macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καὶ πλούτει πλοῦτον ὃν θέλεις.
καὶ πλούτει πλοῦτον ὃν θέλεις.
εὑρεθήσῃ γὰ^ρ οὐ σαυτῷ πλουτῶν, ἀλλὰ τοῖς πένησι^ν οἰκονομῶν.
εὑρεθήσῃ γὰρ οὐ σαυτῷ πλουτῶν, ἀλλὰ τοῖς πένησιν οἰκονομῶν.
ἡ θύ^ρα_ μου γά^ρ φησι^ν ἀ^νέῳκται παντὶ^ θλιβομένῳ.
ἡ θύρα μου γάρ φησιν ἀνέῳκται παντὶ θλιβομένῳ.
μίμησαι τὴν ἀκρότητα^ ταύτης τῆς φιλοπτωχία_ς·
μίμησαι τὴν ἀκρότητα ταύτης τῆς φιλοπτωχίας·
ἔνδυ_σαι τὸν ζῆλον τῆς ὑπομονῆς, ἄνδρισαι κα^τὰ^ τῶν ἐνα^ντί^ων, τὰ^ ἴ_σα_ φρόνησον.
ἔνδυσαι τὸν ζῆλον τῆς ὑπομονῆς, ἄνδρισαι κατὰ τῶν ἐναντίων, τὰ ἴσα φρόνησον.
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.
γένοιτο δὲ ἡμᾶς τὸν ζῆλον καὶ τὴν ὑπομονὴν ἔχοντα^ς ἔναυλον ἔχειν καὶ τὴν ἀκολουθίαν τῶν λειπομένων καὶ ὑ_μᾶς παρ' ἡμῶν ἀ^παιτεῖν τὰ^ λειπόμενα^ καὶ ἡμᾶς ὑ_μῖν τιννύ^ειν τῶν θεωρημά^των τὴν ἀκολουθίαν.
γένοιτο δὲ ἡμᾶς τὸν ζῆλον καὶ τὴν ὑπομονὴν ἔχοντας ἔναυλον ἔχειν καὶ τὴν ἀκολουθίαν τῶν λειπομένων καὶ ὑμᾶς παρ' ἡμῶν ἀπαιτεῖν τὰ λειπόμενα καὶ ἡμᾶς ὑμῖν τιννύειν τῶν θεωρημάτων τὴν ἀκολουθίαν.
καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπι^τελέσαι καὶ τοῖς πα^θήμα^σι^ τῶν ἁ^γί^ων κοινωνήσαντα^ς κοινωνῆσαι καὶ τῷ πά^θει χριστοῦ.
καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπιτελέσαι καὶ τοῖς παθήμασι τῶν ἁγίων κοινωνήσαντας κοινωνῆσαι καὶ τῷ πάθει χριστοῦ.
ἀληθῶς γά^ρ, ἀ^δελφοί, δι^καίως προέλαμψε τοῦ πά^θους τοῦ χριστοῦ τὰ^ πά^θη τῶν ἁ^γί^ων.
ἀληθῶς γάρ, ἀδελφοί, δικαίως προέλαμψε τοῦ πάθους τοῦ χριστοῦ τὰ πάθη τῶν ἁγίων.
προέλαμψαν γά^ρ, ὥσπερ ἀστραπαί, τὰ^ πά^θη τῶν δι^καίων, ἵνα μετὰ^ ταῦτα φα^νῇ ὁ χριστός, ὥς φησι^ν ὁ παῦλος, ὁ πᾶσι^ συμπάσχων, καὶ πᾶσι^ συνδοξαζόμενος.
προέλαμψαν γάρ, ὥσπερ ἀστραπαί, τὰ πάθη τῶν δικαίων, ἵνα μετὰ ταῦτα φανῇ ὁ χριστός, ὥς φησιν ὁ παῦλος, ὁ πᾶσι συμπάσχων, καὶ πᾶσι συνδοξαζόμενος.
εὐχαῖς οὖν καὶ πρεσβείαις τῶν ἁ^γί^ων πα^τέρων καὶ τοῖς εἰρημένοις στοιχήσαντες καὶ τὰ λειπόμενα^ προσδοκήσαντες δόξα^ν ἀναπέμψωμεν τῷ πατρὶ^ καὶ τῷ υἱῷ καὶ τῷ ἁ^γί^ῳ πνεύματι, εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
εὐχαῖς οὖν καὶ πρεσβείαις τῶν ἁγίων πατέρων καὶ τοῖς εἰρημένοις στοιχήσαντες καὶ τὰ λειπόμενα προσδοκήσαντες δόξαν ἀναπέμψωμεν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
ἧκεν ἡμῖν ἐνι^αύσιος σήμερον ὁ τῆς οἰκουμένης ἀθλητής·
ἧκεν ἡμῖν ἐνιαύσιος σήμερον ὁ τῆς οἰκουμένης ἀθλητής·
ἧκεν ἡμῖν ὁ ξένος καὶ τῶν ἀγγέλων ὁμότι_μος ἀγωνιστὴς, ὁ πολλὰ^ πα^ρὰ^ τοῦ δι^α^βόλου τυπτόμενος, καὶ πολλὰ^ πα^ρὰ^ τοῦ θεοῦ μα^ρτυ^ρούμενος·
ἧκεν ἡμῖν ὁ ξένος καὶ τῶν ἀγγέλων ὁμότιμος ἀγωνιστὴς, ὁ πολλὰ παρὰ τοῦ διαβόλου τυπτόμενος, καὶ πολλὰ παρὰ τοῦ θεοῦ μαρτυρούμενος·
ὁ πολλὰ^ πα^ρὰ^ τοῦ δι^α^βόλου πληττόμενος, καὶ πολλὰ^ βραβεῖα^ πα^ρὰ^ τῶν θεα_τῶν ἀγγέλων ὑποδεχόμενος·
ὁ πολλὰ παρὰ τοῦ διαβόλου πληττόμενος, καὶ πολλὰ βραβεῖα παρὰ τῶν θεατῶν ἀγγέλων ὑποδεχόμενος·
ὁ πολλὰ^ ὑ^πὸ τοῦ ἐχθροῦ μαστιζόμενος, καὶ μέγα^ς στεφα^νί_της ὑ^πὸ τοῦ θεοῦ εἰς τὴν οἰκουμένην ἀναδειχθείς.
ὁ πολλὰ ὑπὸ τοῦ ἐχθροῦ μαστιζόμενος, καὶ μέγας στεφανίτης ὑπὸ τοῦ θεοῦ εἰς τὴν οἰκουμένην ἀναδειχθείς.
οὕτω γὰ^ρ αὐτὸς αὑτῷ δι^α^λεγόμενος ἔλεγεν·
οὕτω γὰρ αὐτὸς αὑτῷ διαλεγόμενος ἔλεγεν·
οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἢ ἵ^να_ ἀναφανῇς δί^καιος;
οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἢ ἵνα ἀναφανῇς δίκαιος;
τί^ς οὖν τὸν τοιοῦτον ἀριστέα^ κατ' ἀ^ξί^α_ν εὐφημῆσαι δύ^να^ται;
τίς οὖν τὸν τοιοῦτον ἀριστέα κατ' ἀξίαν εὐφημῆσαι δύναται;
τί^ς ἀντάξια^ τῶν ἀνδραγαθημάτων αὐτοῦ βραβεῖα^ πλέξαι κατατολμήσει;
τίς ἀντάξια τῶν ἀνδραγαθημάτων αὐτοῦ βραβεῖα πλέξαι κατατολμήσει;
τίς ἐπι^χειρήσει πρὸς ἄ^πειρον πέλα^γος ἐγκωμί^ων ἀ^να^βῆναι;
τίς ἐπιχειρήσει πρὸς ἄπειρον πέλαγος ἐγκωμίων ἀναβῆναι;
ὡς γὰ^ρ οὐκ ἄ^ν τι^ς τῶν νοῦν ἐχόντων κατατολμήσειέ ποτε τῆς θα^λάσσης τὸ πέλα^γος βήμα^σι^ν ἀ^νθρωπί^νοις δι^απεράσαι, οὕτως οὐδέ τι^ς τῶν σοφῶν καὶ λί_α_ν δι^δα^σκά^λων ἐπι^χειρήσει ποτὲ τοὺς κατ' ἀ^ξί^α_ν ἐπαίνους τῆς γενναία_ς ἐκείνης καὶ τρισολβί^ου ψυ_χῆς τοῖς ἀκροαταῖς δι^ηγήσασθαι.
ὡς γὰρ οὐκ ἄν τις τῶν νοῦν ἐχόντων κατατολμήσειέ ποτε τῆς θαλάσσης τὸ πέλαγος βήμασιν ἀνθρωπίνοις διαπεράσαι, οὕτως οὐδέ τις τῶν σοφῶν καὶ λίαν διδασκάλων ἐπιχειρήσει ποτὲ τοὺς κατ' ἀξίαν ἐπαίνους τῆς γενναίας ἐκείνης καὶ τρισολβίου ψυχῆς τοῖς ἀκροαταῖς διηγήσασθαι.
πᾶσα^ν γὰ^ρ ἀ^νθρωπί^νην ὑπερβά^λλει σοφί^α_ν τὰ^ τούτου κατορθώμα^τα^·
πᾶσαν γὰρ ἀνθρωπίνην ὑπερβάλλει σοφίαν τὰ τούτου κατορθώματα·
πᾶσα^ν ὑπερβά^λλει στεφανηφορίαν τὰ^ τούτου παλαίσμα^τα^.
πᾶσαν ὑπερβάλλει στεφανηφορίαν τὰ τούτου παλαίσματα.
οὐκοῦν ἀγγελι^κῆς ἐπιδεόμεθα^ γλώσσης, ἵ^να_ ἄκροις, ὡς εἰπεῖν, τοῖς δα^κτύ^λοις ἐφαψάμενοι τῆς μυροθήκης ἐκείνης, πᾶσα^ν ὁμοῦ τὴν ἐκκλησί^α_ν πληρώσωμεν.
οὐκοῦν ἀγγελικῆς ἐπιδεόμεθα γλώσσης, ἵνα ἄκροις, ὡς εἰπεῖν, τοῖς δακτύλοις ἐφαψάμενοι τῆς μυροθήκης ἐκείνης, πᾶσαν ὁμοῦ τὴν ἐκκλησίαν πληρώσωμεν.
μόνον γὰ^ρ ἐὰ^ν ἐπιχειρήσωμεν ἅψασθαι τοῦ ἀγγείου τοῦ ἰὼβ, καὶ μικρὸν αὐτὸ διασαλεύσωμεν, εὐθὺ^ς τῆς εὐωδία_ς τοῦ μύ^ρου ἡ ἐκκλησί^α_ πληροῦται.
μόνον γὰρ ἐὰν ἐπιχειρήσωμεν ἅψασθαι τοῦ ἀγγείου τοῦ ἰὼβ, καὶ μικρὸν αὐτὸ διασαλεύσωμεν, εὐθὺς τῆς εὐωδίας τοῦ μύρου ἡ ἐκκλησία πληροῦται.
ἀκούσωμεν τοίνυ^ν τῆς ἱ^στορί^α_ς περὶ^ αὐτοῦ λεγούσης·
ἀκούσωμεν τοίνυν τῆς ἱστορίας περὶ αὐτοῦ λεγούσης·
ἐν πᾶσι^ τούτοις τοῖς συ^μβεβηκόσι^ν αὐτῷ οὐδὲν ἥμαρτεν ἰὼβ τοῖς χείλεσι^ν ἐνα^ντί^ον κυ_ρί^ου.
ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν ἰὼβ τοῖς χείλεσιν ἐναντίον κυρίου.
εἶδες μαρτυρίαν τὴν εὐφημίαν τῶν ἀγγέλων δι^εγείρουσα^ν;
εἶδες μαρτυρίαν τὴν εὐφημίαν τῶν ἀγγέλων διεγείρουσαν;
εἶδες μαρτυρίαν τὸν δι^ά^βολον μετὰ^ τῶν ἐπι^χειρημά^των αὐτοῦ κα^ταισχύνουσα^ν;
εἶδες μαρτυρίαν τὸν διάβολον μετὰ τῶν ἐπιχειρημάτων αὐτοῦ καταισχύνουσαν;
ἐν πᾶσι^ τούτοις τοῖς συ^μβεβηκόσι^ν αὐτῷ οὐδὲν ἥμαρτεν.
ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν.
αὕτη ἡ τοῦ θεοῦ μα^ρτυ^ρί^α_ κα^τὰ^ πᾶσα^ν ἐκκλησί^α_ν, ὡς μύ^ρον πολυτίμητον, τοὺς ἀ^κούοντα^ς εὐφραίνει.
αὕτη ἡ τοῦ θεοῦ μαρτυρία κατὰ πᾶσαν ἐκκλησίαν, ὡς μύρον πολυτίμητον, τοὺς ἀκούοντας εὐφραίνει.
ὢ ἀγγείου πολυτί^μου εἰς ἕνα^ τόπον κα^τὰ^ τὴν ἀραβίαν ἀποκειμένου, καὶ κα^τὰ^ πᾶσαν τὴν οἰκουμένην τὴν εὐωδίαν τοῦ μύ^ρου διαπεμπομένου.
ὢ ἀγγείου πολυτίμου εἰς ἕνα τόπον κατὰ τὴν ἀραβίαν ἀποκειμένου, καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην τὴν εὐωδίαν τοῦ μύρου διαπεμπομένου.
ὢ ἀγγείου μυ_ρί^οις λί^θοις καὶ πληγαῖς καὶ βέλεσι^ πα^ρὰ^ τοῦ δι^α^βόλου τυφθέντος, καὶ τὸ μύ^ρον μὴ ἐκχέαντος.
ὢ ἀγγείου μυρίοις λίθοις καὶ πληγαῖς καὶ βέλεσι παρὰ τοῦ διαβόλου τυφθέντος, καὶ τὸ μύρον μὴ ἐκχέαντος.
πολὺς ἐγένετο τῷ δι^α βόλῳ κά^μα^τος, ἵ^να_ τὸ ἀγγεῖον συντρίψῃ.
πολὺς ἐγένετο τῷ δια βόλῳ κάματος, ἵνα τὸ ἀγγεῖον συντρίψῃ.
καὶ τὸ μύ^ρον τῆς εὐσεβεία_ς ἀφα^νί^σῃ·
καὶ τὸ μύρον τῆς εὐσεβείας ἀφανίσῃ·
καὶ ἐσπούδαζε δι^ὰ^ τῆς δυσωδία_ς τῶν τραυμά^των ἀμαυρῶσαι τοῦ μύ^ρου τὴν εὐωδίαν.
καὶ ἐσπούδαζε διὰ τῆς δυσωδίας τῶν τραυμάτων ἀμαυρῶσαι τοῦ μύρου τὴν εὐωδίαν.
καὶ γὰ^ρ καὶ τὸ σῶ^μα^ αὐτοῦ ἀπώζεσεν ἀ^πὸ τῆς ἑλκώσεως τῶν τραυμά^των·
καὶ γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἀπώζεσεν ἀπὸ τῆς ἑλκώσεως τῶν τραυμάτων·
ἀλλ' ἔμεινε καὶ τὸ ἀγγεῖον τραυματιζόμενον, καὶ τὸ μύ^ρον μὴ ἀ^πολλύμενον, ἵ^να_ καὶ ἡμεῖς προσφόρως εἴπωμεν αὐτῷ·
ἀλλ' ἔμεινε καὶ τὸ ἀγγεῖον τραυματιζόμενον, καὶ τὸ μύρον μὴ ἀπολλύμενον, ἵνα καὶ ἡμεῖς προσφόρως εἴπωμεν αὐτῷ·
μύρον ἐκκενωθὲν ὄνομά^ σοι.
μύρον ἐκκενωθὲν ὄνομά σοι.
δέον οὖν αὐτὸν γυμνὸν, ὡς ἐπάλαιεν, ἀ^να^στῆσαι τὸν ἀθλητὴν, ἵ^να_ εἰς ἐκείνην τὴν εἰκόνα^ τὴν θαυμασίαν ὁρῶντες, πληροφορηθῶμεν δι^ὰ^ τῆς φύ^σεως τῶν πρα_γμά^των, ὅτι^ ὁ θεὸς δεῖξαι βουλόμενος τῷ δι^α^βόλῳ, ὅτι^ ἐπὶ^ τῆς γῆς ἀνθρώπους δι^καίους ἔχει, οὐκέτι^ δι^ὰ^ κολακεία_ς κα^τὰ^ τὸν ἀδὰμ ἀ^πατωμένους, ἀλλὰ^ δι^ὰ^ μ...
δέον οὖν αὐτὸν γυμνὸν, ὡς ἐπάλαιεν, ἀναστῆσαι τὸν ἀθλητὴν, ἵνα εἰς ἐκείνην τὴν εἰκόνα τὴν θαυμασίαν ὁρῶντες, πληροφορηθῶμεν διὰ τῆς φύσεως τῶν πραγμάτων, ὅτι ὁ θεὸς δεῖξαι βουλόμενος τῷ διαβόλῳ, ὅτι ἐπὶ τῆς γῆς ἀνθρώπους δικαίους ἔχει, οὐκέτι διὰ κολακείας κατὰ τὸν ἀδὰμ ἀπατωμένους, ἀλλὰ διὰ μυρίων βασάνων καὶ μαστίγων...
ἀποστάτα, φησὶ^, μεγαλοφρονεῖς, ὅτι^ τὸν ἀδὰμ ἀ^πα^τήσα_ς, καὶ τὴν γυ^ναῖκα^ κολα^κεύσα_ς, ἐξέβα^λες τοῦ παραδείσου·
ἀποστάτα, φησὶ, μεγαλοφρονεῖς, ὅτι τὸν ἀδὰμ ἀπατήσας, καὶ τὴν γυναῖκα κολακεύσας, ἐξέβαλες τοῦ παραδείσου·
ἰ^δοὺ ἄνθρωπος δί^χα^ προστα^γμά^των γρα^φῆς βιώσα_ς, καὶ τὸν ἄ^γρα^φον τῆς φύ^σεως νόμον δι^α^νοίᾳ κα^τορθώσα_ς προσάγαγε μυ_ρί^α_ς θωπεία_ς, μυ_ρί^α_ς κολακεία_ς, μυ_ρί^α_ς βασά^νους, εἰ δύ^να^σαι τὴν ἀ^ρί^στην ταύτην παρασαλεῦσαι ψυ_χήν.
ἰδοὺ ἄνθρωπος δίχα προσταγμάτων γραφῆς βιώσας, καὶ τὸν ἄγραφον τῆς φύσεως νόμον διανοίᾳ κατορθώσας προσάγαγε μυρίας θωπείας, μυρίας κολακείας, μυρίας βασάνους, εἰ δύνασαι τὴν ἀρίστην ταύτην παρασαλεῦσαι ψυχήν.
ἰδοὺ, τὸν πρῶτον ἄνθρωπον ἐξέβα^λες τοῦ παραδείσου.
ἰδοὺ, τὸν πρῶτον ἄνθρωπον ἐξέβαλες τοῦ παραδείσου.
βλέπε νῦν, ἐπιχείρησον, εἰ δύ^να^σαι, κ ἂ^ν ἀ^πὸ κοπρία_ς τὸν ἀθλητὴν ὑποσκελίσαι.
βλέπε νῦν, ἐπιχείρησον, εἰ δύνασαι, κ ἂν ἀπὸ κοπρίας τὸν ἀθλητὴν ὑποσκελίσαι.
ἀλλ', εἰ δοκεῖ, ἄ^νωθεν ὀλί^γον εἰς αὐτὴν τὴν ἱστορίαν ἀναδράμωμεν·
ἀλλ', εἰ δοκεῖ, ἄνωθεν ὀλίγον εἰς αὐτὴν τὴν ἱστορίαν ἀναδράμωμεν·
ἄνθρωπός τι^ς ἦν ἐν χώρᾳ τῇ αὐσίτιδι, ᾧ ὄνομα^ ἰώβ.
ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ αὐσίτιδι, ᾧ ὄνομα ἰώβ.
καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δί^καιος, θεοσεβὴς, ἀ^ληθι^νὸς, ἀ^πεχόμενος ἀ^πὸ παντὸς πονηροῦ πρά_γμα^τος.
καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
τοιοῦτος ἦν καὶ ὁ ἀδὰμ πρὸ τοῦ πεισθῆναι τῇ γυναικί^.
τοιοῦτος ἦν καὶ ὁ ἀδὰμ πρὸ τοῦ πεισθῆναι τῇ γυναικί.
δι^ὰ^ τοῦτο οὗτος οὐ πείθεται τῇ γυ^ναικὶ^, ἵ^να_ μὴ γένηται κατ' ἐκεῖνον.
διὰ τοῦτο οὗτος οὐ πείθεται τῇ γυναικὶ, ἵνα μὴ γένηται κατ' ἐκεῖνον.
ἐκεῖνος ἐνδεδυμένος ἦν ἀφθαρσίαν, ὡς οἶδεν ὁ πλά^σα_ς αὐτὸν, καὶ ἵ^να_ πεισθῇ τῇ γυ^ναικὶ^, γυμνὸς ἐγένετο, καὶ κα^τεκρί^θη.
ἐκεῖνος ἐνδεδυμένος ἦν ἀφθαρσίαν, ὡς οἶδεν ὁ πλάσας αὐτὸν, καὶ ἵνα πεισθῇ τῇ γυναικὶ, γυμνὸς ἐγένετο, καὶ κατεκρίθη.
οὗτος γυμνὸς ἦν, καὶ οὐκ ἐπείσθη τῇ γυ^ναικὶ^, καὶ ἵ^να_ μὴ πεισθῇ τῇ γυ^ναικὶ^, τὴν τῶν ἀγγέλων στεφανηφορίαν ἐνεδύ_σα^το.
οὗτος γυμνὸς ἦν, καὶ οὐκ ἐπείσθη τῇ γυναικὶ, καὶ ἵνα μὴ πεισθῇ τῇ γυναικὶ, τὴν τῶν ἀγγέλων στεφανηφορίαν ἐνεδύσατο.
ἐκεῖνος ἵ^να_ πεισθῇ τῇ γυ^ναικὶ^, καὶ τῆς τοῦ παραδείσου τρυφῆς ἐξέπεσε, καὶ τὴν γῆν μητέραν ἀ^κα^νθῶν ἐποίησε, καὶ θά^να^τον ἐκληρονόμησεν·
ἐκεῖνος ἵνα πεισθῇ τῇ γυναικὶ, καὶ τῆς τοῦ παραδείσου τρυφῆς ἐξέπεσε, καὶ τὴν γῆν μητέραν ἀκανθῶν ἐποίησε, καὶ θάνατον ἐκληρονόμησεν·
οὗτος ἵ^να_ μὴ πεισθῇ τῇ γυ^ναικὶ^, καὶ τῆς κοπρία_ς καὶ τῶν πληγῶν τὴν ἐλευθερίαν ἔλα^βε, καὶ τὴν τῶν οὐρα^νῶν ἐκληρονόμησε βα^σι^λεία_ν.
οὗτος ἵνα μὴ πεισθῇ τῇ γυναικὶ, καὶ τῆς κοπρίας καὶ τῶν πληγῶν τὴν ἐλευθερίαν ἔλαβε, καὶ τὴν τῶν οὐρανῶν ἐκληρονόμησε βασιλείαν.
ἐκεῖνος ἀπολογούμενος τῷ θεῷ ἔλεγεν·
ἐκεῖνος ἀπολογούμενος τῷ θεῷ ἔλεγεν·
ἡ γυ^νὴ, ἣν ἔδωκά^ς μοι, αὕτη μοι ἔδωκε, καὶ ἔφα^γον.
ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον.
ὢ ἀ^πολογί^α_ς συγγνώμην οὐκ ἐχούσης.
ὢ ἀπολογίας συγγνώμην οὐκ ἐχούσης.
ἐκείνη εἶπε, φά^γε·
ἐκείνη εἶπε, φάγε·
ἐγὼ εἶπον, μὴ φάγε.
ἐγὼ εἶπον, μὴ φάγε.
δι^ὰ^ τί^ οὖν τῆς γυ^ναικὸς ἤκουσα^ς, καὶ τοῦ θεοῦ πα^ρήκουσα^ς;
διὰ τί οὖν τῆς γυναικὸς ἤκουσας, καὶ τοῦ θεοῦ παρήκουσας;
ἀλλ' οὐχ οὕτως ἦν ὁ μα^κά^ριος ἰώβ.
ἀλλ' οὐχ οὕτως ἦν ὁ μακάριος ἰώβ.
ἀλλὰ^ πῶς;
ἀλλὰ πῶς;
μετ' ἐπιπλήξεως ἔλεγεν·
μετ' ἐπιπλήξεως ἔλεγεν·
ὥσπερ μί^α^ τῶν ἀφρόνων γυ^ναικῶν ἐλά^λησα^ς.
ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας.
ἄνθρωπος ἦν ἐν χώρᾳ τῇ αὐσίτιδι, ᾧ ὄνομα^ ἰώβ.
ἄνθρωπος ἦν ἐν χώρᾳ τῇ αὐσίτιδι, ᾧ ὄνομα ἰώβ.
δι^ὰ^ τί^ δὲ τὴν χώρα_ν ὠνόμα^σε;
διὰ τί δὲ τὴν χώραν ὠνόμασε;
δι^ὰ^ σὲ, ἵ^να_ μά^θῃς, ὅτι^ οὐχ ἡ συ^νουσία τῶν ἁμαρτωλῶν τὸν δί^καιον δύ^να^ται ποιῆσαι ἁ^μα^ρτῆσαι, ἀλλ' ἡ προαίρεσι^ς τῶν εὐσεβούντων ὀφείλει στά^σι^μον καὶ βεβαίαν ἔχειν τὴν γνώμην.
διὰ σὲ, ἵνα μάθῃς, ὅτι οὐχ ἡ συνουσία τῶν ἁμαρτωλῶν τὸν δίκαιον δύναται ποιῆσαι ἁμαρτῆσαι, ἀλλ' ἡ προαίρεσις τῶν εὐσεβούντων ὀφείλει στάσιμον καὶ βεβαίαν ἔχειν τὴν γνώμην.
αὕτη γὰ^ρ ἡ χώρα_ τῆς ἀραβίας ἐστὶ^ μοχθηρῶν καὶ διεφθαρμένων ἀνθρώπων οἰκητήριον.
αὕτη γὰρ ἡ χώρα τῆς ἀραβίας ἐστὶ μοχθηρῶν καὶ διεφθαρμένων ἀνθρώπων οἰκητήριον.
πάντες ἦσα^ν πα^ρά^νομοι, πάντες θεοστυγεῖς, πάντες βέβηλοι, πάντες ὑπερήφα^νοι, καὶ τοῦ ἡσαῦ ἀπόγονοι, καὶ ταῖς ἁμαρτί^αις κομῶντες·
πάντες ἦσαν παράνομοι, πάντες θεοστυγεῖς, πάντες βέβηλοι, πάντες ὑπερήφανοι, καὶ τοῦ ἡσαῦ ἀπόγονοι, καὶ ταῖς ἁμαρτίαις κομῶντες·
ἀλλὰ^ τοσοῦτον πέλα^γος τῆς ἀ^σεβεία_ς οὐκ ἠδυνήθη κατασβέσαι τὸν λαμπτῆρα^ τῆς εὐσεβεία_ς·
ἀλλὰ τοσοῦτον πέλαγος τῆς ἀσεβείας οὐκ ἠδυνήθη κατασβέσαι τὸν λαμπτῆρα τῆς εὐσεβείας·
ἡ τοσαύτη χώρα_ τῶν κα^κῶν οὐκ ἠδυνήθη τὸ ὡραῖον ἀποπνῖξαι τῆς καρτερία_ς.
ἡ τοσαύτη χώρα τῶν κακῶν οὐκ ἠδυνήθη τὸ ὡραῖον ἀποπνῖξαι τῆς καρτερίας.
ὅθεν τούτῳ προσπελάσαι ὁ δι^ά^βολος ἐπεχείρησε.
ὅθεν τούτῳ προσπελάσαι ὁ διάβολος ἐπεχείρησε.
δι^ὰ^ τί^;
διὰ τί;
ἐπειδήπερ ἔβλεπεν αὐτὸν ταῖς ἐλεημοσύ^ναις μᾶλλον ἢ τοῖς χρήμα^σι^ πλουτοῦντα^.
ἐπειδήπερ ἔβλεπεν αὐτὸν ταῖς ἐλεημοσύναις μᾶλλον ἢ τοῖς χρήμασι πλουτοῦντα.
ἄκουσον γὰ^ρ αὐτοῦ λέγοντος ἀψευδῶς·
ἄκουσον γὰρ αὐτοῦ λέγοντος ἀψευδῶς·
ὀφθαλμὸς ἤμην τῶν τυφλῶν, ποῦς δὲ χωλῶν·
ὀφθαλμὸς ἤμην τῶν τυφλῶν, ποῦς δὲ χωλῶν·
καὶ αὖθι^ς, ἐγὼ ἐπὶ^ ἀ^δυ^νά^τῳ ἔκλαυσα^, ἐστένα^ξα^ δὲ ἰ^δὼν ἄνδρα^ ἐν ἀ^νάγκαις.
καὶ αὖθις, ἐγὼ ἐπὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.
καὶ οὐ μόνον δι^ὰ^ τῶν λόγων, ἀλλὰ^ καὶ δι^ὰ^ τῶν ἔργων ὑπερεπλούτει, θησαυρὸς ὅλος εὐποιία_ς τοῖς δεομένοις εὑρισκόμενος.
καὶ οὐ μόνον διὰ τῶν λόγων, ἀλλὰ καὶ διὰ τῶν ἔργων ὑπερεπλούτει, θησαυρὸς ὅλος εὐποιίας τοῖς δεομένοις εὑρισκόμενος.
τί^ γά^ρ φησι^ν ἀλλαχοῦ;
τί γάρ φησιν ἀλλαχοῦ;
οὐκ ἐξῆλθεν ἐκ τοῦ οἴκου μου ἐπι^δεόμενος κόλπῳ κενῷ·
οὐκ ἐξῆλθεν ἐκ τοῦ οἴκου μου ἐπιδεόμενος κόλπῳ κενῷ·
στόμα^ χήρα_ς εὐλόγησέ με·
στόμα χήρας εὐλόγησέ με·
ἀ^πὸ δὲ κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησα^ν ὦμοι πενήτων.
ἀπὸ δὲ κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων.
ὥστε δῆλον, ὅτι^ δι^ὰ^ πάντων ἐπλούτει θησαυρὸς ὅλος, καὶ δι^ὰ^ τῶν λόγων, καὶ δι^ὰ^ τῶν ἔργων, καὶ δι^ὰ^ τῆς ἐλεημοσύνης, καὶ δι^ὰ^ τῆς προστασία_ς τῶν πενήτων, καὶ δι^ὰ^ τῆς ἐπι^κουρία_ς τῶν δεομένων.
ὥστε δῆλον, ὅτι διὰ πάντων ἐπλούτει θησαυρὸς ὅλος, καὶ διὰ τῶν λόγων, καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῆς ἐλεημοσύνης, καὶ διὰ τῆς προστασίας τῶν πενήτων, καὶ διὰ τῆς ἐπικουρίας τῶν δεομένων.
ἀλλ' ὅρα_ τὶ^ ποιεῖ ὁ δι^ά^βολος·
ἀλλ' ὅρα τὶ ποιεῖ ὁ διάβολος·
ἀφαρπάζει πά^ντα^ τὰ^ ὑ^πά^ρχοντα^ αὐτοῦ ἀπ' αὐτοῦ πρότερον, καὶ τελευταῖον τὰ^ τέκνα^ λα^μβά^νει.
ἀφαρπάζει πάντα τὰ ὑπάρχοντα αὐτοῦ ἀπ' αὐτοῦ πρότερον, καὶ τελευταῖον τὰ τέκνα λαμβάνει.
ἔλα^βε πρῶτον τὰ_ς ἀγέλα_ς τῶν κα^μήλων, ἔλα^βε τὰ^ ποίμνια^ τῶν προβάτων, τὸν πολὺ^ν ἀ^ρι^θμὸν τῶν ὄνων, τὴν μεγίστην ἀγέλην τῶν βοῶν·
ἔλαβε πρῶτον τὰς ἀγέλας τῶν καμήλων, ἔλαβε τὰ ποίμνια τῶν προβάτων, τὸν πολὺν ἀριθμὸν τῶν ὄνων, τὴν μεγίστην ἀγέλην τῶν βοῶν·
πά^ντα^ ἀ^φείλετο, καὶ τὸ τελευταῖον τὰ^ τέκνα^.
πάντα ἀφείλετο, καὶ τὸ τελευταῖον τὰ τέκνα.
δι^ὰ^ τί^;
διὰ τί;
πρόσεχε λοιπὸν μετὰ^ πά_σης ἀκρι_βεία_ς·
πρόσεχε λοιπὸν μετὰ πάσης ἀκριβείας·
πρῶτον ἔλα^βεν αὐτοῦ πά^ντα^ τὰ^ ὑ^πά^ρχοντα^, ἔπειτα^ τὰ^ τέκνα^·
πρῶτον ἔλαβεν αὐτοῦ πάντα τὰ ὑπάρχοντα, ἔπειτα τὰ τέκνα·
ἔλαβε τὰ^ κληρονομιαῖα^ πρά_γμα^τα^, ἔπειτα^ τοὺς κληρονόμους ἠφά^νι^σεν, ἵ^να_ παντοίως αὐτὸν καὶ δι^ὰ^ τῶν τέκνων πλήξῃ.
ἔλαβε τὰ κληρονομιαῖα πράγματα, ἔπειτα τοὺς κληρονόμους ἠφάνισεν, ἵνα παντοίως αὐτὸν καὶ διὰ τῶν τέκνων πλήξῃ.
πρῶτον ἤρξα^το τὴν ὕπαρξι^ν ἀφα^νί^ζειν, πρῶτον ἤρξα^το τὰ^ κληρονομιαῖα^ πρά_γμα^τα^ ζώντων τῶν κληρονόμων ἁρπάζειν, ἵ^να_ τῶν υἱῶν καὶ τῶν θυ^γα^τέρων ἑστηκότων, δι^ὰ^ τὴν ἀπώλεια^ν τῶν κτημά^των καιρίαν λά^βῃ ὁ δί^καιος τῆς ἀθυ_μί^α_ς πληγήν.
πρῶτον ἤρξατο τὴν ὕπαρξιν ἀφανίζειν, πρῶτον ἤρξατο τὰ κληρονομιαῖα πράγματα ζώντων τῶν κληρονόμων ἁρπάζειν, ἵνα τῶν υἱῶν καὶ τῶν θυγατέρων ἑστηκότων, διὰ τὴν ἀπώλειαν τῶν κτημάτων καιρίαν λάβῃ ὁ δίκαιος τῆς ἀθυμίας πληγήν.
ἐνενόει γὰ^ρ ὁ πονηρὸς δαίμων, μήποτε, τῶν τέκνων προαπολλυμένων, μη δὲ εἰς αἴσθησι^ν ἔλθῃ τῆς ἀπωλεία_ς τῶν κτημά^των, ἀλλ' ὁ ὄντως ἀ^δά^μα_ς καὶ γενναῖος ἀθλητὴς, ὁ πολλὰ^ τυπτόμενος, καὶ δι^ὰ^ πάντων στεφα^νούμενος, ὁ πολλὰ^ βέλη δεχόμενος, καὶ δι' αὐτῶν τῶν βελῶν τὸν δι^ά^βολον κα^τακοντίζων, ὁ δι^ὰ^ τῶν ὅπλων τῆς ...
ἐνενόει γὰρ ὁ πονηρὸς δαίμων, μήποτε, τῶν τέκνων προαπολλυμένων, μη δὲ εἰς αἴσθησιν ἔλθῃ τῆς ἀπωλείας τῶν κτημάτων, ἀλλ' ὁ ὄντως ἀδάμας καὶ γενναῖος ἀθλητὴς, ὁ πολλὰ τυπτόμενος, καὶ διὰ πάντων στεφανούμενος, ὁ πολλὰ βέλη δεχόμενος, καὶ δι' αὐτῶν τῶν βελῶν τὸν διάβολον κατακοντίζων, ὁ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δ...
ἦλθε πρῶτος ἄγγελος, καὶ λέγει τῷ ἰώβ·
ἦλθε πρῶτος ἄγγελος, καὶ λέγει τῷ ἰώβ·
τὰ^ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες, ᾐχμαλώτευσαν αὐτὰ^, καὶ τοὺς παῖδα^ς ἀπέκτεινα^ν ἐν μαχαίραις.
τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες, ᾐχμαλώτευσαν αὐτὰ, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις.
ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ λέγει τῷ ἰώβ·
ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ λέγει τῷ ἰώβ·
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρα^νοῦ καὶ κατέκαυσε τὰ^ πρόβα^τά^ σου, καὶ τοὺς ποιμένα^ς κα^τέφαγεν ὁμοίως.
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατά σου, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως.
βλέπε τί^ ποιεῖ ὁ δι^ά^βολος.
βλέπε τί ποιεῖ ὁ διάβολος.
ἐπειδὴ γὰ^ρ εἶδεν αὐτὸν εἰς τὴν πρώτην καὶ δευτέρα_ν πληγὴν γενναίως ἑστηκότα^, καὶ μη δ' ὅλως ἐκ τῶν βασά^νων αὐτοῦ διασαλευθέντα^, πολεμούμενον, καὶ μὴ τιτρωσκόμενον, μηχα^νᾶταί τι^ τοιοῦτον ποιῆσαι·
ἐπειδὴ γὰρ εἶδεν αὐτὸν εἰς τὴν πρώτην καὶ δευτέραν πληγὴν γενναίως ἑστηκότα, καὶ μη δ' ὅλως ἐκ τῶν βασάνων αὐτοῦ διασαλευθέντα, πολεμούμενον, καὶ μὴ τιτρωσκόμενον, μηχανᾶταί τι τοιοῦτον ποιῆσαι·
ἐπιβάλλει πῦρ ἐξ ἀ_έρος, ἵ^να_ δόξῃ τὸ πῦρ ἐξ οὐρα^νοῦ καταπέμπεσθαι, καὶ ἵ^να_ νομί^σα_ς, ὅτι^ ὁ θεὸς ἐξ οὐρα^νῶν αὐτὸν πολεμεῖ, βλασφημήσῃ τὸν θεὸν, τὸν οὕτω δί^χα^ τι^νὸς ἁμαρτήμα^τος ἀ^δίκως αὐτὸν πολεμοῦντα^·
ἐπιβάλλει πῦρ ἐξ ἀέρος, ἵνα δόξῃ τὸ πῦρ ἐξ οὐρανοῦ καταπέμπεσθαι, καὶ ἵνα νομίσας, ὅτι ὁ θεὸς ἐξ οὐρανῶν αὐτὸν πολεμεῖ, βλασφημήσῃ τὸν θεὸν, τὸν οὕτω δίχα τινὸς ἁμαρτήματος ἀδίκως αὐτὸν πολεμοῦντα·