macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
πῦρ, φησὶ^ν, ἐκ τοῦ οὐρα^νοῦ ἔπεσε, καὶ κα^τέφαγε τὰ^ πρόβα^τά^ σου καὶ τοὺς ποιμένα^ς. | πῦρ, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἔπεσε, καὶ κατέφαγε τὰ πρόβατά σου καὶ τοὺς ποιμένας. |
ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε τῷ ἰώβ· | ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε τῷ ἰώβ· |
οἱ ἱππεῖς ἐποίησα^ν ἡμῖν κεφα^λὰ_ς τρεῖς, καὶ ἐκύ^κλωσα^ν τὰ_ς κα^μήλους, καὶ ᾐχμαλώτευσαν αὐτὰ_ς, καὶ τοὺς παῖδα^ς ἀπέκτεινα^ν μαχαίραις. | οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖδας ἀπέκτειναν μαχαίραις. |
ἀλλὰ^ καὶ ἐν πᾶσι^ τούτοις ἔμενεν ὁ μα^κά^ριος ἰὼβ, ὥσπερ στῦλος ἀσά^λευτος, ὥσπερ πύργος ἄσειστος, ὥσπερ ἀγωνιστὴς ἀήττητος, ἀκαμπὴς, ἀνένδοτος, βάλλων μᾶλλον, ἢ βαλλόμενος. | ἀλλὰ καὶ ἐν πᾶσι τούτοις ἔμενεν ὁ μακάριος ἰὼβ, ὥσπερ στῦλος ἀσάλευτος, ὥσπερ πύργος ἄσειστος, ὥσπερ ἀγωνιστὴς ἀήττητος, ἀκαμπὴς, ἀνένδοτος, βάλλων μᾶλλον, ἢ βαλλόμενος. |
ὅτα^ν γά^ρ τι^ς ἀ^νόνητα^ κάμνῃ, πολλὰ^ πολεμῶν, καὶ μηδὲν ὠφελῶν, πολλά^κι^ς μα^χόμενος, καὶ μη δ' ὅλως περι^γινόμενος, αὐτὸς μᾶλλόν ἐστι^ν ὁ τὰ_ς μάστι_γα^ς κα^τὰ^ τῶν μα^ταίων αὐτοῦ πόνων ὑποδεχόμενος. | ὅταν γάρ τις ἀνόνητα κάμνῃ, πολλὰ πολεμῶν, καὶ μηδὲν ὠφελῶν, πολλάκις μαχόμενος, καὶ μη δ' ὅλως περιγινόμενος, αὐτὸς μᾶλλόν ἐστιν ὁ τὰς μάστιγας κατὰ τῶν ματαίων αὐτοῦ πόνων ὑποδεχόμενος. |
ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος. | ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος. |
συνεχὴς ὁ πόλεμος, ἀλλὰ μά^ταιος τῷ κάμνοντι^· | συνεχὴς ὁ πόλεμος, ἀλλὰ μάταιος τῷ κάμνοντι· |
πυ^κνότερα^ τὰ^ βέλη, ἀλλὰ φαιδρότερα^ τὰ^ βραβεῖα^. | πυκνότερα τὰ βέλη, ἀλλὰ φαιδρότερα τὰ βραβεῖα. |
οὐκ ἀ^φί_ησι^ν αὐτὸν οὐ δὲ πρὸς ὥρα_ν ἀναπνεῦσαι, ἵ^να_ μή τι^ κα^τὰ^ τὴν ἔμφυ^τον εὐσέβεια^ν τοῦ παλαιστοῦ σοφόν τι^ λογί^σηται. | οὐκ ἀφίησιν αὐτὸν οὐ δὲ πρὸς ὥραν ἀναπνεῦσαι, ἵνα μή τι κατὰ τὴν ἔμφυτον εὐσέβειαν τοῦ παλαιστοῦ σοφόν τι λογίσηται. |
ἔπεμψεν ὅλα_ τὰ^ βέλη, καὶ οὐκ ἐνί_κησε τὸν ἀθλητήν· | ἔπεμψεν ὅλα τὰ βέλη, καὶ οὐκ ἐνίκησε τὸν ἀθλητήν· |
ἐκένωσεν αὑτοῦ τὴν φαρέτραν, καὶ οὐκ ἐκενώθη τῆς ἀλγηδόνος. | ἐκένωσεν αὑτοῦ τὴν φαρέτραν, καὶ οὐκ ἐκενώθη τῆς ἀλγηδόνος. |
αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες δι^ὰ^ κενῆς. | αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διὰ κενῆς. |
ἐπεὶ οὖν κ ἀκεῖνος ἀπεστράφη τεταπεινωμένος, κα^τῃσχυμμένος, ὁ πολλὰ^ παλαίσας, καὶ δι^ὰ^ πάντων ἡττηθείς. | ἐπεὶ οὖν κ ἀκεῖνος ἀπεστράφη τεταπεινωμένος, κατῃσχυμμένος, ὁ πολλὰ παλαίσας, καὶ διὰ πάντων ἡττηθείς. |
ἔπεμψε γὰ^ρ κα^τὰ^ ποιμένων, κα^τὰ^ βουκολίων, κα^τὰ^ τῶν προβάτων, κα^τὰ^ τῶν κα^μήλων, κα^τὰ^ τῶν υἱῶν, κα^τὰ^ τῶν θυ^γα^τέρων, κα^τὰ^ τῆς οἰκί^α_ς, κα^τὰ^ τοῦ σώμα^τος, δι^ὰ^ τῶν φί^λων, δι^ὰ^ τῶν οἰκετῶν, δι^ὰ^ τῶν σκωλήκων, δι^ὰ^ τῶν τραυμά^των, διὰ τῶν ἰ_χώρων. | ἔπεμψε γὰρ κατὰ ποιμένων, κατὰ βουκολίων, κατὰ τῶν προβάτων, κατὰ τῶν καμήλων, κατὰ τῶν υἱῶν, κατὰ τῶν θυγατέρων, κατὰ τῆς οἰκίας, κατὰ τοῦ σώματος, διὰ τῶν φίλων, διὰ τῶν οἰκετῶν, διὰ τῶν σκωλήκων, διὰ τῶν τραυμάτων, διὰ τῶν ἰχώρων. |
πᾶντα ἐξεκένωσε, καὶ τὴν εὐσέβεια^ν οὐκ ἔλυ_σε. | πᾶντα ἐξεκένωσε, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσε. |
τὸν τοῖχον δι^ώρυξε, καὶ τὸν θησαυρὸν οὐκ ἐξεκένωσεν. | τὸν τοῖχον διώρυξε, καὶ τὸν θησαυρὸν οὐκ ἐξεκένωσεν. |
ὅσας εἶχεν ὁ τῆς οἰκουμένης τύ^ρα^ννος ῥομφαία_ς ἐκί_νησε, διὰ πυ_ρὸς, διὰ ξι^φῶν, διὰ χώμα^τος, δι' αἰχμαλωσία_ς, δι' αἵμα^τος. | ὅσας εἶχεν ὁ τῆς οἰκουμένης τύραννος ῥομφαίας ἐκίνησε, διὰ πυρὸς, διὰ ξιφῶν, διὰ χώματος, δι' αἰχμαλωσίας, δι' αἵματος. |
πά^ντα^ διέτεινε, καὶ τὸν ἀθλητὴν μᾶλλον ἀνδρειότερον ἐποίησε. | πάντα διέτεινε, καὶ τὸν ἀθλητὴν μᾶλλον ἀνδρειότερον ἐποίησε. |
δι' ὃ δὴ καὶ ὁ προφήτης ἀνεβόα_ λέγων· | δι' ὃ δὴ καὶ ὁ προφήτης ἀνεβόα λέγων· |
τοῦ ἐχθροῦ ἐξέλι^πον αἱ ῥομφαῖαι εἰς τέλος. | τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. |
τάχα δὲ καὶ πρὸς αὐτὸν λέγει· | τάχα δὲ καὶ πρὸς αὐτὸν λέγει· |
σκληρόν σοι πρὸς κέντρα^ λακτίζειν. | σκληρόν σοι πρὸς κέντρα λακτίζειν. |
ἔλαβε πά^ντα^ τὰ^ χρήμα^τα^, τὰ^ κτήμα^τα^, τὴν ὕπαρξι^ν. | ἔλαβε πάντα τὰ χρήματα, τὰ κτήματα, τὴν ὕπαρξιν. |
καὶ τί^ ὁ τελευταῖος ἄγγελος; | καὶ τί ὁ τελευταῖος ἄγγελος; |
τῶν υἱῶν σου καὶ τῶν θυ^γα^τέρων σου ἐσθι^όντων καὶ πι_νόντων εἰς τὸν οἶκον τοῦ ἀ^δελφοῦ αὐτῶν τοῦ πρεσβυ^τέρου, ἐξαίφνης ἦλθε πνεῦμα^ ἐκ τῆς ἐρήμου, καὶ ἥψα^το τῶν τεσσά^ρων γωνιῶν τῆς οἰκί^α_ς, καὶ κα^τέπεσεν ἡ οἰκί^α^ ἐπὶ^ τὰ^ παιδί^α^ σου, καὶ ἀπέθα^νον. | τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου, ἐξαίφνης ἦλθε πνεῦμα ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ κατέπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἀπέθανον. |
καὶ ἵ^να_ μά^θῃς, ἀ^γα^πητὲ, ὅτι^ οὐκ ἦν ἄνθρωπος ὁ ταῦτα^ δι^αγορεύων τῷ ἰὼβ, ἀλλ' αὐτὸς ἦν ὁ δι^ά^βολος ἐσχηματισμένος ἐν ἀνθρώπου μορφῇ, μά^θε μετὰ^ πά_σης ἀκρι_βεία_ς· | καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι οὐκ ἦν ἄνθρωπος ὁ ταῦτα διαγορεύων τῷ ἰὼβ, ἀλλ' αὐτὸς ἦν ὁ διάβολος ἐσχηματισμένος ἐν ἀνθρώπου μορφῇ, μάθε μετὰ πάσης ἀκριβείας· |
τῶν υἱῶν σου καὶ τῶν θυ^γα^τέρων σου ἐσθι^όντων καὶ πι_νόντων πα^ρὰ^ τῷ ἀ^δελφῷ αὐτῶν τῷ πρεσβυ^τέρῳ, ἐξαίφνης ἦλθε πνεῦμα^ ἐκ τῆς ἐρήμου, καὶ ἥψα^το τῶν τεσσά^ρων γωνιῶν τῆς οἰκί^α_ς, καὶ ἔπεσεν ἡ οἰκί^α^ ἐπὶ^ τὰ^ παιδί^α^ σου, καὶ ἀπέθα^νον. | τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης ἦλθε πνεῦμα ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἀπέθανον. |
πόθεν οἶδα^ς, εἰπέ μοι, ὅτι^ ἦλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψα^το τῶν τεσσά^ρων γωνιῶν τῆς οἰκί^α_ς; | πόθεν οἶδας, εἰπέ μοι, ὅτι ἦλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας; |
ἄνθρωπος εἶ, καὶ πῶς εἶδες τὸ πνεῦμα^; | ἄνθρωπος εἶ, καὶ πῶς εἶδες τὸ πνεῦμα; |
ποίοις ὀφθαλμοῖς ἐθεά_σω αὐτό; | ποίοις ὀφθαλμοῖς ἐθεάσω αὐτό; |
πῶς δὲ καὶ ἥψα^το τῶν τεσσά^ρων γωνιῶν τὸ πνεῦμα^; | πῶς δὲ καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τὸ πνεῦμα; |
εἰ ἄνθρωπος εἶ, καὶ ἔνδον ἦς ἐν τῇ οἰκί^ᾳ, πάντως ὅτι^ καὶ σὲ περι^ελάμβανεν ἡ οἰκί^α^· | εἰ ἄνθρωπος εἶ, καὶ ἔνδον ἦς ἐν τῇ οἰκίᾳ, πάντως ὅτι καὶ σὲ περιελάμβανεν ἡ οἰκία· |
εἰ δὲ ἔξω ἦς, πῶς ἔβλεπες τὰ^ ἔσω γι^γνόμενα^; | εἰ δὲ ἔξω ἦς, πῶς ἔβλεπες τὰ ἔσω γιγνόμενα; |
εἰ δὲ πνεῦμα^ εἶ, δεῖξον ὅστι^ς εἶ, μὴ σχηματί^ζου εἰς ἀνθρώπου μορφήν. | εἰ δὲ πνεῦμα εἶ, δεῖξον ὅστις εἶ, μὴ σχηματίζου εἰς ἀνθρώπου μορφήν. |
τῶν υἱῶν σου, φησὶ^, καὶ τῶν θυ^γα^τέρων σου ἐσθι^όντων καὶ πι_νόντων πα^ρὰ^ τῷ ἀ^δελφῷ αὐτῶν τῷ πρεσβυ^τέρῳ. | τῶν υἱῶν σου, φησὶ, καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ. |
βλέπε πῶς πά_σης συνέσεως καὶ σοφί^α_ς πεπληρωμένος ἦν ὁ μα^κά^ριος ἰὼβ, καὶ πῶς ἠσφαλίζετο τὴν φι^λί^α_ν τῶν τέκνων. | βλέπε πῶς πάσης συνέσεως καὶ σοφίας πεπληρωμένος ἦν ὁ μακάριος ἰὼβ, καὶ πῶς ἠσφαλίζετο τὴν φιλίαν τῶν τέκνων. |
ἐλογίσατο γὰ^ρ, ὅτι^ κάϊν καὶ ἄβελ δύ^ο ἦσα^ν ἀ^δελφοὶ, μόνοι κα^τὰ^ τὴν οἰκουμένην τυγχάνοντες, οὐδεμί^α^ν ἔχοντες ἀ^φορμὴν πολέμου· | ἐλογίσατο γὰρ, ὅτι κάϊν καὶ ἄβελ δύο ἦσαν ἀδελφοὶ, μόνοι κατὰ τὴν οἰκουμένην τυγχάνοντες, οὐδεμίαν ἔχοντες ἀφορμὴν πολέμου· |
πᾶσα^ γὰ^ρ ἡ γῆ κοινῶς ἀμφοτέροις ἐπ' ἐξουσί^α_ς προέκειτο· | πᾶσα γὰρ ἡ γῆ κοινῶς ἀμφοτέροις ἐπ' ἐξουσίας προέκειτο· |
καὶ οὕτω διὰ τὴν τι_μὴν τοῦ ἄβελ φθονήσα_ς ὁ κάϊν, ἀ^να^στὰ_ς ἐφόνευσε τὸν ἀ^δελφόν. | καὶ οὕτω διὰ τὴν τιμὴν τοῦ ἄβελ φθονήσας ὁ κάϊν, ἀναστὰς ἐφόνευσε τὸν ἀδελφόν. |
διὰ τοῦτο ὁ μα^κά^ριος ἰὼβ περὶ^ μὲν τῶν ἀ^δήλων θυ^σί^α_ν καθ' ἑκάστην ἡμέρα_ν προσέφερε τῷ θεῷ, ἀ^νι^στά^μενος τὸ πρωΐ^, καὶ λέγων· | διὰ τοῦτο ὁ μακάριος ἰὼβ περὶ μὲν τῶν ἀδήλων θυσίαν καθ' ἑκάστην ἡμέραν προσέφερε τῷ θεῷ, ἀνιστάμενος τὸ πρωΐ, καὶ λέγων· |
μήποτε κα^κὰ^ ἐνενόησα^ν οἱ υἱοί μου ἐν τῇ καρδί^ᾳ αὐτῶν πρὸς τὸν θεόν· | μήποτε κακὰ ἐνενόησαν οἱ υἱοί μου ἐν τῇ καρδίᾳ αὐτῶν πρὸς τὸν θεόν· |
περὶ^ δὲ τῶν συμβαινόντων αὐτοῖς, ἢ εἰς λόγον, ἢ εἰς φιλονεικίαν, ἐποίει αὐτοὺς καθ' ἑκάστην ἡμέρα_ν μετ' ἀλλήλων ἐσθί^ειν, ἐνθυ_μούμενος, ὅτι^ κ ἄ_ν τι^να^ πρὸς ἀλλήλους ἔχωσι^ μικροψυχίαν, ἡ τρά^πεζα^ καὶ ἡ διάθεσι^ς τῶν ἄρτων ποιεῖ αὐτοὺς εἰς φι^λί^α_ν μετα^ποιηθῆναι, καὶ τὴν κα^κί^α_ν τὴν προσπεσοῦσα^ν ἐξορίσαι, εἰ... | περὶ δὲ τῶν συμβαινόντων αὐτοῖς, ἢ εἰς λόγον, ἢ εἰς φιλονεικίαν, ἐποίει αὐτοὺς καθ' ἑκάστην ἡμέραν μετ' ἀλλήλων ἐσθίειν, ἐνθυμούμενος, ὅτι κ ἄν τινα πρὸς ἀλλήλους ἔχωσι μικροψυχίαν, ἡ τράπεζα καὶ ἡ διάθεσις τῶν ἄρτων ποιεῖ αὐτοὺς εἰς φιλίαν μεταποιηθῆναι, καὶ τὴν κακίαν τὴν προσπεσοῦσαν ἐξορίσαι, εἰδὼς ὅτι διὰ τῆς τραπ... |
ἀλλ' ὁ μι_σόκα^λος δι^ά^βολος ἐν τοιούτῳ καιρῷ παρετήρει ἀ^πολέσαι τὰ^ μηδὲν ἡμαρτηκότα^ παιδί^α^· | ἀλλ' ὁ μισόκαλος διάβολος ἐν τοιούτῳ καιρῷ παρετήρει ἀπολέσαι τὰ μηδὲν ἡμαρτηκότα παιδία· |
ἐν καιρῷ τῆς μεσημβρί^α_ς, ὅτε πάντες ἦσα^ν συγκεκροτημένοι, ὅτε πρὸς εἰρήνην ἐκεῖνοι συ^νήπτοντο, τότε τὸν ἄσπονδον πόλεμον κατ' αὐτῶν ἠφί_ει. | ἐν καιρῷ τῆς μεσημβρίας, ὅτε πάντες ἦσαν συγκεκροτημένοι, ὅτε πρὸς εἰρήνην ἐκεῖνοι συνήπτοντο, τότε τὸν ἄσπονδον πόλεμον κατ' αὐτῶν ἠφίει. |
ἐκεῖνοι φι^λί^α_ν, οὗτος μάχαιρα^ν ἠκόνει· | ἐκεῖνοι φιλίαν, οὗτος μάχαιραν ἠκόνει· |
ἐκεῖνοι ἀγάπην ᾠκοδόμουν, καὶ οὗτος τὸν οἶκον κα^τέστρεφε. | ἐκεῖνοι ἀγάπην ᾠκοδόμουν, καὶ οὗτος τὸν οἶκον κατέστρεφε. |
καὶ ἐγένετο κατ' αὐτὴν τὴν ὥρα_ν ὁ οἶκος τά^φος, καὶ ἡ τρά^πεζα^ συμφορᾶς σκά^φος, καὶ ναυάγιον μά^νδρα_ ποιμενι^κὴ, καὶ πά^ντα^ θηριάλωτα^. | καὶ ἐγένετο κατ' αὐτὴν τὴν ὥραν ὁ οἶκος τάφος, καὶ ἡ τράπεζα συμφορᾶς σκάφος, καὶ ναυάγιον μάνδρα ποιμενικὴ, καὶ πάντα θηριάλωτα. |
τί^ οὖν ὁ γενναῖος ἐκεῖνος; | τί οὖν ὁ γενναῖος ἐκεῖνος; |
οὐ συνεχύθη, οὐ κα^τέπεσε. | οὐ συνεχύθη, οὐ κατέπεσε. |
τί αὐτοῦ ἐπαινέσω; | τί αὐτοῦ ἐπαινέσω; |
ποῖος ἐπαρκέσει λόγος; | ποῖος ἐπαρκέσει λόγος; |
ποῖος ἐξαρκέσει πόνος πρὸς τὴν τοιαύτην δι^ήγησι^ν; | ποῖος ἐξαρκέσει πόνος πρὸς τὴν τοιαύτην διήγησιν; |
ὢ γενναία_ς καὶ μακαρία_ς ψυ_χῆς. | ὢ γενναίας καὶ μακαρίας ψυχῆς. |
ὢ μεγά^λης ὑπομονῆς ὑ^περβολὴν οὐκ ἐχούσης. | ὢ μεγάλης ὑπομονῆς ὑπερβολὴν οὐκ ἐχούσης. |
ὄντως, ἀ^γα^πητοὶ, συγκέχυμαι τὴν ψυ_χὴν, διαταράττομαι τὸ συ^νειδὸς, καίγε στεφα^νούμενον βλέπων τὸν ἰώβ. | ὄντως, ἀγαπητοὶ, συγκέχυμαι τὴν ψυχὴν, διαταράττομαι τὸ συνειδὸς, καίγε στεφανούμενον βλέπων τὸν ἰώβ. |
ἀλλὰ συγκέχυμαι τῇ ψυ^χῇ νῦν μᾶλλον ἐγὼ, τὸν στεφανίτην ὁρῶν, ἤπερ ἐκεῖνος τότε τὴν συ^μφορὰν τῶν τέκνων ἐπ' ὄψεσι^ βλέπων· | ἀλλὰ συγκέχυμαι τῇ ψυχῇ νῦν μᾶλλον ἐγὼ, τὸν στεφανίτην ὁρῶν, ἤπερ ἐκεῖνος τότε τὴν συμφορὰν τῶν τέκνων ἐπ' ὄψεσι βλέπων· |
συγκέχυμαι τῇ ψυ^χῇ· | συγκέχυμαι τῇ ψυχῇ· |
νομίζω δὲ καὶ ὑ_μᾶς οὕτω διακεῖσθαι. | νομίζω δὲ καὶ ὑμᾶς οὕτω διακεῖσθαι. |
πῶς οὖν ἐξείπω τὴν τοσαύτην τραγῳδίαν, οὐκ ἐπίστα^μαι, καίγε τὴν κορωνίδα τῶν ἐγκωμί^ων ἐπὶ^ γλώσσης φέρων. | πῶς οὖν ἐξείπω τὴν τοσαύτην τραγῳδίαν, οὐκ ἐπίσταμαι, καίγε τὴν κορωνίδα τῶν ἐγκωμίων ἐπὶ γλώσσης φέρων. |
οἱ κα^τὰ^ σάρκα^ γονεῖς, ὅταν ἔχωσι^ν υἱὸν ταῖς ἐσχά^ταις ἀναπνοαῖς συνεχόμενον, περι^καθέζονται, λόγων τελευταίων ἀκροῶνται, χεῖρα^ς αὐτοῦ περιπτύσσονται, συ^νταγὰς περὶ^ τῶν ἀδοκήτων συ^νάπτουσι^, στόμα^ φι^λοῦσι^, τὰ^ τελευταῖα^ τῶν πα^τέρων φι^λήμα^τα^. | οἱ κατὰ σάρκα γονεῖς, ὅταν ἔχωσιν υἱὸν ταῖς ἐσχάταις ἀναπνοαῖς συνεχόμενον, περικαθέζονται, λόγων τελευταίων ἀκροῶνται, χεῖρας αὐτοῦ περιπτύσσονται, συνταγὰς περὶ τῶν ἀδοκήτων συνάπτουσι, στόμα φιλοῦσι, τὰ τελευταῖα τῶν πατέρων φιλήματα. |
εἶτα ἀποδέδωκε τὴν ψυ_χὴν ὁ παῖς, ὡς ὁ δεδωκὼς ἐκέλευσεν, οἱ γονεῖς σχηματίζουσι^, χεῖρα^ς ἀποτείνουσι^ν, ὀφθαλμοὺς ἀποκλείουσι^, τὴν κεφα^λὴν δι^ορθοῦσι^, τοὺς πόδα^ς ἀποτείνουσι^ν, ἀπολούουσι^, τοῖς ἀ^ξί^οις ἀμφιάζουσι^ν ἐνταφί^οις, καὶ τὴν ἰ^δί^α_ν συ^μφορὰν παραμυθοῦνται. | εἶτα ἀποδέδωκε τὴν ψυχὴν ὁ παῖς, ὡς ὁ δεδωκὼς ἐκέλευσεν, οἱ γονεῖς σχηματίζουσι, χεῖρας ἀποτείνουσιν, ὀφθαλμοὺς ἀποκλείουσι, τὴν κεφαλὴν διορθοῦσι, τοὺς πόδας ἀποτείνουσιν, ἀπολούουσι, τοῖς ἀξίοις ἀμφιάζουσιν ἐνταφίοις, καὶ τὴν ἰδίαν συμφορὰν παραμυθοῦνται. |
ἀλλὰ τί πρὸς τὸν γενναῖον τοῦτον ἀθλητήν; | ἀλλὰ τί πρὸς τὸν γενναῖον τοῦτον ἀθλητήν; |
ἀπῆλθεν εἰς τὸν οἶκον τὸν κα^τὰ^ τ αὐτὸ καὶ μί^α^ν καὶ τὴν αὐτὴν ὥρα_ν οἶκον καὶ τά^φον, συμπόσιον καὶ χῶμα^, ἑορτὴν καὶ πένθος γενόμενον. | ἀπῆλθεν εἰς τὸν οἶκον τὸν κατὰ τ αὐτὸ καὶ μίαν καὶ τὴν αὐτὴν ὥραν οἶκον καὶ τάφον, συμπόσιον καὶ χῶμα, ἑορτὴν καὶ πένθος γενόμενον. |
περιέσκαπτε καὶ ἐζήτει τῶν τέκνων τὰ^ μέλη, καὶ ηὕρισκεν οἶνον καὶ αἷμα^, ἄρτον καὶ χεῖρα^, ὀφθαλμὸν καὶ κόνιν. | περιέσκαπτε καὶ ἐζήτει τῶν τέκνων τὰ μέλη, καὶ ηὕρισκεν οἶνον καὶ αἷμα, ἄρτον καὶ χεῖρα, ὀφθαλμὸν καὶ κόνιν. |
καὶ ἐλά^μβα^νε ποτὲ μὲν χεῖρα^, ποτὲ δὲ πόδα^, ἄλλοτε κεφα^λὴν ἀνέσπα μετὰ^ τοῦ χώμα^τος, καὶ τῶν λί^θων, καὶ τῶν ξύ^λων· | καὶ ἐλάμβανε ποτὲ μὲν χεῖρα, ποτὲ δὲ πόδα, ἄλλοτε κεφαλὴν ἀνέσπα μετὰ τοῦ χώματος, καὶ τῶν λίθων, καὶ τῶν ξύλων· |
καὶ ποτὲ μὲν μέρος κοιλί^α_ς, ἄλλοτε τῶν ἐντέρων τὰ^ σπλά^γχνα^ μετὰ^ τῶν χωμά^των ἀναφυρόμενα^. | καὶ ποτὲ μὲν μέρος κοιλίας, ἄλλοτε τῶν ἐντέρων τὰ σπλάγχνα μετὰ τῶν χωμάτων ἀναφυρόμενα. |
ἐκαθέζετο δὲ ὁ οὐρα^νομήκης ἐκεῖνος ἀγωνιστὴς, διεσπαραγμένα^ βλέπων τὰ^ μέλη τῶν τέκνων. | ἐκαθέζετο δὲ ὁ οὐρανομήκης ἐκεῖνος ἀγωνιστὴς, διεσπαραγμένα βλέπων τὰ μέλη τῶν τέκνων. |
ἐκαθέζετο συ^ντι^θεὶς μέλη πρὸς μέλη, χεῖρα^ πρὸς βρα^χίονα^· | ἐκαθέζετο συντιθεὶς μέλη πρὸς μέλη, χεῖρα πρὸς βραχίονα· |
ἀναπλάττων κεφα^λὴν πρὸς στῆθος, γόνα^τα^ πρὸς τοὺς μηρούς. | ἀναπλάττων κεφαλὴν πρὸς στῆθος, γόνατα πρὸς τοὺς μηρούς. |
οὐ γὰ^ρ ἦν μί^α^ τῶν συμβάντων ἡ συ^μφορὰ, ἀλλ' ἐκ διαβολικῆς ἐνεργεία_ς καὶ τυραννί^δος ἡ πάντα λόγον ὑπερβαίνουσα^ καταστροφή. | οὐ γὰρ ἦν μία τῶν συμβάντων ἡ συμφορὰ, ἀλλ' ἐκ διαβολικῆς ἐνεργείας καὶ τυραννίδος ἡ πάντα λόγον ὑπερβαίνουσα καταστροφή. |
ἐκαθέζετο ἰὼβ τοίνυ^ν, ὁ ἀ^ληθῶς καρτερι^κὸς ἀ^δά^μα_ς, ὁ μα^κά^ριος, δι^α^κρί_νων τῶν τέκνων αὐτοῦ τὰ^ μέλη, μήπου τῶν θηλειῶν τὰ^ μέλη κα^τὰ^ τῶν ἀ^ρσενι^κῶν διαπλάσῃ μελῶν, μήπου τὸ ἀρσενι^κὸν σχῆμα^ εἰς τὰ τῆς θηλεία_ς μέλη συ^ναρμοσθῇ. | ἐκαθέζετο ἰὼβ τοίνυν, ὁ ἀληθῶς καρτερικὸς ἀδάμας, ὁ μακάριος, διακρίνων τῶν τέκνων αὐτοῦ τὰ μέλη, μήπου τῶν θηλειῶν τὰ μέλη κατὰ τῶν ἀρσενικῶν διαπλάσῃ μελῶν, μήπου τὸ ἀρσενικὸν σχῆμα εἰς τὰ τῆς θηλείας μέλη συναρμοσθῇ. |
ὢ γενναία_ς ψυ_χῆς, τὴν τῶν ἀγγέλων εὐφημίαν ὑπερβαινούσης. | ὢ γενναίας ψυχῆς, τὴν τῶν ἀγγέλων εὐφημίαν ὑπερβαινούσης. |
διὰ τί; | διὰ τί; |
ὅτι ἐν πᾶσι^ τούτοις τοῖς συ^μβεβηκόσι^ν αὐτῷ οὐδὲν ἥμαρτεν ἰὼβ ἐνα^ντί^ον κυ_ρί^ου, ἀλλ' ἀντὶ^ τούτων ἁ^πά^ντων ὁλόκληρον εὐχαριστίαν ἀντὶ^ θυ^σί^α_ς ἤνεγκε τῷ θεῷ, λέγων· | ὅτι ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν ἰὼβ ἐναντίον κυρίου, ἀλλ' ἀντὶ τούτων ἁπάντων ὁλόκληρον εὐχαριστίαν ἀντὶ θυσίας ἤνεγκε τῷ θεῷ, λέγων· |
εἴη τὸ ὄνομα^ κυ_ρί^ου εὐλογημένον, νῦν καὶ ἀ^εὶ, καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | εἴη τὸ ὄνομα κυρίου εὐλογημένον, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
χθὲς ἡμῖν, ἀ^δελφοί, ὁ περὶ^ τῆς ἀτελευτήτου βα^σι^λεία_ς τοῦ χριστοῦ λόγος ἐγένετο, τοῦ ἡμετέρου λόγου ἐν ἀκμῇ μὲν γενομένου τῆς ἀκροάσεως, ἀρκοῦσα^ν δεδωκότος τοῖς ἀκροαταῖς τὴν ἀ^πόδειξι^ν. | χθὲς ἡμῖν, ἀδελφοί, ὁ περὶ τῆς ἀτελευτήτου βασιλείας τοῦ χριστοῦ λόγος ἐγένετο, τοῦ ἡμετέρου λόγου ἐν ἀκμῇ μὲν γενομένου τῆς ἀκροάσεως, ἀρκοῦσαν δεδωκότος τοῖς ἀκροαταῖς τὴν ἀπόδειξιν. |
ἀρκοῦσαν δὲ λέγω οὐ πρὸς τὴν ἀ^ξί^α_ν τοῦ κηρυττομένου, ἀλλὰ^ πρὸς τὴν δύ^να^μι^ν τοῦ κηρύττοντος. | ἀρκοῦσαν δὲ λέγω οὐ πρὸς τὴν ἀξίαν τοῦ κηρυττομένου, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ κηρύττοντος. |
οὐδὲν γὰ^ρ ἔστι^ τοιοῦτον οὔ τε ἐπὶ^ γῆς οὔ τε ἐν οὐρα^νῷ, ὃ δύ^να^ται ἐπαξίως τὴν πολυΰμνητον ὑμνῆσαι τοῦ μονογενοῦς ἀ^ξί^α_ν· | οὐδὲν γὰρ ἔστι τοιοῦτον οὔ τε ἐπὶ γῆς οὔ τε ἐν οὐρανῷ, ὃ δύναται ἐπαξίως τὴν πολυΰμνητον ὑμνῆσαι τοῦ μονογενοῦς ἀξίαν· |
πολλὰ^ γὰ^ρ τοῖς προφήταις προαναπεφώνηται περὶ^ τῆς τοῦ κυ_ρί^ου θεοφανεία_ς, πολλὰ^ τῷ νόμῳ τεθέσπισται, πολλὰ^ τοῖς ἀ^ποστόλοις κεκήρυκται, πολλὰ^ τοῖς εὐαγγελισταῖς διηγόρευται, καὶ τῆς ἀ^ξί^α_ς οὐδεὶς ἐφικέσθαι δεδύ^νηται. | πολλὰ γὰρ τοῖς προφήταις προαναπεφώνηται περὶ τῆς τοῦ κυρίου θεοφανείας, πολλὰ τῷ νόμῳ τεθέσπισται, πολλὰ τοῖς ἀποστόλοις κεκήρυκται, πολλὰ τοῖς εὐαγγελισταῖς διηγόρευται, καὶ τῆς ἀξίας οὐδεὶς ἐφικέσθαι δεδύνηται. |
εἰ δὲ τοσοῦτοι τοῦ ἁ^γί^ου πνεύμα^τος ποτα^μοὶ ἀένναα^ καὶ κα^θαρὰ^ τὰ^ ῥεῖθρα^ ἔχοντες ἐκένωσα^ν μὲν τὴν δύ^να^μι^ν τὴν ἀ^νθρωπί^νην, ἐπάξι^ον δὲ τῆς θεία_ς δυ^νά^μεως οὐδὲν ἐφθέγξαντο, ποῦ φα^νήσεται βρα^χυ^τά^τη λόγου ψεκὰς τοσαύτης ἀ^ξί^α_ς λόγου προκειμένης; | εἰ δὲ τοσοῦτοι τοῦ ἁγίου πνεύματος ποταμοὶ ἀένναα καὶ καθαρὰ τὰ ῥεῖθρα ἔχοντες ἐκένωσαν μὲν τὴν δύναμιν τὴν ἀνθρωπίνην, ἐπάξιον δὲ τῆς θείας δυνάμεως οὐδὲν ἐφθέγξαντο, ποῦ φανήσεται βραχυτάτη λόγου ψεκὰς τοσαύτης ἀξίας λόγου προκειμένης; |
οὐ δύ^να^ται θνητὴ γλῶσσα^ ἐπαξίως ἀ_θά^να^τον ἀ^νυμνεῖν φύ^σι^ν, οὐ χωρεῖ λόγος ἀνθρώπων τὸν κοσμοποιὸν ἐπαξίως ἀ^νυμνῆσαι τοῦ θεοῦ λόγον. | οὐ δύναται θνητὴ γλῶσσα ἐπαξίως ἀθάνατον ἀνυμνεῖν φύσιν, οὐ χωρεῖ λόγος ἀνθρώπων τὸν κοσμοποιὸν ἐπαξίως ἀνυμνῆσαι τοῦ θεοῦ λόγον. |
τί^ οὖν· | τί οὖν· |
κηρύττομεν ὅσον ἰσχύ_ομεν, ἐπειδὴ ὅσον ὀφείλομεν οὐκ ἐπαρκοῦμεν. | κηρύττομεν ὅσον ἰσχύομεν, ἐπειδὴ ὅσον ὀφείλομεν οὐκ ἐπαρκοῦμεν. |
ἐπὶ^ μὲν οὖν τῶν ἄλλων ἀ^γώνων οἱ μὲν νι_κῶντες τοὺς στεφά^νους κομίζονται, ἐπὶ^ δὲ τῶν περὶ^ θεολογί^α_ς πόνων οἱ ὁμολογοῦντες ἡττᾶσθαι τοὺς στεφά^νους τῆς εὐγνωμοσύνης κομίζονται· | ἐπὶ μὲν οὖν τῶν ἄλλων ἀγώνων οἱ μὲν νικῶντες τοὺς στεφάνους κομίζονται, ἐπὶ δὲ τῶν περὶ θεολογίας πόνων οἱ ὁμολογοῦντες ἡττᾶσθαι τοὺς στεφάνους τῆς εὐγνωμοσύνης κομίζονται· |
ἡττηθῶμεν τοίνυ^ν εἰπόντες καὶ μὴ κα^τα^κρι^θῶμεν σιωπήσαντες. | ἡττηθῶμεν τοίνυν εἰπόντες καὶ μὴ κατακριθῶμεν σιωπήσαντες. |
ἀλλ' ἐπειδή, μὲν γὰ^ρ ἀτελεύτητον, φησί^ν, ἐδείχθη τῆς βα^σι^λεία_ς, ὅτι^ πα^ρα^δίδωσι^ τὴν βα^σι^λεία_ν τῷ θεῷ καὶ πατρί^, τουτέστι^ τὴν οἰκουμένην τήν ποτε βασιλευθεῖσα^ν τῇ ἁμαρτίᾳ, ὕστερον δὲ βασιλευομένην ὑ^πὸ τῆς χά^ρι^τος, καταλέλειπται ἀνεξέταστα^ τὸ ὑποτα^γῇ αὐτῷ τὰ^ πά^ντα^, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ... | ἀλλ' ἐπειδή, μὲν γὰρ ἀτελεύτητον, φησίν, ἐδείχθη τῆς βασιλείας, ὅτι παραδίδωσι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, τουτέστι τὴν οἰκουμένην τήν ποτε βασιλευθεῖσαν τῇ ἁμαρτίᾳ, ὕστερον δὲ βασιλευομένην ὑπὸ τῆς χάριτος, καταλέλειπται ἀνεξέταστα τὸ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντ... |
εἰδέναι δὲ δεῖ πά^ντα^ς ὑ_μᾶς, ἀ^δελφοί, ὅτι^ ἡμεῖς οὐχ ἑκόντες πα^ρα^λελοίπα^μεν, ἀλλ' ὡς ἐντελῆ τὸν λόγον καὶ ἐξητασμένον παραδεδωκότες, ἀ^πὸ τῶν ἐνομί^σα^μεν σεσαφηνῖσθαι καὶ τὸ ὑπολιμπανόμενον. | εἰδέναι δὲ δεῖ πάντας ὑμᾶς, ἀδελφοί, ὅτι ἡμεῖς οὐχ ἑκόντες παραλελοίπαμεν, ἀλλ' ὡς ἐντελῆ τὸν λόγον καὶ ἐξητασμένον παραδεδωκότες, ἀπὸ τῶν ἐνομίσαμεν σεσαφηνῖσθαι καὶ τὸ ὑπολιμπανόμενον. |
εἷς γὰ^ρ σκοπὸς καὶ εἷς λόγος ὁ καὶ τὰ^ προλαβόντα^ λύ_ων καὶ τὰ^ προκείμενα^ σαφηνίζων κατ' οἰκονομίαν τῷ ἀποστόλῳ ταῦτα^ λελέχθαι. | εἷς γὰρ σκοπὸς καὶ εἷς λόγος ὁ καὶ τὰ προλαβόντα λύων καὶ τὰ προκείμενα σαφηνίζων κατ' οἰκονομίαν τῷ ἀποστόλῳ ταῦτα λελέχθαι. |
καὶ ὥσπερ ἐκεῖ τὸ πα^ρα^διδόναι τὴν βα^σι^λεία_ν τῷ θεῷ καὶ πατρὶ^ πρὸς τὴν τοῦ κηρύγμα^τος δύ^να^μι^ν οὐ συμφωνεῖ, ἀλλ' ἡ λέξι^ς ἐπιπολαίως εἰσάγεται δι^ὰ^ τὴν ἀσθένεια^ν τῶν τὴν πολύθεον πλάνην ἐπανῃρημένων γά^λα^ γὰ^ρ ὑ_μᾶς ἐπότισα^, οὐ βρῶμα^ , οὕτω καὶ νῦν τῷ αὐτῷ λόγῳ καὶ τοῦτο λέγεται. | καὶ ὥσπερ ἐκεῖ τὸ παραδιδόναι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ πρὸς τὴν τοῦ κηρύγματος δύναμιν οὐ συμφωνεῖ, ἀλλ' ἡ λέξις ἐπιπολαίως εἰσάγεται διὰ τὴν ἀσθένειαν τῶν τὴν πολύθεον πλάνην ἐπανῃρημένων γάλα γὰρ ὑμᾶς ἐπότισα, οὐ βρῶμα , οὕτω καὶ νῦν τῷ αὐτῷ λόγῳ καὶ τοῦτο λέγεται. |
παντα^χοῦ γὰ^ρ τῷ ἀποστόλῳ σκοπὸς δεῖξαι οὐδα^μοῦ διαστασιάζουσα^ν τὴν θεία_ν φύ^σι^ν πρὸς ἑαυτὴν οὐ δὲ τὸν υἱὸν ἀντιστατοῦντα^ τῷ πατρὶ^ κα^τὰ^ τὴν ἀσεβῆ τῶν ἰουδαίων ὑπόληψι^ν. | πανταχοῦ γὰρ τῷ ἀποστόλῳ σκοπὸς δεῖξαι οὐδαμοῦ διαστασιάζουσαν τὴν θείαν φύσιν πρὸς ἑαυτὴν οὐ δὲ τὸν υἱὸν ἀντιστατοῦντα τῷ πατρὶ κατὰ τὴν ἀσεβῆ τῶν ἰουδαίων ὑπόληψιν. |
ἔλεγον γὰ^ρ ὅτι^ οὗτος οὐκ ἔστι^ πα^ρὰ^ τοῦ θεοῦ, ὅτι^ τὸ σάββατον οὐ τηρεῖ. | ἔλεγον γὰρ ὅτι οὗτος οὐκ ἔστι παρὰ τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. |
μί^α^ν οὖν εἰσά^γει φύ^σι^ν ἀστα^σί^αστον, μί^α^ν ὁμόνοια^ν, ἕνα^ λόγον, ἓν θέλημα^, μίαν ἐξουσί^α_ν, ἕνα^ θεὸν ἐν πᾶσι^ν, ἵ^να_ τῆς πολυθέου πλά^νης ἐκτέμῃ τὰ^ βλαστήμα^τα^. | μίαν οὖν εἰσάγει φύσιν ἀστασίαστον, μίαν ὁμόνοιαν, ἕνα λόγον, ἓν θέλημα, μίαν ἐξουσίαν, ἕνα θεὸν ἐν πᾶσιν, ἵνα τῆς πολυθέου πλάνης ἐκτέμῃ τὰ βλαστήματα. |
ἀπεδείξαμεν γά^ρ, ὡς μέμνηνται οἱ φι^λόπονοι τῶν ἀκροατῶν, ὅτι^ αὐτὸς λόγος ὁ τῷ πατρὶ^ τὴν ἀ^ξί^α_ν προσμαρτυρήσα_ς ταῖς αὐταῖς λέξεσι^ καὶ ταῖς συ^λλα^βαῖς τὴν ἀ^ξί^α_ν κηρύττει τοῦ χριστοῦ· | ἀπεδείξαμεν γάρ, ὡς μέμνηνται οἱ φιλόπονοι τῶν ἀκροατῶν, ὅτι αὐτὸς λόγος ὁ τῷ πατρὶ τὴν ἀξίαν προσμαρτυρήσας ταῖς αὐταῖς λέξεσι καὶ ταῖς συλλαβαῖς τὴν ἀξίαν κηρύττει τοῦ χριστοῦ· |
καὶ ὥσπερ ἐκεῖ εἶπεν· | καὶ ὥσπερ ἐκεῖ εἶπεν· |
ἵ^να_ ᾖ ὁ θεὸς τὰ^ πά^ντα^ ἐν πᾶσι^ν, οὕτως καὶ ἐπὶ^ τοῦ μονογενοῦς· | ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, οὕτως καὶ ἐπὶ τοῦ μονογενοῦς· |
ἀλλὰ^ τὰ^ πά^ντα^ ἐν πᾶσι^ χριστός. | ἀλλὰ τὰ πάντα ἐν πᾶσι χριστός. |
τί^ οὖν βούλεται τὸ ὑποταγήσεται; | τί οὖν βούλεται τὸ ὑποταγήσεται; |
φάρμα^κον κα^τα^σκευά^ζει τῆς ἑλληνικῆς νόσου· | φάρμακον κατασκευάζει τῆς ἑλληνικῆς νόσου· |
οὐ δόγμα^ ἐκκλησι^α^στι^κὸν εἰσά^γει, ἀλλ' ὑπόνοια^ν ἑλληνι^κὴν ἐκβάλλει. | οὐ δόγμα ἐκκλησιαστικὸν εἰσάγει, ἀλλ' ὑπόνοιαν ἑλληνικὴν ἐκβάλλει. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.