macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
πόρνος καὶ βέβηλος. | πόρνος καὶ βέβηλος. |
τί^ς δὲ ἦν καὶ ἰώβ; | τίς δὲ ἦν καὶ ἰώβ; |
ὁ ἀ^πὸ τοῦ πόρνου, οὗτος αὐτὸς ὁ σεμνὸς καὶ θαυμάσιος ἀ^νήρ, ὁ νῦν προκείμενος ἡμῖν εἰς δι^ήγησι^ν, ὁ λέγων· | ὁ ἀπὸ τοῦ πόρνου, οὗτος αὐτὸς ὁ σεμνὸς καὶ θαυμάσιος ἀνήρ, ὁ νῦν προκείμενος ἡμῖν εἰς διήγησιν, ὁ λέγων· |
εἰ ἐπηκολούθησεν ὁ ὀφθαλμός μου γυ^ναικὶ^ ἀ^λλοτρί^ᾳ, ἀ^ρέσει καὶ ἡ γυ^νή μου ἀ^λλοτρί^ῳ ἀνδρί^. | εἰ ἐπηκολούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ, ἀρέσει καὶ ἡ γυνή μου ἀλλοτρίῳ ἀνδρί. |
ἡσαῦ περὶ^ πολλὰ_ς ἔσχε μίξιν γυ^ναῖκα^ς ἄπληστος ὢν εἰς ἀσέλγεια^ν, ὁ δὲ ἰὼβ τὸν τρόπον νόμον εἶχε τοῦ βί^ου καὶ τοσοῦτον ἀ^πέσχε, ὥστε ἀ^λλότρι^α^ κάλλη μὴ περιεργάζεσθαι, καὶ πορνεία_ς καὶ μοιχεία_ς τοσοῦτον ἀ^πεῖχεν, ὡς μη δὲ ταῖς μηδέπω κα^τεγγυωμέναις γυ^ναιξὶ^ προσέχειν, τουτέστι^, ταῖς ἀμνηστεύτοις παρθένοις. | ἡσαῦ περὶ πολλὰς ἔσχε μίξιν γυναῖκας ἄπληστος ὢν εἰς ἀσέλγειαν, ὁ δὲ ἰὼβ τὸν τρόπον νόμον εἶχε τοῦ βίου καὶ τοσοῦτον ἀπέσχε, ὥστε ἀλλότρια κάλλη μὴ περιεργάζεσθαι, καὶ πορνείας καὶ μοιχείας τοσοῦτον ἀπεῖχεν, ὡς μη δὲ ταῖς μηδέπω κατεγγυωμέναις γυναιξὶ προσέχειν, τουτέστι, ταῖς ἀμνηστεύτοις παρθένοις. |
δεῖ γὰ^ρ τῇ τρανοτέρᾳ λέξει χρήσασθαι· | δεῖ γὰρ τῇ τρανοτέρᾳ λέξει χρήσασθαι· |
τοσοῦτον ἀ^πεῖχεν ἀ^λλοτρί^οις γά^μοις ἐπι^βουλεύειν, ὅτι^ οὐ δὲ τῇ ἀμνηστεύτῳ παρθένῳ, ἐφ' ᾗ οὐδεὶς ἦν κίνδυνος, ἀπέτεινε τὸ ὄμμα^ πρὸς ἀκολασίαν. | τοσοῦτον ἀπεῖχεν ἀλλοτρίοις γάμοις ἐπιβουλεύειν, ὅτι οὐ δὲ τῇ ἀμνηστεύτῳ παρθένῳ, ἐφ' ᾗ οὐδεὶς ἦν κίνδυνος, ἀπέτεινε τὸ ὄμμα πρὸς ἀκολασίαν. |
καὶ τί^ς ὁ ταῦτα^ μα^ρτυ^ρῶν; | καὶ τίς ὁ ταῦτα μαρτυρῶν; |
διαθήκην φησὶ^ διεθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συ^νῆκα^ ἐπὶ^ παρθένῳ. | διαθήκην φησὶ διεθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνῆκα ἐπὶ παρθένῳ. |
βλέπε μέχρι^ τί^νος παιδα^γωγί^α_ς ἤκμα^σεν αὐτῷ τὰ^ τῆς εὐσεβεία_ς. | βλέπε μέχρι τίνος παιδαγωγίας ἤκμασεν αὐτῷ τὰ τῆς εὐσεβείας. |
παιδαγωγεῖ τὸν ὀφθαλμὸν εἰς εὐσέβεια^ν, παιδαγωγεῖ καὶ τὰ^ μέλη εἰς δι^καιοσύ^νην, καὶ ἀ^πὸ τοῦ πόρνου τὴν διαδοχὴν φέρων, μεγίστῃ σωφροσύ^νῃ διέλαμψεν. | παιδαγωγεῖ τὸν ὀφθαλμὸν εἰς εὐσέβειαν, παιδαγωγεῖ καὶ τὰ μέλη εἰς δικαιοσύνην, καὶ ἀπὸ τοῦ πόρνου τὴν διαδοχὴν φέρων, μεγίστῃ σωφροσύνῃ διέλαμψεν. |
ἡσαῦ καὶ ἀδελφοκτόνος ὑ^πῆρχεν, ὅσον εἰς πρόθεσι^ν· | ἡσαῦ καὶ ἀδελφοκτόνος ὑπῆρχεν, ὅσον εἰς πρόθεσιν· |
εἰ γὰ^ρ καὶ μὴ ἐξέβη ἡ πρᾶξι^ς, ἀλλὰ^ κα^τηγορεῖται ἡ πρόθεσι^ς. | εἰ γὰρ καὶ μὴ ἐξέβη ἡ πρᾶξις, ἀλλὰ κατηγορεῖται ἡ πρόθεσις. |
εἶπε γά^ρ, φησί^ν, ἡσαῦ ἐν τῇ καρδί^ᾳ αὐτοῦ· | εἶπε γάρ, φησίν, ἡσαῦ ἐν τῇ καρδίᾳ αὐτοῦ· |
ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀ^νελῶ ἰακὼβ τὸν ἀ^δελφόν μου. | ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀνελῶ ἰακὼβ τὸν ἀδελφόν μου. |
ἡ τοίνυ^ν ῥί^ζα_ ἀδελφοκτόνος, ὁ δὲ ἐκ τῆς ῥίζης ἀ^νθήσα_ς δι^καιοσύ^νης βρα^βευτής. | ἡ τοίνυν ῥίζα ἀδελφοκτόνος, ὁ δὲ ἐκ τῆς ῥίζης ἀνθήσας δικαιοσύνης βραβευτής. |
ἐκεῖνος τῇ φύ^σει ἐπολέμησε καὶ τὸν ἀ^δελφὸν ἀ^λλότρι^ον ἡγεῖτο· | ἐκεῖνος τῇ φύσει ἐπολέμησε καὶ τὸν ἀδελφὸν ἀλλότριον ἡγεῖτο· |
οὗτος καὶ τοὺς ἀ^λλοτρί^ους ἀ^δελφοὺς ἐνόμιζεν ἐγενόμην ὀρφα^νοῖς ὡς πα^τήρ, καὶ ἀντὶ^ ἀνδρὸς τῇ μητρὶ^ αὐτῶν. | οὗτος καὶ τοὺς ἀλλοτρίους ἀδελφοὺς ἐνόμιζεν ἐγενόμην ὀρφανοῖς ὡς πατήρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. |
δίκην ἣν οὐκ ᾔδειν, ἐξιχνίασα^, καὶ κατέπαυσα^ ἀδί^κους. | δίκην ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ κατέπαυσα ἀδίκους. |
καὶ πά^ντα^ τὰ^ ἀ^λλότρι^α^ ἰδιοποιεῖται ὁ ἀ^πὸ τοῦ ἡσαῦ φέρων τὴν διαδοχὴν τοῦ τὰ^ ἀ^λλότρι^α^ ἴ^δι^α^ τιθεμένου. | καὶ πάντα τὰ ἀλλότρια ἰδιοποιεῖται ὁ ἀπὸ τοῦ ἡσαῦ φέρων τὴν διαδοχὴν τοῦ τὰ ἀλλότρια ἴδια τιθεμένου. |
ἡσαῦ ἐν τῇ δι^α^νοίᾳ ἐλογίζετο ἀ^νελεῖν τὸν ἰακώβ, ἰὼβ δὲ προσέφερε θυ^σί^α_ς ὑ^πὲρ τῶν υἱῶν ἐννοῶν μή τι^ κα^τὰ^ δι^ά^νοια^ν ἥμαρτον. | ἡσαῦ ἐν τῇ διανοίᾳ ἐλογίζετο ἀνελεῖν τὸν ἰακώβ, ἰὼβ δὲ προσέφερε θυσίας ὑπὲρ τῶν υἱῶν ἐννοῶν μή τι κατὰ διάνοιαν ἥμαρτον. |
ἐπειδὴ γὰ^ρ ἐκεῖνος κα^τὰ^ δι^ά^νοια^ν ἐμελέτησε τὸν φόνον, φοβηθεὶς οὗτος ὁ μέγα^ς καὶ γενναῖος ἀθλητής, μὴ καὶ οὗτοι ἐν τῇ δι^α^νοίᾳ παραδέξωνται τὸν ἰ^ὸν τῆς ἁ^μαρτί^α_ς, προσέφερε θυ^σί^α_ν καὶ μόσχον ἕνα^ περὶ^ ἁμαρτι^ῶν. | ἐπειδὴ γὰρ ἐκεῖνος κατὰ διάνοιαν ἐμελέτησε τὸν φόνον, φοβηθεὶς οὗτος ὁ μέγας καὶ γενναῖος ἀθλητής, μὴ καὶ οὗτοι ἐν τῇ διανοίᾳ παραδέξωνται τὸν ἰὸν τῆς ἁμαρτίας, προσέφερε θυσίαν καὶ μόσχον ἕνα περὶ ἁμαρτιῶν. |
μήποτε οἱ υἱοί μου κα^κὰ^ ἐνενόησα^ν πρὸς τὸν θεόν; | μήποτε οἱ υἱοί μου κακὰ ἐνενόησαν πρὸς τὸν θεόν; |
ἐννόησον εἰς ὅσην ἀκρίβεια^ν αὐτῷ ἔφθα^σεν ἡ παιδα^γωγί^α_ τοῦ τρόπου. | ἐννόησον εἰς ὅσην ἀκρίβειαν αὐτῷ ἔφθασεν ἡ παιδαγωγία τοῦ τρόπου. |
καὶ τί^ ποιεῖ; | καὶ τί ποιεῖ; |
ἐπειδὴ ἡσαῦ καὶ ἰακὼβ οἱ πρόγονοι ἐξεπολεμώθησα^ν πρὸς ἀλλήλους, οὐ τοῦ ἰακὼβ εἰς κα^κί^α_ν συμφωνήσαντος, ἀλλὰ^ τοῦ ἡσαῦ εἰς κα^κί^α_ν ἄρξαντος, τὴν δι^αφωνίαν τῶν προγόνων δι^α^λύ_ει τῇ ἑστιάσει καὶ ποιεῖ τοὺς υἱοὺς αὐτοῦ καθ' ἡμέρα_ν μετ' ἀλλήλων ἑστιᾶσθαι, ἵ^να_ ἡ συ^νήθης τρά^πεζα^ δι^α^λύ_σῃ τῆς κα^κί^α_ς τὸν ἰ^ό... | ἐπειδὴ ἡσαῦ καὶ ἰακὼβ οἱ πρόγονοι ἐξεπολεμώθησαν πρὸς ἀλλήλους, οὐ τοῦ ἰακὼβ εἰς κακίαν συμφωνήσαντος, ἀλλὰ τοῦ ἡσαῦ εἰς κακίαν ἄρξαντος, τὴν διαφωνίαν τῶν προγόνων διαλύει τῇ ἑστιάσει καὶ ποιεῖ τοὺς υἱοὺς αὐτοῦ καθ' ἡμέραν μετ' ἀλλήλων ἑστιᾶσθαι, ἵνα ἡ συνήθης τράπεζα διαλύσῃ τῆς κακίας τὸν ἰόν. |
παρ' ἀλλήλους ἐφοίτων οἱ υἱοὶ τοῦ ἰὼβ ὁμόνοια^ν παιδευόμενοι ἐκ νέα_ς ἡλι^κί^α_ς, εἰρήνην ἀσκούμενοι, συμφωνίαν παιδευόμενοι καὶ μετ' ἀλλήλων ἤσθι^ον καὶ ἔπι_νον. | παρ' ἀλλήλους ἐφοίτων οἱ υἱοὶ τοῦ ἰὼβ ὁμόνοιαν παιδευόμενοι ἐκ νέας ἡλικίας, εἰρήνην ἀσκούμενοι, συμφωνίαν παιδευόμενοι καὶ μετ' ἀλλήλων ἤσθιον καὶ ἔπινον. |
παρελάμβανον δέ φησι^ καὶ τὰ_ς τρεῖς ἀδελφὰ_ς ἐσθί^ειν καὶ πί_νειν μετ' αὐτῶν. | παρελάμβανον δέ φησι καὶ τὰς τρεῖς ἀδελφὰς ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν. |
καὶ τί^ τοῦτο εἰς ὠφέλεια^ν τῷ ἀκροατῇ; | καὶ τί τοῦτο εἰς ὠφέλειαν τῷ ἀκροατῇ; |
καὶ δι^ὰ^ τί^ προσέθηκε τῶν ἀ^δελφῶν τὴν συνεστίασι^ν; | καὶ διὰ τί προσέθηκε τῶν ἀδελφῶν τὴν συνεστίασιν; |
ἵ^να_ δειχθῇ εἰς ὅσον σωφροσύνης ἠνέχθη αὐτῶν τὸ συμπόσιον καὶ ὅτι^ οὐκ ἦν γέλως ἄτακτος καὶ ἐκκεχυμένος καὶ ἀκολα^σία τὴν τράπεζα^ν ὑβρίζουσα^, δι^ὰ^ τοῦτο πα^ρεισά^γει καὶ τὰ_ς παρθένους εὐωχουμένας, ἵ^να_ δείξῃ τὸ πρόσχημα^ τοῦ συμποσί^ου οὐ μέθῃ ὑβριζόμενον, ἀλλὰ^ συ^μφωνί^ᾳ στεφα^νούμενον. | ἵνα δειχθῇ εἰς ὅσον σωφροσύνης ἠνέχθη αὐτῶν τὸ συμπόσιον καὶ ὅτι οὐκ ἦν γέλως ἄτακτος καὶ ἐκκεχυμένος καὶ ἀκολασία τὴν τράπεζαν ὑβρίζουσα, διὰ τοῦτο παρεισάγει καὶ τὰς παρθένους εὐωχουμένας, ἵνα δείξῃ τὸ πρόσχημα τοῦ συμποσίου οὐ μέθῃ ὑβριζόμενον, ἀλλὰ συμφωνίᾳ στεφανούμενον. |
ἄν θρωπός τι^ς ἦν ἐν χώρᾳ τῇ αὐσίτιδι· | ἄν θρωπός τις ἦν ἐν χώρᾳ τῇ αὐσίτιδι· |
περιστερὰ ἐν μέσῳ ἱερά_κων, πρόβα^τον ἐν μέσῳ λύκων, ἀστὴρ ἐν μέσῳ τῶν νεφελῶν, κρί^νον ἐν μέσῳ τῶν ἀ^κα^νθῶν, τὸ βλάστημα^ τῆς δι^καιοσύ^νης ἐν τῇ κώμῃ τῆς ἀ^δι^κί^α_ς. | περιστερὰ ἐν μέσῳ ἱεράκων, πρόβατον ἐν μέσῳ λύκων, ἀστὴρ ἐν μέσῳ τῶν νεφελῶν, κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, τὸ βλάστημα τῆς δικαιοσύνης ἐν τῇ κώμῃ τῆς ἀδικίας. |
καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος. | καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος. |
πρόσεχε ἀ^κρι_βῶς· | πρόσεχε ἀκριβῶς· |
οἱ ἔξωθεν ὅρον ἔθεντο ἀνθρώπου· | οἱ ἔξωθεν ὅρον ἔθεντο ἀνθρώπου· |
τί^ ἐστι^ν ἄνθρωπος; | τί ἐστιν ἄνθρωπος; |
ἄνθρωπός ἐστι^ φησὶ^ ζῷον λογι^κόν, θνητόν. | ἄνθρωπός ἐστι φησὶ ζῷον λογικόν, θνητόν. |
ταῦτα^ βούλονται τῶν φι^λοσόφων οἱ ὅροι· | ταῦτα βούλονται τῶν φιλοσόφων οἱ ὅροι· |
ἡ δὲ γρα^φὴ οὐ τοιούτους ὅρους δί^δωσι^ν· | ἡ δὲ γραφὴ οὐ τοιούτους ὅρους δίδωσιν· |
ἀλλὰ^ τί^; | ἀλλὰ τί; |
ἄνθρωπος ἄμεμπτος, δί^καιος, ἀ^ληθι^νός. | ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός. |
ἐάν τι^ς σε ἐρωτήσῃ καὶ ὅρον ἀ^παιτήσῃ τί^ ἄνθρωπος; | ἐάν τις σε ἐρωτήσῃ καὶ ὅρον ἀπαιτήσῃ τί ἄνθρωπος; |
, εἰπὲ πρὸς αὐτόν· | , εἰπὲ πρὸς αὐτόν· |
ἄμεμπτος, δί^καιος, ἀ^ληθι^νός, ἀ^πεχόμενος ἀ^πὸ παντὸς πονηροῦ πρά_γμα^τος· | ἄμεμπτος, δίκαιος, ἀληθινός, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· |
ὡς ὅ γε τοῖς τοιούτοις κατορθώμα^σι^ μὴ μεμα^ρτυ^ρημένος, οὐ δὲ ἄνθρωπος ὑ^πά^ρχει. | ὡς ὅ γε τοῖς τοιούτοις κατορθώμασι μὴ μεμαρτυρημένος, οὐ δὲ ἄνθρωπος ὑπάρχει. |
ἐὰν γὰ^ρ ἔχῃ μὲν τὸν χαρακτῆρα^ τῆς φύ^σεως, ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀ^κούει ἄνθρωπος ἐν τι_μῇ ὢν οὐ συ^νῆκε· | ἐὰν γὰρ ἔχῃ μὲν τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούει ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· |
παρασυνεβλήθη τοῖς κτήνεσι^ τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. | παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. |
καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος. | καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος. |
οὐ μικρὸν τὸ ἐγκώμιον. | οὐ μικρὸν τὸ ἐγκώμιον. |
βασάνισον τὴν λέξι^ν, ἵ^να_ θαυμά^σῃς τὴν πρόθεσι^ν. | βασάνισον τὴν λέξιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν. |
ἄλλο ἐστὶ^ν ἔγκλημα^ καὶ ἄλλο μέμψις· | ἄλλο ἐστὶν ἔγκλημα καὶ ἄλλο μέμψις· |
ἔγκλημα^ μὲν γὰ^ρ ταῖς βαρυτάταις ἐπά^γεται τῶν ἁμαρτι^ῶν, ἡ δὲ μέμψις ἐπὶ^ τῶν κουφοτά^των γί_νεται πταισμάτων. | ἔγκλημα μὲν γὰρ ταῖς βαρυτάταις ἐπάγεται τῶν ἁμαρτιῶν, ἡ δὲ μέμψις ἐπὶ τῶν κουφοτάτων γίνεται πταισμάτων. |
ἠθέλησεν οὖν δεῖξαι ὁ συγγρα^φεύς, ὅτι^ οὐ μόνον ἐγκλημά^των μα^κρὰ_ν ἦν ὁ δί^καιος, ἀλλὰ^ καὶ μέμψεων. | ἠθέλησεν οὖν δεῖξαι ὁ συγγραφεύς, ὅτι οὐ μόνον ἐγκλημάτων μακρὰν ἦν ὁ δίκαιος, ἀλλὰ καὶ μέμψεων. |
οὐδεὶς αὐτῷ ἐνεκάλεσεν ὡς μεγά^λα_ δρά_σα^ντι^, ὅπουγε οὐ δὲ ἐμέμψα^το ὡς μικρὰ^ πράξαντι^. | οὐδεὶς αὐτῷ ἐνεκάλεσεν ὡς μεγάλα δράσαντι, ὅπουγε οὐ δὲ ἐμέμψατο ὡς μικρὰ πράξαντι. |
τοῦτο δὲ μέγα^ τεκμήρι^ον, οὗ μέσος ὁ βί^ος ἀ^νέγκλητος. | τοῦτο δὲ μέγα τεκμήριον, οὗ μέσος ὁ βίος ἀνέγκλητος. |
ὧι γὰ^ρ μὴ ἔχῃς περὶ^ μοιχεία_ς ἐγκαλεῖν ἢ περὶ^ φόνων, ὁ τοιοῦτος ἀ^νέγκλητος, ᾧ δὲ μέμψεις προσά^γεις ὕβρεως, διαβολῆς ἢ λοιδορία_ς ἢ μέθης, ὁ τοιοῦτος ἐγκλημά^των μὲν ἐκτός, ὑ^πὸ μέμψιν δὲ τρέχει. | ὧι γὰρ μὴ ἔχῃς περὶ μοιχείας ἐγκαλεῖν ἢ περὶ φόνων, ὁ τοιοῦτος ἀνέγκλητος, ᾧ δὲ μέμψεις προσάγεις ὕβρεως, διαβολῆς ἢ λοιδορίας ἢ μέθης, ὁ τοιοῦτος ἐγκλημάτων μὲν ἐκτός, ὑπὸ μέμψιν δὲ τρέχει. |
ἠθέλησεν οὖν δεῖξαι, ὅτι^ καὶ τῶν μικρῶν καὶ ἐλα^χί^στων πταισμάτων μα^κρὰ_ν ἦν, ἦν ἄμεμπτος, δί^καιος, ἀ^ληθι^νός, θεοσεβής, ἀ^πεχόμενος ἀ^πὸ παντὸς πονηροῦ πρά_γμα^τος. | ἠθέλησεν οὖν δεῖξαι, ὅτι καὶ τῶν μικρῶν καὶ ἐλαχίστων πταισμάτων μακρὰν ἦν, ἦν ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. |
ὅθεν καὶ ὁ θεὸς τῷ ἀβραὰμ βουλόμενος δεῖξαι, ὅτι^ τὸ πρῶτον κατ' ἀ^ρετὴν τὸ ἄμεμπτόν ἐστι^, σὺ δὲ εὐαρέστει ἐνώπι^όν μου, καὶ γί_νου ἄμεμπτος. | ὅθεν καὶ ὁ θεὸς τῷ ἀβραὰμ βουλόμενος δεῖξαι, ὅτι τὸ πρῶτον κατ' ἀρετὴν τὸ ἄμεμπτόν ἐστι, σὺ δὲ εὐαρέστει ἐνώπιόν μου, καὶ γίνου ἄμεμπτος. |
τὸ ἄμεμπτος εἰς ἀκρότητα^ τρόπων ἐκλαμβάνεται. | τὸ ἄμεμπτος εἰς ἀκρότητα τρόπων ἐκλαμβάνεται. |
ὁ δὲ ἀ^πόστολος παῦλος, ἐπειδὴ πρὸς τὰ^ ἔθνη εἶχε τοὺς ἀ^πὸ πολυθεΐα_ς ἀπεσπασμένους, τοὺς ἀ^πὸ κα^κί^α_ς συνειλεγμένους, τοὺς ἀ^πὸ πορνεία_ς καὶ μοιχεία_ς συ^νηθροισμένους, οὐ προσέθηκε τὸ ἄκρον τῆς ἀ^ρετῆς, ἀλλ' ὡς ἦλθεν εἰς τὴν οἰκουμένην πεπληρωμένην πορνεία_ς καὶ μοιχεία_ς, ἠθέλησε καὶ ποιμένα^ς κα^τα^στῆσαι τῆς ο... | ὁ δὲ ἀπόστολος παῦλος, ἐπειδὴ πρὸς τὰ ἔθνη εἶχε τοὺς ἀπὸ πολυθεΐας ἀπεσπασμένους, τοὺς ἀπὸ κακίας συνειλεγμένους, τοὺς ἀπὸ πορνείας καὶ μοιχείας συνηθροισμένους, οὐ προσέθηκε τὸ ἄκρον τῆς ἀρετῆς, ἀλλ' ὡς ἦλθεν εἰς τὴν οἰκουμένην πεπληρωμένην πορνείας καὶ μοιχείας, ἠθέλησε καὶ ποιμένας καταστῆσαι τῆς οἰκουμένης, ἐπειδὴ ... |
τὸ ἄμεμπτος οὐκ εἶχε τότε χώρα_ν, ἐπειδή, ὡς προεῖπον, ἐσπά^νι^ζεν ἀκμὴν τὰ^ τῆς εὐσεβεία_ς. | τὸ ἄμεμπτος οὐκ εἶχε τότε χώραν, ἐπειδή, ὡς προεῖπον, ἐσπάνιζεν ἀκμὴν τὰ τῆς εὐσεβείας. |
μέγα^ τὸ ἄμεμπτον, μέσον δὲ τὸ ἀ^νέγκλητον, μέγα^ δὲ ἐν κα^κοῖς καὶ τὸ μικρὸν ἀ^γα^θόν. | μέγα τὸ ἄμεμπτον, μέσον δὲ τὸ ἀνέγκλητον, μέγα δὲ ἐν κακοῖς καὶ τὸ μικρὸν ἀγαθόν. |
δι^ὰ^ τοῦτο εἶπε· | διὰ τοῦτο εἶπε· |
μιᾶ_ς γυ^ναικὸς ἄνδρα^. | μιᾶς γυναικὸς ἄνδρα. |
οὐκ ἐπειδὴ τοῦτο νῦν φυλάττεται ἐν τῇ ἐκκλησί^ᾳ δεῖ γὰ^ρ παντελεῖ ἁγνείᾳ καὶ ἁγιωσύνῃ ἐστέφθαι τὸν ἱερέα^ , ἀλλ' ἐπειδὴ τότε πρὸς τοὺς ἐν πορνείᾳ μέγα ἦν, κατάστησον ἐπισκόπους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστι^ν ἀ^νέγκλητος, μιᾶς γυ^ναικὸς ἀ^νήρ· | οὐκ ἐπειδὴ τοῦτο νῦν φυλάττεται ἐν τῇ ἐκκλησίᾳ δεῖ γὰρ παντελεῖ ἁγνείᾳ καὶ ἁγιωσύνῃ ἐστέφθαι τὸν ἱερέα , ἀλλ' ἐπειδὴ τότε πρὸς τοὺς ἐν πορνείᾳ μέγα ἦν, κατάστησον ἐπισκόπους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ· |
οὐκ ἐπειδὴ νόμον ἔθηκε τοῦτο, ἀλλ' ἐπειδὴ τῇ πλά^νῃ συνέγνω. | οὐκ ἐπειδὴ νόμον ἔθηκε τοῦτο, ἀλλ' ἐπειδὴ τῇ πλάνῃ συνέγνω. |
ἤιδει γά^ρ, ὅτι^ ἀνθοῦντος τοῦ λόγου τῆς εὐσεβεία_ς εὐθαίρετον αὐτὴ ἡ φύ^σι^ς ἕξει τὸ ἀ^γα^θὸν καὶ ἡ ἐκλογὴ γενήσεται τῶν κρειττόνων. | ἤιδει γάρ, ὅτι ἀνθοῦντος τοῦ λόγου τῆς εὐσεβείας εὐθαίρετον αὐτὴ ἡ φύσις ἕξει τὸ ἀγαθὸν καὶ ἡ ἐκλογὴ γενήσεται τῶν κρειττόνων. |
ἄμεμπτος, δίκαιο. | ἄμεμπτος, δίκαιο. |
ς οὐ πρότερον οὖν ἔστι^ γενέσθαι δί^καιον, ἄμεμπτον μὴ γενόμενον. | ς οὐ πρότερον οὖν ἔστι γενέσθαι δίκαιον, ἄμεμπτον μὴ γενόμενον. |
ἀ^ληθι^νός. | ἀληθινός. |
ὁ ἀληθινός, τί^ βούλεται; | ὁ ἀληθινός, τί βούλεται; |
ὁ μὴ ἐσχηματισμένος τὴν ὄψι^ν καὶ ἄλλην ἔχων τὴν κατάστασι^ν, ὁ μὴ σωφροσύνην σχηματιζόμενος, ἀκολασίαν δὲ ἐνδεδυμένος, ὁ μὴ τὴν δι^καιοσύ^νην ἐν τῷ σχήμα^τι^ δεικνύ^ων, τὴν δὲ ἀδικίαν ἐν τῇ καρδί^ᾳ φέρων. | ὁ μὴ ἐσχηματισμένος τὴν ὄψιν καὶ ἄλλην ἔχων τὴν κατάστασιν, ὁ μὴ σωφροσύνην σχηματιζόμενος, ἀκολασίαν δὲ ἐνδεδυμένος, ὁ μὴ τὴν δικαιοσύνην ἐν τῷ σχήματι δεικνύων, τὴν δὲ ἀδικίαν ἐν τῇ καρδίᾳ φέρων. |
οὗτος ἀ^ληθι^νὸς καὶ εὐθέως θεοσεβής. | οὗτος ἀληθινὸς καὶ εὐθέως θεοσεβής. |
ὅτα^ν γὰ^ρ ᾖ τὸ ἄμεμπτον, ὅτα^ν τὸ δί^καιον, ὅτα^ν τὸ ἀ^ληθι^νόν, τότε ἡ ἀ^ληθὴς ἀ^παρτίζεται θεοσέβεια^. | ὅταν γὰρ ᾖ τὸ ἄμεμπτον, ὅταν τὸ δίκαιον, ὅταν τὸ ἀληθινόν, τότε ἡ ἀληθὴς ἀπαρτίζεται θεοσέβεια. |
ἀπεχόμενος ἀ^πὸ παντὸς πονηροῦ πρά_γμα^τος. | ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. |
ἐπειδὴ πολλοὶ ἀ^πέχονται ἀ^πὸ πολλῶν ἁ^μα^ρτημά^των, πάντων δὲ οὐκ ἀ^πέχονται, τὸ ἄκρον πά^λι^ν τῆς ἀ^ρετῆς βουλόμενος ὑποθέσθαι, ἀπεχόμενος ἀ^πὸ παντὸς πονηροῦ πρά_γμα^τος. | ἐπειδὴ πολλοὶ ἀπέχονται ἀπὸ πολλῶν ἁμαρτημάτων, πάντων δὲ οὐκ ἀπέχονται, τὸ ἄκρον πάλιν τῆς ἀρετῆς βουλόμενος ὑποθέσθαι, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. |
οἱ ἀγα^πῶντες κύ_ρι^ον, μι_σεῖτε πονηρά^. | οἱ ἀγαπῶντες κύριον, μισεῖτε πονηρά. |
οὐ γὰ^ρ οἷόν τε καὶ θεοσεβεῖν καὶ πονηρεύεσθαι. | οὐ γὰρ οἷόν τε καὶ θεοσεβεῖν καὶ πονηρεύεσθαι. |
ἐκτίθεται δὲ αὐτοῦ καὶ τὴν ὕπαρξι^ν, ὅτι^ εἶχε πρόβα^τα^ ἑπτακισχίλια^, κα^μήλους τρι^σχι_λί^α_ς, ζεύγη βοῶν πεντα^κόσι^α^, ὄνους νομάδας πεντα^κοσί^α_ς. | ἐκτίθεται δὲ αὐτοῦ καὶ τὴν ὕπαρξιν, ὅτι εἶχε πρόβατα ἑπτακισχίλια, καμήλους τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους νομάδας πεντακοσίας. |
διὰ τί^ ταῦτα^ ἐκτίθεται; | διὰ τί ταῦτα ἐκτίθεται; |
οὐ τὸν πλοῦτον θαυμάζων τοῦ ἰώβ, ἀλλὰ^ σοὶ τῷ ἀκροατῇ καταλιμπάνων τὸ πλῆθος τῆς οὐσί^α_ς, ἵν', ὅταν αὐτὸν ἴ^δῃς μετὰ^ ταῦτα^ γεγυμνωμένον τῶν ὑ^πα^ρχόντων καὶ μὴ στένοντα^, θαυμά^σῃς, ὅτι^ τόσων στερούμενος ἀ^γα^θῶν οὐκ ἀθετεῖ τὸν εὐεργέτην, οὐχ ὑβρίζει τὸν δημιουργόν. | οὐ τὸν πλοῦτον θαυμάζων τοῦ ἰώβ, ἀλλὰ σοὶ τῷ ἀκροατῇ καταλιμπάνων τὸ πλῆθος τῆς οὐσίας, ἵν', ὅταν αὐτὸν ἴδῃς μετὰ ταῦτα γεγυμνωμένον τῶν ὑπαρχόντων καὶ μὴ στένοντα, θαυμάσῃς, ὅτι τόσων στερούμενος ἀγαθῶν οὐκ ἀθετεῖ τὸν εὐεργέτην, οὐχ ὑβρίζει τὸν δημιουργόν. |
ταῦτα^ τοίνυ^ν ἐγρά^φη, οὐχ ἵ^να_ τὸν πλοῦτον θαυμά^σῃς, ἀλλὰ^ ἵ^να_ τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπαινέσῃς τοῦ δι^καίου, πρὸ ὀφθαλμῶν ἔχῃς πάντοτε τὸν φόβον τοῦ θεοῦ. | ταῦτα τοίνυν ἐγράφη, οὐχ ἵνα τὸν πλοῦτον θαυμάσῃς, ἀλλὰ ἵνα τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπαινέσῃς τοῦ δικαίου, πρὸ ὀφθαλμῶν ἔχῃς πάντοτε τὸν φόβον τοῦ θεοῦ. |
ἡ δὲ ἀκολουθία τὴν θεωρί^α_ν εἰς ἕτερον καιρὸν ταμιεύσεται. | ἡ δὲ ἀκολουθία τὴν θεωρίαν εἰς ἕτερον καιρὸν ταμιεύσεται. |
ὁ γὰ^ρ δι^ά^βολος, ἀ^δελφοί, ἐπειδὴ εἶδεν αὐτὸν πλουτοῦντα^ τούτῳ τῷ πλούτῳ τῷ προσκαίρῳ, καὶ ἐκ τούτου τοῦ πλούτου τοῦ προσκαίρου τὸν αἰώνι^ον πλοῦτον ταμιευόμενον ἐνενόησεν, ὅθ' ὥσπερ πλουτοῦντι^ αὐτῷ συνεπλούτησεν ἡ δι^καιοσύ^νη, οὕτω καὶ πτωχεύοντι^ συμπτωχεύσει καὶ ἀ^ρετή. | ὁ γὰρ διάβολος, ἀδελφοί, ἐπειδὴ εἶδεν αὐτὸν πλουτοῦντα τούτῳ τῷ πλούτῳ τῷ προσκαίρῳ, καὶ ἐκ τούτου τοῦ πλούτου τοῦ προσκαίρου τὸν αἰώνιον πλοῦτον ταμιευόμενον ἐνενόησεν, ὅθ' ὥσπερ πλουτοῦντι αὐτῷ συνεπλούτησεν ἡ δικαιοσύνη, οὕτω καὶ πτωχεύοντι συμπτωχεύσει καὶ ἀρετή. |
πειρᾶται οὖν αὐτὸν γυμνῶσαι τῶν χρημά^των, ἵ^να_ γυμνώσῃ καὶ τῶν πλεονεκτημά^των. | πειρᾶται οὖν αὐτὸν γυμνῶσαι τῶν χρημάτων, ἵνα γυμνώσῃ καὶ τῶν πλεονεκτημάτων. |
ἐνταῦθα δὲ προσεχέτωσα^ν ἀ^κρι_βῶς οἱ λέγοντες· | ἐνταῦθα δὲ προσεχέτωσαν ἀκριβῶς οἱ λέγοντες· |
μὴ ὁ ἰὼβ οὐκ ἦν πλούσι^ος; | μὴ ὁ ἰὼβ οὐκ ἦν πλούσιος; |
μὴ ὁ ἀβραὰμ οὐκ ἦν πλούσι^ος; | μὴ ὁ ἀβραὰμ οὐκ ἦν πλούσιος; |
διὰ τί οὖν ὑποτί^θης ἡμῖν ἀκτημοσύνην; | διὰ τί οὖν ὑποτίθης ἡμῖν ἀκτημοσύνην; |
ἐρῶ κ ἀγὼ πρὸς σέ· | ἐρῶ κ ἀγὼ πρὸς σέ· |
γενοῦ κα^τὰ^ τὸν ἰὼβ πλούσι^ος, καὶ ἐπεύχομαί σοι πλείονα^ κτήσασθαι· | γενοῦ κατὰ τὸν ἰὼβ πλούσιος, καὶ ἐπεύχομαί σοι πλείονα κτήσασθαι· |
γενοῦ κα^τὰ^ τὸν ἀβραάμ, καὶ πᾶσα^ ἡ γῆ συ^νεύξεταί σοι τοῦ πλούτου. | γενοῦ κατὰ τὸν ἀβραάμ, καὶ πᾶσα ἡ γῆ συνεύξεταί σοι τοῦ πλούτου. |
εἰπὲ καὶ σύ^, ὡς ἰώβ, ἡ θύ^ρα_ μου ἀ^νέῳκται παντὶ^ θλιβομένῳ· | εἰπὲ καὶ σύ, ὡς ἰώβ, ἡ θύρα μου ἀνέῳκται παντὶ θλιβομένῳ· |
εἰπέ· | εἰπέ· |
ὤμους πενήτων ἐθέρμανα^·· | ὤμους πενήτων ἐθέρμανα·· |
εἰπέ· | εἰπέ· |
ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησα^ν ὦμοι πενήτων· | ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων· |
εἰπέ· | εἰπέ· |
καὶ στόμα^ χήρα_ς εὐλόγησέ με· | καὶ στόμα χήρας εὐλόγησέ με· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.