macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
εἰ δὲ δεῖ ἀπολύτῳ λόγῳ, ὑποταγὴν λέγει τοῦ χριστοῦ γινομένην τὴν δι^ὰ^ τῆς ἐκκλησί^α_ς.
εἰ δὲ δεῖ ἀπολύτῳ λόγῳ, ὑποταγὴν λέγει τοῦ χριστοῦ γινομένην τὴν διὰ τῆς ἐκκλησίας.
ὅτα^ν γὰ^ρ ἡ ἐκκλησί^α_ ὑποταγῇ μηδὲν νόθον ἔχουσα^ μη δὲ κίβδηλον, ἀλλ' εἰλι^κρι^νῆ καὶ ἄνοθον προσφέρουσα^ τῷ θεῷ τὴν δι^ά^θεσι^ν, τότε αὐτῷ γνησίως ὑποταγήσεται.
ὅταν γὰρ ἡ ἐκκλησία ὑποταγῇ μηδὲν νόθον ἔχουσα μη δὲ κίβδηλον, ἀλλ' εἰλικρινῆ καὶ ἄνοθον προσφέρουσα τῷ θεῷ τὴν διάθεσιν, τότε αὐτῷ γνησίως ὑποταγήσεται.
βεβιασμένον, φησί^, τὸ ῥῆμα^ καὶ οὐχ ἱ^κα^νὸν πεῖσαι τὸν ἀγνώμονα^.
βεβιασμένον, φησί, τὸ ῥῆμα καὶ οὐχ ἱκανὸν πεῖσαι τὸν ἀγνώμονα.
οὐκοῦν ἵ^να_ μά^θῃς, ὅτι^ ὅσα^ τοιαῦτα^ ἀνα^τί^θεται τῷ χριστῷ, τῇ ἐκκλησί^ᾳ ἐπι^θεωρεῖται τοῦ χριστοῦ, αὐτόν σοι πα^ρα^στήσω μάρτυρα^ τὸν δεσπότην τῆς ἐκκλησί^α_ς·
οὐκοῦν ἵνα μάθῃς, ὅτι ὅσα τοιαῦτα ἀνατίθεται τῷ χριστῷ, τῇ ἐκκλησίᾳ ἐπιθεωρεῖται τοῦ χριστοῦ, αὐτόν σοι παραστήσω μάρτυρα τὸν δεσπότην τῆς ἐκκλησίας·
ἀλλὰ^ μικρὸν ἄ^νωθεν, ἵ^να_ ᾖ σα^φῆ τὰ^ λεγόμενα^.
ἀλλὰ μικρὸν ἄνωθεν, ἵνα ᾖ σαφῆ τὰ λεγόμενα.
ἕως ἦν ἐν τῷ κόσμῳ τούτῳ κα^τὰ^ σάρκα^ χριστὸς τὴν ἀ^νθρωπί^νην οἰκονομίαν πληρῶν ὑ^πὲρ τῆς τοῦ κόσμου σωτηρί^α_ς, ἐδι^ώκετο πα^ρὰ^ ἰουδαίων καὶ περι^ηλαύνετο πα^ρὰ^ τῶν ἐχθρῶν τῆς ἀ^ληθεία_ς ὁ σωτὴρ τῆς οἰκουμένης καὶ ὑ^πὸ τῶν ἀπολαυόντων τῆς εὐεργεσί^α_ς ἡ πηγὴ τῆς εὐεργεσί^α_ς ἠγνωμονεῖτο·
ἕως ἦν ἐν τῷ κόσμῳ τούτῳ κατὰ σάρκα χριστὸς τὴν ἀνθρωπίνην οἰκονομίαν πληρῶν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, ἐδιώκετο παρὰ ἰουδαίων καὶ περιηλαύνετο παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ὁ σωτὴρ τῆς οἰκουμένης καὶ ὑπὸ τῶν ἀπολαυόντων τῆς εὐεργεσίας ἡ πηγὴ τῆς εὐεργεσίας ἠγνωμονεῖτο·
ὅτε δὲ πᾶσα^ν ἐπλήρωσε τὴν οἰκονομίαν δι^ὰ^ τοῦ πά^θους, εἰς τοὺς οὐρα^νί^ους μετέστη χοροὺς τῷ μὲν σώμα^τι^ μεθι^στά^μενος, τῇ δὲ ἀ^ξί^ᾳ τὰ^ πά^ντα^ πληρῶν·
ὅτε δὲ πᾶσαν ἐπλήρωσε τὴν οἰκονομίαν διὰ τοῦ πάθους, εἰς τοὺς οὐρανίους μετέστη χοροὺς τῷ μὲν σώματι μεθιστάμενος, τῇ δὲ ἀξίᾳ τὰ πάντα πληρῶν·
ἀ^να^λα^βὼν δὲ εἰς ὕψος ὅπερ ἐνεδύ_σα^το σῶ^μα^ ἐκάθισεν ἐν δεξι^ᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, οὐχ οἷόν τι^να^ ξένην καὶ ἀ^λλοτρί^α_ν δόξα^ν λα^βών, ἀλλὰ^ τῷ θνητῷ σώμα^τι^ τὴν τοσαύτην ἀ^ξί^α_ν περι^τιθείς.
ἀναλαβὼν δὲ εἰς ὕψος ὅπερ ἐνεδύσατο σῶμα ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, οὐχ οἷόν τινα ξένην καὶ ἀλλοτρίαν δόξαν λαβών, ἀλλὰ τῷ θνητῷ σώματι τὴν τοσαύτην ἀξίαν περιτιθείς.
μετὰ^ γοῦν τὴν ἀνάληψι^ν καὶ τῶν πα^θῶν τὴν ἀ^παλλαγήν, μετὰ^ τὴν ἀνάστασι^ν ἐκείνην τὴν πολυΰμνητον καὶ τὴν εἰς οὐρανοὺς μετάστασι^ν ὑ^πὸ πά_σης στρα^τι^ᾶς προσκυ^νούμενος τῆς ὑπερουρα^νί^ου, πά_σης αὐτῷ ἀγγελι^κῆς δορυφορία_ς πα^ρεστώσης, οὔ τε ἐν τοῖς θλιβομένοις οὔ τε ἐν τοῖς δι^ω κομένοις οὔ τε ἐν τοῖς περι^ελαυνο...
μετὰ γοῦν τὴν ἀνάληψιν καὶ τῶν παθῶν τὴν ἀπαλλαγήν, μετὰ τὴν ἀνάστασιν ἐκείνην τὴν πολυΰμνητον καὶ τὴν εἰς οὐρανοὺς μετάστασιν ὑπὸ πάσης στρατιᾶς προσκυνούμενος τῆς ὑπερουρανίου, πάσης αὐτῷ ἀγγελικῆς δορυφορίας παρεστώσης, οὔ τε ἐν τοῖς θλιβομένοις οὔ τε ἐν τοῖς διω κομένοις οὔ τε ἐν τοῖς περιελαυνομένοις, ἐπειδὴ μεμην...
σαοὺλ σαούλ, τί^ με δι^ώκεις;
σαοὺλ σαούλ, τί με διώκεις;
καὶ μὴν οὐ σὲ δι^ώκω·
καὶ μὴν οὐ σὲ διώκω·
τὴν γὰ^ρ ἐν οὐρα^νοῖς ἔχεις προεδρίαν.
τὴν γὰρ ἐν οὐρανοῖς ἔχεις προεδρίαν.
τί^ με δι^ώκεις;
τί με διώκεις;
οἰκειοῦται τῆς ἐκκλησί^α_ς τὰ^ πά^θη.
οἰκειοῦται τῆς ἐκκλησίας τὰ πάθη.
σαοὺλ σαούλ, τί^ με δι^ώκεις;
σαοὺλ σαούλ, τί με διώκεις;
ὁρᾷς, ὅτι^ ὁ δι^ωγμὸς τῆς ἐκκλησί^α_ς ἐπιγρά^φεται τῷ χριστῷ τῇ κεφα^λῇ τῆς ἐκκλησί^α_ς;
ὁρᾷς, ὅτι ὁ διωγμὸς τῆς ἐκκλησίας ἐπιγράφεται τῷ χριστῷ τῇ κεφαλῇ τῆς ἐκκλησίας;
ὥσπερ οὖν διωκομένης τῆς ἐκκλησί^α_ς ἑαυτὸν λέγει δι^ώκεσθαι, οὕτω καὶ νῦν ὁ παῦλος ὑποταττομένης τῆς ἐκκλησί^α_ς τὸν χριστὸν λέγει ὑ^ποτά^σσεσθαι.
ὥσπερ οὖν διωκομένης τῆς ἐκκλησίας ἑαυτὸν λέγει διώκεσθαι, οὕτω καὶ νῦν ὁ παῦλος ὑποταττομένης τῆς ἐκκλησίας τὸν χριστὸν λέγει ὑποτάσσεσθαι.
λάβε μοι καὶ ἑτέρα_ν ἀ^πόδειξι^ν τοῦ λόγου·
λάβε μοι καὶ ἑτέραν ἀπόδειξιν τοῦ λόγου·
ἐπὶ^ γὰ^ρ δύ^ο καὶ τρι^ῶν μα^ρτύ^ρων στα^θήσεται πᾶν ῥῆμα^.
ἐπὶ γὰρ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.
οὐχ ὡς τῆς δεσποτι^κῆς φωνῆς προσδεομένης ἑτέρα_ς μα^ρτυ^ρί^α_ς, ἀλλ' ἐπειδὴ χριστὸς λα^λῶν τοῖς μὲν πιστοῖς πιστός, τοῖς δὲ ἀπί^στοις ἀπί^θα^νος τῇ μα^ρτυ^ρί^ᾳ·
οὐχ ὡς τῆς δεσποτικῆς φωνῆς προσδεομένης ἑτέρας μαρτυρίας, ἀλλ' ἐπειδὴ χριστὸς λαλῶν τοῖς μὲν πιστοῖς πιστός, τοῖς δὲ ἀπίστοις ἀπίθανος τῇ μαρτυρίᾳ·
οὐ τὴν δεσποτι^κὴν ὀχυροῦμεν φωνήν, ἀλλὰ^ τὴν αἱρετι^κὴν ἐπιστομίζομεν ἀγνωμοσύνην.
οὐ τὴν δεσποτικὴν ὀχυροῦμεν φωνήν, ἀλλὰ τὴν αἱρετικὴν ἐπιστομίζομεν ἀγνωμοσύνην.
παῦλος οὗτος παρ' αὐτοῦ τοῦ χριστοῦ μα^θών, ὅτι^ δι^ωγμὸς ἐκκλησί^α_ς εἰς χριστὸν ἀ^να^φέρεται, εἰδὼς λοιπόν, ὅτι^ δὴ πᾶν ὅπερ ἂ_ν ἡ ἐκκλησί^α_ πά^θῃ εἰς χριστὸν τὴν ἀναφορὰν ἔχει, καὶ ἀνταναπληρῶ τὰ^ ὑστερήμα^τα^ τῶν θλίψεων τοῦ χριστοῦ.
παῦλος οὗτος παρ' αὐτοῦ τοῦ χριστοῦ μαθών, ὅτι διωγμὸς ἐκκλησίας εἰς χριστὸν ἀναφέρεται, εἰδὼς λοιπόν, ὅτι δὴ πᾶν ὅπερ ἂν ἡ ἐκκλησία πάθῃ εἰς χριστὸν τὴν ἀναφορὰν ἔχει, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ χριστοῦ.
ἔτι οὖν πά^λι^ν χριστὸς θλί_βεται μετὰ^ τὸ ἀ^νελθεῖν εἰς οὐρανούς;
ἔτι οὖν πάλιν χριστὸς θλίβεται μετὰ τὸ ἀνελθεῖν εἰς οὐρανούς;
ἀλλ' ὅρα_ ἀνταναπληρῶ τὰ^ ὑστερήμα^τα^ τῶν θλίψεων τοῦ χριστοῦ ἐν τῇ σαρκί^ μου ὑ^πὲρ τοῦ σώμα^τος αὐτοῦ, ὅ ἐστι^ν ἡ ἐκκλησί^α_.
ἀλλ' ὅρα ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία.
ὁρᾷς, ὅπως οἰκειοῦται τῆς ἐκκλησί^α_ς τὰ^ πά^θη καὶ τὴν τι_μὴν ὁ χριστός;
ὁρᾷς, ὅπως οἰκειοῦται τῆς ἐκκλησίας τὰ πάθη καὶ τὴν τιμὴν ὁ χριστός;
ἐτί_μησα^ς ἐκκλησί^α_ν;
ἐτίμησας ἐκκλησίαν;
χριστὸν ἐτίμησας.
χριστὸν ἐτίμησας.
ἐδί^ωξα^ς ἐκκλησί^α_ν;
ἐδίωξας ἐκκλησίαν;
εἰ καὶ μὴ τῇ ὄψει, ἀλλὰ^ τῇ προαιρέσει χριστὸν ἐδίωξας.
εἰ καὶ μὴ τῇ ὄψει, ἀλλὰ τῇ προαιρέσει χριστὸν ἐδίωξας.
ἐννόησον ὁ κίνδυνος τῶν τὴν ἐκκλησί^α_ν λυ_πούντων, ὅσος ὁ στέφα^νος τῶν τὴν ἐκκλησί^α_ν τι_μώντων·
ἐννόησον ὁ κίνδυνος τῶν τὴν ἐκκλησίαν λυπούντων, ὅσος ὁ στέφανος τῶν τὴν ἐκκλησίαν τιμώντων·
ὁ ὑ_μᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ γνωρίζω τὴν φωνήν, ὦ δέσποτα^, πατρι^κῆς ἀκολουθία_ς ἐχομένην.
ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ γνωρίζω τὴν φωνήν, ὦ δέσποτα, πατρικῆς ἀκολουθίας ἐχομένην.
καὶ γὰ^ρ ὁ πα^τὴρ τοιαῦτα^ περὶ^ τῶν ἀρχαίων αὐτοῦ προφητῶν ἐλά^λει οἰκειούμενος τὴν ὕβρι^ν τῶν δι^καίων.
καὶ γὰρ ὁ πατὴρ τοιαῦτα περὶ τῶν ἀρχαίων αὐτοῦ προφητῶν ἐλάλει οἰκειούμενος τὴν ὕβριν τῶν δικαίων.
ὅτε γὰ^ρ ἀβιμέλεχ ὁ βα^σι^λεὺς φυλιστιεὶμ ἐλά^μβα^νε τὴν σάρραν τῷ ἀβραὰμ οὖσα^ν γυ^ναῖκα^, λέγει αὐτῷ ὁ θεός·
ὅτε γὰρ ἀβιμέλεχ ὁ βασιλεὺς φυλιστιεὶμ ἐλάμβανε τὴν σάρραν τῷ ἀβραὰμ οὖσαν γυναῖκα, λέγει αὐτῷ ὁ θεός·
ἀπόδος τῷ ἀνδρὶ^ τὴν γυ^ναῖκα^, ὅτι^ προφήτης ἐστὶ^ καὶ προσεύξεται ὑ^πὲρ σοῦ.
ἀπόδος τῷ ἀνδρὶ τὴν γυναῖκα, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται ὑπὲρ σοῦ.
ὁ δὲ ἀπολογούμενός φησι^·
ὁ δὲ ἀπολογούμενός φησι·
κύ_ρι^ε, οὐκ ᾔδειν, ὅτι^ γυ^νὴ αὐτοῦ ἐστι^ν·
κύριε, οὐκ ᾔδειν, ὅτι γυνὴ αὐτοῦ ἐστιν·
ἐν κα^θα^ρᾷ καρδί^ᾳ τοῦτο ἐποίησα^.
ἐν καθαρᾷ καρδίᾳ τοῦτο ἐποίησα.
τί^ οὖν πρὸς αὐτὸν ὁ θεός;
τί οὖν πρὸς αὐτὸν ὁ θεός;
κ ἀγὼ ᾔδειν, ὅτι^ ἐν κα^θα^ρᾷ καρδί^ᾳ τοῦτο ἐποίησα^ς·
κ ἀγὼ ᾔδειν, ὅτι ἐν καθαρᾷ καρδίᾳ τοῦτο ἐποίησας·
δι^ὰ^ τοῦτο ἐφεισά^μην σου τοῦ μὴ ἁ^μα^ρτά^νειν εἰς ἐμέ.
διὰ τοῦτο ἐφεισάμην σου τοῦ μὴ ἁμαρτάνειν εἰς ἐμέ.
ἀποδέδεικται τοίνυ^ν, ἀ^δελφοί, ὅτι^ πά^ντα^ τὰ^ ἐπι^θεωρούμενα^ εἰς τὸν χριστὸν τὴν ἀναφορὰν ἔχει.
ἀποδέδεικται τοίνυν, ἀδελφοί, ὅτι πάντα τὰ ἐπιθεωρούμενα εἰς τὸν χριστὸν τὴν ἀναφορὰν ἔχει.
ὑποταγήσεται ὁ υἱός τουτ έστι^ν ἡ ἐκκλησί^α_ τῷ ὑποτάξαντι^ αὐτῷ τὰ^ πά^ντα^.
ὑποταγήσεται ὁ υἱός τουτ έστιν ἡ ἐκκλησία τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.
ἀλλ' ἔστι^ν ἑτέρα_ ὁδὸς τῷ ἀγνωμονοῦντι^.
ἀλλ' ἔστιν ἑτέρα ὁδὸς τῷ ἀγνωμονοῦντι.
τί^ γά^ρ, φησί^ν, ἡ ἐκκλησί^α_ γοῦν οὐχ ὑποτέτακται, ἀλλὰ^ τότε ὑ^πο τα^γήσεται μετὰ^ τὴν ἀνάστασι^ν;
τί γάρ, φησίν, ἡ ἐκκλησία γοῦν οὐχ ὑποτέτακται, ἀλλὰ τότε ὑπο ταγήσεται μετὰ τὴν ἀνάστασιν;
ὁ αὐτός σοι κα^ταλέγεται πρὸς τὴν ἀντιλογίαν ἔλεγχος, αἱρετι^κέ.
ὁ αὐτός σοι καταλέγεται πρὸς τὴν ἀντιλογίαν ἔλεγχος, αἱρετικέ.
ὁ γὰ^ρ χριστός, εἰπέ μοι, οὐχ ὑποτέτακται νῦν κα^τὰ^ τὸν σὸν λόγον;
ὁ γὰρ χριστός, εἰπέ μοι, οὐχ ὑποτέτακται νῦν κατὰ τὸν σὸν λόγον;
ὑποταγῇ αὐτῷ τὰ^ πά^ντα^, τότε ὑποταγήσεται καιρὸν εἶχεν ἄ^ν, εἰ ἐν τῷ πα^ρόντι^ οὐκ ἦν ὑποτεταγμένος·
ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑποταγήσεται καιρὸν εἶχεν ἄν, εἰ ἐν τῷ παρόντι οὐκ ἦν ὑποτεταγμένος·
εἰ δὲ κα^τὰ^ τὸν σὸν λόγον, αἱρετι^κέ, πάντοτέ ἐστι^ν ἐν ὑποταγῇ καὶ οὐδέποτε ἀ^νθί^στα^ται τῷ πατρί^, περιττὸν τὸ ὅτα^ν ὑποταγῇ αὐτῷ τὰ^ πά^ντα^, τότε ὑποταγήσεται·
εἰ δὲ κατὰ τὸν σὸν λόγον, αἱρετικέ, πάντοτέ ἐστιν ἐν ὑποταγῇ καὶ οὐδέποτε ἀνθίσταται τῷ πατρί, περιττὸν τὸ ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑποταγήσεται·
δι^ὰ^ μυ_ρί^ων λέξεων προφέρεις αὐτῷ τὴν ὑποταγὴν καὶ εἰς ἕτερον καιρὸν ταμιεύῃ πά^λι^ν δευ τέραν αὐτοῦ ὑποταγήν;
διὰ μυρίων λέξεων προφέρεις αὐτῷ τὴν ὑποταγὴν καὶ εἰς ἕτερον καιρὸν ταμιεύῃ πάλιν δευ τέραν αὐτοῦ ὑποταγήν;
ἐὰ^ν ἀ^κούσῃς οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα^ τὸ ἐμόν, ἀλλὰ^ τοῦ πέμψαντός με, εὐθέως προφέρεις τὸ κέρα^ς τῆς ἀ^σεβεία_ς καὶ λέγεις·
ἐὰν ἀκούσῃς οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με, εὐθέως προφέρεις τὸ κέρας τῆς ἀσεβείας καὶ λέγεις·
ὁρᾷς, ὡς ὑποτέτακται τῷ πατρί^;
ὁρᾷς, ὡς ὑποτέτακται τῷ πατρί;
ἐὰ^ν ἀ^κούσῃς ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ, ὁ πα^τήρ μοι ἐντολὴν ἔδωκε, τί^ εἴπω καὶ τί^ λα^λήσω, εὐθέως ἐπι^λα^μβά^νῃ τῆς λέξεως δι^ϊσχυριζόμενος, ὡς αὐθεντίαν χριστὸς οὐκ ἔχει, ἀλλ' ὑποτέτακται.
ἐὰν ἀκούσῃς ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω, εὐθέως ἐπιλαμβάνῃ τῆς λέξεως διϊσχυριζόμενος, ὡς αὐθεντίαν χριστὸς οὐκ ἔχει, ἀλλ' ὑποτέτακται.
ἐὰ^ν ἀ^κούσῃς ἐγὼ οὐδένα^ κρί^νω, ἔστι^ν ὁ ζητῶν καὶ κρί^νων, εὐθὺ^ς ἁρπάζεις δι^ὰ^ τῆς λέξεως τὴν ὑποταγήν.
ἐὰν ἀκούσῃς ἐγὼ οὐδένα κρίνω, ἔστιν ὁ ζητῶν καὶ κρίνων, εὐθὺς ἁρπάζεις διὰ τῆς λέξεως τὴν ὑποταγήν.
δι^ὰ^ πάντων τοίνυ^ν δεικνὺ_ς αὐτὸν ὑποτεταγμένον, τί^νος ἕνεκεν ἀγνωμονοῦσα^ν εἰσά^γεις ὑ^πόθεσι^ν καὶ λέγεις·
διὰ πάντων τοίνυν δεικνὺς αὐτὸν ὑποτεταγμένον, τίνος ἕνεκεν ἀγνωμονοῦσαν εἰσάγεις ὑπόθεσιν καὶ λέγεις·
ἀκολουθῶ τῇ λέξει καὶ οὐ τῇ ἐννοίᾳ, ὅτι^ τότε ὑποταγήσεται ὁ πάντοτε ὑποτεταγμένος;
ἀκολουθῶ τῇ λέξει καὶ οὐ τῇ ἐννοίᾳ, ὅτι τότε ὑποταγήσεται ὁ πάντοτε ὑποτεταγμένος;
τί^ οὖν βούλεται ἡ ἔννοια^;
τί οὖν βούλεται ἡ ἔννοια;
πανταχοῦ σκοπὸς τῷ ἀποστόλῳ τὴν πολύθεον ἀφα^νί^σαι πλάνην καὶ τὴν στά^σι^ν τῆς ἀστά^του φύ^σεως ἐκβα^λεῖν καὶ τὴν ὑπόνοια^ν τῶν κα^κῶς νοούντων ἐξορίζειν.
πανταχοῦ σκοπὸς τῷ ἀποστόλῳ τὴν πολύθεον ἀφανίσαι πλάνην καὶ τὴν στάσιν τῆς ἀστάτου φύσεως ἐκβαλεῖν καὶ τὴν ὑπόνοιαν τῶν κακῶς νοούντων ἐξορίζειν.
δείκνυ_σι^ τοίνυ^ν ὑποταγὴν οὐ βεβι^α^σμένην, οὐκ ἠναγκασμένην, οὐ δουλοπρεποῦσα^ν, ἀλλὰ^ τὴν ὁμόνοια^ν τῆς ἀ^ξί^α_ς ἁρμόζουσα^ν.
δείκνυσι τοίνυν ὑποταγὴν οὐ βεβιασμένην, οὐκ ἠναγκασμένην, οὐ δουλοπρεποῦσαν, ἀλλὰ τὴν ὁμόνοιαν τῆς ἀξίας ἁρμόζουσαν.
ἀλλὰ^ μηδέν, ἀ^δελφέ, ἐπι^λά^βῃ τῶν προειρημένων ὅτι^ ἀπ' ἐμαυτοῦ τοῦτο οὐ λα^λῶ, ἐντολήν μοι δέδωκεν ὁ πα^τήρ, τί^ εἴπω καὶ τί^ λα^λήσω.
ἀλλὰ μηδέν, ἀδελφέ, ἐπιλάβῃ τῶν προειρημένων ὅτι ἀπ' ἐμαυτοῦ τοῦτο οὐ λαλῶ, ἐντολήν μοι δέδωκεν ὁ πατήρ, τί εἴπω καὶ τί λαλήσω.
φοβοῦμαι, μὴ τὰ^ κα^τὰ^ τῶν αἱρετι^κῶν ἀ^γωνι^στι^κῶς λεγόμενα^ εἰς δόγμα^ ἐκλάβῃς ἐκκλησι^α^στι^κὸν παραγραψάμενος τὴν ἔννοια^ν τοῦ κηρύγμα^τος.
φοβοῦμαι, μὴ τὰ κατὰ τῶν αἱρετικῶν ἀγωνιστικῶς λεγόμενα εἰς δόγμα ἐκλάβῃς ἐκκλησιαστικὸν παραγραψάμενος τὴν ἔννοιαν τοῦ κηρύγματος.
ὥσπερ ὁ λόγος ἡμῖν τῇ προτέρᾳ διϊσχυρίζετο περὶ^ τῆς ἀποστολι^κῆς ἐννοία_ς ἀπολογούμενος, ὅτι^ οὐ πά^ντα^ δογμα^τι^κῶς κηρύττουσι^ν οἱ ἀ^πόστολοι, ἀλλὰ^ τὰ^ μὲν δογμα^ τικῶς, τὰ^ δὲ οἰκονομι^κῶς ὑποτί^θενται, οὕτως εὑρίσκω καὶ αὐτὴν τὴν πηγὴν τῆς ἀ^ληθεία_ς τὸν δεσπότην τῶν ἀ^ποστόλων καὶ προφητῶν οὐ πρὸς τὴν ἀ^ξί^α_ν ...
ὥσπερ ὁ λόγος ἡμῖν τῇ προτέρᾳ διϊσχυρίζετο περὶ τῆς ἀποστολικῆς ἐννοίας ἀπολογούμενος, ὅτι οὐ πάντα δογματικῶς κηρύττουσιν οἱ ἀπόστολοι, ἀλλὰ τὰ μὲν δογμα τικῶς, τὰ δὲ οἰκονομικῶς ὑποτίθενται, οὕτως εὑρίσκω καὶ αὐτὴν τὴν πηγὴν τῆς ἀληθείας τὸν δεσπότην τῶν ἀποστόλων καὶ προφητῶν οὐ πρὸς τὴν ἀξίαν τὴν ἑαυτοῦ δογματικῶς ...
ἆρα γά^ρ, μοι ἀ^δελφέ, ὅτα^ν λέγῃ ὁ τῆς ἀ^ληθεία_ς δεσπότης·
ἆρα γάρ, μοι ἀδελφέ, ὅταν λέγῃ ὁ τῆς ἀληθείας δεσπότης·
ἐὰ^ν ἐγὼ μα^ρτυ^ρῶ περὶ^ ἐμαυτοῦ, ἡ μα^ρτυ^ρί^α_ μου οὐκ ἔστι^ν ἀ^ληθής, ἀκολουθήσω τῇ λέξει;
ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής, ἀκολουθήσω τῇ λέξει;
ἀκολουθήσω τῷ ῥήμα^τι^;
ἀκολουθήσω τῷ ῥήματι;
ὑβρίσω τὴν ἀ^ξί^α_ν δι^ὰ^ τὴν οἰκονομίαν;
ὑβρίσω τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν;
ἀλλ' οὐ δὲ βουλομένῳ μοι ἀγνωμονεῖν συγχωρεῖ μοι ὁ δεσπότης·
ἀλλ' οὐ δὲ βουλομένῳ μοι ἀγνωμονεῖν συγχωρεῖ μοι ὁ δεσπότης·
ἀποκλείσει γά^ρ μου τὴν κα^κὴν ἔννοια^ν, ἐὰ^ν κα^κῶς ἀκολουθήσω τῇ λέξει, κ ἀμοῦ τῆς φωνῆς ἐπι^λα^μβά^νεται ὡς ἄλλως θεολογούσης τὰ^ ἅγι^α^, ὡς ἁπλῶς συγχεούσης καὶ ὑβριζούσης τὴν ἀ^ξί^α_ν·
ἀποκλείσει γάρ μου τὴν κακὴν ἔννοιαν, ἐὰν κακῶς ἀκολουθήσω τῇ λέξει, κ ἀμοῦ τῆς φωνῆς ἐπιλαμβάνεται ὡς ἄλλως θεολογούσης τὰ ἅγια, ὡς ἁπλῶς συγχεούσης καὶ ὑβριζούσης τὴν ἀξίαν·
ἐπειδή φησι^ συγκατέβην τοῖς ἰουδαίοις καὶ εἶπον ὅτι^ ἐὰ^ν ἐγὼ μα^ρτυ^ρῶ περὶ^ ἐμαυτοῦ, οὐκ ἔστι^ν ἡ μα^ρτυ^ρί^α_ μου ἀ^ληθής, τὴν λέξι^ν εἰς βλασφημίαν;
ἐπειδή φησι συγκατέβην τοῖς ἰουδαίοις καὶ εἶπον ὅτι ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής, τὴν λέξιν εἰς βλασφημίαν;
οὐκ ἤκουσά^ς μου ἀλλαχοῦ λέγοντος·
οὐκ ἤκουσάς μου ἀλλαχοῦ λέγοντος·
κ ἂ_ν ἐγὼ μα^ρτυ^ρῶ περὶ^ ἐμαυτοῦ, ἡ μα^ρτυ^ρί^α_ μου ἀ^ληθής ἐστι^ν;
κ ἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν;
τί^ οὖν, ἀ^δελφοί;
τί οὖν, ἀδελφοί;
ἐναντία ἑαυτῇ προφέρει ἡ ἀ^λήθεια^;
ἐναντία ἑαυτῇ προφέρει ἡ ἀλήθεια;
μὴ γένοιτο.
μὴ γένοιτο.
ἀλλ' ἑτέρως μὲν πρὸς τοὺς συντρόφους τῆς ἀ^ληθεία_ς, ἑτέρως δὲ πρὸς τοὺς ἀπεσχοινισμένους τῆς ἀ^ληθεία_ς φθέγγεται οὐκ αὐτὴ μετα^βα^λλομένη, ἀλλὰ^ πρὸς τὰ_ς προαιρέσεις ἁρμοζομένη.
ἀλλ' ἑτέρως μὲν πρὸς τοὺς συντρόφους τῆς ἀληθείας, ἑτέρως δὲ πρὸς τοὺς ἀπεσχοινισμένους τῆς ἀληθείας φθέγγεται οὐκ αὐτὴ μεταβαλλομένη, ἀλλὰ πρὸς τὰς προαιρέσεις ἁρμοζομένη.
ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ, ὁ πα^τήρ μοι ἐντολὴν δέδωκε, τί^ εἴπω καὶ τί^ λα^λήσω;
ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω;
ἐπειδὴ ἐνόμι^σα^ν αὐτὸν ἐχθρὸν εἶναι τῷ μωσαϊκῷ νόμῳ καὶ ὑ^πεναντί^α^ διατάττεσθαι τῷ πατρὶ^ τῷ δι^ὰ^ τοῦ νόμου τὸ σάββατον τι_μῶντι^ καὶ ἐδόκει εἰς ὄψι^ν ἀντιπολιτεύεσθαι ἡ νέα_ διαθήκη τῇ πα^λαιᾷ καταστάσει·
ἐπειδὴ ἐνόμισαν αὐτὸν ἐχθρὸν εἶναι τῷ μωσαϊκῷ νόμῳ καὶ ὑπεναντία διατάττεσθαι τῷ πατρὶ τῷ διὰ τοῦ νόμου τὸ σάββατον τιμῶντι καὶ ἐδόκει εἰς ὄψιν ἀντιπολιτεύεσθαι ἡ νέα διαθήκη τῇ παλαιᾷ καταστάσει·
βουλόμενος οὖν δεῖξαι, ὡς οὐκ ἀντιπολιτεύεται τῷ θεῷ οὐ δὲ ἐνα^ντί^ον κηρύττει τῷ νόμῳ, ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ ὡς ὑ_μεῖς ὑπονοεῖτε , ἀλλ' αὐτός μοι ἐντολὴν ἔδωκεν, ὁ παρ' ὑ_μῶν προσκυ^νούμενος, μονονουχὶ δι^δά^σκων αὐτούς, ὅτι^ ἐὰν αὐτὰ^ παραγράψησθε, οὐ τὴν ἐμὴν δι^δασκαλί^α_ν παραγράφεσθε, ἀλλὰ^ τῷ παρ' ὑ_μῖν ὁμολ...
βουλόμενος οὖν δεῖξαι, ὡς οὐκ ἀντιπολιτεύεται τῷ θεῷ οὐ δὲ ἐναντίον κηρύττει τῷ νόμῳ, ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ ὡς ὑμεῖς ὑπονοεῖτε , ἀλλ' αὐτός μοι ἐντολὴν ἔδωκεν, ὁ παρ' ὑμῶν προσκυνούμενος, μονονουχὶ διδάσκων αὐτούς, ὅτι ἐὰν αὐτὰ παραγράψησθε, οὐ τὴν ἐμὴν διδασκαλίαν παραγράφεσθε, ἀλλὰ τῷ παρ' ὑμῖν ὁμολογουμένῳ θεῷ πρ...
ἐπεί, ἀ^δελφοί, οὕτως οἰκτρῶς, οὕτως τα^πεινῶς, οὕτως χαμαιπετῶς ἐκλαμβάνω τοῦ χριστοῦ τὸν λόγον, ὡς ἐν δουλικῇ τάξει πα^ρα^λαμβά^νειν ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ πα^τὴρ ἐντολά_ς μοι δέδωκε, τί εἴπω καὶ τί λα^λήσω.
ἐπεί, ἀδελφοί, οὕτως οἰκτρῶς, οὕτως ταπεινῶς, οὕτως χαμαιπετῶς ἐκλαμβάνω τοῦ χριστοῦ τὸν λόγον, ὡς ἐν δουλικῇ τάξει παραλαμβάνειν ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ πατὴρ ἐντολάς μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω.
ἀλλ' ὁρᾷς, εἰς ὅσον βά^θος ἀ^σεβεία_ς ἔρχομαι οὕτως ὑ^πολα^μβά^νων;
ἀλλ' ὁρᾷς, εἰς ὅσον βάθος ἀσεβείας ἔρχομαι οὕτως ὑπολαμβάνων;
ποιῶ γὰ^ρ αὐτὸν οὐ μόνον τοῦ πατρὸς κατώτερον, ἀλλὰ^ καὶ τῶν ἀ^ποστόλων ἐλάττονα^·
ποιῶ γὰρ αὐτὸν οὐ μόνον τοῦ πατρὸς κατώτερον, ἀλλὰ καὶ τῶν ἀποστόλων ἐλάττονα·
καὶ ὅπως, ἄ^κουε.
καὶ ὅπως, ἄκουε.
περὶ^ δὲ τῶν παρθένων ἐπι^ταγὴν κυ_ρί^ου οὐκ ἔχω, γνώμην δὲ δί^δωμι^.
περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι.
παῦλος ἄ^νευ ἐπι^ταγῆς φθέγγεται, ὁ χριστὸς οὐδὲν λα^λεῖν ἀφ' ἑαυτοῦ δύ^να^ται;
παῦλος ἄνευ ἐπιταγῆς φθέγγεται, ὁ χριστὸς οὐδὲν λαλεῖν ἀφ' ἑαυτοῦ δύναται;
περὶ^ δὲ τῶν παρθένων ἐπι^ταγὴν κυ_ρί^ου οὐκ ἔχω, γνώμην δὲ δί^δωμι^.
περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι.
παύλῳ ἐπιτρέπεις καὶ ἄ^νευ ἐπι^ταγῆς γνωμοδοτεῖν, χριστὸν δὲ ἀποκλείεις ὑ^πὸ ζυ^γὸν δουλεία_ς καὶ ἀπ' ἐμαυτοῦ οὐδὲν λα^λῶ;
παύλῳ ἐπιτρέπεις καὶ ἄνευ ἐπιταγῆς γνωμοδοτεῖν, χριστὸν δὲ ἀποκλείεις ὑπὸ ζυγὸν δουλείας καὶ ἀπ' ἐμαυτοῦ οὐδὲν λαλῶ;
εἶτα οὖν, ὡς ἔφθην εἰπών, ὅτι^ ἄλλως τοῖς συντρόφοις τῆς ἀ^ληθεία_ς δι^α^λέγεται, ἄλλως τοῖς ἀπεσχοινισμένοις, μὴ γὰ^ρ ἰουδαῖοι ὑπενόουν αὐτὸν εἶναι υἱὸν θεοῦ;
εἶτα οὖν, ὡς ἔφθην εἰπών, ὅτι ἄλλως τοῖς συντρόφοις τῆς ἀληθείας διαλέγεται, ἄλλως τοῖς ἀπεσχοινισμένοις, μὴ γὰρ ἰουδαῖοι ὑπενόουν αὐτὸν εἶναι υἱὸν θεοῦ;
μὴ γὰ^ρ ἰουδαῖοι εἰς ἔννοια^ν ἐλά^μβα^νον θεὸν λόγον;
μὴ γὰρ ἰουδαῖοι εἰς ἔννοιαν ἐλάμβανον θεὸν λόγον;
οὐκ ἤκουσα^ς, οἷα^ περὶ^ αὐτοῦ φα_σιν;
οὐκ ἤκουσας, οἷα περὶ αὐτοῦ φασιν;
οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι^ τοῦ θεοῦ, ὅτι^ τὸ σάββατον οὐ τηρεῖ.
οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ.
ἄνθρωπον θεοῦ οὐχ ὑ^πελά^μβα^νον, καὶ ἀ^ξί^α_ν μονογενοῦς ἐνενόουν;
ἄνθρωπον θεοῦ οὐχ ὑπελάμβανον, καὶ ἀξίαν μονογενοῦς ἐνενόουν;
ἔλεγον γοῦν πά^λι^ν οἱ αὐτοὶ περὶ^ τοῦ σωτῆρος·
ἔλεγον γοῦν πάλιν οἱ αὐτοὶ περὶ τοῦ σωτῆρος·
οἴδαμεν, ὅτι^ οὗτος ἁμαρτωλός ἐστι^ν, ὅτι^ τὸ σάββατον οὐ τηρεῖ·
οἴδαμεν, ὅτι οὗτος ἁμαρτωλός ἐστιν, ὅτι τὸ σάββατον οὐ τηρεῖ·
περὶ^ ἁμαρτωλοῦ δόξα^ν ἔχοντες καὶ περὶ^ ἀνθρώπου ἀπεσχοινισμένου ἀ^ληθεία_ς, ὅλως θεότητος κ ἂ^ν εἰς τὴν τυ^χοῦσα^ν φαντα^σί^α_ν ἐχώρουν;
περὶ ἁμαρτωλοῦ δόξαν ἔχοντες καὶ περὶ ἀνθρώπου ἀπεσχοινισμένου ἀληθείας, ὅλως θεότητος κ ἂν εἰς τὴν τυχοῦσαν φαντασίαν ἐχώρουν;
πρὸς μὲν τοὺς οὕτω διακειμένους ὑ^ποβαίνων τῇ φωνῇ καὶ δι^δά^σκων αὐτούς, μὴ ἀντιλέγειν τῷ φαινομένῳ σχήμα^τι^ νομιζομένῳ κατ' αὐτοὺς δι^εστάναι τῆς τοῦ θεοῦ βουλῆς, ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ, αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λα^λήσω·
πρὸς μὲν τοὺς οὕτω διακειμένους ὑποβαίνων τῇ φωνῇ καὶ διδάσκων αὐτούς, μὴ ἀντιλέγειν τῷ φαινομένῳ σχήματι νομιζομένῳ κατ' αὐτοὺς διεστάναι τῆς τοῦ θεοῦ βουλῆς, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω·
πρὸς δὲ τοὺς υἱοὺς τῆς πίστεως ὅρα_ πῶς ἀποτίθεται τὴν ὑποπίπτουσα^ν φωνήν, ἐνδύ^εται δὲ αὐθεντίαν τῆς θεϊ^κῆς ἀ^ξί^α_ς καὶ ἠκούσατε, ὅτι^ ἐρρήθη τοῖς ἀρχαίοις·
πρὸς δὲ τοὺς υἱοὺς τῆς πίστεως ὅρα πῶς ἀποτίθεται τὴν ὑποπίπτουσαν φωνήν, ἐνδύεται δὲ αὐθεντίαν τῆς θεϊκῆς ἀξίας καὶ ἠκούσατε, ὅτι ἐρρήθη τοῖς ἀρχαίοις·
οὐ μοιχεύσεις·
οὐ μοιχεύσεις·
ὁ ἰ^δὼν τὴν γυ^ναῖκα^ τοῦ πλησί^ον εἰς τὸ ἐπι^θυ_μῆσαι ἤδη ἥμαρτεν·
ὁ ἰδὼν τὴν γυναῖκα τοῦ πλησίον εἰς τὸ ἐπιθυμῆσαι ἤδη ἥμαρτεν·
ἐγὼ δὲ λέγω.
ἐγὼ δὲ λέγω.
ὁρᾶς, ὅπως ὅπου πιστός, γυμνὴ αὐθεντία, ὅπου ὕποπτος ἀκροα_τής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ δι^δα^σκα^λί^α_;
ὁρᾶς, ὅπως ὅπου πιστός, γυμνὴ αὐθεντία, ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία;
ἐπιφύεται πάντοτε τῇ ἀκροά_σει τοῦ θείου λόγου τα^ρα^χή.
ἐπιφύεται πάντοτε τῇ ἀκροάσει τοῦ θείου λόγου ταραχή.