦν καὶ ἀμερές, πολλῷ μᾶλλον ὁ τοῦ φωτὸς ἐργάτης πᾶσα^ν ἁπλότητα^ ὑπερβαίνει λόγῳ κηρυττομένην καὶ πα^ρέρχεται.
ὅτι εἰ τὸ αἰσθητὸν τοῦτο φῶς ἀπλοῦν καὶ ἀμερές, πολλῷ μᾶλλον ὁ τοῦ φωτὸς ἐργάτης πᾶσαν ἁπλότητα ὑπερβαίνει λόγῳ κηρυττομένην καὶ παρέρχεται.
μὴ τοίνυ^ν ὅτα^ν ἀ^κούσῃς κλῖνον κύ_ρι^ε τὸ οὖς σου καὶ ἄ^νοιξον τοὺς ὀφθαλμούς σου καὶ ἴ^δε, νομί^σῃς εἶναι ὦτα^ καἶ ὀφθαλμοὺς καθ' ἡμᾶς.
μὴ τοίνυν ὅταν ἀκούσῃς κλῖνον κύριε τὸ οὖς σου καὶ ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἴδε, νομίσῃς εἶναι ὦτα καἶ ὀφθαλμοὺς καθ' ἡμᾶς.
πα^ρὰ^ γὰ^ρ τῷ θεῷ τὸ αὐτό ἐστι^ν ἀκοή, τὸ αὐτό ἐστι^ν ὅρα_σι^ς·
παρὰ γὰρ τῷ θεῷ τὸ αὐτό ἐστιν ἀκοή, τὸ αὐτό ἐστιν ὅρασις·
καὶ ἁπλῶς πά^ντα^, ὡς ἔπος εἰπεῖν, τὰ^ περὶ^ θεοῦ λεγόμενα^ κα^τὰ^ δύ^να^μι^ν κηρύττεται, κα^τὰ^ χά^ρι^ν δὲ οὐχ ἑρμηνεύεται.
καὶ ἁπλῶς πάντα, ὡς ἔπος εἰπεῖν, τὰ περὶ θεοῦ λεγόμενα κατὰ δύναμιν κηρύττεται, κατὰ χάριν δὲ οὐχ ἑρμηνεύεται.
εἰ δὲ δυσχερές σοι τοῦτο νενόμισται πρὸς κατάληψι^ν τοῦ ἀ^κούειν καὶ βλέπειν, ἀ^πὸ πρά_γμα^τος οἰκτροῦ λά^βε τὴν κατάληψι^ν, μὴ κα^θόλου τῇ παραβολῇ δουλεύων.
εἰ δὲ δυσχερές σοι τοῦτο νενόμισται πρὸς κατάληψιν τοῦ ἀκούειν καὶ βλέπειν, ἀπὸ πράγματος οἰκτροῦ λάβε τὴν κατάληψιν, μὴ καθόλου τῇ παραβολῇ δουλεύων.
ἡ θά^λασσα^ ἀπλοῦν τί^ ἐστι^ στοιχεῖον καὶ φαινόμενον.
ἡ θάλασσα ἀπλοῦν τί ἐστι στοιχεῖον καὶ φαινόμενον.
καὶ ἁπλῆ τι^ς οὖσα^ κα^τὰ^ τὴν ὄψι^ν τὴν ἡμετέρα_ν, πολλὰ^ καὶ μεγά^λα_ ἐργάζεται καὶ διατίθησι^ν·
καὶ ἁπλῆ τις οὖσα κατὰ τὴν ὄψιν τὴν ἡμετέραν, πολλὰ καὶ μεγάλα ἐργάζεται καὶ διατίθησιν·
βοᾷ ἄ^νευ στόμα^τος, τρέχει ἄ^νευ ποδῶν, εἰς ὕψος μετεωρίζεται ἄ^νευ πτερῶν, κα^τέχει τοὺς πλέοντα^ς ἄ^νευ χειρῶν, ἁρπάζει πολλοὺς καὶ πνί_γει ἄ^νευ ἀ^γκα^λῶν.
βοᾷ ἄνευ στόματος, τρέχει ἄνευ ποδῶν, εἰς ὕψος μετεωρίζεται ἄνευ πτερῶν, κατέχει τοὺς πλέοντας ἄνευ χειρῶν, ἁρπάζει πολλοὺς καὶ πνίγει ἄνευ ἀγκαλῶν.
εἰ τοίνυ^ν τὸ στοιχεῖον τοῦτο ἁπλοῦν τῇ ὄψει φαινόμενον τοσαῦτα^ ἐργάζεται, πόσῳ μᾶλλον ὁ θεὸς ἁπλοῦς ὢν καὶ ἀμερὴς καὶ ἀσχημά^τιστος καὶ ὁρᾷ καὶ ἀ^κούει καὶ ἐργάζεται πᾶσα^ν ὑπερβαίνων γλώττης ἑρμηνείαν καὶ λογισμῶν ἐνθύμησι^ν.
εἰ τοίνυν τὸ στοιχεῖον τοῦτο ἁπλοῦν τῇ ὄψει φαινόμενον τοσαῦτα ἐργάζεται, πόσῳ μᾶλλον ὁ θεὸς ἁπλοῦς ὢν καὶ ἀμερὴς καὶ ἀσχημάτιστος καὶ ὁρᾷ καὶ ἀκούει καὶ ἐργάζεται πᾶσαν ὑπερβαίνων γλώττης ἑρμηνείαν καὶ λογισμῶν ἐνθύμησιν.
εἰ τοίνυ^ν ἁπλοῦς ὁ θεὸς οὐκ ἂ^ν ἦν ὁ ἄνθρωπος εἰκὼν κα^τὰ^ τὸ σῶ^μα^, ἀλλὰ^ μὴν οὔ τε κα^τὰ^ τὴν ψυ_χήν.
εἰ τοίνυν ἁπλοῦς ὁ θεὸς οὐκ ἂν ἦν ὁ ἄνθρωπος εἰκὼν κατὰ τὸ σῶμα, ἀλλὰ μὴν οὔ τε κατὰ τὴν ψυχήν.
καί ὅπως ἄ^κουε.
καί ὅπως ἄκουε.
ἡ ψυ_χὴ ἀλλοιοῦται πολλά^κι^ς.
ἡ ψυχὴ ἀλλοιοῦται πολλάκις.
ποτὲ μὲν γὰ^ρ σώφρονα^ λογίζεται, ποτὲ δὲ ἀκόλαστα^, ποτὲ δὲ δί^καια^, ποτὲ ἄδικα^, ποτὲ ὀρθά^, ποτὲ διεστραμμένα^.
ποτὲ μὲν γὰρ σώφρονα λογίζεται, ποτὲ δὲ ἀκόλαστα, ποτὲ δὲ δίκαια, ποτὲ ἄδικα, ποτὲ ὀρθά, ποτὲ διεστραμμένα.
τὸ δὲ μετα^βα^λλόμενον καὶ ἀλλοιούμενον οὐκ ἂ^ν εἴη εἰκὼν ἐκείνου τοῦ λέγοντος·
τὸ δὲ μεταβαλλόμενον καὶ ἀλλοιούμενον οὐκ ἂν εἴη εἰκὼν ἐκείνου τοῦ λέγοντος·
ἐγὼ εἰμὶ^ καὶ οὐκ ἠλλοίωμαι.
ἐγὼ εἰμὶ καὶ οὐκ ἠλλοίωμαι.
ἐπειδὴ δέ τι^νες ἐκτὸς τῆς ψυ_χῆς ὁρίζονται τὸν νοῦν καὶ λέγουσι^ν ὡς κατ' εἰκόνα^ θεοῦ γεγένηται, ἀναγκαῖον καὶ τοῦτον τὸν λόγον μὴ πα^ρελθεῖν ἀνεξέταστον.
ἐπειδὴ δέ τινες ἐκτὸς τῆς ψυχῆς ὁρίζονται τὸν νοῦν καὶ λέγουσιν ὡς κατ' εἰκόνα θεοῦ γεγένηται, ἀναγκαῖον καὶ τοῦτον τὸν λόγον μὴ παρελθεῖν ἀνεξέταστον.
πρῶτον μὲν οὖν ἐκεῖνο λέγω τὸ παρὰ πᾶσι^ν ὡς συντρόφοις τῆς εὐσεβεία_ς ἐν τῷ τῆς ψυ_χῆς λόγῳ ὁ νοῦς θεωρεῖται.
πρῶτον μὲν οὖν ἐκεῖνο λέγω τὸ παρὰ πᾶσιν ὡς συντρόφοις τῆς εὐσεβείας ἐν τῷ τῆς ψυχῆς λόγῳ ὁ νοῦς θεωρεῖται.
ὃ γά^ρ ἐστι^ν ὀφθαλμὸς ἐν σώμα^τι^, τοῦτο νοῦς ἐν τῇ ψυ^χῇ.
ὃ γάρ ἐστιν ὀφθαλμὸς ἐν σώματι, τοῦτο νοῦς ἐν τῇ ψυχῇ.
ἐπειδή τι^νες πειρῶνται διαστρέφειν τὴν ψυ_χὴν καὶ ἑτέρα_ν εἰσά^γειν ὑ^πόστα^σι^ν τοῦ νοῦ, καί φα_σιν ἐκ τρι^ῶν συ^νεστά^ναι τὸν ἄνθρωπον, ἐκ ψυ_χῆς καὶ σώμα^τος καὶ νοῦ, πείσωμεν αὐτοὺς ὡς οὐ δὲ κα^τὰ^ τὸν νοῦν ἄνθρωπος ἂ_ν γί_νοιτο κατ' εἰκόνα^ ὅσον εἰς τὴν φύ^σι^ν.
ἐπειδή τινες πειρῶνται διαστρέφειν τὴν ψυχὴν καὶ ἑτέραν εἰσάγειν ὑπόστασιν τοῦ νοῦ, καί φασιν ἐκ τριῶν συνεστάναι τὸν ἄνθρωπον, ἐκ ψυχῆς καὶ σώματος καὶ νοῦ, πείσωμεν αὐτοὺς ὡς οὐ δὲ κατὰ τὸν νοῦν ἄνθρωπος ἂν γίνοιτο κατ' εἰκόνα ὅσον εἰς τὴν φύσιν.
καί ὅπως ἄκουε.
καί ὅπως ἄκουε.
τὰ^ γὰ^ρ φαῦλα^ καὶ τὸ οἶστρον καὶ τὰ^ αἰσχρὰ^ καὶ τὰ^ ἄδικα^, ὅσα^ ταῖς ἀ^ρεταῖς ἐνα^ντί^α_ τῷ νῷ φορητά^, κα^θὼς ὁ παῦλος μα^ρτυ^ρεῖ ὧδε περὶ^ τῶν διεστραμμένων φθεγγόμενος·
τὰ γὰρ φαῦλα καὶ τὸ οἶστρον καὶ τὰ αἰσχρὰ καὶ τὰ ἄδικα, ὅσα ταῖς ἀρεταῖς ἐναντία τῷ νῷ φορητά, καθὼς ὁ παῦλος μαρτυρεῖ ὧδε περὶ τῶν διεστραμμένων φθεγγόμενος·
ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκι^μοι περὶ^ τὴν πίστι^ν.
ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
εἰ ὁ νοῦς κατεφθαρμένος ἀνθρώπου, ὁ νοῦς τοῦ ἀφθάρτου θεοῦ ἄφθαρτος, εἴπα^τε πῶς ἂ^ν εἴη εἰκὼν καὶ ὁμοίωσι^ς.
εἰ ὁ νοῦς κατεφθαρμένος ἀνθρώπου, ὁ νοῦς τοῦ ἀφθάρτου θεοῦ ἄφθαρτος, εἴπατε πῶς ἂν εἴη εἰκὼν καὶ ὁμοίωσις.
εἰ τοίνυ^ν μή τε κα^τὰ^ τὴν ψυ_χὴν, μή τε κα^τὰ^ τὸν νοῦν εἰκὼν θεοῦ ὁ ἄνθρωπός, ἔστι^ν τὸ κατ' εἰκόνα^.
εἰ τοίνυν μή τε κατὰ τὴν ψυχὴν, μή τε κατὰ τὸν νοῦν εἰκὼν θεοῦ ὁ ἄνθρωπός, ἔστιν τὸ κατ' εἰκόνα.
ἐν ταῖς ἐντολαῖς.
ἐν ταῖς ἐντολαῖς.
δῆλον ὅτι^ καὶ ἐν τοῖς πρά_γμα^σι^ν, ὃ ἂ_ν ἔχῃ κα^τὰ^ φύ^σι^ν λα^μβά^νει δι^ὰ^ τὴν τῶν ἀ^ρετῶν τελείωσι^ν.
δῆλον ὅτι καὶ ἐν τοῖς πράγμασιν, ὃ ἂν ἔχῃ κατὰ φύσιν λαμβάνει διὰ τὴν τῶν ἀρετῶν τελείωσιν.
τὸ μὲν οὖν, ὡς ἀ^ληθῶς, αὐτοῦ κατ' εἰκόνα^ καὶ καθ' ὁμοίωσι^ν ὁ λόγος ἀπέδωκεν ταῖς ἀ^ρεταῖς.
τὸ μὲν οὖν, ὡς ἀληθῶς, αὐτοῦ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ὁ λόγος ἀπέδωκεν ταῖς ἀρεταῖς.
τὸ δὲ πρῶτον τῆς εἰκόνος ἐνέχυ^ρον καὶ πρῶτον τοῦ κατ' εἰκόνα^ σημεῖον, ἡ κα^τὰ^ πάντων αὐτῷ δοθεῖσα^ τι_μὴ καὶ ἡγεμονί^α_.
τὸ δὲ πρῶτον τῆς εἰκόνος ἐνέχυρον καὶ πρῶτον τοῦ κατ' εἰκόνα σημεῖον, ἡ κατὰ πάντων αὐτῷ δοθεῖσα τιμὴ καὶ ἡγεμονία.
τοῦτο αὐτὸς ὁ θεὸς ἑρμηνεύει.
τοῦτο αὐτὸς ὁ θεὸς ἑρμηνεύει.
εἰπὼν γὰ^ρ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν καὶ καθ' ὁμοίωσι^ν καὶ βουληθεὶς δεῖξαι ἐν τί^νι^ αὐτὸν κατ' εἰκόνα^ ποιεῖ, εὐθέως ἐπήγα^γεν·
εἰπὼν γὰρ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν καὶ βουληθεὶς δεῖξαι ἐν τίνι αὐτὸν κατ' εἰκόνα ποιεῖ, εὐθέως ἐπήγαγεν·
καὶ ἀρχέτωσα^ν τῶν ἰ^χθύ^ων τῆς θα^λάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρα^νοῦ καὶ τῶν θηρί^ων καὶ τῶν κτηνῶν καὶ πά_σης τῆς γῆς.
καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς.
ὅ ἐστὶ^ν ἡγεμονί^α_.
ὅ ἐστὶν ἡγεμονία.
ἐπιγρά^φῃ τὸ κατ' εἰκόνα^, καὶ σὺ^ εἰς τὴν ἡμετέρα_ν φύ^σι^ν μιαίνεις τὸ ὁμοίωμα^.
ἐπιγράφῃ τὸ κατ' εἰκόνα, καὶ σὺ εἰς τὴν ἡμετέραν φύσιν μιαίνεις τὸ ὁμοίωμα.
ἐν τῷ οὖν ἄρχειν τῶν ἀπάντων τὸν ἄνθρωπον, εἰκὼν θεοῦ.
ἐν τῷ οὖν ἄρχειν τῶν ἀπάντων τὸν ἄνθρωπον, εἰκὼν θεοῦ.
ἀρχέτωσαν τῶν ἰ^χθύ^ων τῆς θα^λάσσης καὶ τῶν πετεινῶν καὶ τῶν θηρί^ων καὶ πά_σης τῆς γῆς.
ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν καὶ τῶν θηρίων καὶ πάσης τῆς γῆς.
ἀλλ' ἴ_σως ἐρεῖ ὁ ἀκροα_τής·
ἀλλ' ἴσως ἐρεῖ ὁ ἀκροατής·
καὶ ποῦ τὸ κατ' εἰκόνα^;
καὶ ποῦ τὸ κατ' εἰκόνα;
δι^ὰ^ τί^ μὴ πά^ντα^ ὑποτέτακται τῷ ἀνθρώπῳ;
διὰ τί μὴ πάντα ὑποτέτακται τῷ ἀνθρώπῳ;
εἰ ἦμεν ἄρχοντες τῶν ἀπάντων καὶ τῶν θηρί^ων, λέων ἐπεβούλευσε τῇ εἰκόνι^ ἢ ἄρκος ἐπήρχετο ἢ πάρδα^λι^ς ἢ ὗς ἄγρι^ος ἢ τὰ^ ἄλλα^ τὰ^ μικρότερα^;
εἰ ἦμεν ἄρχοντες τῶν ἀπάντων καὶ τῶν θηρίων, λέων ἐπεβούλευσε τῇ εἰκόνι ἢ ἄρκος ἐπήρχετο ἢ πάρδαλις ἢ ὗς ἄγριος ἢ τὰ ἄλλα τὰ μικρότερα;
εἰ ἦμεν ἄρχοντες μὴ δρά^κων ἔδακνεν ὃν ἔλα^βεν ἄ^ρχοντα^·
εἰ ἦμεν ἄρχοντες μὴ δράκων ἔδακνεν ὃν ἔλαβεν ἄρχοντα·
μὴ ἔχι^ς ἢ σκορπί^ος ἔπληττεν·
μὴ ἔχις ἢ σκορπίος ἔπληττεν·
μὴ θηρί^ον τι^ πονηρὸν ἐπεβούλευσε τῇ εἰκόνι^.
μὴ θηρίον τι πονηρὸν ἐπεβούλευσε τῇ εἰκόνι.
πολεμούμεθα ὑ^πὸ πάντων, ἀλλὰ^ σὺ^ μὴ ζήτει τὸν τῆς εἰκόνος ὅρον μετὰ^ τὴν παράβασι^ν, ἀλλὰ^ ζήτει αὐτῆς τὴν κατάστασι^ν τὴν πρὸ τῆς παραβάσεως.
πολεμούμεθα ὑπὸ πάντων, ἀλλὰ σὺ μὴ ζήτει τὸν τῆς εἰκόνος ὅρον μετὰ τὴν παράβασιν, ἀλλὰ ζήτει αὐτῆς τὴν κατάστασιν τὴν πρὸ τῆς παραβάσεως.
ὅτε μήπω πα^ρέβη ὁ ἀδὰμ, ἤγα^γεν ὁ θεὸς πά^ντα^ τὰ^ κτήνη καὶ πά^ντα^ τὰ^ θηρί^α^ καὶ ὀνόμα^τα^ πᾶσι^ν ἐπέθηκεν ὡς οἰκοδεσπότης τοῖς ἑαυτοῦ οἰκέταις.
ὅτε μήπω παρέβη ὁ ἀδὰμ, ἤγαγεν ὁ θεὸς πάντα τὰ κτήνη καὶ πάντα τὰ θηρία καὶ ὀνόματα πᾶσιν ἐπέθηκεν ὡς οἰκοδεσπότης τοῖς ἑαυτοῦ οἰκέταις.
παρῆν ὁ λέων ὑποσαίνων τὸν ἑαυτοῦ δεσπότην.
παρῆν ὁ λέων ὑποσαίνων τὸν ἑαυτοῦ δεσπότην.
παρῆν τὰ^ θηρί^α^ ὑποκύπτοντα^ τὴν κεφα^λὴν τῷ ἑαυτῶν ἄ^ρχοντι^.
παρῆν τὰ θηρία ὑποκύπτοντα τὴν κεφαλὴν τῷ ἑαυτῶν ἄρχοντι.
παρῆν πά^ντα^ τὰ^ ἑρπετὰ^ βλέποντα^ καὶ τι_μῶντα^ τοῦ θεοῦ τὴν εἰκόνα^.
παρῆν πάντα τὰ ἑρπετὰ βλέποντα καὶ τιμῶντα τοῦ θεοῦ τὴν εἰκόνα.
ὥσπερ ἡμεῖς, κ ἂ^ν μὴ πα^ρεῖ βα^σι^λεύς, τι_μῶμεν τὴν εἰκόνα^ τοῦ βα^σι^λέως, οὕτως καὶ ἡ κτίσις μὴ ὁρῶσα^ τὸν ἀόρα_τον τὸν κατ' εἰκόνα^ γενόμενον ἐτί_μα_.
ὥσπερ ἡμεῖς, κ ἂν μὴ παρεῖ βασιλεύς, τιμῶμεν τὴν εἰκόνα τοῦ βασιλέως, οὕτως καὶ ἡ κτίσις μὴ ὁρῶσα τὸν ἀόρατον τὸν κατ' εἰκόνα γενόμενον ἐτίμα.
ἠιδεῖτο αὐτὸν τὸ ὕ^δωρ καὶ ἐνετρέπετο·
ἠιδεῖτο αὐτὸν τὸ ὕδωρ καὶ ἐνετρέπετο·
ᾐδεῖτο αὐτὸν πῦρ καὶ ἐνετρέπετο καὶ ᾐσχύ_νετο.
ᾐδεῖτο αὐτὸν πῦρ καὶ ἐνετρέπετο καὶ ᾐσχύνετο.
ἐγνώριζεν αὐτὸν πά^ντα^ τὰ^ θηρί^α^ καὶ τὴν τι_μὴν ἀπένεμεν.
ἐγνώριζεν αὐτὸν πάντα τὰ θηρία καὶ τὴν τιμὴν ἀπένεμεν.
ὅτε δὲ παρεχάραξεν ὁ ἐν εἰκόνι^ θεοῦ γενόμενος τὴν ἑαυτοῦ ἀ^ξί^α_ν καὶ ἐπι^λαθόμενος τῆς ἑαυτοῦ τι_μῆς ἀ^πώλεσε τὸ πρωτότυ^πον κάλλος τῆς δημιουργία_ς, ἑαυτὸν ἐποίησεν ὅμοιον τοῖς δεσποζομένοις.
ὅτε δὲ παρεχάραξεν ὁ ἐν εἰκόνι θεοῦ γενόμενος τὴν ἑαυτοῦ ἀξίαν καὶ ἐπιλαθόμενος τῆς ἑαυτοῦ τιμῆς ἀπώλεσε τὸ πρωτότυπον κάλλος τῆς δημιουργίας, ἑαυτὸν ἐποίησεν ὅμοιον τοῖς δεσποζομένοις.
ἄνθρωπος γὰ^ρ ἐν τι_μῇ ὦν οὐ συ^νῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι^, τοῖς ἀνοήτοις καὶ ὁμοιώθη αὐτοῖς.
ἄνθρωπος γὰρ ἐν τιμῇ ὦν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι, τοῖς ἀνοήτοις καὶ ὁμοιώθη αὐτοῖς.
ὅτε ἐξωλίσθησε τῆς εἰκόνος καὶ εἰς τὴν τῶν ἀλόγων ὁμοιότητα^ κατηνέχθη, εἰκότως αὐτοῦ καὶ τὰ^ ἄλογα^, ὡς ὁμοίου κα^τεφρόνησα^ν.
ὅτε ἐξωλίσθησε τῆς εἰκόνος καὶ εἰς τὴν τῶν ἀλόγων ὁμοιότητα κατηνέχθη, εἰκότως αὐτοῦ καὶ τὰ ἄλογα, ὡς ὁμοίου κατεφρόνησαν.
οὐδὲν γά^ρ, ἀ^δελφοί, τὸ ὅμοιον αἰδεῖται.
οὐδὲν γάρ, ἀδελφοί, τὸ ὅμοιον αἰδεῖται.
ἀλλ' ἢ ἄ^ρα^ τι_μᾷ τὸν ὑπερέχοντα^, ἐκεῖνον φοβεῖται, ἐκείνῳ δουλεύει, ἐκείνῳ τοῖς ἴ^χνεσι^ν ὑποκύ^πτει, ἐκείνου τὸν θυ_μὸν ἐρυθριᾷ.
ἀλλ' ἢ ἄρα τιμᾷ τὸν ὑπερέχοντα, ἐκεῖνον φοβεῖται, ἐκείνῳ δουλεύει, ἐκείνῳ τοῖς ἴχνεσιν ὑποκύπτει, ἐκείνου τὸν θυμὸν ἐρυθριᾷ.
ἕως τοίνυ^ν ἀδὰμ ἐφύλαττε τὸν χαρακτῆρα^ τῆς θεία_ς εἰκόνος, ἐφοβεῖτο αὐτὸν τὰ^ θηρί^α^ καὶ ἀ^εὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ὥσπερ εἰς δεσπότην ἤρχοντο.
ἕως τοίνυν ἀδὰμ ἐφύλαττε τὸν χαρακτῆρα τῆς θείας εἰκόνος, ἐφοβεῖτο αὐτὸν τὰ θηρία καὶ ἀεὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ὥσπερ εἰς δεσπότην ἤρχοντο.
καὶ ὥσπερ νῦν κύ^ων, ἄγρι^ος μὲν τοῖς ἀ^λλοτρί^οις, ἥμερος δὲ τοῖς ἰ^δί^οις, οὕτως τὰ^ μὲν θηρί^α^, ἕως μὲν ἐδέσποζεν ἔχων τὴν εἰκόνα^, καὶ ὑπέσαινεν αὐτὸν καὶ ἔτρεμεν αὐτοῦ τὴν ἐξουσί^α_ν καὶ τὸ δεσποτι^κὸν αἰδεῖτο πρόσωπον ὡς εἰκόνα^ θεοῦ.
καὶ ὥσπερ νῦν κύων, ἄγριος μὲν τοῖς ἀλλοτρίοις, ἥμερος δὲ τοῖς ἰδίοις, οὕτως τὰ μὲν θηρία, ἕως μὲν ἐδέσποζεν ἔχων τὴν εἰκόνα, καὶ ὑπέσαινεν αὐτὸν καὶ ἔτρεμεν αὐτοῦ τὴν ἐξουσίαν καὶ τὸ δεσποτικὸν αἰδεῖτο πρόσωπον ὡς εἰκόνα θεοῦ.
ὅτε μὲν ἐξολίσθησεν, κατεπατήθη λοιπὸν ὑ^πὸ τῶν ἀλόγων καὶ διεπτύσθη.
ὅτε μὲν ἐξολίσθησεν, κατεπατήθη λοιπὸν ὑπὸ τῶν ἀλόγων καὶ διεπτύσθη.
ὡς εἰ πα^ρέμενεν τῷ ἀρχαίῳ ἀξιώμα^τι^, πα^ρέμενον ἂ^ν τὰ^ ἄλογα^ ἐν τῇ οἰκείᾳ ὑποτα^γῇ.
ὡς εἰ παρέμενεν τῷ ἀρχαίῳ ἀξιώματι, παρέμενον ἂν τὰ ἄλογα ἐν τῇ οἰκείᾳ ὑποταγῇ.
καὶ εἰς τοῦτο ὁ μα^ρτυ^ρῶν μὴ νομισθῇ πι^θα^νὸς εἶναι καὶ σεσοφισμένος ὁ λόγος, μὴ ἐπειδὴ τὰ^ πα^ρελθόντα^ ἄλογα^ νομισθῶμεν ἁπλῶς καταστοχάζεσθαι τῶν πρα_γμά^των.
καὶ εἰς τοῦτο ὁ μαρτυρῶν μὴ νομισθῇ πιθανὸς εἶναι καὶ σεσοφισμένος ὁ λόγος, μὴ ἐπειδὴ τὰ παρελθόντα ἄλογα νομισθῶμεν ἁπλῶς καταστοχάζεσθαι τῶν πραγμάτων.
ἀλλ' εἰ θέλεις μα^θεῖν ὅτι^ εἰ ἐνέμεινεν ἐν τῇ ὑ^πακοῇ, πά^ντα^ τῷ αὐτῷ ὑπετάττετο, λά^βε μοι ἐνέχυρα^ τοὺς ἁ^γί^ους τῆς ἀ^ποδείξεως, κατώρθωσε δανιὴλ τὴν εὐσέβεια^ν καὶ λέοντες ὑπέσαινον.
ἀλλ' εἰ θέλεις μαθεῖν ὅτι εἰ ἐνέμεινεν ἐν τῇ ὑπακοῇ, πάντα τῷ αὐτῷ ὑπετάττετο, λάβε μοι ἐνέχυρα τοὺς ἁγίους τῆς ἀποδείξεως, κατώρθωσε δανιὴλ τὴν εὐσέβειαν καὶ λέοντες ὑπέσαινον.
εἶδον γὰ^ρ ἀ^νασταθέντα^ τὸν χαρακτῆρα^.
εἶδον γὰρ ἀνασταθέντα τὸν χαρακτῆρα.
κατώρθωσαν οἱ περὶ^ ἀνανίαν καὶ τὸ πῦρ ὑπέστρωσε τὰ^ νῶτα^ καὶ ἡ μὲν καιομένη φλὸξ ἔστειλε τὴν ἐνέργεια^ν·
κατώρθωσαν οἱ περὶ ἀνανίαν καὶ τὸ πῦρ ὑπέστρωσε τὰ νῶτα καὶ ἡ μὲν καιομένη φλὸξ ἔστειλε τὴν ἐνέργειαν·
εἶδε δὲ τὴν εὐσέβεια^ν καὶ ἐτί_μησεν, ἐρωτήσωμεν καὶ ἡμεῖς τὸ πῦρ, μιμησάμενοι τὴν τοῦ δαυὶδ φωνήν·
εἶδε δὲ τὴν εὐσέβειαν καὶ ἐτίμησεν, ἐρωτήσωμεν καὶ ἡμεῖς τὸ πῦρ, μιμησάμενοι τὴν τοῦ δαυὶδ φωνήν·
τί^ ἐστι^ν σοί, τὸ πῦρ, ὅτι^ ἀπέφυγες, καὶ σοί, ἡ φλὸξ, ὅτι^ ἐστράφης εἰς τὰ^ ὀπί^σω;.
τί ἐστιν σοί, τὸ πῦρ, ὅτι ἀπέφυγες, καὶ σοί, ἡ φλὸξ, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;.
ἀποκριθήσεται γὰ^ρ ἡμῖν ἀ^κολούθως τὸ πῦρ, ὅτι^ ἀ^πὸ προσώπου κυ_ρί^ου ἔφυ^γον.
ἀποκριθήσεται γὰρ ἡμῖν ἀκολούθως τὸ πῦρ, ὅτι ἀπὸ προσώπου κυρίου ἔφυγον.
πρόσωπον γὰ^ρ κυ_ρί^ου, οἱ δί^καιοι, ἡ εἰκὼν τῆς ἀ^ληθεία_ς.
πρόσωπον γὰρ κυρίου, οἱ δίκαιοι, ἡ εἰκὼν τῆς ἀληθείας.
τούτοις ὑπέστρωσε τὰ^ νῶτα^ τὸ πῦρ.
τούτοις ὑπέστρωσε τὰ νῶτα τὸ πῦρ.
καὶ ἵ^να_ δείξῃ ὅτι^ οὐ μετέβα^λε τὴν φύ^σι^ν, ἀλλ' αὐτοὺς τοὺς ἔχοντα^ς τὸν χαρακτῆρα^ τῆς εὐσεβεία_ς διεφύλαξεν, ᾐδέσθη ἔσω τὸν δεσπότην, ἔξω δὲ ἐξελθὼν τοὺς χαλδαίους κα^τέφαγε.
καὶ ἵνα δείξῃ ὅτι οὐ μετέβαλε τὴν φύσιν, ἀλλ' αὐτοὺς τοὺς ἔχοντας τὸν χαρακτῆρα τῆς εὐσεβείας διεφύλαξεν, ᾐδέσθη ἔσω τὸν δεσπότην, ἔξω δὲ ἐξελθὼν τοὺς χαλδαίους κατέφαγε.
καὶ τοὺς μὲν μά^ρτυ^ρα^ς ἡ φλὸξ ἔνδον ἀκεραίους ἐφύ^λα^ξεν, τοὺς δὲ χαλδαίους προσελθοῦσα^ ὀξέως προσελά^βετο, ἵ^να_ δείξῃ, ὅτι^ οὐ τὴν φύ^σι^ν μετέβα^λεν, ἀλλὰ^ τὴν εὐσέβεια^ν ἐτί_μησεν.
καὶ τοὺς μὲν μάρτυρας ἡ φλὸξ ἔνδον ἀκεραίους ἐφύλαξεν, τοὺς δὲ χαλδαίους προσελθοῦσα ὀξέως προσελάβετο, ἵνα δείξῃ, ὅτι οὐ τὴν φύσιν μετέβαλεν, ἀλλὰ τὴν εὐσέβειαν ἐτίμησεν.
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
ἐπειδή, ὡς ἔφθην εἰπὼν πολλά^κι^ς ἐν ἡμῖν, τὸ πῦρ ἐκ δύ^ο δυ^νά^μεων καὶ ἐνεργειῶν συγκέκραται, ἀ^πὸ τὲ τῆς καυστι^κῆς καὶ φωτιστικῆς.
ἐπειδή, ὡς ἔφθην εἰπὼν πολλάκις ἐν ἡμῖν, τὸ πῦρ ἐκ δύο δυνάμεων καὶ ἐνεργειῶν συγκέκραται, ἀπὸ τὲ τῆς καυστικῆς καὶ φωτιστικῆς.
τὸ γὰ^ρ πῦρ, ὡς ἴσμεν ἄπαντες, καὶ καίει καὶ φωτίζει.
τὸ γὰρ πῦρ, ὡς ἴσμεν ἄπαντες, καὶ καίει καὶ φωτίζει.
μερίζει τὸ πῦρ τὴν ἐνέργεια^ν.
μερίζει τὸ πῦρ τὴν ἐνέργειαν.
ἐτήρει μὲν τοῖς ἁ^γί^οις τὸ φῶς.
ἐτήρει μὲν τοῖς ἁγίοις τὸ φῶς.
φῶς γὰ^ρ ἁ^γί^οις δι^ὰ^ παντός.
φῶς γὰρ ἁγίοις διὰ παντός.
ἀπονέμει δὲ τοῖς ἀσεβέσι^ τὴν φλόγα^.
ἀπονέμει δὲ τοῖς ἀσεβέσι τὴν φλόγα.
πεσοῦνται γὰ^ρ εἰς αὐτοὺς ἄνθρα^κες πυ_ρός, ἐν πυ_ρὶ^ κα^τα^βα^λεῖς αὐτοὺς.
πεσοῦνται γὰρ εἰς αὐτοὺς ἄνθρακες πυρός, ἐν πυρὶ καταβαλεῖς αὐτοὺς.
ὢ τῆς θεία_ς χά^ρι^τος·
ὢ τῆς θείας χάριτος·
ὅσα^ δύ^να^ται.
ὅσα δύναται.
τέμνει τὸ πῦρ εἰς φλόγα καὶ φῶς·
τέμνει τὸ πῦρ εἰς φλόγα καὶ φῶς·
καὶ τὸ μὲν φῶς τοῖς δι^καίοις περι^έθηκεν, τὴν δὲ φλόγα τοῖς ἀσεβέσι^ν ἐπαφῆκε.
καὶ τὸ μὲν φῶς τοῖς δικαίοις περιέθηκεν, τὴν δὲ φλόγα τοῖς ἀσεβέσιν ἐπαφῆκε.
καὶ τότε ὡς ἀ^ληθῶς ἐπλήρωσε τὰ^ ὑ^πὸ τοῦ δαυὶδ εἰρημένα_·
καὶ τότε ὡς ἀληθῶς ἐπλήρωσε τὰ ὑπὸ τοῦ δαυὶδ εἰρημένα·
φωνὴ ἦν διακόπτοντος φλόγα πυ_ρός.
φωνὴ ἦν διακόπτοντος φλόγα πυρός.