macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
τὸ γὰ^ρ φύ^σει πονηρὸν ἀ^γα^θὰ^ προφέρειν οὐ δύ^να^ται. | τὸ γὰρ φύσει πονηρὸν ἀγαθὰ προφέρειν οὐ δύναται. |
ὁρίσονται τοίνυ^ν ὅπερ ἐθέλουσι^ν. | ὁρίσονται τοίνυν ὅπερ ἐθέλουσιν. |
βούλονται τὴν καρδί^α_ν ἡμῶν πονηρὰ_ν εἶναι. | βούλονται τὴν καρδίαν ἡμῶν πονηρὰν εἶναι. |
δι^ὰ^ τί^ οὖν προφέρει ἀ^γα^θά^; | διὰ τί οὖν προφέρει ἀγαθά; |
ἀλλ' ἀ^γα^θὴν κα^τὰ^ φύ^σι^ν. | ἀλλ' ἀγαθὴν κατὰ φύσιν. |
καὶ εὑρίσκεις τὸ σαθρὸν τῆς ἀ^πι^στί^α_ς. | καὶ εὑρίσκεις τὸ σαθρὸν τῆς ἀπιστίας. |
δι^ὰ^ τοῦτο τὰ^ δύ^ο ἔταξεν, καὶ πονηρὸν εἶπε καὶ ἀ^γα^θὸν ἄνθρωπον, ἵ^να_ μὴ τῆς φύ^σεως καταδράμῃς, ἀλλ' ἵ^να_ γνωρί^σῃς τὴν προαίρεσι^ν. | διὰ τοῦτο τὰ δύο ἔταξεν, καὶ πονηρὸν εἶπε καὶ ἀγαθὸν ἄνθρωπον, ἵνα μὴ τῆς φύσεως καταδράμῃς, ἀλλ' ἵνα γνωρίσῃς τὴν προαίρεσιν. |
ὁ ἀ^γα^θὸς ἄνθρωπος πρῶτον, ὅρα_ πῶς τὴν φύ^σι^ν ἀ^γα^θὴν τί^θεται, μᾶλλον δὲ τὴν προσηγορίαν ὁ ἀ^γα^θὸς ἄνθρωπος καὶ ὁ πονηρὸς ἄνθρωπος. | ὁ ἀγαθὸς ἄνθρωπος πρῶτον, ὅρα πῶς τὴν φύσιν ἀγαθὴν τίθεται, μᾶλλον δὲ τὴν προσηγορίαν ὁ ἀγαθὸς ἄνθρωπος καὶ ὁ πονηρὸς ἄνθρωπος. |
εἰ φύ^σει πονηρός, δι^ὰ^ τί^ ἀ^γα^θός; | εἰ φύσει πονηρός, διὰ τί ἀγαθός; |
καὶ εἰ φύ^σι^ς ἀ^γα^θός, δι^ὰ^ τί^ πονηρός; | καὶ εἰ φύσις ἀγαθός, διὰ τί πονηρός; |
ὅρα πῶς οὐ περὶ^ φύ^σεως νῦν δι^α^λέγεται, ἀλλὰ^ τῆς προαιρέσεως τὴν ἐξουσί^α_ν ὁρίζεται. | ὅρα πῶς οὐ περὶ φύσεως νῦν διαλέγεται, ἀλλὰ τῆς προαιρέσεως τὴν ἐξουσίαν ὁρίζεται. |
ἀλλὰ^ προφέρουσι^ν τὸ ἀποστολι^κὸν οἱ μανιχαῖοι καὶ συκοφαντοῦσι^ τὴν ἀποστολι^κὴν φωνὴν λέγουσα^ν ὅτι^ ἡ σάρξ πονηρά ἐστι^ν. | ἀλλὰ προφέρουσιν τὸ ἀποστολικὸν οἱ μανιχαῖοι καὶ συκοφαντοῦσι τὴν ἀποστολικὴν φωνὴν λέγουσαν ὅτι ἡ σάρξ πονηρά ἐστιν. |
ἄ^κουε γά^ρ, φησί^ν, οἷα^ δι^δά^σκει παῦλος· | ἄκουε γάρ, φησίν, οἷα διδάσκει παῦλος· |
φανερὰ δέ ἐστι^ τὰ^ ἔργα^ τῆς σαρκός, ἅ^τι^νά^ ἐστι^ πορνεία_, μοιχεία^ καὶ τὰ^ ἑξῆς. | φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, μοιχεία καὶ τὰ ἑξῆς. |
ὁ δὲ καρπὸς τοῦ πνεύμα^τος, ἀγάπη, χα^ρά_, εἰρήνη καὶ τὰ^ ἑξῆς. | ὁ δὲ καρπὸς τοῦ πνεύματος, ἀγάπη, χαρά, εἰρήνη καὶ τὰ ἑξῆς. |
ὁρᾷς, φησί^ν, πῶς τὰ^ ἐξ ἐνα^ντί^α_ς τί^θεται σάρκα^ καὶ πνεῦμα^, καὶ τὸ μὲν κα^λεῖ πηγὴν ἀ^γα^θῶν, τὴν δὲ πηγὴν πονηρῶν. | ὁρᾷς, φησίν, πῶς τὰ ἐξ ἐναντίας τίθεται σάρκα καὶ πνεῦμα, καὶ τὸ μὲν καλεῖ πηγὴν ἀγαθῶν, τὴν δὲ πηγὴν πονηρῶν. |
οὐκοῦν ἴ^δωμεν εἰ ἀληθῶς τῇ κακίᾳ ἐκείνων συντρέχει ὁ ἀποστολι^κὸς λόγος, καὶ μὴ τῆς προαιρέσεως ἑρμηνεύει τὴν δύ^να^μι^ν. | οὐκοῦν ἴδωμεν εἰ ἀληθῶς τῇ κακίᾳ ἐκείνων συντρέχει ὁ ἀποστολικὸς λόγος, καὶ μὴ τῆς προαιρέσεως ἑρμηνεύει τὴν δύναμιν. |
ἡ σάρξ, εἰ πονηρόν ἐστι^ πλάσμα^ καὶ τοῦ πονηροῦ ἔργον ἐστί^ν, τί^νος ἕνεκεν δι^ὰ^ τῆς πονηρᾶς σαρκὸς τῶν ἀ^γα^θῶν τὴν ὕπαρξι^ν λα^μβά^νει; | ἡ σάρξ, εἰ πονηρόν ἐστι πλάσμα καὶ τοῦ πονηροῦ ἔργον ἐστίν, τίνος ἕνεκεν διὰ τῆς πονηρᾶς σαρκὸς τῶν ἀγαθῶν τὴν ὕπαρξιν λαμβάνει; |
ἐχρῆν τὴν γλῶττα^ν, εἰ φύ^σι^ς ἐστί^ν πονηρά, περὶ^ θεοῦ μὴ φθέγγεσθαι. | ἐχρῆν τὴν γλῶτταν, εἰ φύσις ἐστίν πονηρά, περὶ θεοῦ μὴ φθέγγεσθαι. |
ἐχρῆν τὴν γλῶττα^ν εὔφημα^ μὴ λα^λεῖν. | ἐχρῆν τὴν γλῶτταν εὔφημα μὴ λαλεῖν. |
ἐχρῆν τὴν γλῶττα^ν τὰ^ θεῖα^ μὲν πάντη φεύγειν ὡς ἀ^λλότρι^α^, αἰσχρολογεῖν δὲ μόνον καὶ δυσφημεῖν καὶ πά^ντα^ ποιεῖν τὰ^ τῆς σαρκὸς ἴ^δι^α^. | ἐχρῆν τὴν γλῶτταν τὰ θεῖα μὲν πάντη φεύγειν ὡς ἀλλότρια, αἰσχρολογεῖν δὲ μόνον καὶ δυσφημεῖν καὶ πάντα ποιεῖν τὰ τῆς σαρκὸς ἴδια. |
πῶς οὖν δι^δα^σκα^λί^α_ σεμνότητος δι^ὰ^ τῆς γλώττης ἥτι^ς ἐστὶ^ φύ^σι^ς τοῦ κα^κοῦ; | πῶς οὖν διδασκαλία σεμνότητος διὰ τῆς γλώττης ἥτις ἐστὶ φύσις τοῦ κακοῦ; |
δι^ὰ^ τί^ δὲ δι^ὰ^ τῶν ἀ^κοῶν τούτων, ἅ^τι^νά^ ἐστι^ κατ' ἐκείνους ὄργα^να^ τοῦ δι^α^βόλου, λόγος θεοῦ χωρεῖ; | διὰ τί δὲ διὰ τῶν ἀκοῶν τούτων, ἅτινά ἐστι κατ' ἐκείνους ὄργανα τοῦ διαβόλου, λόγος θεοῦ χωρεῖ; |
εἰ γὰ^ρ ἀ^λλότρι^ον τὸ ὄργα^νον, πῶς δέχεται τοῦ ἀ^γα^θοῦ τὴν ἐνέργεια^ν; | εἰ γὰρ ἀλλότριον τὸ ὄργανον, πῶς δέχεται τοῦ ἀγαθοῦ τὴν ἐνέργειαν; |
δι^ὰ^ τί^ ὀφθαλμοί, εἰ τῆς πονηρᾶς εἰσι^ φύ^σεως, βλέπουσι^ν ἄ^νω πρὸς τὸν κα^τοικοῦντα^ ἐν τῷ οὐρα^νῷ; | διὰ τί ὀφθαλμοί, εἰ τῆς πονηρᾶς εἰσι φύσεως, βλέπουσιν ἄνω πρὸς τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ; |
τὸ στόμα^, εἰ τοῦ πονηροῦ ἐστι^, δι^ὰ^ τί^ ὁ προφήτης λέγει· | τὸ στόμα, εἰ τοῦ πονηροῦ ἐστι, διὰ τί ὁ προφήτης λέγει· |
τὸ στόμα^ μου λα^λήσει σοφί^α_ν; | τὸ στόμα μου λαλήσει σοφίαν; |
σοφία γὰ^ρ κα^κί^α_ς ἀ^λλοτρί^α_. | σοφία γὰρ κακίας ἀλλοτρία. |
αἱ χεῖρες, εἰ πονηρὸν ὄργα^νον, δι^ὰ^ τί^ ἐλεημοσύνην ἐργάζονται; | αἱ χεῖρες, εἰ πονηρὸν ὄργανον, διὰ τί ἐλεημοσύνην ἐργάζονται; |
δι^ὰ^ τί^ πρὸς θεὸν ἁπλοῦνται; | διὰ τί πρὸς θεὸν ἁπλοῦνται; |
ἐκτείνω γὰ^ρ τὰ_ς χεῖρά^ς μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρα^νὸν καὶ τὴν γῆν ἡ κοιλί^α_ αὕτη ἡ τὰ_ς τροφὰ_ς δεχομένη, εἰ τοῦ πονηροῦ ὑ^πῆρχεν κατασκεύασμα^, δι^ὰ^ τί^ ἐν μέσῳ αὐτῆς νόμον δέχεται; | ἐκτείνω γὰρ τὰς χεῖράς μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν ἡ κοιλία αὕτη ἡ τὰς τροφὰς δεχομένη, εἰ τοῦ πονηροῦ ὑπῆρχεν κατασκεύασμα, διὰ τί ἐν μέσῳ αὐτῆς νόμον δέχεται; |
τοῦ ποιῆσαι γά^ρ φησι^ν, ὁ θεός, τὸ θέλημά^ σου ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλί^α_ς μου. | τοῦ ποιῆσαι γάρ φησιν, ὁ θεός, τὸ θέλημά σου ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. |
οἱ πόδες, εἰ τοῦ πονηροῦ μέρος εἰσί^ν, δι^ὰ^ τί^ προσκυ^νοῦσι^ν; | οἱ πόδες, εἰ τοῦ πονηροῦ μέρος εἰσίν, διὰ τί προσκυνοῦσιν; |
ἡ γὰ^ρ τῆς προσκυνήσεως γονυκλισία δι^ὰ^ τῶν ποδῶν ἐπι^τελεῖται. | ἡ γὰρ τῆς προσκυνήσεως γονυκλισία διὰ τῶν ποδῶν ἐπιτελεῖται. |
δι^ὰ^ τί^ δὲ καὶ δαυὶδ λέγει· | διὰ τί δὲ καὶ δαυὶδ λέγει· |
ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι^; | ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι; |
εἰ τῆς κα^κί^α_ς ἐστί^, πῶς γνωρίζει τὴν εὐθύτητα^; | εἰ τῆς κακίας ἐστί, πῶς γνωρίζει τὴν εὐθύτητα; |
ταῦτα^ ἐλεγχέτω τὴν τῶν αἱρετι^κῶν ἀσέβεια^ν. | ταῦτα ἐλεγχέτω τὴν τῶν αἱρετικῶν ἀσέβειαν. |
τί^ οὖν βούλεται λέγειν ὁ παῦλος· | τί οὖν βούλεται λέγειν ὁ παῦλος· |
φανερὰ δέ ἐστι^ τὰ^ ἔργα^ τῆς σαρκός; | φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός; |
εἰ γά^ρ, ὡς ἀπέδειξα^ς, ἅ^πα^ν τὸ σῶ^μα^ ὄργα^νον γί_νεται τῆς ἀ^ληθεία_ς, τῆς τοῦ θεοῦ σοφί^α_ς καὶ ἀγαθότητος, δι^ὰ^ τί^ τὴν σάρκα^ διαβά^λλει παῦλος; | εἰ γάρ, ὡς ἀπέδειξας, ἅπαν τὸ σῶμα ὄργανον γίνεται τῆς ἀληθείας, τῆς τοῦ θεοῦ σοφίας καὶ ἀγαθότητος, διὰ τί τὴν σάρκα διαβάλλει παῦλος; |
σάρκα^ κα^λεῖ τὸ σαρκι^κὸν φρόνημα^, τὸ τῇ σαρκὶ^ χα^ρί^ζεσθαι μόνῃ καὶ τῆς ψυ_χῆς μὴ ἐπι^μελεῖσθαι, τὸ προνοεῖν τῶν πα^ρόντων καὶ ἀμελεῖν τῶν μελλόντων. | σάρκα καλεῖ τὸ σαρκικὸν φρόνημα, τὸ τῇ σαρκὶ χαρίζεσθαι μόνῃ καὶ τῆς ψυχῆς μὴ ἐπιμελεῖσθαι, τὸ προνοεῖν τῶν παρόντων καὶ ἀμελεῖν τῶν μελλόντων. |
ὅτα^ν γά^ρ τι^ς τῇ τρυ^φῇ χα^ρί^ζηται καὶ περὶ^ τὴν τοῦ σώμα^τος εὐκοσμίαν καταγίνηται ὅπως θερα^πεύσῃ τὸ σῶ^μα^ μυ_ρί^οις τραύμα^σι^ τὴν ψυ_χὴν ἡλκωμένος, τότε σαρκι^κός ἐστι^ν ὡς τῇ σαρκὶ^ προσκείμενος καὶ τῆς ψυ_χῆς μὴ ἀντι^ποιούμενος. | ὅταν γάρ τις τῇ τρυφῇ χαρίζηται καὶ περὶ τὴν τοῦ σώματος εὐκοσμίαν καταγίνηται ὅπως θεραπεύσῃ τὸ σῶμα μυρίοις τραύμασι τὴν ψυχὴν ἡλκωμένος, τότε σαρκικός ἐστιν ὡς τῇ σαρκὶ προσκείμενος καὶ τῆς ψυχῆς μὴ ἀντιποιούμενος. |
καὶ ἵ^να_ δείξῃ παῦλος ὅτι^ τὴν σάρκα^ σαρκι^κὸν φρόνημα^ κα^λεῖ, λέγει τοῖς πιστοῖς· | καὶ ἵνα δείξῃ παῦλος ὅτι τὴν σάρκα σαρκικὸν φρόνημα καλεῖ, λέγει τοῖς πιστοῖς· |
ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί^, ἀλλ' ἐν πνεύμα^τι^. | ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι. |
ἆρα ἄσα^ρκοι ἦσα^ν πρὸς οὓς ἔγρα^φεν; | ἆρα ἄσαρκοι ἦσαν πρὸς οὓς ἔγραφεν; |
οὐκ ἴσα_σι^ν οἱ αἱρετι^κοὶ τὰ^ τῶν γρα^φῶν ἰ^δι^ώμα^τα^, ἀ^γνοοῦσι^ τῆς γρα^φῆς τὴν ἀκολουθίαν. | οὐκ ἴσασιν οἱ αἱρετικοὶ τὰ τῶν γραφῶν ἰδιώματα, ἀγνοοῦσι τῆς γραφῆς τὴν ἀκολουθίαν. |
εἰ ἀ^λλοτρί^α_ τοῦ θεοῦ ἡ σάρξ, δι^ὰ^ τί^ ὁ θεὸς εἶπεν· | εἰ ἀλλοτρία τοῦ θεοῦ ἡ σάρξ, διὰ τί ὁ θεὸς εἶπεν· |
ἔσται ἐν ταῖς ἐσχά^ταις ἡμέραις ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου ἐπὶ^ πᾶσα^ν σάρκα^; | ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα; |
δι^ὰ^ τί^ μὴ ἐπὶ^ πᾶσα^ν ψυ_χήν; | διὰ τί μὴ ἐπὶ πᾶσαν ψυχήν; |
δι^ὰ^ τί^ μὴ ἐπὶ^ πά^ντα^ νοῦν, ἀλλ' ἐπὶ^ πᾶσα^ν σάρκα^; | διὰ τί μὴ ἐπὶ πάντα νοῦν, ἀλλ' ἐπὶ πᾶσαν σάρκα; |
εἰ ἀ^λλοτρί^α_ τοῦ θεοῦ ἡ σάρξ, δι^ὰ^ τί^ λέγει δαυίδ· | εἰ ἀλλοτρία τοῦ θεοῦ ἡ σάρξ, διὰ τί λέγει δαυίδ· |
πρὸς σὲ πᾶσα^ σὰρξ ἥξει. | πρὸς σὲ πᾶσα σὰρξ ἥξει. |
ἀλλὰ^ σάρκα^ εἴωθεν πολλά^κι^ς ἡ γρα^φὴ κα^λεῖν τὸν κα^θόλου ἄνθρωπον, ἀ^πὸ μέρους ὀνομά^ζουσα^. | ἀλλὰ σάρκα εἴωθεν πολλάκις ἡ γραφὴ καλεῖν τὸν καθόλου ἄνθρωπον, ἀπὸ μέρους ὀνομάζουσα. |
πολλά^κι^ς δὲ τὸν αὐτὸν κα^λεῖ καὶ ψυ_χήν, ἀ^πὸ μέρους τὸ πᾶν προσα^γορεύουσα^. | πολλάκις δὲ τὸν αὐτὸν καλεῖ καὶ ψυχήν, ἀπὸ μέρους τὸ πᾶν προσαγορεύουσα. |
πολλά^κι^ς δὲ αὐτὸν κα^λεῖ καὶ πνοήν, τὸν κα^θόλου ἄνθρωπον. | πολλάκις δὲ αὐτὸν καλεῖ καὶ πνοήν, τὸν καθόλου ἄνθρωπον. |
ὅτα^ν μὲν οὖν θέλῃ κα^λεῖν τὸν ἄνθρωπον σάρκα^, οὐ τὸ σῶ^μα^ μόνον ἀλλὰ^ καὶ τὴν ψυ_χὴν ὀνομάζει, ὡς ἔφθημεν εἰπόντες· | ὅταν μὲν οὖν θέλῃ καλεῖν τὸν ἄνθρωπον σάρκα, οὐ τὸ σῶμα μόνον ἀλλὰ καὶ τὴν ψυχὴν ὀνομάζει, ὡς ἔφθημεν εἰπόντες· |
πρὸς σὲ πᾶσα^ σὰρξ ἥξει, ἀντὶ^ τοῦ πᾶς ἄνθρωπος. | πρὸς σὲ πᾶσα σὰρξ ἥξει, ἀντὶ τοῦ πᾶς ἄνθρωπος. |
οὐ γὰ^ρ σὰρξ καθ' ἑαυτὴν ἄ^νευ ψυ_χῆς ἢ τοῦ νοῦ κα^ταγγέλλεται. | οὐ γὰρ σὰρξ καθ' ἑαυτὴν ἄνευ ψυχῆς ἢ τοῦ νοῦ καταγγέλλεται. |
ὅτα^ν θέλῃ πά^λι^ν τὸν πά^ντα^ ἄνθρωπον ἀ^πὸ ψυ_χῆς γνωρί^σαι, λέγει· | ὅταν θέλῃ πάλιν τὸν πάντα ἄνθρωπον ἀπὸ ψυχῆς γνωρίσαι, λέγει· |
ἐν ἑβδομήκοντα^ πέντε ψυ_χαῖς κα^τῆλθεν ἰακὼβ εἰς αἴγυπτον. | ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατῆλθεν ἰακὼβ εἰς αἴγυπτον. |
καὶ δηλονότι^ οὐκ ἀσώμα^τοι ἦσα^ν ψυ_χαὶ οἱ κα^τελθόντες εἰς αἴγυπτον, ἀλλ' ὁλοτελεῖς ἄνθρωποι. | καὶ δηλονότι οὐκ ἀσώματοι ἦσαν ψυχαὶ οἱ κατελθόντες εἰς αἴγυπτον, ἀλλ' ὁλοτελεῖς ἄνθρωποι. |
ἔστι^ν ὅτε πά^λι^ν ἡ θεία_ γρα^φὴ κα^λεῖ τὸν ἄνθρωπον πά^ντα^ πνοὴν κα^τὰ^ τό· | ἔστιν ὅτε πάλιν ἡ θεία γραφὴ καλεῖ τὸν ἄνθρωπον πάντα πνοὴν κατὰ τό· |
πᾶσα^ πνοὴ αἰνεσά^τω τὸν κύ_ρι^ον. | πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. |
καὶ οὐκ ἐνταῦθα μόνον ἀλλὰ^ καὶ ὅτε ἰοὺ ὁ βα^σι^λεὺς ἀ^νῄρει τοὺς πολεμί^ους, λέγει ἡ βίβλος τῶν βασιλειῶν· | καὶ οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ὅτε ἰοὺ ὁ βασιλεὺς ἀνῄρει τοὺς πολεμίους, λέγει ἡ βίβλος τῶν βασιλειῶν· |
καὶ ἐπά^τα^ξεν ἰοὺ ὁ βα^σι^λεὺς τὸν οἶκον ἀχαὰβ καὶ οὐχ ὑπελί^πετο πνοὴ ἐν τῷ οἴκῳ αὐτοῦ, ἀντὶ^ τοῦ οὐχ ὑπελί^πετο ἄνθρωπος. | καὶ ἐπάταξεν ἰοὺ ὁ βασιλεὺς τὸν οἶκον ἀχαὰβ καὶ οὐχ ὑπελίπετο πνοὴ ἐν τῷ οἴκῳ αὐτοῦ, ἀντὶ τοῦ οὐχ ὑπελίπετο ἄνθρωπος. |
οὐκοῦν ἄλλως μέμνηται τῆς σαρκός, ὅταν τὴν φύ^σι^ν κηρύττῃ καὶ ἄλλως πά^λι^ν μέμνηται, ὅταν τὸ σαρκι^κὸν ἐλέγχῃ φρόνημα^. | οὐκοῦν ἄλλως μέμνηται τῆς σαρκός, ὅταν τὴν φύσιν κηρύττῃ καὶ ἄλλως πάλιν μέμνηται, ὅταν τὸ σαρκικὸν ἐλέγχῃ φρόνημα. |
ἀλλ' ἐπὶ^ τὸ προκείμενον ἐπανέλθωμεν. | ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. |
φανερὰ δέ ἐστι^ τὰ^ ἔργα^ τῆς σαρκός, οὐ τῆς φαινομένης, ἀλλὰ^ τοῦ σαρκι^κοῦ φρονήμα^τος. | φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, οὐ τῆς φαινομένης, ἀλλὰ τοῦ σαρκικοῦ φρονήματος. |
καὶ ἵ^να_ μά^θῃς ὅτι^ οὐ τὴν σάρκα^ ταύτην διαβά^λλει, ἀλλὰ^ τὸ φρόνημα^ τὸ ἀπαίδευτον, ἄ^κουε αὐτοῦ ἀ^παριθμουμένου τὰ^ πρά_γμα^τα^· | καὶ ἵνα μάθῃς ὅτι οὐ τὴν σάρκα ταύτην διαβάλλει, ἀλλὰ τὸ φρόνημα τὸ ἀπαίδευτον, ἄκουε αὐτοῦ ἀπαριθμουμένου τὰ πράγματα· |
φανερὰ δέ ἐστι^ τὰ^ ἔργα^ τῆς σαρκός, ἅ^τι^νά^ ἐστι^ πορνεία_, μοιχεία^, εἰδωλολατρεία^. | φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, μοιχεία, εἰδωλολατρεία. |
δεδόσθω πορνείαν τοῦ σώμα^τος εἶναι καὶ μοιχείαν τοῦ σώμα^τος. | δεδόσθω πορνείαν τοῦ σώματος εἶναι καὶ μοιχείαν τοῦ σώματος. |
εἰδωλολατρεία^ σώμα^τος ἔργον ἢ ψυ_χῆς ἐπιτήδευμα^; | εἰδωλολατρεία σώματος ἔργον ἢ ψυχῆς ἐπιτήδευμα; |
φανερά ἐστι^ τὰ^ ἔργα^ τῆς σαρκός, ἅ^τι^νά^ ἐστι^ πορνεία_, μοιχεία. | φανερά ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, μοιχεία. |
ταῦτα^ μόνα_ ἐστὶ^ τῆς σαρκός, ἢ καὶ εἰδωλολατρεία, φαρμα^κεία_, ἔχθραι, ἔρεις, ζῆλοι, θυ_μοί, ἐριθεῖαι, διχοστασίαι; | ταῦτα μόνα ἐστὶ τῆς σαρκός, ἢ καὶ εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι; |
ταῦτα^ πά^ντα^ σώμα^τος ἀ^λλότρι^α^, ψυ_χῆς δὲ ἴ^δι^α^. | ταῦτα πάντα σώματος ἀλλότρια, ψυχῆς δὲ ἴδια. |
ψυ_χῆς δὲ λέγω ἴ^δι^α^, οὐ κα^τὰ^ φύ^σι^ν, ἀλλὰ^ κα^τὰ^ προαίρεσι^ν. | ψυχῆς δὲ λέγω ἴδια, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. |
ἀλλὰ^ γά^ρ, ἐά^ν τι^ς ἀ^κρι_βῶς προσέχῃ, εὑρίσκει ἀντιστρεφόμενον τὸν ὅρον τῶν αἱρετι^κῶν κατ' αὐτῶν. | ἀλλὰ γάρ, ἐάν τις ἀκριβῶς προσέχῃ, εὑρίσκει ἀντιστρεφόμενον τὸν ὅρον τῶν αἱρετικῶν κατ' αὐτῶν. |
λέγουσι^ν τὴν ψυ_χὴν εἶναι τοῦ θεοῦ, τὴν δὲ σάρκα^ τοῦ δι^α^βόλου. | λέγουσιν τὴν ψυχὴν εἶναι τοῦ θεοῦ, τὴν δὲ σάρκα τοῦ διαβόλου. |
εὑρίσκομεν ἀ^πὸ τῆς γρα^φῆς τὴν μὲν σάρκα^ κα^ταξιουμένην πνεύμα^τος ἁ^γί^ου, τὴν δὲ ψυ_χὴν μὴ δεχομένην τὰ^ τοῦ πνεύμα^τος. | εὑρίσκομεν ἀπὸ τῆς γραφῆς τὴν μὲν σάρκα καταξιουμένην πνεύματος ἁγίου, τὴν δὲ ψυχὴν μὴ δεχομένην τὰ τοῦ πνεύματος. |
κα^τὰ^ τὴν λέξι^ν λέγω, οὐχ ὅτι^ οὐ κα^ταξιοῦται, ἀλλὰ^ πρὸς τὸν αἱρετι^κὸν λόγον ἐνί^στα^μαι. | κατὰ τὴν λέξιν λέγω, οὐχ ὅτι οὐ καταξιοῦται, ἀλλὰ πρὸς τὸν αἱρετικὸν λόγον ἐνίσταμαι. |
εἰ ἀ^λλοτρί^α_ ἡ σὰρξ τοῦ θεοῦ, πῶς εἶπεν ὁ θεός· | εἰ ἀλλοτρία ἡ σὰρξ τοῦ θεοῦ, πῶς εἶπεν ὁ θεός· |
ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου ἐπὶ^ πᾶσα^ν σάρκα^; | ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα; |
εἰ ἡ ψυ_χὴ ἴ^δι^ον ἔργον τοῦ θεοῦ, δι^ὰ^ τί^ ὁ ψυ_χι^κὸς ἄνθρωπος οὐ δέχεται τὰ^ τοῦ πνεύμα^τος; | εἰ ἡ ψυχὴ ἴδιον ἔργον τοῦ θεοῦ, διὰ τί ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος; |
ἐδείχθη τοιγα^ροῦν σα^φῶς ὅτι^ τὰ^ ἔργα^ τῆς σαρκὸς οὐ τοῦ σώμα^τος ὄντα^, ἀλλὰ^ τοῦ σαρκι^κοῦ φρονήμα^τος. | ἐδείχθη τοιγαροῦν σαφῶς ὅτι τὰ ἔργα τῆς σαρκὸς οὐ τοῦ σώματος ὄντα, ἀλλὰ τοῦ σαρκικοῦ φρονήματος. |
τοῦτο γὰ^ρ καὶ ἀλλαχοῦ παῦλος ἑρμηνεύει λέγων· | τοῦτο γὰρ καὶ ἀλλαχοῦ παῦλος ἑρμηνεύει λέγων· |
τὸ φρόνημα^ τῆς σαρκὸς ἔχθρα_ εἰς θεόν. | τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν. |
οὐχ ἡ σὰρξ ἔχθρα_, ἀλλὰ^ τὸ φρόνημα^ τῆς σαρκός. | οὐχ ἡ σὰρξ ἔχθρα, ἀλλὰ τὸ φρόνημα τῆς σαρκός. |
ἔμαθες τί^ ἐστι^ σάρξ; | ἔμαθες τί ἐστι σάρξ; |
ἔχε τὸν ὅρον ἀσά^λευτον. | ἔχε τὸν ὅρον ἀσάλευτον. |
καὶ ὅταν εἴπῃ παῦλος ὅτι^ σὰρξ καὶ αἷμα^ βα^σι^λεία_ν θεοῦ οὐ κληρονομήσουσι^, νόησον, φησί^ν, ὅτι^ τὸ φρόνημα^ τῆς σαρκὸς βα^σι^λεία_ν θεοῦ οὐ κληρονομεῖ. | καὶ ὅταν εἴπῃ παῦλος ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι, νόησον, φησίν, ὅτι τὸ φρόνημα τῆς σαρκὸς βασιλείαν θεοῦ οὐ κληρονομεῖ. |
οὐ γὰ^ρ ἡ σὰρξ ἀ^λλοτρί^α_ τῆς κληρονομία_ς. | οὐ γὰρ ἡ σὰρξ ἀλλοτρία τῆς κληρονομίας. |
οἱ γὰ^ρ τὴν ἀνάστασι^ν ἀ^παγορεύοντες τῇ φωνῇ ταύτῃ κέχρηνται. | οἱ γὰρ τὴν ἀνάστασιν ἀπαγορεύοντες τῇ φωνῇ ταύτῃ κέχρηνται. |
πῶς φησι^ν λέγεις τὴν σάρκα^ ἐγείρεσθαι, τοῦ παύλου λέγοντος· | πῶς φησιν λέγεις τὴν σάρκα ἐγείρεσθαι, τοῦ παύλου λέγοντος· |
σὰρξ καὶ αἷμα^ βα^σι^λεία_ν θεοῦ οὐ κληρονομήσουσι^; | σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι; |
σάρξ, τὸ σαρκι^κὸν φρόνημα^, οὐ κληρονομεῖ βα^σι^λεία_ν, ἀντὶ^ τοῦ ὁ τὰ^ φαῦλα^ ἐννοούμενος βα^σι^λεία_ς ἀ^λλότρι^ος. | σάρξ, τὸ σαρκικὸν φρόνημα, οὐ κληρονομεῖ βασιλείαν, ἀντὶ τοῦ ὁ τὰ φαῦλα ἐννοούμενος βασιλείας ἀλλότριος. |
δι^ὰ^ τοῦτο ὁ ἀ^πόστολος ἐν ἑτέρῳ τόπῳ βουληθεὶς ἑρμηνεῦσαι τί^ βούλεται τὸ σὰρξ καὶ αἷμα^ βα^σι^λεία_ν θεοῦ οὐ κληρονομήσουσι^, φησὶν ἐν τῇ πρὸς κορινθίους ἐπιστολῇ· | διὰ τοῦτο ὁ ἀπόστολος ἐν ἑτέρῳ τόπῳ βουληθεὶς ἑρμηνεῦσαι τί βούλεται τὸ σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι, φησὶν ἐν τῇ πρὸς κορινθίους ἐπιστολῇ· |
μὴ πλα^νᾶσθε· | μὴ πλανᾶσθε· |
οὔ τε πόρνοι οὔ τε μοιχοὶ οὔ τε μα^λα^κοὶ οὔ τε ἀρσενοκοῖται οὔ τε μέθυ^σοι, οὐ λοίδοροι, βα^σι^λεία_ν θεοῦ οὐ κληρονομήσουσι^ν. | οὔ τε πόρνοι οὔ τε μοιχοὶ οὔ τε μαλακοὶ οὔ τε ἀρσενοκοῖται οὔ τε μέθυσοι, οὐ λοίδοροι, βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. |
οὕτω τὴν σάρκα^ πολλά^κι^ς ὅταν λέγῃ παῦλος, οὐ τὸ φαινόμενον εἶδος διαβά^λλει, ἀλλὰ^ τὸ σαρκι^κὸν φρόνημα^. | οὕτω τὴν σάρκα πολλάκις ὅταν λέγῃ παῦλος, οὐ τὸ φαινόμενον εἶδος διαβάλλει, ἀλλὰ τὸ σαρκικὸν φρόνημα. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.