macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὁρᾷς, ἀ^δελφέ, ὅτι^ ἡ κτίσις τὸν χαρακτῆρα^ τὸν βα^σι^λι^κὸν αἰδεῖται. | ὁρᾷς, ἀδελφέ, ὅτι ἡ κτίσις τὸν χαρακτῆρα τὸν βασιλικὸν αἰδεῖται. |
ἡ θά^λασσα^ πόσους κα^τεπόντησε; | ἡ θάλασσα πόσους κατεπόντησε; |
καὶ εἶδε μωϋσέα καὶ ἐσχίσθη. | καὶ εἶδε μωϋσέα καὶ ἐσχίσθη. |
ἐκεῖνοι γὰ^ρ ἀ^νάξιοι ἦσα^ν τῆς ξένης διαβάσεως. | ἐκεῖνοι γὰρ ἀνάξιοι ἦσαν τῆς ξένης διαβάσεως. |
οὐ γὰ^ρ δι^ὰ^ δικαιοπραγίαν εἰσῆλθον εἰς θά^λα^σσα^ν, ἀλλὰ^ δι^ὰ^ τὴν τοῦ θεοῦ φιλανθρωπίαν. | οὐ γὰρ διὰ δικαιοπραγίαν εἰσῆλθον εἰς θάλασσαν, ἀλλὰ διὰ τὴν τοῦ θεοῦ φιλανθρωπίαν. |
καὶ ὅτι^ ἀ^νάξιοι ὄντες εἰσῆλθον, μα^ρτυ^ρεῖ δαυὶδ λέγων· | καὶ ὅτι ἀνάξιοι ὄντες εἰσῆλθον, μαρτυρεῖ δαυὶδ λέγων· |
καὶ παρεπίκρανα^ν ἀ^ναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θα^λά^σσῃ. | καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ. |
ὁρᾷς τὴν θά^λα^σσα^ν μαινομένην καὶ αἰδουμένην τὸν νομοθέτην; | ὁρᾷς τὴν θάλασσαν μαινομένην καὶ αἰδουμένην τὸν νομοθέτην; |
ὑπέστρωσε τὰ^ νῶτα^ τῷ μωϋσῇ, ἐπειδὴ φί^λος ἦν τοῦ δεσπότου· | ὑπέστρωσε τὰ νῶτα τῷ μωϋσῇ, ἐπειδὴ φίλος ἦν τοῦ δεσπότου· |
ἐλάλησεν φησὶ^ν ὁ θεὸς πρὸς μωϋσῆν ὡσεί τι^ς λα^λεῖ φί^λος πρὸς φί^λον. | ἐλάλησεν φησὶν ὁ θεὸς πρὸς μωϋσῆν ὡσεί τις λαλεῖ φίλος πρὸς φίλον. |
βλέπε τὴν θά^λα^σσα^ν ἠρεμοῦσα^ν· | βλέπε τὴν θάλασσαν ἠρεμοῦσαν· |
βλέπε τοὺς πλέοντα^ς ἡσυ^χά^ζοντα^ς. | βλέπε τοὺς πλέοντας ἡσυχάζοντας. |
βλέπε τὸ πῦρ ἠρεμοῦν. | βλέπε τὸ πῦρ ἠρεμοῦν. |
ἔγκυψον, εἰ βούλῃ, καὶ τοῖς ποτα^μοῖς. | ἔγκυψον, εἰ βούλῃ, καὶ τοῖς ποταμοῖς. |
καὶ ὅρα τῆς ἀ^ληθεία_ς παντα^χόθεν λάμπουσα^ν τὴν ἀ^πόδειξι^ν. | καὶ ὅρα τῆς ἀληθείας πανταχόθεν λάμπουσαν τὴν ἀπόδειξιν. |
εἶδεν ὁ ποτα^μὸς ἰορδάνης ἰησοῦν φέροντα^ τὴν εἰκόνα^ τοῦ σωτῆρος, καὶ ἰ^δὼν τὸν τρόπον καὶ τὴν προσηγορίαν ἔσχι^σεν ἑαυτὸν καὶ ἐπὶ^ τῆς ξηρᾶς ἔδωκε τὴν διάβασι^ν. | εἶδεν ὁ ποταμὸς ἰορδάνης ἰησοῦν φέροντα τὴν εἰκόνα τοῦ σωτῆρος, καὶ ἰδὼν τὸν τρόπον καὶ τὴν προσηγορίαν ἔσχισεν ἑαυτὸν καὶ ἐπὶ τῆς ξηρᾶς ἔδωκε τὴν διάβασιν. |
καὶ οὐ ταῦτα^ μόνον δείκνυ^ται τῷ ἀνθρώπῳ ὑποτετάχθαι. | καὶ οὐ ταῦτα μόνον δείκνυται τῷ ἀνθρώπῳ ὑποτετάχθαι. |
εἰ γὰ^ρ ἐνέμεινε τῇ εἰκόνι^, καὶ ὁ ἥλι^ος αὐτῷ ὑπετάσσετο καὶ ἡ σελήνη αὐτῷ ἐδούλευεν. | εἰ γὰρ ἐνέμεινε τῇ εἰκόνι, καὶ ὁ ἥλιος αὐτῷ ὑπετάσσετο καὶ ἡ σελήνη αὐτῷ ἐδούλευεν. |
καὶ τούτου μάρτυ^ς ἡ πεῖρα^· | καὶ τούτου μάρτυς ἡ πεῖρα· |
ἀληθεύει ἡ γρα^φή. | ἀληθεύει ἡ γραφή. |
ἰησοῦς γὰ^ρ ἄνθρωπος ἐν ἀ^ρετῇ κα^τορθώσα_ς τὸν χαρακτῆρα^, βοᾷ μετὰ^ πα^ρρησί^α_ς· | ἰησοῦς γὰρ ἄνθρωπος ἐν ἀρετῇ κατορθώσας τὸν χαρακτῆρα, βοᾷ μετὰ παρρησίας· |
στήτω ὁ ἥλι^ος, καὶ φωνὴ ἀνθρώπου ἔστησε τὸν ἥλι^ον. | στήτω ὁ ἥλιος, καὶ φωνὴ ἀνθρώπου ἔστησε τὸν ἥλιον. |
ὁμοίως, ἀ^δελφοί, νῦν ὄφεις καὶ σκορπί^οι καὶ δρά^κοντες ἐπι^βουλεύουσι^ν, οὐ τὴν φύ^σι^ν μισοῦντες, ἀλλὰ^ τὴν παράβασι^ν στηλιτεύοντες. | ὁμοίως, ἀδελφοί, νῦν ὄφεις καὶ σκορπίοι καὶ δράκοντες ἐπιβουλεύουσιν, οὐ τὴν φύσιν μισοῦντες, ἀλλὰ τὴν παράβασιν στηλιτεύοντες. |
κατόρθωσον τὴν ἀ^ρετὴν καὶ πα^τεῖς ταῦτα^. | κατόρθωσον τὴν ἀρετὴν καὶ πατεῖς ταῦτα. |
καὶ λέγει πρὸς σὲ ὁ ψαλμός· | καὶ λέγει πρὸς σὲ ὁ ψαλμός· |
ἐπὶ^ ἀσπίδα καὶ βα^σι^λί^σκον ἐπι^βήσῃ καὶ καταπατήσεις λέοντα^ καὶ δράκοντα^. | ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. |
ὁμοίως, ἀ^δελφοί, εἰσελθόντα^ ποτὲ τὸν μα^κά^ριον παῦλον εἰς τὴν νῆσον τῶν βα^ρβά^ρων. | ὁμοίως, ἀδελφοί, εἰσελθόντα ποτὲ τὸν μακάριον παῦλον εἰς τὴν νῆσον τῶν βαρβάρων. |
ὁ θεὸς βουληθεὶς διὰ σημείου δεῖξαι τοῖς ἀ^γνοοῦσι^ν, ᾠκονόμησεν ἔχιδνα^ν ἐξελθοῦσα^ν τῶν φρυ_γά^νων ἐνάψασθαι τῆς δεξι^ᾶς τοῦ ἁ^γί^ου καὶ μηδὲν ἀδι^κῆσαι, ἵ^να_ ἐξ αὐτῆς μά^θωσι^ τῆς πείρα_ς τὴν δύ^να^μι^ν τῆς ἀ^ρετῆς τῶν ἁ^γί^ων. | ὁ θεὸς βουληθεὶς διὰ σημείου δεῖξαι τοῖς ἀγνοοῦσιν, ᾠκονόμησεν ἔχιδναν ἐξελθοῦσαν τῶν φρυγάνων ἐνάψασθαι τῆς δεξιᾶς τοῦ ἁγίου καὶ μηδὲν ἀδικῆσαι, ἵνα ἐξ αὐτῆς μάθωσι τῆς πείρας τὴν δύναμιν τῆς ἀρετῆς τῶν ἁγίων. |
διὰ τί^ πά^λι^ν ἔδα^κε τὸν παῦλον ἔχιδνα^, τὸν δὲ δανιὴλ λέοντες οὐκ ἔδα^κον; | διὰ τί πάλιν ἔδακε τὸν παῦλον ἔχιδνα, τὸν δὲ δανιὴλ λέοντες οὐκ ἔδακον; |
ἀλλ' ἐκεῖ μὲν ὁμολογουμένως, ὅτι^ εἰς ὄλεθρον ἐδόθη δανιήλ. | ἀλλ' ἐκεῖ μὲν ὁμολογουμένως, ὅτι εἰς ὄλεθρον ἐδόθη δανιήλ. |
ἐνταῦθα δὲ εἰ μὴ ἐφά^νη τὸ θηρί^ον καὶ ἔδα^κεν, οὐκ ἐδείκνυ^το ἡ τοῦ πιστοῦ κήρυκος ἀ^ξί^α_. | ἐνταῦθα δὲ εἰ μὴ ἐφάνη τὸ θηρίον καὶ ἔδακεν, οὐκ ἐδείκνυτο ἡ τοῦ πιστοῦ κήρυκος ἀξία. |
διὰ τοῦτο ἥψα^το μὲν τῆς χειρὸς ἡ ἔχιδνα^. | διὰ τοῦτο ἥψατο μὲν τῆς χειρὸς ἡ ἔχιδνα. |
ὁ δὲ ἅγι^ος οὐδὲν ἀειδὲς ἔπα^θεν, ἵ^να_ δείξῃ ὅτι τὴν εἰκόνα^ τοῦ θεοῦ οὐδὲν ὅλως ἀ^δι^κεῖν, οὐ δὲ βλάπτειν δυ^νήσεται. | ὁ δὲ ἅγιος οὐδὲν ἀειδὲς ἔπαθεν, ἵνα δείξῃ ὅτι τὴν εἰκόνα τοῦ θεοῦ οὐδὲν ὅλως ἀδικεῖν, οὐ δὲ βλάπτειν δυνήσεται. |
ὁρᾷς ὅτι εἰ ἔμεινεν ἐν τῇ εἰκόνι^ ἅ^πα_σα^ ἡ κτίσις ὑποτεταγμένη ἦν αὐτῷ; | ὁρᾷς ὅτι εἰ ἔμεινεν ἐν τῇ εἰκόνι ἅπασα ἡ κτίσις ὑποτεταγμένη ἦν αὐτῷ; |
ἀλλ' ὅτα^ν ἀ^κούῃ ταῦτα^ ἰουδαῖος, ὁ ἐχθρὸς τῆς ἐκκλησί^α_ς, ὁ τῆς πα^λαιᾶς σύντροφος· | ἀλλ' ὅταν ἀκούῃ ταῦτα ἰουδαῖος, ὁ ἐχθρὸς τῆς ἐκκλησίας, ὁ τῆς παλαιᾶς σύντροφος· |
ὁρᾷς ὅπως οἱ τοῦ νόμου κήρυ_κες ἐπά^τησα^ν πῦρ, φησί^. | ὁρᾷς ὅπως οἱ τοῦ νόμου κήρυκες ἐπάτησαν πῦρ, φησί. |
πῶς δανιὴλ ἐνί_κησε λέοντα^ς; | πῶς δανιὴλ ἐνίκησε λέοντας; |
πῶς οἱ τρεῖς παῖδες ἐπά^τησα^ν φλόγα πυ_ρός; | πῶς οἱ τρεῖς παῖδες ἐπάτησαν φλόγα πυρός; |
διὰ τί μὴ καὶ οἱ μά^ρτυ^ρες τοῦ χριστοῦ περι^εγένοντο ὁμοίως τοῖς μάρτυ^σι^ τοῦ νόμου; | διὰ τί μὴ καὶ οἱ μάρτυρες τοῦ χριστοῦ περιεγένοντο ὁμοίως τοῖς μάρτυσι τοῦ νόμου; |
ὁ γὰ^ρ ἐχθρός, ἀ^δελφοί, οὐ ζητεῖ τὴν ἐκ τῶν λόγων ὠφέλεια^ν, ἀλλὰ λα^βεῖν τι^να^ κα^τὰ^ τοῦ λέγοντος, εὑρεῖν καὶ ἐπι^νοῆσαί τι^ κα^τὰ^ τῆς ἀ^ληθεία_ς. | ὁ γὰρ ἐχθρός, ἀδελφοί, οὐ ζητεῖ τὴν ἐκ τῶν λόγων ὠφέλειαν, ἀλλὰ λαβεῖν τινα κατὰ τοῦ λέγοντος, εὑρεῖν καὶ ἐπινοῆσαί τι κατὰ τῆς ἀληθείας. |
ἐὰν ὁ ἰουδαῖος ἢ ἄλλος τι^ς ἐχθρὸς εὐθέως ἐρεῖ· | ἐὰν ὁ ἰουδαῖος ἢ ἄλλος τις ἐχθρὸς εὐθέως ἐρεῖ· |
πολλὴ ὑπεροχὴ τῶν δι^καίων τῶν ἀρχαίων πρὸς τοὺς μά^ρτυ^ρα^ς τοῦ χριστοῦ· | πολλὴ ὑπεροχὴ τῶν δικαίων τῶν ἀρχαίων πρὸς τοὺς μάρτυρας τοῦ χριστοῦ· |
τούτους μὲν γὰ^ρ θῆρες ἀνάλωσα^ν καὶ βα^σι^λεῖς ἐξήτασα^ν καὶ θά^λασσα^ κα^τεπόντησε καὶ ποτα^μοὶ κατέπιον· | τούτους μὲν γὰρ θῆρες ἀνάλωσαν καὶ βασιλεῖς ἐξήτασαν καὶ θάλασσα κατεπόντησε καὶ ποταμοὶ κατέπιον· |
τοὺς δὲ τῆς πα^λαιᾶς διαθήκης μά^ρτυ^ρα^ς πᾶσα^ ἡ κτίσις ᾐδέσθη. | τοὺς δὲ τῆς παλαιᾶς διαθήκης μάρτυρας πᾶσα ἡ κτίσις ᾐδέσθη. |
οὐκοῦν, ἀ^δελφοί, εἰ ἀ^πὸ τοῦ τοὺς μά^ρτυ^ρα^ς πα^ρα^δίδοσθαι ταῖς θλί_ψεσι^ κα^τηγοροῦσι^ν ἀσθένεια^ν τοῦ δεσπότου, εἴπωμεν πρὸς αὐτοὺς· | οὐκοῦν, ἀδελφοί, εἰ ἀπὸ τοῦ τοὺς μάρτυρας παραδίδοσθαι ταῖς θλίψεσι κατηγοροῦσιν ἀσθένειαν τοῦ δεσπότου, εἴπωμεν πρὸς αὐτοὺς· |
καὶ εἰ δι' ἀσθένεια^ν τοῦ χριστοῦ πα^ρεδόθησα^ν οἱ μά^ρτυ^ρες, οὐ παιδεύῃ κα^τὰ^ τὸν σὸν ὅρον δι' ἀσθένεια^ν τοῦ χριστοῦ. | καὶ εἰ δι' ἀσθένειαν τοῦ χριστοῦ παρεδόθησαν οἱ μάρτυρες, οὐ παιδεύῃ κατὰ τὸν σὸν ὅρον δι' ἀσθένειαν τοῦ χριστοῦ. |
οἱ μακκαβαῖοι τῆς πα^λαιᾶς διαθήκης εἰσι^ν. | οἱ μακκαβαῖοι τῆς παλαιᾶς διαθήκης εἰσιν. |
εἰ δι' ἀσθένεια^ν τοῦ χριστοῦ κα^θῃρέθησαν ὑ^πὸ τῶν τὴν ἐκκλησί^α_ν δι^ωκόντων καὶ οἱ μά^ρτυ^ρες ἀ^νῃροῦντο, πῶς κα^θαίρει τὰ^ θυ^σι^α^στήρι^α^; | εἰ δι' ἀσθένειαν τοῦ χριστοῦ καθῃρέθησαν ὑπὸ τῶν τὴν ἐκκλησίαν διωκόντων καὶ οἱ μάρτυρες ἀνῃροῦντο, πῶς καθαίρει τὰ θυσιαστήρια; |
πῶς δὲ καὶ προφῆται ἀ^ναιροῦνται καὶ ἀπεσφάγησα^ν; | πῶς δὲ καὶ προφῆται ἀναιροῦνται καὶ ἀπεσφάγησαν; |
λέγει γὰ^ρ ἠλίας· | λέγει γὰρ ἠλίας· |
κύριε, τὰ^ θυ^σι^α^στήρι^ά^ σου κατέσκαψα^ν καὶ τοὺς προφήτα_ς σου ἀπέκτεινα^ν, κ ἀγὼ ὑ^πελήφθην μόνος καὶ ζητοῦσι^ τὴν ψυ_χήν μου. | κύριε, τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν, κ ἀγὼ ὑπελήφθην μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου. |
καὶ εἰ δι' ἀσθένεια^ν τοῦ χριστοῦ πα^ρεδόθησα^ν οἱ μά^ρτυ^ρες, κ ἀκεῖνοι δι' ἀσθένεια^ν. | καὶ εἰ δι' ἀσθένειαν τοῦ χριστοῦ παρεδόθησαν οἱ μάρτυρες, κ ἀκεῖνοι δι' ἀσθένειαν. |
ἀλλὰ μὴ γένοιτο ἀσθένεια^ν τῆς τοῦ χριστοῦ δυ^νά^μεως καταψηφίσασθαι. | ἀλλὰ μὴ γένοιτο ἀσθένειαν τῆς τοῦ χριστοῦ δυνάμεως καταψηφίσασθαι. |
δυνατὸς γὰ^ρ ὁ θεὸς ἡμῶν καὶ μέγα^ς ὁ κύ_ρι^ος ἡμῶν καὶ μεγά^λη ἡ ἰσχύς αὐτοῦ. | δυνατὸς γὰρ ὁ θεὸς ἡμῶν καὶ μέγας ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχύς αὐτοῦ. |
ἡ αὐτὴ διατύ^πωσι^ς καὶ ἐπὶ^ τῶν ἀρχαίων καὶ ἐπὶ^ τῶν νέων. | ἡ αὐτὴ διατύπωσις καὶ ἐπὶ τῶν ἀρχαίων καὶ ἐπὶ τῶν νέων. |
ὁ γὰ^ρ αὐτὸς θεὸς ὁ τὰ^ παλαιὰ^ καὶ τὰ^ νέα_ διατυπώσα_ς. | ὁ γὰρ αὐτὸς θεὸς ὁ τὰ παλαιὰ καὶ τὰ νέα διατυπώσας. |
οὐ τὰ^ μὲν ἀρχαῖα^ τοῦ πατρός, τὰ^ δὲ νέα_ τοῦ υἱοῦ, ἀλλὰ κ ἀκεῖνα^ καὶ ταῦτα^ τῆς αὐτῆς εἰσι^ θεότητος καὶ τῆς αὐτῆς εἰσι^ν οἰκονομί^α_ς. | οὐ τὰ μὲν ἀρχαῖα τοῦ πατρός, τὰ δὲ νέα τοῦ υἱοῦ, ἀλλὰ κ ἀκεῖνα καὶ ταῦτα τῆς αὐτῆς εἰσι θεότητος καὶ τῆς αὐτῆς εἰσιν οἰκονομίας. |
τί γά^ρ φησι^ν ὁ πα^τήρ; | τί γάρ φησιν ὁ πατήρ; |
τὰ^ σὰ^ ἐμὰ^ ἐστι^ν καὶ τὰ^ ἐμὰ^ σά^ ἐστι^ν. | τὰ σὰ ἐμὰ ἐστιν καὶ τὰ ἐμὰ σά ἐστιν. |
ἐρρύσθησα^ν οἱ τρεῖς παῖδες ἐκ καμί^νου. | ἐρρύσθησαν οἱ τρεῖς παῖδες ἐκ καμίνου. |
παρεδόθησαν δι^α^φόροις βασανιστηρί^οις οἱ μακκαβαῖοι, καὶ διὰ μὲν τῶν ῥυσθέντων ἐκ τῶν κι^νδύ_νων ἐδείκνυεν τὴν ἑαυτοῦ δύ^να^μι^ν· | παρεδόθησαν διαφόροις βασανιστηρίοις οἱ μακκαβαῖοι, καὶ διὰ μὲν τῶν ῥυσθέντων ἐκ τῶν κινδύνων ἐδείκνυεν τὴν ἑαυτοῦ δύναμιν· |
διὰ δὲ τῶν τελειωθέντων ἐκήρυττε τῆς εὐσεβεία_ς τὴν ἔνστασι^ν. | διὰ δὲ τῶν τελειωθέντων ἐκήρυττε τῆς εὐσεβείας τὴν ἔνστασιν. |
ὁμοίως καὶ τὰ νέα_ ἐστὶ^ν ἰ^δεῖν. | ὁμοίως καὶ τὰ νέα ἐστὶν ἰδεῖν. |
ἐκαύθησαν οἱ μά^ρτυ^ρες, ἀλλ' ἕτεροι διέφυγον μά^ρτυ^ρες φλόγα. | ἐκαύθησαν οἱ μάρτυρες, ἀλλ' ἕτεροι διέφυγον μάρτυρες φλόγα. |
τὰ γενόμενα^ ἐπὶ τεσσά^ρων ἁ^γί^ων ἐπὶ δύ_ω ἱ^στορι^ῶν ὁ θεὸς εἰς μί^α^ν εὐαγγελικὴν παρθένον ἤγα^γεν. | τὰ γενόμενα ἐπὶ τεσσάρων ἁγίων ἐπὶ δύω ἱστοριῶν ὁ θεὸς εἰς μίαν εὐαγγελικὴν παρθένον ἤγαγεν. |
δανιὴλ αὐτὸς καὶ οἱ τρεῖς παῖδες μερίζονται τὰ θαύμα^τα^· | δανιὴλ αὐτὸς καὶ οἱ τρεῖς παῖδες μερίζονται τὰ θαύματα· |
ὁ μὲν τοὺς λέοντα^ς φι_μώσα_ς, οἱ δὲ τὸ πῦρ πεπατηκότες. | ὁ μὲν τοὺς λέοντας φιμώσας, οἱ δὲ τὸ πῦρ πεπατηκότες. |
μία δὲ κόρη παρθένος εὐαγγελικὴ τῶν δύ^ο ἀγόνων τοὺς στεφά^νους ἀ^νεδήσα^το. | μία δὲ κόρη παρθένος εὐαγγελικὴ τῶν δύο ἀγόνων τοὺς στεφάνους ἀνεδήσατο. |
ἡ γὰ^ρ ἁγί^α_ θέκλα καὶ θῆρα^ς κατεπάτησεν καὶ πυ_ρὸς φλόγα ἔσβεσεν. | ἡ γὰρ ἁγία θέκλα καὶ θῆρας κατεπάτησεν καὶ πυρὸς φλόγα ἔσβεσεν. |
πολλοὶ δὲ καὶ ἄλλοι μά^ρτυ^ρες ἐρρύσθησαν. | πολλοὶ δὲ καὶ ἄλλοι μάρτυρες ἐρρύσθησαν. |
ὁ δὲ ἅγι^ος παῦλος μυ_ρί^ους μὲν ἀ^πωθήσατο κι^νδύ_νους. | ὁ δὲ ἅγιος παῦλος μυρίους μὲν ἀπωθήσατο κινδύνους. |
πάντας δὲ αὐτοὺς ἀπέφυγεν. | πάντας δὲ αὐτοὺς ἀπέφυγεν. |
πολλάκις πα^ρεδόθη θα^νά^τῳ καὶ ἡ δύ^να^μι^ς τοῦ χριστοῦ ἐξήλατο τὸν ἑαυτῆς θεράποντα^. | πολλάκις παρεδόθη θανάτῳ καὶ ἡ δύναμις τοῦ χριστοῦ ἐξήλατο τὸν ἑαυτῆς θεράποντα. |
εἰ κα^τὰ^ ἄνθρωπόν φησι^ν ἐθηριομάχησα^ ἐν ἐφέσῳ καὶ πά^λι^ν καθ' ἡμέρα_ν ἀποθνήσκω τὸ ὅσον ἐν ἀνθρώποις, καὶ πάλιν ὁ αὐτὸς κηρύττει που λέγων· | εἰ κατὰ ἄνθρωπόν φησιν ἐθηριομάχησα ἐν ἐφέσῳ καὶ πάλιν καθ' ἡμέραν ἀποθνήσκω τὸ ὅσον ἐν ἀνθρώποις, καὶ πάλιν ὁ αὐτὸς κηρύττει που λέγων· |
ἐν τῇ πρώτῃ μου ἀ^πολογί^ᾳ οὐδεὶς μοὶ συμπα^ρεγένετο, ἀλλὰ πάντες μὲ ἐγκατέλιπον. | ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδεὶς μοὶ συμπαρεγένετο, ἀλλὰ πάντες μὲ ἐγκατέλιπον. |
ὁ δὲ κύ_ρι^ος πα^ρέστη καὶ ἐδυνάμωσέ με καὶ ἐρρύσα^τό με ἐκ στόμα^τος λέοντος καὶ ῥύ_σεταί μὲ ἐκ παντὸς εἴδους πονηροῦ καὶ σώσει εἰς τὴν βα^σι^λεία_ν αὐτοῦ τὴν ἐπουρά^νι^ον· | ὁ δὲ κύριος παρέστη καὶ ἐδυνάμωσέ με καὶ ἐρρύσατό με ἐκ στόματος λέοντος καὶ ῥύσεταί μὲ ἐκ παντὸς εἴδους πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· |
ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
τὰ^ μεγά^λα_ τῶν πρα_γμά^των μεγά^λων δεῖται δι^ηγημά^των, καὶ αἱ λαμπραὶ τῶν δι^καίων ἱ^στορί^αι λαμπρᾶς δέονται καὶ γλώττης καὶ δι^α^νοία_ς· | τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται διηγημάτων, καὶ αἱ λαμπραὶ τῶν δικαίων ἱστορίαι λαμπρᾶς δέονται καὶ γλώττης καὶ διανοίας· |
δι^α^νοία_ς μὲν εἰλι^κρι^νῶς τὰ_ς θεία_ς γρα^φὰ_ς θεωρούσης, γλώττης δὲ τρα_νῶς τὰ^ θεῖα^ ἑρμηνευούσης, καὶ μά^λι^στα^ ἐπὶ^ τῆς προκειμένης ὑ^ποθέσεως, λέγω δὲ τῶν τῷ μακαρί^ῳ ἰὼβ πεπονημένων, ἃ^ δι^ὰ^ πά_σης φοιτῶντα^ τῆς ὑπ' οὐρα^νόν, τὸν τῆς ὑπομονῆς ἀ^παστρά^πτει λόγον. | διανοίας μὲν εἰλικρινῶς τὰς θείας γραφὰς θεωρούσης, γλώττης δὲ τρανῶς τὰ θεῖα ἑρμηνευούσης, καὶ μάλιστα ἐπὶ τῆς προκειμένης ὑποθέσεως, λέγω δὲ τῶν τῷ μακαρίῳ ἰὼβ πεπονημένων, ἃ διὰ πάσης φοιτῶντα τῆς ὑπ' οὐρανόν, τὸν τῆς ὑπομονῆς ἀπαστράπτει λόγον. |
πλὴν εἰ καὶ νι_κᾷ τὴν ἡμετέρα_ν ἀσθένεια^ν ὁ τῆς ὑ^ποθέσεως λόγος, ἀλλ' εὖ οἶδα^, ὅτι^ πα^ρέχει ἡ τοῦ θεοῦ χά^ρι^ς λόγον, οὐ δι^ὰ^ τὴν τοῦ λέγοντος ἀ^ξί^α_ν, ἀλλὰ^ δι^ὰ^ τὴν τῶν πα^τέρων πρεσβείαν. | πλὴν εἰ καὶ νικᾷ τὴν ἡμετέραν ἀσθένειαν ὁ τῆς ὑποθέσεως λόγος, ἀλλ' εὖ οἶδα, ὅτι παρέχει ἡ τοῦ θεοῦ χάρις λόγον, οὐ διὰ τὴν τοῦ λέγοντος ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν πατέρων πρεσβείαν. |
ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τὴν δι^ήγησι^ν· | ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τὴν διήγησιν· |
ἄνθρωπός τι^ς ἦν ἐν χώρᾳ τῇ αὐσίτιδι. | ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ αὐσίτιδι. |
ἀναγκαῖόν ἐστι^ πρῶτον σκοπῆσαι τὸ προοίμιον ποία_ν ἔχει δύ^να^μι^ν, καὶ τί^νος ἕνεκεν ἀ^πὸ ταύτης τῆς λέξεως τὸ προοίμιον πεποίηται ὁ ἱστοριογρά^φος· | ἀναγκαῖόν ἐστι πρῶτον σκοπῆσαι τὸ προοίμιον ποίαν ἔχει δύναμιν, καὶ τίνος ἕνεκεν ἀπὸ ταύτης τῆς λέξεως τὸ προοίμιον πεποίηται ὁ ἱστοριογράφος· |
ἄνθρωπός τι^ς ἦν. | ἄνθρωπός τις ἦν. |
ἐπειδὴ ἔμελλε βί^ον ἐνά^ρετον δι^ηγήσασθαι καὶ πολὺ^ τὴν ἡμετέρα_ν κατάστασι^ν νι_κῶντα^, ἵ^να_ μή τι^ς εἰς τὴν ὑ^περβολὴν τῶν ἀ^γώνων ἀποβλέψας, νομί^σῃ ξένην εἶναι φύ^σι^ν καὶ οὐκ ἀ^νθρωπί^νην, προλαβὼν ἔδειξε τὴν φύ^σι^ν, ἵ^να_ θαυμά^σῃς τὴν πρόθεσι^ν, ὅτι^ ἄνθρωπος ὢν ὑ^πὲρ ἄνθρωπον ἐπολι_τεύσα^το, καὶ μὲν κοινῆς φ... | ἐπειδὴ ἔμελλε βίον ἐνάρετον διηγήσασθαι καὶ πολὺ τὴν ἡμετέραν κατάστασιν νικῶντα, ἵνα μή τις εἰς τὴν ὑπερβολὴν τῶν ἀγώνων ἀποβλέψας, νομίσῃ ξένην εἶναι φύσιν καὶ οὐκ ἀνθρωπίνην, προλαβὼν ἔδειξε τὴν φύσιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν, ὅτι ἄνθρωπος ὢν ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, καὶ μὲν κοινῆς φύσεως ἅπασι κοινωνήσας, ἀνωτ... |
ἄνθρωπός τι^ς ἦν ἐν χώρᾳ τῇ αὐσίτιδι. | ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ αὐσίτιδι. |
κηρύττει αὐτὸν καὶ ἀ^πὸ τῆς φύ^σεως, κηρύττει αὐτὸν καὶ ἀ^πὸ τῆς χώρα_ς, ἵν', ὥσπερ ἀ^κούσα_ς αὐτὸν ἄνθρωπον θαυμάζεις ὅτι^ ὑ^πὲρ ἄνθρωπον ἐπολι_τεύσα^το, οὕτως ἐὰ^ν μά^θῃς καὶ τὴν χώρα_ν, ἐξ ἧς ὁ τοσοῦτος καρπὸς ἤνθησε, θαυμά^σῃς ἀ^ληθῶς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀ^κα^νθῶν ἐβλάστησεν. | κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς φύσεως, κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς χώρας, ἵν', ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον θαυμάζεις ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, οὕτως ἐὰν μάθῃς καὶ τὴν χώραν, ἐξ ἧς ὁ τοσοῦτος καρπὸς ἤνθησε, θαυμάσῃς ἀληθῶς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
ἡ χώρα_ τοίνυ^ν ἡ τῆς αὐσίτιδος, χώρα_ ἦν τοῦ ἡσαῦ· | ἡ χώρα τοίνυν ἡ τῆς αὐσίτιδος, χώρα ἦν τοῦ ἡσαῦ· |
ἀ^πὸ γὰ^ρ τοῦ ἡσαῦ ἡ αὐσῖτις. | ἀπὸ γὰρ τοῦ ἡσαῦ ἡ αὐσῖτις. |
ὀνομάζει δὲ τοῦ βεβήλου καὶ πονηροῦ ἡσαῦ τὴν χώρα_ν, μή τι^ς πόρνος ἢ βέβηλος, ὡς ἡσαῦ, ἵ^να_ θαυμά^σῃς ἐκ ποίων παιδευτηρίων κα^κί^α_ς οἷος καρπὸς ἀ^ληθεία_ς ἤνθησεν. | ὀνομάζει δὲ τοῦ βεβήλου καὶ πονηροῦ ἡσαῦ τὴν χώραν, μή τις πόρνος ἢ βέβηλος, ὡς ἡσαῦ, ἵνα θαυμάσῃς ἐκ ποίων παιδευτηρίων κακίας οἷος καρπὸς ἀληθείας ἤνθησεν. |
ἀλλὰ^ οὐ μόνον αὐτὸν ἡ χώρα_ τοῦ ἡσαῦ ἤνεγκεν, ἀλλὰ^ καὶ αὐτὴ ἡ ῥί^ζα_ τοῦ ἡσαῦ· | ἀλλὰ οὐ μόνον αὐτὸν ἡ χώρα τοῦ ἡσαῦ ἤνεγκεν, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα τοῦ ἡσαῦ· |
ἀπόγονος γὰ^ρ ἦν τοῦ διαβαλλομένου. | ἀπόγονος γὰρ ἦν τοῦ διαβαλλομένου. |
λέγει γὰ^ρ τὸν ἰὼβ ἡ γρα^φὴ πέμπτον εἶναι ἀ^πὸ τοῦ ἀβραάμ. | λέγει γὰρ τὸν ἰὼβ ἡ γραφὴ πέμπτον εἶναι ἀπὸ τοῦ ἀβραάμ. |
καὶ ὅπως πέμπτος, ἄ^κουε· | καὶ ὅπως πέμπτος, ἄκουε· |
ἀβραὰμ ἐγέννησε τὸν ἰσαάκ, ἰσαὰκ τὸν ἡσαῦ, ἡσαῦ τὸν ῥαγουήλ, ῥαγουὴλ τὸν ζαρά, ζαρὰ δὲ τὸν ἰώβ. | ἀβραὰμ ἐγέννησε τὸν ἰσαάκ, ἰσαὰκ τὸν ἡσαῦ, ἡσαῦ τὸν ῥαγουήλ, ῥαγουὴλ τὸν ζαρά, ζαρὰ δὲ τὸν ἰώβ. |
εἶχεν οὖν τὴν διαδοχὴν ἀ^πὸ τοῦ ἀβραὰμ δι^ὰ^ τοῦ ἡσαῦ εἰς αὐτὸν κα^τερχομένην. | εἶχεν οὖν τὴν διαδοχὴν ἀπὸ τοῦ ἀβραὰμ διὰ τοῦ ἡσαῦ εἰς αὐτὸν κατερχομένην. |
δείκνυσιν οὖν τὴν ῥίζαν, ἵ^να_ τὸν καρπὸν θαυμά^σῃς. | δείκνυσιν οὖν τὴν ῥίζαν, ἵνα τὸν καρπὸν θαυμάσῃς. |
τί^ς δὲ ἦν ἡσαῦ; | τίς δὲ ἦν ἡσαῦ; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.