macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
καὶ πα^ρῆν ὁ ἐπι^τι_μῶν τῇ θα^λά^σσῃ καὶ οὐκ ἐπετίμα. | καὶ παρῆν ὁ ἐπιτιμῶν τῇ θαλάσσῃ καὶ οὐκ ἐπετίμα. |
ᾔδει γὰ^ρ αὐτὴν ὡς κα^λὴν παιδα^γωγὸν τοὺς μα^θητὰ_ς γυμνά^ζουσα^ ἐν κινδύ^νῳ. | ᾔδει γὰρ αὐτὴν ὡς καλὴν παιδαγωγὸν τοὺς μαθητὰς γυμνάζουσα ἐν κινδύνῳ. |
καταστάντες οὖν ἔβλεπον ὡς ἄνθρωπον κα^θεύδοντα^ καὶ πα^ρα^κα^λοῦσι^ν ὡς ἄνθρωπον λέγοντες· | καταστάντες οὖν ἔβλεπον ὡς ἄνθρωπον καθεύδοντα καὶ παρακαλοῦσιν ὡς ἄνθρωπον λέγοντες· |
ἐπι^στά^τα_, ἀ^νάστα, σῶσον, ἀ^πολλύμεθα^. | ἐπιστάτα, ἀνάστα, σῶσον, ἀπολλύμεθα. |
ἐπιστάτην κα^λεῖς; | ἐπιστάτην καλεῖς; |
δι^ὰ^ τοῦτο ἡ θά^λασσα^ ἀγανακτεῖ· | διὰ τοῦτο ἡ θάλασσα ἀγανακτεῖ· |
δι^ὰ^ τοῦτο κα^τὰ^ σοῦ στα^σι^ά^ζει, ἐπειδὴ τὸν δεσπότην ἀκμὴν οὐ γνωρίζεις, ἀλλ' ἐπιστάτην κα^λεῖς, λέγων· | διὰ τοῦτο κατὰ σοῦ στασιάζει, ἐπειδὴ τὸν δεσπότην ἀκμὴν οὐ γνωρίζεις, ἀλλ' ἐπιστάτην καλεῖς, λέγων· |
ἐπιστάτα. | ἐπιστάτα. |
ἢ τοίνυ^ν σύστειλον τὴν φωνήν, ἢ οὐ συστέλλω τὰ^ κύ_μα^τα^. | ἢ τοίνυν σύστειλον τὴν φωνήν, ἢ οὐ συστέλλω τὰ κύματα. |
ἐπιστάτα, ἀ^πολλύμεθα^. | ἐπιστάτα, ἀπολλύμεθα. |
δι^εγείρεται μὲν ὁ κληθεὶς ἐπιστά^της, ἀναδειχθεὶς ὡς δεσπότης. | διεγείρεται μὲν ὁ κληθεὶς ἐπιστάτης, ἀναδειχθεὶς ὡς δεσπότης. |
καὶ τὶ^ πρὸς αὐτούς; | καὶ τὶ πρὸς αὐτούς; |
τί^ δειλοί ἐστε, ὀλι^γόπι^στοι; | τί δειλοί ἐστε, ὀλιγόπιστοι; |
βλέπε πῶς παντα^χοῦ ἐπι^τι_μᾷ τῷ μὴ γνωρίζοντι^ τὴν ἀ^ξί^α_ν. | βλέπε πῶς πανταχοῦ ἐπιτιμᾷ τῷ μὴ γνωρίζοντι τὴν ἀξίαν. |
δι^ὰ^ τὶ^ ἐπιστάτην κα^λεῖς; | διὰ τὶ ἐπιστάτην καλεῖς; |
εἶδόν σε, φησί^, κα^θεύδοντα^ καὶ ὡς ἀνθρώπῳ προσῆλθον. | εἶδόν σε, φησί, καθεύδοντα καὶ ὡς ἀνθρώπῳ προσῆλθον. |
εἶτα ἐπειδὴ εἶδες κα^θεύδοντα^ ἠγνόησα^ς τὴν ἄυπνον ἀ^ξί^α_ν. | εἶτα ἐπειδὴ εἶδες καθεύδοντα ἠγνόησας τὴν ἄυπνον ἀξίαν. |
οὐκ ἐδύ_νω εἰπεῖν ὡς ὁ δαυίδ· | οὐκ ἐδύνω εἰπεῖν ὡς ὁ δαυίδ· |
ἐξεγέρθητι, ἵ^να_ τί^ ὑπνοῖς κύριε;. | ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς κύριε;. |
δι^ὰ^ τί^ κύ_ρι^ον οὐκ ἐκάλεσας, ἀλλ' ἐπιστάτην ὡς κοινὸν δι^δά^σκα^λον; | διὰ τί κύριον οὐκ ἐκάλεσας, ἀλλ' ἐπιστάτην ὡς κοινὸν διδάσκαλον; |
εἰ ἐπιστάτην κα^λεῖς, βοήθεια^ν ζητεῖς. | εἰ ἐπιστάτην καλεῖς, βοήθειαν ζητεῖς. |
ποῖος ἐπιστά^της δύ^να^ται κοιμίσαι κύ_μα^τα^; | ποῖος ἐπιστάτης δύναται κοιμίσαι κύματα; |
ποῖος ἐπιστά^της δύ^να^ται ἐπι^τιμῆσαι χειμῶνι^ θα^λάσσης; | ποῖος ἐπιστάτης δύναται ἐπιτιμῆσαι χειμῶνι θαλάσσης; |
εἰ ἐπιστάτην νομίζεις, ἔα_σον κα^θεύδειν τὸν ἐπιστάτην. | εἰ ἐπιστάτην νομίζεις, ἔασον καθεύδειν τὸν ἐπιστάτην. |
εἰ δὲ θεὸν κα^λεῖς, γνώριζε τὴν ἀ^ξί^α_ν καὶ δέχου τὴν βοήθεια^ν. | εἰ δὲ θεὸν καλεῖς, γνώριζε τὴν ἀξίαν καὶ δέχου τὴν βοήθειαν. |
ἀλλ' ἐκείνοις μὲν ἐπι^τι_μᾷ δι^ὰ^ τὴν ὀλιγοπιστίαν, τῇ δὲ θα^λά^σσῃ κελεύει δι^ὰ^ τὴν αὐθεντίαν. | ἀλλ' ἐκείνοις μὲν ἐπιτιμᾷ διὰ τὴν ὀλιγοπιστίαν, τῇ δὲ θαλάσσῃ κελεύει διὰ τὴν αὐθεντίαν. |
καί φησι^ τῇ θα^λά^σσῃ· | καί φησι τῇ θαλάσσῃ· |
σιώπα, πεφί_μωσο. | σιώπα, πεφίμωσο. |
ὁμοῦ προῆλθεν ὁ λόγος καὶ ἡ θά^λασσα^ ἐπέγνω τὸ πρόσταγμα^. | ὁμοῦ προῆλθεν ὁ λόγος καὶ ἡ θάλασσα ἐπέγνω τὸ πρόσταγμα. |
ἐκελεύσθη σι^ωπᾶν καὶ ἐσί_γησεν. | ἐκελεύσθη σιωπᾶν καὶ ἐσίγησεν. |
ἐκελεύσθη ἠρεμεῖν καὶ οὐκ ἀντεῖπεν. | ἐκελεύσθη ἠρεμεῖν καὶ οὐκ ἀντεῖπεν. |
τοῦτο, οἶμαι, προοιμιαζόμενος, μᾶλλον δὲ προαναφωνῶν καὶ ὁ μα^κά^ριος δαυὶδ ἔλεγεν ἐν τῷ, τὴν ἀποστολι^κὴν διαγράφων εἰκόνα^ καὶ τὸν ἐν τῇ θα^λά^σσῃ χειμῶνα^· | τοῦτο, οἶμαι, προοιμιαζόμενος, μᾶλλον δὲ προαναφωνῶν καὶ ὁ μακάριος δαυὶδ ἔλεγεν ἐν τῷ, τὴν ἀποστολικὴν διαγράφων εἰκόνα καὶ τὸν ἐν τῇ θαλάσσῃ χειμῶνα· |
οἱ κα^ταβαίνοντες εἰς θά^λα^σσα^ν ἐν πλοίοις, οἱ ποιοῦντες ἐργασίαν ἐν ὕ^δα^σι^ πολλοῖς, αὐτοὶ εἶδον τὰ^ ἔργα^ κυ_ρί^ου καὶ τὰ^ θαυμάσια^ αὐτοῦ ἐν τῷ βυ^θῷ. | οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, οἱ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. |
ἐνίοτε τὸν ἀκροατὴν συ^ναρπάσας τι^ς τῶν ἐνα^ντί^ων λέγει· | ἐνίοτε τὸν ἀκροατὴν συναρπάσας τις τῶν ἐναντίων λέγει· |
τὰ^ ἐπὶ^ τῆς ἐρυθρᾶς θα^λάσσης ὁ δαυὶδ δι^ηγεῖται θαύμα^τα^, ἅ_περ εἶδον οἱ ἰσραηλῖται πεζεύοντες ἐν τῷ βυ^θῷ, ὅτε ὕ^δα^τα^ εἰς τεῖχος ἐπήγνυτο, ὅτε ὁ φαραὼ κα^τεποντίζετο καὶ ἰσραὴλ ἐσώζετο. | τὰ ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης ὁ δαυὶδ διηγεῖται θαύματα, ἅπερ εἶδον οἱ ἰσραηλῖται πεζεύοντες ἐν τῷ βυθῷ, ὅτε ὕδατα εἰς τεῖχος ἐπήγνυτο, ὅτε ὁ φαραὼ κατεποντίζετο καὶ ἰσραὴλ ἐσώζετο. |
τότε, φησί^ν, οἱ κα^ταβαίνοντες εἶδον τὰ^ θαύμα^τα^ ἐν τῷ βυ^θῷ. | τότε, φησίν, οἱ καταβαίνοντες εἶδον τὰ θαύματα ἐν τῷ βυθῷ. |
ἀλλ' ἐλέγχει αὐτοὺς τὸ προοίμιον οἱ γὰ^ρ υἱοὶ ἰσραὴλ πεζεύσαντες εἰσῆλθον, ἐνταῦθα^ δὲ οὐ τοὺς πεζεύοντες λέγει, ἀλλὰ^ τοὺς πλέοντα^ς. | ἀλλ' ἐλέγχει αὐτοὺς τὸ προοίμιον οἱ γὰρ υἱοὶ ἰσραὴλ πεζεύσαντες εἰσῆλθον, ἐνταῦθα δὲ οὐ τοὺς πεζεύοντες λέγει, ἀλλὰ τοὺς πλέοντας. |
διό φησι^ν· | διό φησιν· |
οἱ κα^ταβαίνοντες εἰς τὴν θά^λα^σσα^ν ἐν πλοίοις, καὶ τὸ ποιοῦντες δὲ ἐργασίαν, οὐδὲν ἕτερον σημαίνει ἢ τὴν ἐπιστήμην τῶν ἁλιέων. | οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις, καὶ τὸ ποιοῦντες δὲ ἐργασίαν, οὐδὲν ἕτερον σημαίνει ἢ τὴν ἐπιστήμην τῶν ἁλιέων. |
οἱ ποιοῦντες ἐργασίαν ἐν ὕ^δα^σι^ πολλοῖς, ἀντὶ^ τοῦ οἱ ἁλιεῖς, αὐτοὶ εἶδον τὰ^ ἔργα^ κυ_ρί^ου καὶ τὰ^ θαυμάσια^ αὐτοῦ ἐν τῷ βυ^θῷ. | οἱ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, ἀντὶ τοῦ οἱ ἁλιεῖς, αὐτοὶ εἶδον τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. |
ποῖα θαυμάσια^; | ποῖα θαυμάσια; |
εἶπεν, καὶ ἔστη πνεῦμα^ κα^ταιγί^δος. | εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος. |
ἐνταῦθα^ δείκνυ_σι^ν ὅτι^ κα^τὰ^ πρόσταγμα^ θεοῦ ἐκι_νήθη ἡ θά^λασσα^. | ἐνταῦθα δείκνυσιν ὅτι κατὰ πρόσταγμα θεοῦ ἐκινήθη ἡ θάλασσα. |
οὐ γὰ^ρ ἂ^ν ἐπεμάνη τοῖς μα^θηταῖς τοῦ δεσπότου μὴ βουλομένου. | οὐ γὰρ ἂν ἐπεμάνη τοῖς μαθηταῖς τοῦ δεσπότου μὴ βουλομένου. |
ὑψώθη τὰ^ κύ_μα^τα^ αὐτῆς. | ὑψώθη τὰ κύματα αὐτῆς. |
καὶ οἱ ἀ^πόστολοι τί^; | καὶ οἱ ἀπόστολοι τί; |
ἐταράχθησαν, ἐσαλεύθησα^ν ὡς ὁ μεθύων, καὶ πᾶσα^ ἡ σοφί^α_ αὐτῶν κατεπόθη. | ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. |
ποία σοφί^α_; | ποία σοφία; |
ἡ πί^στι_ς. | ἡ πίστις. |
κατεπόθη ἡ σοφί^α_ ἀ^πὸ τῆς ὀλιγοπιστία_ς κατασχεθεῖσα^, καὶ ἐκέκρα_ξα^ν πρὸς κύ_ρι^ον ἐν τῷ θλί_βεσθαι αὐτούς. | κατεπόθη ἡ σοφία ἀπὸ τῆς ὀλιγοπιστίας κατασχεθεῖσα, καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς. |
ἐπιστάτα, ἐπιστάτα, ἀ^πολλύμεθα^. | ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. |
καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόμα^τος αὐτοῦ. | καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. |
καὶ τί^ μετὰ^ τοῦτο; | καὶ τί μετὰ τοῦτο; |
τὸ εὐαγγελι^κὸν ἐκεῖνο πρόσταγμα^· | τὸ εὐαγγελικὸν ἐκεῖνο πρόσταγμα· |
σιώπα, πεφί_μωσο. | σιώπα, πεφίμωσο. |
βλέπε πῶς προαναφωνεῖ ὁ προφήτης. | βλέπε πῶς προαναφωνεῖ ὁ προφήτης. |
καὶ ἐπετίμησε τῇ κατιγί^δι^, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσί_γησε τὰ^ κύ_μα^τα^ αὐτῆς. | καὶ ἐπετίμησε τῇ κατιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησε τὰ κύματα αὐτῆς. |
ἐπιτιμᾷ τοίνυ^ν τῇ θα^λά^ττῃ, καὶ ἡσυ^χά^ζει. | ἐπιτιμᾷ τοίνυν τῇ θαλάττῃ, καὶ ἡσυχάζει. |
ἐπέγνω τὸ δεσποτι^κὸν κέλευσμα^ καὶ ἠρεμεῖ. | ἐπέγνω τὸ δεσποτικὸν κέλευσμα καὶ ἠρεμεῖ. |
ἐπετίμησεν αὐτῇ ἵ^να_ αὐτὴν καταστείλῃ· | ἐπετίμησεν αὐτῇ ἵνα αὐτὴν καταστείλῃ· |
οὐκ ἠπείλησεν ἵ^να_ μὴ ξηράνῃ. | οὐκ ἠπείλησεν ἵνα μὴ ξηράνῃ. |
εἰ γὰ^ρ ἠπείλησεν, ἐξήρανεν, κα^θώς φησι^ν ὁ προφήτης· | εἰ γὰρ ἠπείλησεν, ἐξήρανεν, καθώς φησιν ὁ προφήτης· |
ἀπειλῶν θα^λά^σσῃ καὶ ξηραίνων αὐτήν. | ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτήν. |
εἶτα μὲν τὴν ἐπι^τίμησι^ν ἄρχονται λέγειν οἱ μα^θηταί· | εἶτα μὲν τὴν ἐπιτίμησιν ἄρχονται λέγειν οἱ μαθηταί· |
τίς ἐστι^ν οὗτος ὅτι^ καὶ οἱ ἄ^νεμοι καὶ ἡ θά^λασσα^ αὐτῷ ὑ^πα^κούουσι^ν;. | τίς ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;. |
ὅρα_ πῶς ἠγνόουν ἀκμὴν τὴν ἀ^ξί^α_ν, προσέχοντες τῇ οἰκονομί^ᾳ. | ὅρα πῶς ἠγνόουν ἀκμὴν τὴν ἀξίαν, προσέχοντες τῇ οἰκονομίᾳ. |
εἶτα τί^ ἐπά^γει τὸ εὐαγγέλιον; | εἶτα τί ἐπάγει τὸ εὐαγγέλιον; |
προσελθόντες φησὶ^ προσεκύνησα^ν αὐτῷ τι^νες οἱ ἐν τῷ πλοίῳ μα^θηταὶ λέγοντες· | προσελθόντες φησὶ προσεκύνησαν αὐτῷ τινες οἱ ἐν τῷ πλοίῳ μαθηταὶ λέγοντες· |
ἀ^ληθῶς θεοῦ υἱὸς εἶ. | ἀληθῶς θεοῦ υἱὸς εἶ. |
ὅρα_ τί^ ὠφέλησεν ἡ θά^λασσα^. | ὅρα τί ὠφέλησεν ἡ θάλασσα. |
πρὸ τῆς ταραχῆς ἐπιστάτην ἐκά^λουν, μετὰ^ τὴν ταραχὴν υἱὸν θεοῦ ὡμολόγουν ἡ τα^ρα^χὴ τὴν ἀ^ξί^α_ν ἔδειξεν. | πρὸ τῆς ταραχῆς ἐπιστάτην ἐκάλουν, μετὰ τὴν ταραχὴν υἱὸν θεοῦ ὡμολόγουν ἡ ταραχὴ τὴν ἀξίαν ἔδειξεν. |
ἀ^ληθῶς θεοῦ υἱὸς εἶ. | ἀληθῶς θεοῦ υἱὸς εἶ. |
ταῦτά μοι πά^ντα^ εἴρηται πρὸς τὸ δεῖξαι τὴν δι^αίρεσι^ν τῆς πίστεως καὶ ἀ^πι^στί^α_ς καὶ ὀλιγοπιστία_ς καὶ δυσπιστία_ς. | ταῦτά μοι πάντα εἴρηται πρὸς τὸ δεῖξαι τὴν διαίρεσιν τῆς πίστεως καὶ ἀπιστίας καὶ ὀλιγοπιστίας καὶ δυσπιστίας. |
ὁ δὲ σωτὴρ ἐκθειάζων τὸν ἑκα^τόνταρχον δι^ὰ^ τὸ εἰπὲ λόγῳ καὶ ἰα_θήσεται ὁ παῖς μου, φησὶ^ πρὸς τοὺς ἀκολουθοῦντα^ς· | ὁ δὲ σωτὴρ ἐκθειάζων τὸν ἑκατόνταρχον διὰ τὸ εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου, φησὶ πρὸς τοὺς ἀκολουθοῦντας· |
ἀμὴν λέγω ὑ_μῖν, οὐ δὲ ἐν τῷ ἰσραὴλ εὗρον τοσαύτην πίστι^ν. | ἀμὴν λέγω ὑμῖν, οὐ δὲ ἐν τῷ ἰσραὴλ εὗρον τοσαύτην πίστιν. |
οὐχ εὗρες πίστι^ν ἐν τῷ ἰσραήλ; | οὐχ εὗρες πίστιν ἐν τῷ ἰσραήλ; |
οὐκ ἠξι^ώθης ἐπι^θεῖναι χεῖρα^ τῇ πενθερᾷ πέτρου; | οὐκ ἠξιώθης ἐπιθεῖναι χεῖρα τῇ πενθερᾷ πέτρου; |
εἰ μὴ ἐπίστευον, πῶς παρεκά^λου; | εἰ μὴ ἐπίστευον, πῶς παρεκάλου; |
ἀλλ' οὐκ εἶπεν· | ἀλλ' οὐκ εἶπεν· |
οὐχ εὗρον, ἀλλ' οὐχ εὗρον τοσαύτην. | οὐχ εὗρον, ἀλλ' οὐχ εὗρον τοσαύτην. |
παρεκλήθην ἐπι^θεῖναι χεῖρα^ τῇ πενθερᾷ πέτρου, ἀλλ' οὐδεὶς ἔνηψεν ὡς οὗτος· | παρεκλήθην ἐπιθεῖναι χεῖρα τῇ πενθερᾷ πέτρου, ἀλλ' οὐδεὶς ἔνηψεν ὡς οὗτος· |
εἰπὲ λόγῳ καὶ δί^ωξον τὸν πυ^ρετόν. | εἰπὲ λόγῳ καὶ δίωξον τὸν πυρετόν. |
ἐκάλεσέ με καὶ ὁ τῆς συ^ναγωγῆς ἄρχων ἰάειρος καὶ εἶπέ μοι· | ἐκάλεσέ με καὶ ὁ τῆς συναγωγῆς ἄρχων ἰάειρος καὶ εἶπέ μοι· |
τὸ θυ^γάτριόν μου ἀ^πόλλυ^ται· | τὸ θυγάτριόν μου ἀπόλλυται· |
ἐλθὲ καὶ ἴα_σαι αὐτήν. | ἐλθὲ καὶ ἴασαι αὐτήν. |
καὶ ἐμοῦ πρὸς αὐτὸν εἰρηκότος· | καὶ ἐμοῦ πρὸς αὐτὸν εἰρηκότος· |
θάρσει, ἡ θυ^γά^τηρ σου ζῇ, ἔλεγεν· | θάρσει, ἡ θυγάτηρ σου ζῇ, ἔλεγεν· |
κύριε, ἐλθὲ πρὶ^ν ἀποθά^νῃ. | κύριε, ἐλθὲ πρὶν ἀποθάνῃ. |
καὶ οὐκ ἐγνώρι^σε τοῦ ῥήμα^τος τὴν ἀ^ξί^α_ν, ἀλλὰ^ ἀ^πῄτησε τοῦ σώμα^τος τὴν πα^ρουσίαν. | καὶ οὐκ ἐγνώρισε τοῦ ῥήματος τὴν ἀξίαν, ἀλλὰ ἀπῄτησε τοῦ σώματος τὴν παρουσίαν. |
ἐπί^στευσα^ν πολλοί, ἀλλ' οὐχ ὡς οὗτος· | ἐπίστευσαν πολλοί, ἀλλ' οὐχ ὡς οὗτος· |
ἐπίστευσαν, ἀλλ' οὐ κατ' αὐτόν. | ἐπίστευσαν, ἀλλ' οὐ κατ' αὐτόν. |
ἀμὴν λέγω ὑ_μῖν, οὐ δὲ ἐν τῷ ἰσραὴλ τοσαύτην πίστι^ν εὗρον. | ἀμὴν λέγω ὑμῖν, οὐ δὲ ἐν τῷ ἰσραὴλ τοσαύτην πίστιν εὗρον. |
οὗτος τοίνυ^ν ὁ πιστὸς προήνεγκεν πίστι^ν ἐκ τοῦ ἀ^γα^θοῦ θησαυροῦ, ὁ δὲ αἱρετι^κὸς προφέρει ἀ^πιστίαν ἐκ τοῦ πονηροῦ θησαυροῦ. | οὗτος τοίνυν ὁ πιστὸς προήνεγκεν πίστιν ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ, ὁ δὲ αἱρετικὸς προφέρει ἀπιστίαν ἐκ τοῦ πονηροῦ θησαυροῦ. |
καὶ ὅρα_ τῆς γρα^φῆς τὴν σύνεσι^ν, μᾶλλον δὲ ὅρα_ τὴν πηγὴν τῆς σοφί^α_ς, οἷα^ φθέγγεται· | καὶ ὅρα τῆς γραφῆς τὴν σύνεσιν, μᾶλλον δὲ ὅρα τὴν πηγὴν τῆς σοφίας, οἷα φθέγγεται· |
ὁ ἀ^γα^θὸς ἄνθρωπος ἐκ τοῦ ἀ^γα^θοῦ θησαυροῦ τῆς κα^ρδί^α_ς προφέρει τὰ^ ἀ^γα^θά^, καὶ ὁ πονηρὸς ἄνθρωπος ἀ^πὸ τοῦ πονηροῦ θησαυροῦ τῆς κα^ρδί^α_ς προφέρει αὐτοῦ προφέρει τὰ^ κα^κά^. | ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἀπὸ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προφέρει αὐτοῦ προφέρει τὰ κακά. |
ἐνταῦθα^ πρόσεχε πῶς οὐ φύ^σι^ν πονηρὰ_ν οὔ τε ἀ^γα^θὴν ἔδειξεν, ἀλλὰ^ προαίρεσι^ν, καὶ πρὸς τοῦτο νεύουσα^ν καὶ πρὸς ἐκεῖνο βλέπουσα^ν. | ἐνταῦθα πρόσεχε πῶς οὐ φύσιν πονηρὰν οὔ τε ἀγαθὴν ἔδειξεν, ἀλλὰ προαίρεσιν, καὶ πρὸς τοῦτο νεύουσαν καὶ πρὸς ἐκεῖνο βλέπουσαν. |
τοῦτο δὲ τὸ ῥῆμα^ τὴν μανιχαίων ἐλέγχει κα^κί^α_ν, τῶν τὴν σάρκα^ πονηρὰ_ν ὁριζομένων, τὴν δὲ ψυ_χὴν ἐκ τοῦ ἀ^γα^θοῦ. | τοῦτο δὲ τὸ ῥῆμα τὴν μανιχαίων ἐλέγχει κακίαν, τῶν τὴν σάρκα πονηρὰν ὁριζομένων, τὴν δὲ ψυχὴν ἐκ τοῦ ἀγαθοῦ. |
βούλονται γὰ^ρ οἱ τῶν μανιχαίων παῖδες τὴν μὲν σάρκα^ εἶναι τοῦ πονηροῦ, τουτ έστι^ν τοῦ δι^α^βόλου, τὴν δὲ ψυ_χὴν τοῦ θεοῦ. | βούλονται γὰρ οἱ τῶν μανιχαίων παῖδες τὴν μὲν σάρκα εἶναι τοῦ πονηροῦ, τουτ έστιν τοῦ διαβόλου, τὴν δὲ ψυχὴν τοῦ θεοῦ. |
ἐλέγχει δὲ αὐτοὺς. | ἐλέγχει δὲ αὐτοὺς. |
εἰ γὰ^ρ ἡ κα^ρδί^α_ τοῦ σώμα^τός ἐστι^ν, πῶς ἐκ τοῦ πονηροῦ θησαυροῦ προφέρει ἀ^γα^θά^; | εἰ γὰρ ἡ καρδία τοῦ σώματός ἐστιν, πῶς ἐκ τοῦ πονηροῦ θησαυροῦ προφέρει ἀγαθά; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.