macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
μακάριοι οἱ ἐλεήμονες, ὅτι^ αὐτοὶ ἐλεηθήσονται. | μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
μακάριοι οἱ κα^θα^ροὶ τῇ καρδί^ᾳ, ὅτι^ αὐτοὶ τὸν θεὸν ὄψονται. | μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. |
μακάριοι οἱ εἰρηνοποιοί, ὅτι^ αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. | μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. |
μακάριοι οἱ δεδι^ωγμένοι ἕνεκεν δι^καιοσύ^νης, ὅτι^ αὐτῶν ἐστι^ν ἡ βα^σι^λεία_ τῶν οὐρα^νῶν. | μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. |
μακάριοί ἐστε, ὅταν ὀνειδί^σωσι^ν ὑ_μᾶς καὶ δι^ώξωσι^ καὶ εἴπωσι^ καθ' ὑ_μῶν πᾶν πονηρὸν ῥῆμα^ ψευδόμενοι. | μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι καθ' ὑμῶν πᾶν πονηρὸν ῥῆμα ψευδόμενοι. |
διὰ τί οὖν ὁ νόμος δέ^κα^ ἐντολά_ς, ἡ δὲ χά^ρι^ς ἐννέα^ μακαρισμούς; | διὰ τί οὖν ὁ νόμος δέκα ἐντολάς, ἡ δὲ χάρις ἐννέα μακαρισμούς; |
ὁ ἀ^ρι^θμὸς τῶν δέ^κα^ ἐντολῶν ἰσάριθμός ἐστι^ ταῖς πληγαῖς ταῖς κα^τὰ^ τῶν αἰγυπτίων· | ὁ ἀριθμὸς τῶν δέκα ἐντολῶν ἰσάριθμός ἐστι ταῖς πληγαῖς ταῖς κατὰ τῶν αἰγυπτίων· |
δέ^κα^ πληγαὶ κα^τὰ^ αἰγυπτίων σωφρονίζουσαι τὴν ἀλαζονείαν, δέ^κα^ ἐντολαὶ τῷ λα_ῷ παιδεύουσαι τὴν ἀναισθησίαν· | δέκα πληγαὶ κατὰ αἰγυπτίων σωφρονίζουσαι τὴν ἀλαζονείαν, δέκα ἐντολαὶ τῷ λαῷ παιδεύουσαι τὴν ἀναισθησίαν· |
καὶ αὐτὸ δὲ τὸ στοιχεῖον, ἀ^δελφοί, δι' οὗ ὁ ἀ^ρι^θμὸς τῶν δέ^κα^ γρά^φεται, τὸ ἰῶτα^ λέγω, ῥάβδου ἔχει σχῆμα^ καὶ τύ^πον. | καὶ αὐτὸ δὲ τὸ στοιχεῖον, ἀδελφοί, δι' οὗ ὁ ἀριθμὸς τῶν δέκα γράφεται, τὸ ἰῶτα λέγω, ῥάβδου ἔχει σχῆμα καὶ τύπον. |
ῥάβδος γὰ^ρ ἦν παιδεύουσα^ καὶ αἰγυπτίους καὶ τὸν λαόν. | ῥάβδος γὰρ ἦν παιδεύουσα καὶ αἰγυπτίους καὶ τὸν λαόν. |
ἰησοῦς δὲ ὁ κύ_ρι^ος ἡμῶν δί^δωσι^ν ἐννέα^ μακαρισμοὺς ἀ^πὸ τριπλῆς τριά^δος τρίπλοκον ἐργα^σά^μενος τῶν μα^κα^ρισμῶν τὸν στέφα^νον· | ἰησοῦς δὲ ὁ κύριος ἡμῶν δίδωσιν ἐννέα μακαρισμοὺς ἀπὸ τριπλῆς τριάδος τρίπλοκον ἐργασάμενος τῶν μακαρισμῶν τὸν στέφανον· |
ἐπειδή, ἀ^δελφοί, ἡ προσκυνητὴ τρι^άς, τὸ βα^σι^λι^κὸν ἀξί^ωμα^, ἡ ἄχραντος φύ^σι^ς, ἡ ἀ^δέσποτος δεσποτεία ἐν τῇ τριά^δι^ τὴν δόξα^ν ἔχει, καὶ τὸ κήρυγμα^ τι_μᾷ ὁ θεὸς ἐπὶ γῆς καὶ τῶν ἀ^ρετῶν τὸν ἀ^ρι^θμόν, ὅταν ἰσάριθμος ᾖ τῇ ἁγί^ᾳ τριά^δι^. | ἐπειδή, ἀδελφοί, ἡ προσκυνητὴ τριάς, τὸ βασιλικὸν ἀξίωμα, ἡ ἄχραντος φύσις, ἡ ἀδέσποτος δεσποτεία ἐν τῇ τριάδι τὴν δόξαν ἔχει, καὶ τὸ κήρυγμα τιμᾷ ὁ θεὸς ἐπὶ γῆς καὶ τῶν ἀρετῶν τὸν ἀριθμόν, ὅταν ἰσάριθμος ᾖ τῇ ἁγίᾳ τριάδι. |
οἷόν τι^ λέγω· | οἷόν τι λέγω· |
πολλοὶ πα^τρι^ά^ρχαι· | πολλοὶ πατριάρχαι· |
καὶ ὁ θεὸς τῶν πα^τρι^α^ρχῶν ἑαυτὸν λέγει θεόν· | καὶ ὁ θεὸς τῶν πατριαρχῶν ἑαυτὸν λέγει θεόν· |
ἐγὼ ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ· | ἐγὼ ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ· |
οὐχ ὅτι^ μωϋσέως οὐκ ἦν θεὸς ἢ ὅτι^ ἰωσὴφ οὐκ ἦν θεός. | οὐχ ὅτι μωϋσέως οὐκ ἦν θεὸς ἢ ὅτι ἰωσὴφ οὐκ ἦν θεός. |
πάντων γὰ^ρ θεὸς τῶν ἐπι^καλουμένων αὐτὸν ἐν ἀ^ληθείᾳ· | πάντων γὰρ θεὸς τῶν ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ· |
ἀλλὰ τι_μᾷ ὥσπερ ἐν εἰκόνι^ τοῖς ἐπι^γείοις τὰ^ οὐρά^νι^α^. | ἀλλὰ τιμᾷ ὥσπερ ἐν εἰκόνι τοῖς ἐπιγείοις τὰ οὐράνια. |
τρεῖς πα^τρι^ά^ρχαι εἰς τι_μὴν τριά^δος· | τρεῖς πατριάρχαι εἰς τιμὴν τριάδος· |
τρεῖς ἀ^ρεταὶ εἰς τι_μὴν τριά^δος· | τρεῖς ἀρεταὶ εἰς τιμὴν τριάδος· |
νυνὶ δὲ μένει τὰ^ τρί^α^ ταῦτα^, πί^στι_ς, ἐλπίς, ἀγάπη. | νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη. |
εἰς τρί^α^ δι^ῄρηται ἡ κτίσις, εἰς τάξι^ν ἐπουρα^νί^ων καὶ ἐπι^γείων καὶ καταχθονί^ων. | εἰς τρία διῄρηται ἡ κτίσις, εἰς τάξιν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. |
εἰς τρί^α^ τέμνονται χρόνοι, εἰς τὰ^ πα^ρεληλυ^θότα^ καὶ ἐνεστῶτα^ καὶ μέλλοντα^. | εἰς τρία τέμνονται χρόνοι, εἰς τὰ παρεληλυθότα καὶ ἐνεστῶτα καὶ μέλλοντα. |
καὶ ὥσπερ πολλοὶ πα^τρι^ά^ρχαι, ἡ δὲ τρι^ὰς ἤρκεσεν εἰς δοξολογίαν τοῦ πνεύμα^τος, οὕτω πολλῶν ὄντων ἱ^ερέων τριάδα ἱ^ερέων ἐπι^λέγεται· | καὶ ὥσπερ πολλοὶ πατριάρχαι, ἡ δὲ τριὰς ἤρκεσεν εἰς δοξολογίαν τοῦ πνεύματος, οὕτω πολλῶν ὄντων ἱερέων τριάδα ἱερέων ἐπιλέγεται· |
μωϋσῆς καὶ ἀαρὼν ἐν τοῖς ἱ^ερεῦσι^ν αὐτοῦ καὶ σαμουήλ. | μωϋσῆς καὶ ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ σαμουήλ. |
πολλοὶ βα^σι^λεῖς, πολλοὶ ἱ^ερεῖς, καὶ τρεῖς οἱ μνημονευόμενοι· | πολλοὶ βασιλεῖς, πολλοὶ ἱερεῖς, καὶ τρεῖς οἱ μνημονευόμενοι· |
πλὴν γὰ^ρ δαυὶδ καὶ ἐζεκίου καὶ ἰωσίου φησὶ^ν ἡ γρα^φή πάντες ἥμαρτον. | πλὴν γὰρ δαυὶδ καὶ ἐζεκίου καὶ ἰωσίου φησὶν ἡ γραφή πάντες ἥμαρτον. |
ἐν καμί^νῳ τρεῖς παῖδες· | ἐν καμίνῳ τρεῖς παῖδες· |
μετὰ^ χριστοῦ εἰς τὸ ὄρος πέτρος, ἰάκωβος καὶ ἰωάννης. | μετὰ χριστοῦ εἰς τὸ ὄρος πέτρος, ἰάκωβος καὶ ἰωάννης. |
πολλοὶ ἐν οὐρα^νῷ ἄγγελοι, καὶ τρεῖς ἐπι^φαίνονται τῷ ἀβραάμ. | πολλοὶ ἐν οὐρανῷ ἄγγελοι, καὶ τρεῖς ἐπιφαίνονται τῷ ἀβραάμ. |
πᾶσαι αἱ ἡμέραι θεοῦ, καὶ τρεῖς ὑπηρετοῦσι^ τῷ μυ στηρί^ῳ χριστοῦ· | πᾶσαι αἱ ἡμέραι θεοῦ, καὶ τρεῖς ὑπηρετοῦσι τῷ μυ στηρίῳ χριστοῦ· |
τρεῖς ποῖαι; | τρεῖς ποῖαι; |
λάβε τὸν ἰσαὰκ ὃν ἠγάπησα^ς τὸν υἱόν σου τὸν μονογενῆ καὶ πορεύου εἰς ἓν τῶν ὀρέων· | λάβε τὸν ἰσαὰκ ὃν ἠγάπησας τὸν υἱόν σου τὸν μονογενῆ καὶ πορεύου εἰς ἓν τῶν ὀρέων· |
καὶ ἐπορεύθη ἀβραὰμ τρεῖς ἡμέρα_ς καὶ τρεῖς νύκτας, ἵ^να_ ὁμοῦ δείξῃ καὶ τὸ μυστήριον· | καὶ ἐπορεύθη ἀβραὰμ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἵνα ὁμοῦ δείξῃ καὶ τὸ μυστήριον· |
ὥσπερ γὰ^ρ ἐκ θα^νά^του ζῶντα^ πα^ρέλα^βε τὸν ἰσαάκ. | ὥσπερ γὰρ ἐκ θανάτου ζῶντα παρέλαβε τὸν ἰσαάκ. |
καὶ ὅπως, ἄ^κουε. | καὶ ὅπως, ἄκουε. |
ἀφ' οὗπερ ἐκεῖνος εἰς θυ^σί^α_ν παρελήφθη, τῷ πατρὶ^ ἀ^πέθα^νεν· | ἀφ' οὗπερ ἐκεῖνος εἰς θυσίαν παρελήφθη, τῷ πατρὶ ἀπέθανεν· |
οὐ γὰ^ρ ἡ ἀπόβα^σι^ς, ἀλλ' ἡ πρόθεσι^ς κυ_ροῖ τὸ ἐπάγγελμα^. | οὐ γὰρ ἡ ἀπόβασις, ἀλλ' ἡ πρόθεσις κυροῖ τὸ ἐπάγγελμα. |
νενέκρωτο ἰσαὰκ τῷ πατρὶ^ ὅσον εἰς τὴν πρόθεσι^ν· | νενέκρωτο ἰσαὰκ τῷ πατρὶ ὅσον εἰς τὴν πρόθεσιν· |
τρί^τη ἡμέρα_, καὶ ἀ^πεδόθη ζῶν εἰς τύ^πον τῆς ἀναστάσεως. | τρίτη ἡμέρα, καὶ ἀπεδόθη ζῶν εἰς τύπον τῆς ἀναστάσεως. |
ἠδύνατο καὶ ἰωνᾶς ποιῆσαι ἐν τῇ θα^λά^σσῃ πολλὰ_ς ἡμέρα_ς, ἀλλ' οὐ ποιεῖ ἢ μόνον τὰ_ς τρεῖς, ἵ^να_ δείξῃ τῆς ἀναστάσεως τὸ μυστήριον. | ἠδύνατο καὶ ἰωνᾶς ποιῆσαι ἐν τῇ θαλάσσῃ πολλὰς ἡμέρας, ἀλλ' οὐ ποιεῖ ἢ μόνον τὰς τρεῖς, ἵνα δείξῃ τῆς ἀναστάσεως τὸ μυστήριον. |
εἶτα, φησί^, κ ἂ_ν εὕρῃς δι^ῃρημένως τοιαύτα_ς μα^ρτυ^ρί^α_ς, πά^λι^ν ὡς ἀ^να^λα^μβά^νεις τῆς τριά^δος καὶ τῆς οἰκονομί^α_ς; | εἶτα, φησί, κ ἂν εὕρῃς διῃρημένως τοιαύτας μαρτυρίας, πάλιν ὡς ἀναλαμβάνεις τῆς τριάδος καὶ τῆς οἰκονομίας; |
οὐ βούλει ταῦτα σημεῖα^; | οὐ βούλει ταῦτα σημεῖα; |
ἐὰν ἐγὼ λέγω, παραγρά^φου τὸν λόγον· | ἐὰν ἐγὼ λέγω, παραγράφου τὸν λόγον· |
εἰ δὲ θεῖον τὸ κήρυγμα^, ἄ^κουε παρ' ἐμοῦ. | εἰ δὲ θεῖον τὸ κήρυγμα, ἄκουε παρ' ἐμοῦ. |
ἀλλὰ καὶ ἄ^κουε μετ' ἐμοῦ, ὅτι^ αἱ τρεῖς ἡμέραι ἑρμηνεύουσι^ τὸ πά^θος τοῦ κυ_ρί^ου. | ἀλλὰ καὶ ἄκουε μετ' ἐμοῦ, ὅτι αἱ τρεῖς ἡμέραι ἑρμηνεύουσι τὸ πάθος τοῦ κυρίου. |
ἀβραὰμ ὁ πα^τὴρ ὑ_μῶν ἠγαλλιά_σα^το, ἵ^να_ ἴ^δῃ τὴν ἡμέρα_ν τὴν ἐμήν· | ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· |
καὶ εἶδε καὶ ἐχά^ρη. | καὶ εἶδε καὶ ἐχάρη. |
ἡμέρα_ν ποία_ν; | ἡμέραν ποίαν; |
τοῦ θα^νά^του. | τοῦ θανάτου. |
ὁ γὰ^ρ ἀμνὸς ὁ πα^ρα^δοθεὶς ἀ^πὸ τοῦ δένδρου τῷ ἀβραὰμ εἰκόνα^ εἶχε τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁ^μαρτί^α_ν τοῦ κόσμου. | ὁ γὰρ ἀμνὸς ὁ παραδοθεὶς ἀπὸ τοῦ δένδρου τῷ ἀβραὰμ εἰκόνα εἶχε τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. |
τὸ γὰ^ρ εἰπεῖν· | τὸ γὰρ εἰπεῖν· |
εἶδε τὴν ἡμέραν, οὐδὲν ἄλλο ποιεῖ ἢ τὸ εἶδε τὸν θά^να^τον. | εἶδε τὴν ἡμέραν, οὐδὲν ἄλλο ποιεῖ ἢ τὸ εἶδε τὸν θάνατον. |
πόθεν τοῦτο; | πόθεν τοῦτο; |
καὶ ἡμεῖς πολλά^κι^ς ἐπὶ τῶν ἀνθρώπων λέγομεν· | καὶ ἡμεῖς πολλάκις ἐπὶ τῶν ἀνθρώπων λέγομεν· |
ἔφθα^σεν αὐτοῦ ἡ ἡμέρα_, ἀντὶ^ τοῦ ἡ τελευτή. | ἔφθασεν αὐτοῦ ἡ ἡμέρα, ἀντὶ τοῦ ἡ τελευτή. |
ἀλλ' οὐκ ἔστιν ἱ^κα^νὸς συ^νηθεία_ς νόμος βεβαιῶσαι τὸ λεγόμενον. | ἀλλ' οὐκ ἔστιν ἱκανὸς συνηθείας νόμος βεβαιῶσαι τὸ λεγόμενον. |
τί οὖν; | τί οὖν; |
ἐπὶ τὴν γραφὴν ἔλθωμεν. | ἐπὶ τὴν γραφὴν ἔλθωμεν. |
παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δί^καιον καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντα^ς αὐτοῦ· | παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ· |
ὁ δὲ κύ_ρι^ος ἐκγελά^σεται αὐτόν, ὅτι^ προβλέπει, ὅτι ἥξει ἡ ἡμέρα_ αὐτοῦ. | ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. |
ἀλλὰ ταῦτα μὲν εἰς τὸν ἀβραάμ. | ἀλλὰ ταῦτα μὲν εἰς τὸν ἀβραάμ. |
ἐπὶ δὲ τὸν ἰωνᾶν ἐπανήξω. | ἐπὶ δὲ τὸν ἰωνᾶν ἐπανήξω. |
πάλιν γὰ^ρ αἱ τρεῖς ἡμέραι τοῦ ἰωνᾶ τὸ πά^θος ἑρμηνεύουσι^ τὸ σωτήριον. | πάλιν γὰρ αἱ τρεῖς ἡμέραι τοῦ ἰωνᾶ τὸ πάθος ἑρμηνεύουσι τὸ σωτήριον. |
ὥσπερ φησὶ^ν ἰωνᾶς ἐν τῇ κοιλί^ᾳ τοῦ κήτους τρεῖς ἡμέρα_ς καὶ τρεῖς νύκτας, οὕτω δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδί^ᾳ τῆς γῆς τρεῖς ἡμέρα_ς καὶ τρεῖς νύκτας. | ὥσπερ φησὶν ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτω δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. |
ἀλλ' ἓν πρὸς τοῖς προειρημένοις τῶν ἄλλων εἴπωμεν ἰσχυ_ρότερον. | ἀλλ' ἓν πρὸς τοῖς προειρημένοις τῶν ἄλλων εἴπωμεν ἰσχυρότερον. |
τῷ λα_ῷ τῷ προτέρῳ τρί^α^ ἦν τά^γμα^τα^, ἱερωσύνη, βα^σι^λεία_, προφητεία_. | τῷ λαῷ τῷ προτέρῳ τρία ἦν τάγματα, ἱερωσύνη, βασιλεία, προφητεία. |
ἐκτὸς οὖν τούτων τῶν τρι^ῶν ἀρχῶν οὐκ ἦν ἄλλην ἰ^δεῖν ἀρχὴν ἐν ἰουδαίοις· | ἐκτὸς οὖν τούτων τῶν τριῶν ἀρχῶν οὐκ ἦν ἄλλην ἰδεῖν ἀρχὴν ἐν ἰουδαίοις· |
βα^σι^λεία_ν, ἱερωσύνην, προφητείαν. | βασιλείαν, ἱερωσύνην, προφητείαν. |
κέρα^ς ἦν ἐλαίου, ἁγιασμοῦ. | κέρας ἦν ἐλαίου, ἁγιασμοῦ. |
ἓν ἦν τὸ χρίσμα^, τρί^α^ δὲ τὰ^ δῶρα^· | ἓν ἦν τὸ χρίσμα, τρία δὲ τὰ δῶρα· |
ἓν τὸ κέρα^ς, τρί^α^ τὰ^ χα^ρί^σμα^τα^· | ἓν τὸ κέρας, τρία τὰ χαρίσματα· |
ἔχρι_ον γὰ^ρ ἱ^ερεῖς, βα^σι^λεῖς, προφήτα_ς. | ἔχριον γὰρ ἱερεῖς, βασιλεῖς, προφήτας. |
ἀλλ' ἐπειδή τι^νες ἀ^γνοοῦσι^ τὴν ὑ^πόθεσι^ν, ἵνα μὴ διὰ κενῆς ὁ λόγος τρέχων ἑαυτὸν μὲν ἀ^να_λί^σκῃ, τὸν δὲ ἀκροατὴν μηδὲν ὠφελῇ, ἄ^κουσον συντόμως. | ἀλλ' ἐπειδή τινες ἀγνοοῦσι τὴν ὑπόθεσιν, ἵνα μὴ διὰ κενῆς ὁ λόγος τρέχων ἑαυτὸν μὲν ἀναλίσκῃ, τὸν δὲ ἀκροατὴν μηδὲν ὠφελῇ, ἄκουσον συντόμως. |
κέρας ἦν ὑ^πὸ τῶν προφητῶν κα^τεχόμενον. | κέρας ἦν ὑπὸ τῶν προφητῶν κατεχόμενον. |
ἐχρί_οντο δὲ ἀ^πὸ τοῦ κέρατος βα^σι^λεῖς, προφῆται, ἱ^ερεῖς, οὐ μετα^βαλλομένου τοῦ χρίσμα^τος, ἀλλὰ τῆς χά^ρι^τος διὰ τοῦ αὐτοῦ κέρατος πα^ρεχομένης ἐχρί_οντο βα^σι^λεῖς, ἐχρί_οντο ἱ^ερεῖς, ἐχρίοντο προφῆται· | ἐχρίοντο δὲ ἀπὸ τοῦ κέρατος βασιλεῖς, προφῆται, ἱερεῖς, οὐ μεταβαλλομένου τοῦ χρίσματος, ἀλλὰ τῆς χάριτος διὰ τοῦ αὐτοῦ κέρατος παρεχομένης ἐχρίοντο βασιλεῖς, ἐχρίοντο ἱερεῖς, ἐχρίοντο προφῆται· |
ἓν τὸ χρίσμα^, τρί^α^ δῶρα^. | ἓν τὸ χρίσμα, τρία δῶρα. |
διὰ τί δὲ ἐν κέρατι^ ἦν τὸ χρίσμα^; | διὰ τί δὲ ἐν κέρατι ἦν τὸ χρίσμα; |
ἐπειδὴ εἰκόνα^ εἶχε χριστοῦ. | ἐπειδὴ εἰκόνα εἶχε χριστοῦ. |
ἆρα οὐκ ἠδύνατο ἐν ἀργυ^ρέῳ εἶναι σκεύει; | ἆρα οὐκ ἠδύνατο ἐν ἀργυρέῳ εἶναι σκεύει; |
οὐκ ἠδύνατο ἐν χρυ_σῷ; | οὐκ ἠδύνατο ἐν χρυσῷ; |
οὐκ ἠδύνατο ἐν ἄλλῃ τι^νὶ^ τῶν τιμιωτέρων ὑ_λῶν εἶναι τοσοῦτον δῶρον; | οὐκ ἠδύνατο ἐν ἄλλῃ τινὶ τῶν τιμιωτέρων ὑλῶν εἶναι τοσοῦτον δῶρον; |
ἀλλ' οὐκ ἐγένετο, ἀλλ' ἐν κέρατι^· | ἀλλ' οὐκ ἐγένετο, ἀλλ' ἐν κέρατι· |
ἐπειδήπερ, ὡς ἔφθην εἰπών, εἰκόνα^ εἶχε χριστοῦ. | ἐπειδήπερ, ὡς ἔφθην εἰπών, εἰκόνα εἶχε χριστοῦ. |
καὶ γὰ^ρ ἐξανατελῶ κέρας τῷ δαυίδ. | καὶ γὰρ ἐξανατελῶ κέρας τῷ δαυίδ. |
ὁ δὲ τῆς ἱερωσύνης καὶ τῆς βα^σι^λεία_ς καὶ τῆς προφητεία_ς κύ_ρι^ος γένοιτο μετὰ πάντων ὑ_μῶν. | ὁ δὲ τῆς ἱερωσύνης καὶ τῆς βασιλείας καὶ τῆς προφητείας κύριος γένοιτο μετὰ πάντων ὑμῶν. |
χιόνι μὲν τὴν γῆν ἐλεύκανα^ν αἱ νεφέλαι, λόγῳ δὲ θείῳ τὰ_ς ἡμετέρα_ς ψυ_χὰ_ς λευκαίνουσι^ν αἱ τῶν ἁ^γί^ων γρα^φῶν νι^φά^δες. | χιόνι μὲν τὴν γῆν ἐλεύκαναν αἱ νεφέλαι, λόγῳ δὲ θείῳ τὰς ἡμετέρας ψυχὰς λευκαίνουσιν αἱ τῶν ἁγίων γραφῶν νιφάδες. |
αὗται γὰ^ρ εἰς τὰ_ς ἡμετέρα_ς χωροῦσι^ ψυ_χά_ς, καὶ ὡς ὄμβρος ἐπ' ἄγρωστι^ν καὶ ὡσεὶ νι^φετὸς ἐπὶ^ χόρτον, αἱ θεῖαι νι^φά^δες, καὶ ἀρδεύουσι^ν ἡμᾶς καὶ λευκαίνουσι^ν. | αὗται γὰρ εἰς τὰς ἡμετέρας χωροῦσι ψυχάς, καὶ ὡς ὄμβρος ἐπ' ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον, αἱ θεῖαι νιφάδες, καὶ ἀρδεύουσιν ἡμᾶς καὶ λευκαίνουσιν. |
ἀρδεύουσι μὲν πρὸς τοὺς καρποὺς τῆς εὐσεβεία_ς, λευκαίνουσι^ δὲ κα^θαίρουσαι τὸν ῥύ^πον τῆς ἁ^μαρτί^α_ς· | ἀρδεύουσι μὲν πρὸς τοὺς καρποὺς τῆς εὐσεβείας, λευκαίνουσι δὲ καθαίρουσαι τὸν ῥύπον τῆς ἁμαρτίας· |
ὁ γὰ^ρ τῷ θείῳ λόγῳ πλυ_νόμενος χιόνος λευκότερος ἀναδείκνυται κα^τὰ^ τὸ τῷ δαυὶδ εἰρημένον· | ὁ γὰρ τῷ θείῳ λόγῳ πλυνόμενος χιόνος λευκότερος ἀναδείκνυται κατὰ τὸ τῷ δαυὶδ εἰρημένον· |
πλυνεῖς με, καὶ ὑ^πὲρ χιόνα λευκανθήσομαι. | πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. |
λευκαίνεται δὲ ἡμῶν ἡ ψυ_χὴ τοῖς τε θείοις δόγμα^σι^ καὶ τοῖς ἠθι^κοῖς πα^ραγγέλμα^σι^· | λευκαίνεται δὲ ἡμῶν ἡ ψυχὴ τοῖς τε θείοις δόγμασι καὶ τοῖς ἠθικοῖς παραγγέλμασι· |
δεῖ γὰ^ρ προηγεῖσθαι τὴν πίστι^ν τὴν φωτίζουσα^ν ἡμῶν τὴν δι^ά^νοια^ν, καὶ ἀκολουθεῖν ἔργα^ τὰ^ λαμπρύνοντα^ τὴν ψυ_χήν. | δεῖ γὰρ προηγεῖσθαι τὴν πίστιν τὴν φωτίζουσαν ἡμῶν τὴν διάνοιαν, καὶ ἀκολουθεῖν ἔργα τὰ λαμπρύνοντα τὴν ψυχήν. |
προηγεῖται δὲ τῶν πάντων ἡ πί^στι_ς, ἣν καὶ ὁ σωτὴρ ἐν τοῖς σήμερον ὑ^παναγνωσθεῖσι^ν ἀπεθαύμασε λέγων· | προηγεῖται δὲ τῶν πάντων ἡ πίστις, ἣν καὶ ὁ σωτὴρ ἐν τοῖς σήμερον ὑπαναγνωσθεῖσιν ἀπεθαύμασε λέγων· |
ἀμὴν λέγω ὑ_μῖν, οὐ δὲ ἐν τῷ ἰσραὴλ τοσαύτην πίστι^ν εὗρον. | ἀμὴν λέγω ὑμῖν, οὐ δὲ ἐν τῷ ἰσραὴλ τοσαύτην πίστιν εὗρον. |
ὁ μὲν γὰ^ρ ἑκα^τόνταρχος τῶν θαυμά^των τὴν ἀ^ξί^α_ν κα^τα^λα^βὼν πρόσταγμα^ πα^ρὰ^ τοῦ σωτῆρος ᾔτησε καὶ τὴν αὐθεντίαν ἐγνώρι^σεν. | ὁ μὲν γὰρ ἑκατόνταρχος τῶν θαυμάτων τὴν ἀξίαν καταλαβὼν πρόσταγμα παρὰ τοῦ σωτῆρος ᾔτησε καὶ τὴν αὐθεντίαν ἐγνώρισεν. |
οἱ δὲ αἱρετι^κοί, καὶ καὶ καὶ καὶ ἀναγινώσκοντες, ἠγνόησα^ν τὴν ἀ^ξί^α_ν καὶ ὕβρι^σα^ν τὴν τοῦ μονογενοῦς ἐξουσί^α_ν, ὑποκεῖσθαι αὐτὸν λέγοντες τῇ τοῦ πατρὸς αὐθεντίᾳ, οὐκ εἰδότες ὅτι^ τῆς θεία_ς οὐσί^α_ς κοινὴ ἡ ἐξουσί^α_ καὶ ἀμέρι^στος ἡ αὐθεντία· | οἱ δὲ αἱρετικοί, καὶ καὶ καὶ καὶ ἀναγινώσκοντες, ἠγνόησαν τὴν ἀξίαν καὶ ὕβρισαν τὴν τοῦ μονογενοῦς ἐξουσίαν, ὑποκεῖσθαι αὐτὸν λέγοντες τῇ τοῦ πατρὸς αὐθεντίᾳ, οὐκ εἰδότες ὅτι τῆς θείας οὐσίας κοινὴ ἡ ἐξουσία καὶ ἀμέριστος ἡ αὐθεντία· |
ἐγὼ γὰ^ρ καὶ ὁ πα^τὴρ ἕν ἐσμεν. | ἐγὼ γὰρ καὶ ὁ πατὴρ ἕν ἐσμεν. |
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν. | ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.