macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
φησὶ^ν ὁ θαυμάσιος ἐκεῖνος ἑκα^τόνταρχος·
φησὶν ὁ θαυμάσιος ἐκεῖνος ἑκατόνταρχος·
εἰπὲ λόγῳ, καὶ ἰα_θήσεται ὁ παῖς μου.
εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
οὐ χρεία_ τῆς σωμα^τι^κῆς ἐπι^δημία_ς·
οὐ χρεία τῆς σωματικῆς ἐπιδημίας·
παντα^χοῦ ἡ θεϊ^κὴ δύ^να^μι^ς, οὐ περι^γραφομένη τόπῳ, ἀλλὰ^ πά^ντα^ τῷ θείῳ περιστοιχιζομένη πνεύμα^τι^.
πανταχοῦ ἡ θεϊκὴ δύναμις, οὐ περιγραφομένη τόπῳ, ἀλλὰ πάντα τῷ θείῳ περιστοιχιζομένη πνεύματι.
ἰουδαῖοί σε κα^λοῦσι^ν εἰς οἶκον, ἀγνοοῦντές σου τὴν ἀ^ξί^α_ν.
ἰουδαῖοί σε καλοῦσιν εἰς οἶκον, ἀγνοοῦντές σου τὴν ἀξίαν.
ἐγὼ δέ σε οἶδα^ παντα^χοῦ πα^ρόντα^ καὶ λόγῳ κελεύοντα^ καὶ νεύματι^ κα^τορθοῦντα^ τὰ^ πά^ντα^.
ἐγὼ δέ σε οἶδα πανταχοῦ παρόντα καὶ λόγῳ κελεύοντα καὶ νεύματι κατορθοῦντα τὰ πάντα.
παρεκάλεσα ὡς δεσπότην, πα^ρα^κα^λῶ καὶ ὡς θεόν.
παρεκάλεσα ὡς δεσπότην, παρακαλῶ καὶ ὡς θεόν.
ἱκετεύω ὡς σωτῆρα^ καὶ πείθω ὡς εὐεργέτην.
ἱκετεύω ὡς σωτῆρα καὶ πείθω ὡς εὐεργέτην.
ὁ παῖς μου δεινῶς βέβληται ἐν τῇ οἰκί^ᾳ βασανιζόμενος.
ὁ παῖς μου δεινῶς βέβληται ἐν τῇ οἰκίᾳ βασανιζόμενος.
καὶ ὅρα_ τοῦ πιστοῦ τὸ ἐρρωμένον φρόνημα^.
καὶ ὅρα τοῦ πιστοῦ τὸ ἐρρωμένον φρόνημα.
ἦλθεν οὐ δι' ἑαυτοῦ ἀλλὰ^ δι^ὰ^ τῶν πρεσβυ^τέρων, οὐκ ἀφοσιούμενος τὴν παράκλησι^ν, ἀλλ' ἀ^νάξιον ἑαυτὸν θέμενος τῆς τοῦ σωτῆρος ὄψεως.
ἦλθεν οὐ δι' ἑαυτοῦ ἀλλὰ διὰ τῶν πρεσβυτέρων, οὐκ ἀφοσιούμενος τὴν παράκλησιν, ἀλλ' ἀνάξιον ἑαυτὸν θέμενος τῆς τοῦ σωτῆρος ὄψεως.
λέγει γά^ρ·
λέγει γάρ·
οὐκ εἰμὶ^ ἱ^κα^νὸς ἵ^να_ μου ὑ^πὸ τὴν στέγην εἰσέλθῃς.
οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς.
διὸ οὐ δὲ ἐμαυτὸν ἠξί^ωσα^ ἐλθεῖν πρὸς σέ.
διὸ οὐ δὲ ἐμαυτὸν ἠξίωσα ἐλθεῖν πρὸς σέ.
καλὴ τοῦ πιστοῦ ἡ ἐπιείκεια^, ὄψι^ν μὲν πα^ραιτουμένη δι^ὰ^ τὴν εὐλάβεια^ν, ἀ^ξί^α_ν δὲ κηρύττουσα^ δι^ὰ^ τὸν ἀ^ληθῆ λόγον.
καλὴ τοῦ πιστοῦ ἡ ἐπιείκεια, ὄψιν μὲν παραιτουμένη διὰ τὴν εὐλάβειαν, ἀξίαν δὲ κηρύττουσα διὰ τὸν ἀληθῆ λόγον.
ἦλθον οἱ πρεσβύται τῶν ἰουδαίων, ὀλι^γόπι^στοι πρεσβύται ὑ^πὲρ πιστοῦ θεράποντος.
ἦλθον οἱ πρεσβύται τῶν ἰουδαίων, ὀλιγόπιστοι πρεσβύται ὑπὲρ πιστοῦ θεράποντος.
καὶ οἱ μὲν τῆς συ^ναγωγῆς ἄρχοντες ἐλέγοντο·
καὶ οἱ μὲν τῆς συναγωγῆς ἄρχοντες ἐλέγοντο·
ἐλθὲ καὶ ἴα_σαι.
ἐλθὲ καὶ ἴασαι.
ὁ δὲ πρεσβείαν ἀποστείλα_ς, ἐπιγνοὺς τὴν ἀ^ξί^α_ν·
ὁ δὲ πρεσβείαν ἀποστείλας, ἐπιγνοὺς τὴν ἀξίαν·
μὴ σκύλλου φησὶ^ν οὐ γά^ρ εἰμι^ ἱ^κα^νὸς ἵ^να_ εἰσέλθῃς εἰς τὸν οἶκόν μου.
μὴ σκύλλου φησὶν οὐ γάρ εἰμι ἱκανὸς ἵνα εἰσέλθῃς εἰς τὸν οἶκόν μου.
καὶ πόθεν ἔχεις πεῖρα^ν τοῦ ἐμοῦ λόγου;
καὶ πόθεν ἔχεις πεῖραν τοῦ ἐμοῦ λόγου;
οἶδά σε θεὸν ἀ^πὸ τῶν θαυμά^των.
οἶδά σε θεὸν ἀπὸ τῶν θαυμάτων.
θεοῦ δὲ λόγος φύ^σι^ν ἐργάζεται καὶ δι^ορθοῦται καὶ πάντων εστὶν ὑπόστα^σι^ς τῶν φαινομένων.
θεοῦ δὲ λόγος φύσιν ἐργάζεται καὶ διορθοῦται καὶ πάντων εστὶν ὑπόστασις τῶν φαινομένων.
εἰπὲ λόγῳ·
εἰπὲ λόγῳ·
καὶ γὰ^ρ τῷ λόγῳ σου οἱ οὐρανοὶ ἐστερεώθησα^ν.
καὶ γὰρ τῷ λόγῳ σου οἱ οὐρανοὶ ἐστερεώθησαν.
εἰπὲ λόγῳ·
εἰπὲ λόγῳ·
καὶ γὰ^ρ λόγῳ τὴν γῆν ἐθεμελίωσα^ς, λόγῳ τοὺς οὐρανοὺς ἐστερέωσα^ς, λόγῳ τὴν θά^λα^σσα^ν ἀφώρι^σα^ς, λόγῳ τὰ^ πά^ντα^ δι^εκόσμησα^ς.
καὶ γὰρ λόγῳ τὴν γῆν ἐθεμελίωσας, λόγῳ τοὺς οὐρανοὺς ἐστερέωσας, λόγῳ τὴν θάλασσαν ἀφώρισας, λόγῳ τὰ πάντα διεκόσμησας.
πᾶσιν κελεύεις τοῖς δημιουργήμασι^ν·
πᾶσιν κελεύεις τοῖς δημιουργήμασιν·
ἀποστέλλεις τὸ φῶς καὶ πορεύεται, κα^λεῖς αὐτὸ καὶ ὑ^πα^κούει σοι τρόμω, ὡς φησὶ^ν ἰερεμίας.
ἀποστέλλεις τὸ φῶς καὶ πορεύεται, καλεῖς αὐτὸ καὶ ὑπακούει σοι τρόμω, ὡς φησὶν ἰερεμίας.
οἱ δὲ ἀστέρες λάμψουσί^ σοι μετ' εὐφροσύνης.
οἱ δὲ ἀστέρες λάμψουσί σοι μετ' εὐφροσύνης.
ἐκά^λεσα^ς αὐτοὺς καὶ εἶπα^ν·
ἐκάλεσας αὐτοὺς καὶ εἶπαν·
πάρεσμεν.
πάρεσμεν.
τῇ φαινομένῃ δημιουργίᾳ προστάττεις, καὶ τῇ ὑπερκοσμί^ῳ κτί^σει κελεύεις, καὶ τῷ αὐτῷ προστάγμα^τι^ νόσους ἀ^πελαύνειν οὐκ ἰσχύ_εις;
τῇ φαινομένῃ δημιουργίᾳ προστάττεις, καὶ τῇ ὑπερκοσμίῳ κτίσει κελεύεις, καὶ τῷ αὐτῷ προστάγματι νόσους ἀπελαύνειν οὐκ ἰσχύεις;
εἰπὲ λόγῳ.
εἰπὲ λόγῳ.
λόγου χρῄζω πα^ρὰ^ τοῦ θεοῦ λόγου.
λόγου χρῄζω παρὰ τοῦ θεοῦ λόγου.
εἰπὲ λόγῳ καὶ ἰα_θήσεται ὁ παῖς μου.
εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.
δεῖ δὲ εἰδέναι ὡς πολλή τι^ς ἔστι^ δι^α^φορὰ_ ἐν τῷ περὶ^ τῆς πίστεως λόγῳ καὶ ὅπως ἄ^κουε ἀ^δελφέ, εἰσί^ν τι^νες εἰς ἄκρον πίστεως φθάνοντες, καὶ εἰσὶ^ν ἄλλοι μεσότητα^ πίστεως ἔχοντες, εἰσὶ^ν δὲ ἄλλοι ὀλι^γόπι^στοι, καὶ ἕτεροι δύσπιστοι, καὶ εἰσὶ^ πά^λι^ν ἕτεροι ἄπι^στοι.
δεῖ δὲ εἰδέναι ὡς πολλή τις ἔστι διαφορὰ ἐν τῷ περὶ τῆς πίστεως λόγῳ καὶ ὅπως ἄκουε ἀδελφέ, εἰσίν τινες εἰς ἄκρον πίστεως φθάνοντες, καὶ εἰσὶν ἄλλοι μεσότητα πίστεως ἔχοντες, εἰσὶν δὲ ἄλλοι ὀλιγόπιστοι, καὶ ἕτεροι δύσπιστοι, καὶ εἰσὶ πάλιν ἕτεροι ἄπιστοι.
πιστοὶ μὲν οὖν εἰσὶ^ν ἄκροι καὶ θαυμαστοί, οἷος ὁ ἑκα^τόνταρχος οὗτος, ᾧ μα^ρτυ^ρῶν ὁ σωτὴρ ἔλεγεν·
πιστοὶ μὲν οὖν εἰσὶν ἄκροι καὶ θαυμαστοί, οἷος ὁ ἑκατόνταρχος οὗτος, ᾧ μαρτυρῶν ὁ σωτὴρ ἔλεγεν·
ἀμὴν λέγω ὑ_μῖν, οὐ δὲ ἐν τῷ ἰσραήλ, τοσαύτην πίστι^ν εὗρον, καὶ ἡ χαναναία ἐκείνη ἡ προσι^οῦσα^, ἣν θαυμά^σα_ς ὁ κύ_ρι^ος ἔφη·
ἀμὴν λέγω ὑμῖν, οὐ δὲ ἐν τῷ ἰσραήλ, τοσαύτην πίστιν εὗρον, καὶ ἡ χαναναία ἐκείνη ἡ προσιοῦσα, ἣν θαυμάσας ὁ κύριος ἔφη·
ὦ γύναι, μεγά^λη σου ἡ πί^στι_ς, γενηθήτω σοι ὡς θέλεις.
ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις.
οὗτοι μὲν οὖν οἱ ἄκροι πιστοί·
οὗτοι μὲν οὖν οἱ ἄκροι πιστοί·
ἄπι^στοι δὲ οἱ πάντη τῆς εὐσεβεία_ς ἀπεσχοινισμένοι, δύσπιστοι δὲ οἱ ἐν μεθορί^ῳ κείμενοι καὶ πίστεως καὶ ἀ^πι^στί^α_ς, οἱ ποτὲ μὲν συ^ντιθέμενοι τῷ λόγῳ, ποτὲ δὲ ἀνανεύοντες.
ἄπιστοι δὲ οἱ πάντη τῆς εὐσεβείας ἀπεσχοινισμένοι, δύσπιστοι δὲ οἱ ἐν μεθορίῳ κείμενοι καὶ πίστεως καὶ ἀπιστίας, οἱ ποτὲ μὲν συντιθέμενοι τῷ λόγῳ, ποτὲ δὲ ἀνανεύοντες.
τοιαύτην ποτὲ δυσπιστίαν κα^τηγορεῖ τῶν μα^θητῶν τοῦ σωτῆρος, πρὶ^ν ἢ τελειωθῶσι^, τὸ εὐαγγέλιον.
τοιαύτην ποτὲ δυσπιστίαν κατηγορεῖ τῶν μαθητῶν τοῦ σωτῆρος, πρὶν ἢ τελειωθῶσι, τὸ εὐαγγέλιον.
ὅτε γὰ^ρ ἀ^πηγγέλη αὐτοῖς ὅτι^ κύ_ρι^ος ἀ^νέστη ἐκ νεκρῶν, οἱ μέν φησι^ν ἐπί^στευσα^ν, οἱ δὲ ἐδίστασα^ν.
ὅτε γὰρ ἀπηγγέλη αὐτοῖς ὅτι κύριος ἀνέστη ἐκ νεκρῶν, οἱ μέν φησιν ἐπίστευσαν, οἱ δὲ ἐδίστασαν.
τὸ δὲ δι^στάσαι, τὸ ἐν διπλῇ καρδί^ᾳ στῆναι, τὸ πιστεῦσαι ὁμοῦ καὶ ἀ^πι^στῆσαι, τοῦτο πολλά^κι^ς καὶ ἡ τῶν πολλῶν ψυ_χὴ πάσχει, τὰ^ περὶ^ χριστοῦ ἐννοοῦσα^.
τὸ δὲ διστάσαι, τὸ ἐν διπλῇ καρδίᾳ στῆναι, τὸ πιστεῦσαι ὁμοῦ καὶ ἀπιστῆσαι, τοῦτο πολλάκις καὶ ἡ τῶν πολλῶν ψυχὴ πάσχει, τὰ περὶ χριστοῦ ἐννοοῦσα.
ὅτα^ν γὰ^ρ πρὸς αἱρετι^κοὺς κι_νῶμεν, ποτὲ συ^ντί^θενται οἱ ἀκροαταὶ τῇ τοῦ μονογενοῦς ἀ^ξί^ᾳ, ποτὲ δὲ πά^λι^ν τῇ δι^α^νοίᾳ σα^λεύονται πρὸς τὰ^ τῶν αἱρετι^κῶν ῥήμα^τα^ καὶ εὑρίσκονται ἐν διστασίᾳ, ποτὲ μὲν πρὸς τὴν δόξα^ν τοῦ χριστοῦ βλέποντες, πότε δὲ πρὸς τὴν αἱρετι^κὴν κα^κί^α_ν ἐκκλίνοντες.
ὅταν γὰρ πρὸς αἱρετικοὺς κινῶμεν, ποτὲ συντίθενται οἱ ἀκροαταὶ τῇ τοῦ μονογενοῦς ἀξίᾳ, ποτὲ δὲ πάλιν τῇ διανοίᾳ σαλεύονται πρὸς τὰ τῶν αἱρετικῶν ῥήματα καὶ εὑρίσκονται ἐν διστασίᾳ, ποτὲ μὲν πρὸς τὴν δόξαν τοῦ χριστοῦ βλέποντες, πότε δὲ πρὸς τὴν αἱρετικὴν κακίαν ἐκκλίνοντες.
ἀλλὰ^ θεὸς ἐπετίμα τῇ τοσαύτῃ ὀλιγοπιστίᾳ.
ἀλλὰ θεὸς ἐπετίμα τῇ τοσαύτῃ ὀλιγοπιστίᾳ.
ἡ γὰ^ρ τοιαύτη πί^στι_ς ὑστερεῖ καὶ ἐλλειπής ἐστι^ν.
ἡ γὰρ τοιαύτη πίστις ὑστερεῖ καὶ ἐλλειπής ἐστιν.
ἔστι^ γὰ^ρ πιστεῦσαι καὶ ἐλλειπῶς πιστεῦσαι.
ἔστι γὰρ πιστεῦσαι καὶ ἐλλειπῶς πιστεῦσαι.
δι^ὰ^ τοῦτο ὁ ἀ^πόστολος, εἰδὼς ὅτι^ ἐστὶ^ πί^στι_ς ἐλλειπὴς καὶ ἐνδεής, ἵ^να_ ἐλθὼν ἀναπληρώσω τὰ^ ὑστερήμα^τα^ τῆς πίστεως ὑ_μῶν.
διὰ τοῦτο ὁ ἀπόστολος, εἰδὼς ὅτι ἐστὶ πίστις ἐλλειπὴς καὶ ἐνδεής, ἵνα ἐλθὼν ἀναπληρώσω τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν.
ἔστι^ οὖν καὶ πιστεῦσαι καὶ ὑστερεῖν πρὸς τὸ ἄκρον τῆς πίστεως.
ἔστι οὖν καὶ πιστεῦσαι καὶ ὑστερεῖν πρὸς τὸ ἄκρον τῆς πίστεως.
ἔστι^ τοίνυ^ν ἡ ὀλιγοπιστία τὸ μικρόν τι^ περὶ^ θεοῦ νοεῖν, οἷον ὀνειδίζει ὁ σωτὴρ τῷ πέτρῳ εἰσελθόντι^ εἰς τὴν θά^λα^ττα^ν καὶ μετὰ^ πίστεως βαδίσαντι^ καὶ μετὰ^ ταῦτα^ δι^στάσαντι^.
ἔστι τοίνυν ἡ ὀλιγοπιστία τὸ μικρόν τι περὶ θεοῦ νοεῖν, οἷον ὀνειδίζει ὁ σωτὴρ τῷ πέτρῳ εἰσελθόντι εἰς τὴν θάλατταν καὶ μετὰ πίστεως βαδίσαντι καὶ μετὰ ταῦτα διστάσαντι.
διό φησι^ πρὸς αὐτόν·
διό φησι πρὸς αὐτόν·
ὀλιγόπιστε, εἰς τί^ ἐδίστασα^ς;.
ὀλιγόπιστε, εἰς τί ἐδίστασας;.
οὐκ εἶπεν ἄπιστε, ἀλλ' ὀλιγόπιστε.
οὐκ εἶπεν ἄπιστε, ἀλλ' ὀλιγόπιστε.
ὀλίγην γά^ρ τι^να^ πίστι^ν ἐνεδείξατο.
ὀλίγην γάρ τινα πίστιν ἐνεδείξατο.
τὰ^ μὲν γὰ^ρ πρῶτα^ ὡς εἶδε τὸν σωτῆρα^ πεζεύοντα^ ἐν τῇ θα^λά^ττῃ καὶ τὴν θά^λα^ττα^ν ὑ^πο στρώσασα^ν τὰ^ κύ_μα^τα^ καὶ τὰ^ ἑαυτῆς ἁπλώσασα^ν νῶτα^ τοῖς βήμα^σι^ τοῖς δεσποτι^κοῖς, ἐννοήσα_ς τὸ τοῦ δαυὶδ λόγι^ον τὸ λέγον·
τὰ μὲν γὰρ πρῶτα ὡς εἶδε τὸν σωτῆρα πεζεύοντα ἐν τῇ θαλάττῃ καὶ τὴν θάλατταν ὑπο στρώσασαν τὰ κύματα καὶ τὰ ἑαυτῆς ἁπλώσασαν νῶτα τοῖς βήμασι τοῖς δεσποτικοῖς, ἐννοήσας τὸ τοῦ δαυὶδ λόγιον τὸ λέγον·
ἐν τῇ θα^λά^σσῃ ἡ ὁδός σου, καὶ αἱ τρί_βοι σου ἐν ὕ^δα^σι^ πολλοῖς, καὶ τὰ^ ἴχνη σου οὐ γνωσθήσονται, λέγει πρὸς τὸν ἑαυτοῦ σωτῆρα^·
ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται, λέγει πρὸς τὸν ἑαυτοῦ σωτῆρα·
κύ_ρι^ε, εἰ σὺ^ εἶ, ἐπίτρεψόν μοι ἐλθεῖν πρὸς σὲ ἐπὶ^ τὰ^ ὕ^δα^τα^.
κύριε, εἰ σὺ εἶ, ἐπίτρεψόν μοι ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα.
ἐπέτρεψεν ὁ δεσπότης, ἠκολούθησεν ὁ οἰκέτης, καὶ εἰσῆλθεν ἐπὶ^ τοῦ νώτου τῆς θα^λάσσης ἄνθρωπος.
ἐπέτρεψεν ὁ δεσπότης, ἠκολούθησεν ὁ οἰκέτης, καὶ εἰσῆλθεν ἐπὶ τοῦ νώτου τῆς θαλάσσης ἄνθρωπος.
εἶτα ἡ θά^λασσα^ διήγειρεν αὐτῆς τὰ^ κύ_μα^τα^, μᾶλλον δὲ ἄ^νεμος σφοδρὸς ἐμβα^λὼν τοῖς ὕ^δα^σι^ν ἐκταρά^ττει τῆς θα^λάσσης τὰ^ κύ_μα^τα^ καὶ πᾶσα^ν αὐτῆς ἐθόλωσεν τὴν ἐπι^φά^νεια^ν.
εἶτα ἡ θάλασσα διήγειρεν αὐτῆς τὰ κύματα, μᾶλλον δὲ ἄνεμος σφοδρὸς ἐμβαλὼν τοῖς ὕδασιν ἐκταράττει τῆς θαλάσσης τὰ κύματα καὶ πᾶσαν αὐτῆς ἐθόλωσεν τὴν ἐπιφάνειαν.
ἐσαλεύθη ὁ οἰκέτης καὶ ἤρξα^το καταποντίζεσθαι, οὐ τῷ σώμα^τι^ πρῶτον κι^νδυ_νεύσα_ς, ἀλλ' ὀλιγοπιστίᾳ βαπτισθείς.
ἐσαλεύθη ὁ οἰκέτης καὶ ἤρξατο καταποντίζεσθαι, οὐ τῷ σώματι πρῶτον κινδυνεύσας, ἀλλ' ὀλιγοπιστίᾳ βαπτισθείς.
εἶδεν τὴν θά^λα^σσα^ν μανεῖσα^ν καὶ τοὺς ἀ^νέμους ταραττομένους καὶ τῆς προτέρα_ς πίστεως ἐξελθὼν ἔμελλε καταποντίζεσθαι.
εἶδεν τὴν θάλασσαν μανεῖσαν καὶ τοὺς ἀνέμους ταραττομένους καὶ τῆς προτέρας πίστεως ἐξελθὼν ἔμελλε καταποντίζεσθαι.
καὶ κα^λεῖ τὸν σωτῆρα^·
καὶ καλεῖ τὸν σωτῆρα·
κύ_ρι^ε, βοήθει μοι.
κύριε, βοήθει μοι.
ὁ δὲ πρὸς αὐτόν·
ὁ δὲ πρὸς αὐτόν·
ὀλιγόπιστε, εἰς τί^ ἐδίστασα^ς;.
ὀλιγόπιστε, εἰς τί ἐδίστασας;.
καὶ μὴν οὐκ ἦν οὐ δὲ τὸ πρῶτον ἀ^πι^στί^α_ς.
καὶ μὴν οὐκ ἦν οὐ δὲ τὸ πρῶτον ἀπιστίας.
τὸ γὰ^ρ εἰπεῖν·
τὸ γὰρ εἰπεῖν·
εἰ σὺ^ εἶ, κέλευσόν με ἐλθεῖν ἐπὶ^ τὰ^ ὕ^δα^τα^, γνωρίζοντος ἦν τὴν ἀ^ξί^α_ν τοῦ κελεύοντος, καὶ τὸ καταποντιζόμενον μὴ πρὸς ἕτερον ἰ^δεῖν ἀλλὰ^ τὴν παρ' αὐτοῦ βοήθεια^ν ἐπιζητῆσαι καὶ εἰπεῖν·
εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν ἐπὶ τὰ ὕδατα, γνωρίζοντος ἦν τὴν ἀξίαν τοῦ κελεύοντος, καὶ τὸ καταποντιζόμενον μὴ πρὸς ἕτερον ἰδεῖν ἀλλὰ τὴν παρ' αὐτοῦ βοήθειαν ἐπιζητῆσαι καὶ εἰπεῖν·
κύριε, βοήθει, οὐκ ἀπιστοῦντος, ἀλλὰ^ πιστεύοντος.
κύριε, βοήθει, οὐκ ἀπιστοῦντος, ἀλλὰ πιστεύοντος.
κατηγορεῖ τοίνυ^ν αὐτοῦ τὸ εὐαγγέλιον, οὐκ ἐπειδὴ ἐκά^λεσεν τὸν δεσπότην, ἀλλ' ἐπειδὴ ἐνόμιζεν καταποντίζεσθαι τοῦ δεσπότου πα^ρόντος.
κατηγορεῖ τοίνυν αὐτοῦ τὸ εὐαγγέλιον, οὐκ ἐπειδὴ ἐκάλεσεν τὸν δεσπότην, ἀλλ' ἐπειδὴ ἐνόμιζεν καταποντίζεσθαι τοῦ δεσπότου παρόντος.
δι^ὰ^ τί^, φησι^, μετὰ^ τὴν ἐμὴν ἐπιτροπήν, μετὰ^ τὸ ἐμὸν νεῦμα^, ἐφοβήθης τὴν θά^λα^ττα^ν;
διὰ τί, φησι, μετὰ τὴν ἐμὴν ἐπιτροπήν, μετὰ τὸ ἐμὸν νεῦμα, ἐφοβήθης τὴν θάλατταν;
ἐγὼ ἐπέτρεψα^ ἐλθέ, καὶ ἐνόμι^σα^ς τὸν ἄ^νεμον ἰσχυ_ρότερον εἶναι τῆς ἐμῆς ἐπι^ταγῆς;
ἐγὼ ἐπέτρεψα ἐλθέ, καὶ ἐνόμισας τὸν ἄνεμον ἰσχυρότερον εἶναι τῆς ἐμῆς ἐπιταγῆς;
ἐφοβήθησέ σε ἄ^νεμος ὡς ἰσχυ_ρότερος τοῦ ἐμοῦ νεύμα^τος;
ἐφοβήθησέ σε ἄνεμος ὡς ἰσχυρότερος τοῦ ἐμοῦ νεύματος;
οὐκ ἐγώ εἰμι^ ὁ περι^πα^τῶν ἐπὶ^ πτερύ^γων ἀ^νέμων;
οὐκ ἐγώ εἰμι ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων;
ἀλλ' ἡ θά^λα^ττά^ σε πτοεῖ;
ἀλλ' ἡ θάλαττά σε πτοεῖ;
ἐγώ εἰμι^ ὁ ἀ^πειλῶν τῇ θα^λά^σσῃ καὶ ξηραίνων αὐτήν.
ἐγώ εἰμι ὁ ἀπειλῶν τῇ θαλάσσῃ καὶ ξηραίνων αὐτήν.
τί^ τοίνυ^ν φοβεῖ τὴν κτίσιν τοῦ κτίστου πα^ρόντος;
τί τοίνυν φοβεῖ τὴν κτίσιν τοῦ κτίστου παρόντος;
ἀλλ' ἴ_σως ἐρεῖ καὶ ὁ πέτρος·
ἀλλ' ἴσως ἐρεῖ καὶ ὁ πέτρος·
δι^ὰ^ τί^ οὖν, κύριε, σοῦ πα^ρόντος ἐτόλμησεν ἡ θά^λα^ττα^ στα^σι^ά^σαι;
διὰ τί οὖν, κύριε, σοῦ παρόντος ἐτόλμησεν ἡ θάλαττα στασιάσαι;
δι^ὰ^ τί^ σοῦ πα^ρόντος ἤγειρε κύ_μα^τα^;
διὰ τί σοῦ παρόντος ἤγειρε κύματα;
ἐστασίασεν ἡ θά^λα^ττα^, πέτρε, οὐ χριστοῦ κα^ταφρονήσα_σα^, ἀλλὰ^ σε δοκιμάζουσα^.
ἐστασίασεν ἡ θάλαττα, πέτρε, οὐ χριστοῦ καταφρονήσασα, ἀλλὰ σε δοκιμάζουσα.
ἀεὶ γὰ^ρ ἡ θά^λα^ττα^ παιδα^γωγὸς ἐγένετο τῆς ἀ^πι^στί^α_ς τῶν μα^θητῶν.
ἀεὶ γὰρ ἡ θάλαττα παιδαγωγὸς ἐγένετο τῆς ἀπιστίας τῶν μαθητῶν.
εἰσῆλθε τότε ὁ σωτὴρ εἰς τὴν θά^λα^σσα^ν, εἰσῆλθεν οὐ πεζεύων ἀλλὰ^ πλέων.
εἰσῆλθε τότε ὁ σωτὴρ εἰς τὴν θάλασσαν, εἰσῆλθεν οὐ πεζεύων ἀλλὰ πλέων.
ὅτε γὰ^ρ βούλεται γνωρίζει τὴν ἀ^ξί^α_ν, ὅτε βούλεται πληροῖ τὴν οἰκονομίαν.
ὅτε γὰρ βούλεται γνωρίζει τὴν ἀξίαν, ὅτε βούλεται πληροῖ τὴν οἰκονομίαν.
περιεπάτησεν ἐπὶ^ τῆς θα^λάσσης ὡς ἐπὶ^ ἐδά^φους, εἰσῆλθεν ἐν πλοίῳ ὡς ἄνθρωπος·
περιεπάτησεν ἐπὶ τῆς θαλάσσης ὡς ἐπὶ ἐδάφους, εἰσῆλθεν ἐν πλοίῳ ὡς ἄνθρωπος·
καὶ οὐκ ἐπέβη μόνον τῷ πλοίῳ ἀλλὰ^ καὶ ἐκά^θευδεν ἐν τῷ πλοίῳ.
καὶ οὐκ ἐπέβη μόνον τῷ πλοίῳ ἀλλὰ καὶ ἐκάθευδεν ἐν τῷ πλοίῳ.
ἡ ἄυπνος φύ^σι^ς ἐκά^θευδεν ἐν πλοίῳ;
ἡ ἄυπνος φύσις ἐκάθευδεν ἐν πλοίῳ;
ὁ κοιμίζων κύ_μα^τα^ ἐκά^θευδεν ἐν πλοίῳ, περὶ^ οὗ ἔλεγεν ὁ προφήτης·
ὁ κοιμίζων κύματα ἐκάθευδεν ἐν πλοίῳ, περὶ οὗ ἔλεγεν ὁ προφήτης·
ἰδοὺ οὐ νυστάζει οὐ δὲ ὑπνώσει ὁ φυ^λά^σσων τὸν ἰσραήλ.
ἰδοὺ οὐ νυστάζει οὐ δὲ ὑπνώσει ὁ φυλάσσων τὸν ἰσραήλ.
εἰσῆλθε καὶ ἐκά^θευδεν·
εἰσῆλθε καὶ ἐκάθευδεν·
καὶ ἡ θά^λασσα^ πά^λι^ν ἤγειρεν τὰ^ κύ_μα^τα^, οὐ τοῦ δεσπότου κα^ταφρονοῦσα^, ἀλλὰ^ τὴν ὀλιγοπιστίαν τῶν μα^θητῶν ἐλέγχουσα^, ὀλιγοπιστίαν λέγω τὴν πρὸ τῆς τελειώσεως.
καὶ ἡ θάλασσα πάλιν ἤγειρεν τὰ κύματα, οὐ τοῦ δεσπότου καταφρονοῦσα, ἀλλὰ τὴν ὀλιγοπιστίαν τῶν μαθητῶν ἐλέγχουσα, ὀλιγοπιστίαν λέγω τὴν πρὸ τῆς τελειώσεως.
μηδείς μου τῆς φωνῆς λα^μβα^νέσθω.
μηδείς μου τῆς φωνῆς λαμβανέσθω.
οὐ γὰ^ρ τῶν ἀ^ποστόλων κα^τηγορῶ, ἀλλὰ^ τῶν ἀ^ποστόλων τὴν ἀσθένεια^ν ἐλέγχω, ἵ^να_ μετὰ^ ταῦτα^ τῶν ἀ^ποστόλων τὴν δύ^να^μι^ν γνωρί^σῃς.
οὐ γὰρ τῶν ἀποστόλων κατηγορῶ, ἀλλὰ τῶν ἀποστόλων τὴν ἀσθένειαν ἐλέγχω, ἵνα μετὰ ταῦτα τῶν ἀποστόλων τὴν δύναμιν γνωρίσῃς.
ἄλλο γὰ^ρ σίμων ὁ ἁλιεύς, ἄλλο πέτρος ὁ ἀ^πόστολος·
ἄλλο γὰρ σίμων ὁ ἁλιεύς, ἄλλο πέτρος ὁ ἀπόστολος·
ἄλλο ματθαῖος ὁ τελώνης, ἄλλο ματθαῖος ὁ εὐαγγελιστής.
ἄλλο ματθαῖος ὁ τελώνης, ἄλλο ματθαῖος ὁ εὐαγγελιστής.
γνώριζε πρῶτον τῶν ἁλιέων τὴν εὐτέλεια^ν καὶ τότε θαύμαζε τῶν ἀ^ποστόλων τὴν μεγαλοπρέπεια^ν.
γνώριζε πρῶτον τῶν ἁλιέων τὴν εὐτέλειαν καὶ τότε θαύμαζε τῶν ἀποστόλων τὴν μεγαλοπρέπειαν.
ἐγείρει αὐτῆς ἡ θά^λα^ττα^ τὰ^ κύ_μα^τα^.
ἐγείρει αὐτῆς ἡ θάλαττα τὰ κύματα.
ἐκινδύνευον καὶ ἐχειμάζοντο.
ἐκινδύνευον καὶ ἐχειμάζοντο.