macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
πῶς δὲ πονηρὰ^ ἡ σάρξ, ἡ καταξιωθεῖσα^ γενέσθαι να_ὸς τοῦ θεοῦ λόγου. | πῶς δὲ πονηρὰ ἡ σάρξ, ἡ καταξιωθεῖσα γενέσθαι ναὸς τοῦ θεοῦ λόγου. |
δι^ὰ^ τί^ δὲ ἀ^λλότρι^ον ἔργον ἀ^νέλα^βεν ὁ ἀ^γα^θός, εἰ μὴ ἴ^δι^ον αὐτοῦ τὸ πλάσμα^ ἦν; | διὰ τί δὲ ἀλλότριον ἔργον ἀνέλαβεν ὁ ἀγαθός, εἰ μὴ ἴδιον αὐτοῦ τὸ πλάσμα ἦν; |
δι^ὰ^ τί^ λα^μβά^νει τὸ ἀ^λλότρι^ον; | διὰ τί λαμβάνει τὸ ἀλλότριον; |
διὰ τί^ δι^ορθοῦται τὸ ἀ^λλότρι^ον; | διὰ τί διορθοῦται τὸ ἀλλότριον; |
διὰ τί^ τυφλοὺς θερα^πεύει καὶ οὐκ ἐᾷ χωλεύειν τὴν κα^κί^α_ν; | διὰ τί τυφλοὺς θεραπεύει καὶ οὐκ ἐᾷ χωλεύειν τὴν κακίαν; |
ἡ κα^κί^α_ τυφλὴ οὖσα^ ἀδρανής ἐστι^ καὶ ἀσθενὴς ἐλέγχεται. | ἡ κακία τυφλὴ οὖσα ἀδρανής ἐστι καὶ ἀσθενὴς ἐλέγχεται. |
ἔασον αὐτὴν ἀσθενεῖν. | ἔασον αὐτὴν ἀσθενεῖν. |
διὰ τί^ αὐτῆς ἐπιρρωννύ^εις τὰ^ ὄργα^να^. | διὰ τί αὐτῆς ἐπιρρωννύεις τὰ ὄργανα. |
ἀλλ' οὐκ ἔστι^ν ἀ^λλότρι^ον τὸ δημιούργημα^. | ἀλλ' οὐκ ἔστιν ἀλλότριον τὸ δημιούργημα. |
ἄ^κουε αὐτοῦ λέγοντος πρὸς τοὺς φαρι σαίους· | ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς φαρι σαίους· |
οὐκ ἀ^νέγνωτε ὅτι^ ὁ ποιήσα_ς, ἄρσεν καὶ θῆλυ^ ἐποίησεν;. | οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας, ἄρσεν καὶ θῆλυ ἐποίησεν;. |
τὸ δὲ ἄρσεν καὶ θῆλυ^ οὐ ψυ_χῶν ἐστι^ν, ἀλλὰ^ σωμά^των διάπλα^σι^ς. | τὸ δὲ ἄρσεν καὶ θῆλυ οὐ ψυχῶν ἐστιν, ἀλλὰ σωμάτων διάπλασις. |
ταῦτα^ καὶ τοὺς αἱρετι^κοὺς ἐλέγχει τοὺς καινὸν ἡμῖν δρᾶμα^ εἰσάγοντα^ς, τοὺς ἀπολιναρίου λέγω, οἵτι^νες λέγουσι^ σῶ^μα^ ἀ^νειληφέναι τὸν σωτῆρα^ ἔμψυ_χον ἄ^νευ τοῦ νοῦ. | ταῦτα καὶ τοὺς αἱρετικοὺς ἐλέγχει τοὺς καινὸν ἡμῖν δρᾶμα εἰσάγοντας, τοὺς ἀπολιναρίου λέγω, οἵτινες λέγουσι σῶμα ἀνειληφέναι τὸν σωτῆρα ἔμψυχον ἄνευ τοῦ νοῦ. |
καὶ ὅπως ἄ^κουε. | καὶ ὅπως ἄκουε. |
ἴσως γὰ^ρ καὶ ἀγνοεῖς τὸ καινὸν τῆς αἱρέσεως δρᾶμα^. | ἴσως γὰρ καὶ ἀγνοεῖς τὸ καινὸν τῆς αἱρέσεως δρᾶμα. |
οἷόν τι^ λέγω. | οἷόν τι λέγω. |
λέγουσι^ν οἱ αἱρετι^κοί; | λέγουσιν οἱ αἱρετικοί; |
οὐχ ἁπλῶς γὰ^ρ εἰς τὴν αὐτὴν ἔρχομαι τὴν ἐξέτασι^ν. | οὐχ ἁπλῶς γὰρ εἰς τὴν αὐτὴν ἔρχομαι τὴν ἐξέτασιν. |
ἀλλ' ἐπειδὴ πολὺ^ς ἐκι_νήθη πα^ρά^ τι^νων θόρυ^βος κα^τὰ^ τῆς πίστεως, ὡς ἐκείνων μὲν τὰ^ ὀρθὰ^ φρονούντων, τῆς δὲ ἐκκλησί^α_ς σκαζούσης περὶ^ τὴν πίστι^ν. | ἀλλ' ἐπειδὴ πολὺς ἐκινήθη παρά τινων θόρυβος κατὰ τῆς πίστεως, ὡς ἐκείνων μὲν τὰ ὀρθὰ φρονούντων, τῆς δὲ ἐκκλησίας σκαζούσης περὶ τὴν πίστιν. |
ἀναγκαῖον οὖν γυμνῶσαι καὶ τὸ ἄ^τοπον ἐκείνης τῆς καινοτομηθείσης ἀ^σεβεία_ς καὶ τὸ ἑδραῖον τῆς πίστεως τῆς τὸν ἀποστολι^κὸν κανόνα^ μὴ σαλευούσης. | ἀναγκαῖον οὖν γυμνῶσαι καὶ τὸ ἄτοπον ἐκείνης τῆς καινοτομηθείσης ἀσεβείας καὶ τὸ ἑδραῖον τῆς πίστεως τῆς τὸν ἀποστολικὸν κανόνα μὴ σαλευούσης. |
λέγουσι^ν οἱ αἱρετι^κοὶ ὅτι^ ἀ^νέλα^βεν ὁ θεὸς λόγος σῶ^μα^ ἔμψυ_χον ἄ^νευ τοῦ νοῦ. | λέγουσιν οἱ αἱρετικοὶ ὅτι ἀνέλαβεν ὁ θεὸς λόγος σῶμα ἔμψυχον ἄνευ τοῦ νοῦ. |
κ ἂ_ν ἐρωτήσῃς αὐτοὺς διὰ τί^ τὸν νοῦν οὐκ ἀ^νέλα^βε, λέγουσιν· | κ ἂν ἐρωτήσῃς αὐτοὺς διὰ τί τὸν νοῦν οὐκ ἀνέλαβε, λέγουσιν· |
ἐπειδὴ ἡ πρώτη πλάσις ἐφθά^ρη καὶ ὁ δι^ά^βολος ἠπά^τησε τὸν ἄνθρωπον, ἠπα^τήθη δὲ ὁ ἄνθρωπος ἐκδοὺς ἑαυτοῦ τὸν νοῦν τῷ δι^α^βόλῳ, ἵ^να_ μὴ θολώσῃ τὴν οἰκονομίαν. | ἐπειδὴ ἡ πρώτη πλάσις ἐφθάρη καὶ ὁ διάβολος ἠπάτησε τὸν ἄνθρωπον, ἠπατήθη δὲ ὁ ἄνθρωπος ἐκδοὺς ἑαυτοῦ τὸν νοῦν τῷ διαβόλῳ, ἵνα μὴ θολώσῃ τὴν οἰκονομίαν. |
οὐκ οἶδα^ εἰ μὴ πρὸ τῆς ἐξετάσεως κατέγνωσα^ν οἱ ἀκροαταὶ τῶν αἱρετι^κῶν, ἀλλ' ὅμως γυμνά^σωμεν τὸ ζητούμενον. | οὐκ οἶδα εἰ μὴ πρὸ τῆς ἐξετάσεως κατέγνωσαν οἱ ἀκροαταὶ τῶν αἱρετικῶν, ἀλλ' ὅμως γυμνάσωμεν τὸ ζητούμενον. |
ἄνευ τοῦ νοῦ λέγουσιν οἱ αἱρετι^κοὶ τὴν τοῦ σωτῆρος ἐνανθρώπησι^ν καὶ εἰς μαρτυρίαν τοῦ οἰκείου φρονήμα^τος ἕλκουσι^ τὸ εὐαγγελι^κὸν ἐκεῖνο ῥῆμα^ τὸ ὁ λόγος σὰρξ ἐγένετο. | ἄνευ τοῦ νοῦ λέγουσιν οἱ αἱρετικοὶ τὴν τοῦ σωτῆρος ἐνανθρώπησιν καὶ εἰς μαρτυρίαν τοῦ οἰκείου φρονήματος ἕλκουσι τὸ εὐαγγελικὸν ἐκεῖνο ῥῆμα τὸ ὁ λόγος σὰρξ ἐγένετο. |
οὐκ εἶπέ φησι^ν ὁ λόγος ἄνθρωπος ἐγένετο, ἀλλὰ^ σάρξ. | οὐκ εἶπέ φησιν ὁ λόγος ἄνθρωπος ἐγένετο, ἀλλὰ σάρξ. |
ἀλλ' ἐδείχθη ἐκ τῶν προειρημένων ὅτι^ ἡ σὰρξ κα^θόλου γνωρίζεται ἄνθρωπος. | ἀλλ' ἐδείχθη ἐκ τῶν προειρημένων ὅτι ἡ σὰρξ καθόλου γνωρίζεται ἄνθρωπος. |
πρὸς σὲ γὰ^ρ πᾶσα σὰρξ ἥξει. | πρὸς σὲ γὰρ πᾶσα σὰρξ ἥξει. |
ἀλλ' ἐρωτήσωμεν διὰ τί^ τὸν νοῦν οὐκ ἀ^νέλα^βεν. | ἀλλ' ἐρωτήσωμεν διὰ τί τὸν νοῦν οὐκ ἀνέλαβεν. |
ἵ^να_ μὴ ἐμποδίσῃ τῇ σωτηρί^ᾳ. | ἵνα μὴ ἐμποδίσῃ τῇ σωτηρίᾳ. |
οὐκοῦν ἐφοβήθη τὸν νοῦν ὡς ἰσχυ_ρότερον καὶ ὡς δυ^να^τὸν ἐμποδίσαι τῇ οἰκονομί^ᾳ; | οὐκοῦν ἐφοβήθη τὸν νοῦν ὡς ἰσχυρότερον καὶ ὡς δυνατὸν ἐμποδίσαι τῇ οἰκονομίᾳ; |
εἰ τοίνυ^ν αὐτὸς ὁ θεὸς λόγος πα^ρῃτήσα^το τὸν νοῦν, ἐγὼ διὰ τί^ κρί_νομαι; | εἰ τοίνυν αὐτὸς ὁ θεὸς λόγος παρῃτήσατο τὸν νοῦν, ἐγὼ διὰ τί κρίνομαι; |
διὰ τί^ συνέπλεξέ μοι τοσοῦτον κα^κόν, ὃν αὐτὸς πα^ρῃτήσα^το; | διὰ τί συνέπλεξέ μοι τοσοῦτον κακόν, ὃν αὐτὸς παρῃτήσατο; |
διὰ τί^ δὲ καὶ κρί_νει με ὑ^πὲρ ὧν ἥμαρτον; | διὰ τί δὲ καὶ κρίνει με ὑπὲρ ὧν ἥμαρτον; |
ἀλλ' ὅρα αὐτῶν καὶ ἑτέρα_ν ἄνοια^ν. | ἀλλ' ὅρα αὐτῶν καὶ ἑτέραν ἄνοιαν. |
εἰ ἦν, φησί^ν, λόγος θεοῦ καὶ ἀ^νθρώπι^νος νοῦς, ἐγί_νετο μάχη. | εἰ ἦν, φησίν, λόγος θεοῦ καὶ ἀνθρώπινος νοῦς, ἐγίνετο μάχη. |
ἀλλὰ^ μάχη γί_νεται ἀ^πὸ τῶν ἴ_σων πρὸς τοὺς ἴ_σους, οὐκ ἀ^πὸ τῶν ὑποβεβηκότων πρὸς τοὺς ὑπερέχοντα^ς. | ἀλλὰ μάχη γίνεται ἀπὸ τῶν ἴσων πρὸς τοὺς ἴσους, οὐκ ἀπὸ τῶν ὑποβεβηκότων πρὸς τοὺς ὑπερέχοντας. |
εἰ μὲν ὁμότι_μον ἔλεγον τὴν τοῦ νοῦ φύ^σι^ν πρὸς τὴν τοῦ θεοῦ λόγου δύ^να^μι^ν, κα^λῶς πα^ρῆγον τὴν ὁμοτιμίαν, ἵ^να_ μὴ στά^σι^ν ἐργά^σηται. | εἰ μὲν ὁμότιμον ἔλεγον τὴν τοῦ νοῦ φύσιν πρὸς τὴν τοῦ θεοῦ λόγου δύναμιν, καλῶς παρῆγον τὴν ὁμοτιμίαν, ἵνα μὴ στάσιν ἐργάσηται. |
εἰ δὲ ὁ μὲν θεός, τὸ δὲ ἀ^νθρώπι^νον ἐνθύμημα^, τί^νος ἕνεκεν ἐκβάλλεις τὸν νοῦν; | εἰ δὲ ὁ μὲν θεός, τὸ δὲ ἀνθρώπινον ἐνθύμημα, τίνος ἕνεκεν ἐκβάλλεις τὸν νοῦν; |
ἵ^να_ μὴ στα^σι^ά^σῃ, φησί^ν, κα^τὰ^ τῆς οἰκονομί^α_ς. | ἵνα μὴ στασιάσῃ, φησίν, κατὰ τῆς οἰκονομίας. |
ἔστι γά^ρ τι^ τὸ ἰσχυρότερον τοῦ θεοῦ; | ἔστι γάρ τι τὸ ἰσχυρότερον τοῦ θεοῦ; |
ἔστι τὸ νι_κῶν καὶ περι^γράφων αὐτοῦ τὴν βούλησι^ν; | ἔστι τὸ νικῶν καὶ περιγράφων αὐτοῦ τὴν βούλησιν; |
παῦλος ἐνί_κησεν τὸν νοῦν, ὡμολογημένως κοινὸς ἄνθρωπος ὡμολογημένον νοῦν ἀ^νθρώπι^νον ἔχων, καὶ λέγει· | παῦλος ἐνίκησεν τὸν νοῦν, ὡμολογημένως κοινὸς ἄνθρωπος ὡμολογημένον νοῦν ἀνθρώπινον ἔχων, καὶ λέγει· |
ἡμεῖς δὲ νοῦν χριστοῦ ἔχομεν, ὡς τοῦ νοῦ τοῦ ἀ^νθρωπί^νου νεκρωθέντος καὶ εἰς νοῦν θεῖον μεταβληθέντος. | ἡμεῖς δὲ νοῦν χριστοῦ ἔχομεν, ὡς τοῦ νοῦ τοῦ ἀνθρωπίνου νεκρωθέντος καὶ εἰς νοῦν θεῖον μεταβληθέντος. |
καὶ ἐν μὲν τῷ παύλῳ καὶ τοῖς ἀ^ποστόλοις ἐνεκρώθη ὁ νοῦς, ὁ τὰ^ πονηρὰ ἐννοούμενος καὶ ἄλλος ἀντὶ^ ἄλλου γέγονεν, ἐν δὲ τῷ θείῳ σώμα^τι^ στα^σι^ά^ζειν ἔμελλε κα^τὰ^ τοῦ δημιουργοῦ τῆς φύ^σεως; | καὶ ἐν μὲν τῷ παύλῳ καὶ τοῖς ἀποστόλοις ἐνεκρώθη ὁ νοῦς, ὁ τὰ πονηρὰ ἐννοούμενος καὶ ἄλλος ἀντὶ ἄλλου γέγονεν, ἐν δὲ τῷ θείῳ σώματι στασιάζειν ἔμελλε κατὰ τοῦ δημιουργοῦ τῆς φύσεως; |
ταῦτα τοὺς εἰδότα^ς ὑπομιμνήσκω καὶ πρὸς τοὺς εἰδότα^ς λέγω, ἵ^να_ μή τι^ς λάθρᾳ δέξηται τὸν ἰ^ὸν τῆς αἱρέσεως, ἵ^να_ μή τι^ς τῶν ἀκεραίων ἐκδῷ τὴν ἀκοὴν πρὸς τὴν ἀ^πάτην. | ταῦτα τοὺς εἰδότας ὑπομιμνήσκω καὶ πρὸς τοὺς εἰδότας λέγω, ἵνα μή τις λάθρᾳ δέξηται τὸν ἰὸν τῆς αἱρέσεως, ἵνα μή τις τῶν ἀκεραίων ἐκδῷ τὴν ἀκοὴν πρὸς τὴν ἀπάτην. |
οὐκ ἀ^νέλα^βεν, φησί^, τὸν νοῦν. | οὐκ ἀνέλαβεν, φησί, τὸν νοῦν. |
διὰ τι^; | διὰ τι; |
ὡς μέλλοντα^ διαστρέφειν καὶ θολοῦν τὴν οἰκονομίαν. | ὡς μέλλοντα διαστρέφειν καὶ θολοῦν τὴν οἰκονομίαν. |
διὰ τί^ οὖν καὶ τὴν σάρκα^ ταύτην ἀ^νέλα^βεν; | διὰ τί οὖν καὶ τὴν σάρκα ταύτην ἀνέλαβεν; |
ὁ γὰ^ρ παῦλος οὐ λέγει τὰ^ ἔργα^ τοῦ νοῦ τὰ^ ἁ^μα^ρτήμα^τα^ εἶναι ἀλλὰ^ τῇ σαρκὶ^ πᾶσα^ν ἐπέγραψεν τὴν ἁ^μαρτί^α_ν καὶ οὐ τῷ νῷ. | ὁ γὰρ παῦλος οὐ λέγει τὰ ἔργα τοῦ νοῦ τὰ ἁμαρτήματα εἶναι ἀλλὰ τῇ σαρκὶ πᾶσαν ἐπέγραψεν τὴν ἁμαρτίαν καὶ οὐ τῷ νῷ. |
φανερὰ γά^ρ φησι^ν ἐστὶ^ τὰ^ ἔργα^ τῆς σαρκὸς, ἅ^τι^νά^ ἐστι^ πορνεία_, μοιχεία καὶ τὰ^ ἑξῆς. | φανερὰ γάρ φησιν ἐστὶ τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, μοιχεία καὶ τὰ ἑξῆς. |
διὰ τί^ οὖν τὴν ἁμαρτωλὸν ἀ^νέλα^βεν σάρκα^, εἰ ἀντί^κειται ἡ σὰρξ τῷ πνεύμα^τι^; | διὰ τί οὖν τὴν ἁμαρτωλὸν ἀνέλαβεν σάρκα, εἰ ἀντίκειται ἡ σὰρξ τῷ πνεύματι; |
τίνος ἕνεκεν τὴν ἀντικειμένην ἀ^νέλα^βεν, ἀλλ' ἔσβεσε τὴν ἀντίστασι^ν τῆς σαρκὸς καὶ ἐποίησεν ἠρεμεῖν; | τίνος ἕνεκεν τὴν ἀντικειμένην ἀνέλαβεν, ἀλλ' ἔσβεσε τὴν ἀντίστασιν τῆς σαρκὸς καὶ ἐποίησεν ἠρεμεῖν; |
οὐκοῦν καὶ τὸν νοῦν ὁμοίως ἐποίησεν ἠρεμεῖν; | οὐκοῦν καὶ τὸν νοῦν ὁμοίως ἐποίησεν ἠρεμεῖν; |
ὢ τῆς ἀνοία_ς, ἄνθρωπε. | ὢ τῆς ἀνοίας, ἄνθρωπε. |
οἶνος μετα^βά^λλει νοῦν· | οἶνος μεταβάλλει νοῦν· |
θεὸς οὐ μετα^βά^λλει τὸν νοῦν; | θεὸς οὐ μεταβάλλει τὸν νοῦν; |
ἀλλ' ἡ μὲν ἄνοια^ γελάσθω, τὰ^ δὲ θεῖα^ κηρυττέσθω. | ἀλλ' ἡ μὲν ἄνοια γελάσθω, τὰ δὲ θεῖα κηρυττέσθω. |
ἦν τοίνυ^ν ἐν τῇ τοῦ σωτῆρος σαρκὶ^ ὁ νοῦς ὁ ἀ^νθρώπι^νος, οὐκ ἐλογίζετο δὲ τὰ^ ἀ^νθρώπι^να^ ὥσπερ καὶ ἡ σάρξ. | ἦν τοίνυν ἐν τῇ τοῦ σωτῆρος σαρκὶ ὁ νοῦς ὁ ἀνθρώπινος, οὐκ ἐλογίζετο δὲ τὰ ἀνθρώπινα ὥσπερ καὶ ἡ σάρξ. |
ἡ μὲν σὰρξ ἀ^νθρωπί^νη ὑπερέβαινε δὲ τῇ ὑπερκοσμίᾳ δυ^νά^μει. | ἡ μὲν σὰρξ ἀνθρωπίνη ὑπερέβαινε δὲ τῇ ὑπερκοσμίᾳ δυνάμει. |
καὶ ἵ^να_ σοι τρανὴν καὶ ἀσύγχυ^τον πα^ρα^δῶ τὴν εἰκόνα^, λά^βε μοι, πα^ρα^κα^λῶ, μετὰ^ μα^κροθυ_μία_ς τῶν εἰρημένων τὰ_ς ἀποδείξεις. | καὶ ἵνα σοι τρανὴν καὶ ἀσύγχυτον παραδῶ τὴν εἰκόνα, λάβε μοι, παρακαλῶ, μετὰ μακροθυμίας τῶν εἰρημένων τὰς ἀποδείξεις. |
ἔστι^ν ἐν τῇ σαρκὶ^ πά^θη τὰ^ ἐκτὸς ἁ^μαρτί^α_ς· | ἔστιν ἐν τῇ σαρκὶ πάθη τὰ ἐκτὸς ἁμαρτίας· |
ἔστι πά^θη τὰ^ ἐντὸς ἁ^μαρτί^α_ς. | ἔστι πάθη τὰ ἐντὸς ἁμαρτίας. |
ὁμοίως καὶ ἐν τῇ ψυ^χῇ ἔστι πά^θη ἐκτὸς ἁ^μαρτί^α_ς, ἔστι πά^θη ἐντὸς ἁ^μαρτί^α_ς. | ὁμοίως καὶ ἐν τῇ ψυχῇ ἔστι πάθη ἐκτὸς ἁμαρτίας, ἔστι πάθη ἐντὸς ἁμαρτίας. |
οἷόν τι^ λέγω· | οἷόν τι λέγω· |
πά^θη σαρκὸς ἐκτὸς ἁμαρτὶα_ς τὸ πεινᾶν, τὸ διψᾶν, τὸ κα^θεύδειν. | πάθη σαρκὸς ἐκτὸς ἁμαρτὶας τὸ πεινᾶν, τὸ διψᾶν, τὸ καθεύδειν. |
ταῦτα πά^θη μέν ἐστι^ πλὴν οὐχ ἁ^μαρτί^α_ς, ἀλλ' ἀσθενεία_ς σαρκικῆς. | ταῦτα πάθη μέν ἐστι πλὴν οὐχ ἁμαρτίας, ἀλλ' ἀσθενείας σαρκικῆς. |
τὸ πεινᾶν, τὸ διψᾶν, τὸ κα^θεύδειν, τὸ κοπι^ᾶν βαδίζοντα^, καὶ ἄλλα^ πολλὰ^ τούτων συγγενῆ. | τὸ πεινᾶν, τὸ διψᾶν, τὸ καθεύδειν, τὸ κοπιᾶν βαδίζοντα, καὶ ἄλλα πολλὰ τούτων συγγενῆ. |
ἔστι δὲ ἄλλα^ πά^θη σαρκός· | ἔστι δὲ ἄλλα πάθη σαρκός· |
ἀκολα^σία, ἐμπαθὴς ὀφθαλμὸς κα^κῶς βλέπων περιεργαζόμενος ἀ^λλότρι^α^ πρόσωπα^, γλῶττα^ φθεγγομένη δόλι^α^, χεῖρες ἐκτεινόμεναι πρὸς ὕβρι^ν. | ἀκολασία, ἐμπαθὴς ὀφθαλμὸς κακῶς βλέπων περιεργαζόμενος ἀλλότρια πρόσωπα, γλῶττα φθεγγομένη δόλια, χεῖρες ἐκτεινόμεναι πρὸς ὕβριν. |
ταῦτα ἁ^μαρτί^α_ς ἔργα^. | ταῦτα ἁμαρτίας ἔργα. |
εὑρήσομεν τοίνυ^ν τὸν σωτῆρα^ τῶν μὲν εἰς ἁ^μαρτί^α_ν φερόντων πα^θῶν πάντη καὶ πάντων ἀνώτερον κα^τὰ^ τῆς σαρκός, τῶν δὲ τὴν ἀσθένεια^ν γνωριζόντων ἐντὸς γενόμενον διὰ τὴν οἰκονομίαν. | εὑρήσομεν τοίνυν τὸν σωτῆρα τῶν μὲν εἰς ἁμαρτίαν φερόντων παθῶν πάντη καὶ πάντων ἀνώτερον κατὰ τῆς σαρκός, τῶν δὲ τὴν ἀσθένειαν γνωριζόντων ἐντὸς γενόμενον διὰ τὴν οἰκονομίαν. |
καὶ γὰ^ρ ἐπείνησεν· | καὶ γὰρ ἐπείνησεν· |
νηστεύσας γὰ^ρ ἡμέρα_ς τεσσα^ρά^κοντα^ ὕστερον ἐπείνα_σε. | νηστεύσας γὰρ ἡμέρας τεσσαράκοντα ὕστερον ἐπείνασε. |
καὶ δι^ψήσα_ς ᾔτησεν ὕ^δωρ πα^ρὰ^ τῆς σαμαρείτιδος, καὶ ὁδεύσας ἐκοπί^α_σεν ἐν τῷ ὁδῷ· | καὶ διψήσας ᾔτησεν ὕδωρ παρὰ τῆς σαμαρείτιδος, καὶ ὁδεύσας ἐκοπίασεν ἐν τῷ ὁδῷ· |
ἐκοπίασεν ἡ μὴ κοπι^ῶσα^ φύ^σι^ς, ἐπείνα_σε ὁ πά^ντα^ς τρέφων, ἐδίψησεν ὁ τὴν οἰκουμένην ἀρδεύων, ἐκοιμήθη ὁ κοιμίζων τὰ^ κύ_μα^τα^. | ἐκοπίασεν ἡ μὴ κοπιῶσα φύσις, ἐπείνασε ὁ πάντας τρέφων, ἐδίψησεν ὁ τὴν οἰκουμένην ἀρδεύων, ἐκοιμήθη ὁ κοιμίζων τὰ κύματα. |
ἔδειξε πά^ντα^ τὰ^ πά^θη τῆς σαρκὸς χωρὶ^ς ἁ^μαρτί^α_ς. | ἔδειξε πάντα τὰ πάθη τῆς σαρκὸς χωρὶς ἁμαρτίας. |
τὰ^ δὲ ἐντὸς ἁ^μαρτί^α_ς οὐκ ἐποίησεν ὅς φησι^ν οὐκ ἐποίησεν ἁ^μαρτί^α_ν οὐ δὲ εὑρέθη δόλος ἐν τῷ στόμα^τι^ αὐτοῦ. | τὰ δὲ ἐντὸς ἁμαρτίας οὐκ ἐποίησεν ὅς φησιν οὐκ ἐποίησεν ἁμαρτίαν οὐ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. |
εἶδες αὐτὸν κοινωνήσαντα^ τοῖς πά^θεσι^ τῆς σαρκὸς τοῖς ἐκτὸς ἁ^μαρτί^α_ς. | εἶδες αὐτὸν κοινωνήσαντα τοῖς πάθεσι τῆς σαρκὸς τοῖς ἐκτὸς ἁμαρτίας. |
βλέπε αὐτὸν κοινωνήσαντα^ τοῖς πά^θεσι^ τῆς ψυ_χῆς τοῖς ἐκτὸς ἁ^μαρτί^α_ς. | βλέπε αὐτὸν κοινωνήσαντα τοῖς πάθεσι τῆς ψυχῆς τοῖς ἐκτὸς ἁμαρτίας. |
πά^θη ψυ_χῆς εἰς ἁ^μαρτί^α_ν λογιζόμενα^· | πάθη ψυχῆς εἰς ἁμαρτίαν λογιζόμενα· |
λογισμοὶ πονηροί, ἐνθυμήσεις αἰσχραί. | λογισμοὶ πονηροί, ἐνθυμήσεις αἰσχραί. |
ταῦτα πά^θη ψυ_χῆς ῥεπούσης κα^τὰ^ τὴν αὐθαίρετον ἐξουσί^α_ν εἰς ἁ^μαρτί^α_ν. | ταῦτα πάθη ψυχῆς ῥεπούσης κατὰ τὴν αὐθαίρετον ἐξουσίαν εἰς ἁμαρτίαν. |
ἔστι δὲ αὐτῆς ἄλλα^ πά^θη τὰ^ ἐκτὸς ἁ^μαρτί^α_ς· | ἔστι δὲ αὐτῆς ἄλλα πάθη τὰ ἐκτὸς ἁμαρτίας· |
λύπη καὶ δειλία καὶ φόβος. | λύπη καὶ δειλία καὶ φόβος. |
οὐδεὶς ὡς δειλὸς κα^τεκρί^θη· | οὐδεὶς ὡς δειλὸς κατεκρίθη· |
οὐδεὶς διὰ φόβον ἀποδοκιμάσθη· | οὐδεὶς διὰ φόβον ἀποδοκιμάσθη· |
οὐδεὶς διὰ λύπην ἠτι_μά^σθη. | οὐδεὶς διὰ λύπην ἠτιμάσθη. |
κοινὰ γὰ^ρ ταῦτα πά^θη τῆς φύ^σεως καὶ ἀ^νέγκλητα^ τὰ^ πάθη τῆς ψυ_χῆς τὰ^ ἐκτὸς ἁ^μαρτί^α_ς. | κοινὰ γὰρ ταῦτα πάθη τῆς φύσεως καὶ ἀνέγκλητα τὰ πάθη τῆς ψυχῆς τὰ ἐκτὸς ἁμαρτίας. |
ὥσπερ οὐκ ἐκοινώνησε τοῖς πά^θεσι^ τῆς σαρκὸς τοῖς ἐκτὸς ἁ^μαρτί^α_ς, οὕτως ἐκοινώνησε καὶ τοῖς πά^θεσι^ τῆς ψυ_χῆς τοῖς ἐκτὸς ἁ^μαρτί^α_ς. | ὥσπερ οὐκ ἐκοινώνησε τοῖς πάθεσι τῆς σαρκὸς τοῖς ἐκτὸς ἁμαρτίας, οὕτως ἐκοινώνησε καὶ τοῖς πάθεσι τῆς ψυχῆς τοῖς ἐκτὸς ἁμαρτίας. |
αὐτοῦ λέγοντος ἄκουε· | αὐτοῦ λέγοντος ἄκουε· |
περίλυπός ἐστι^ν ἡ ψυ_χή μου ἕως θα^νά^του καὶ πά^λι^ν· | περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου καὶ πάλιν· |
ἡ ψυ_χή μου τετά^ρα^κται. | ἡ ψυχή μου τετάρακται. |
ταραχὴ δὲ φόβου ἐνέργεια^. | ταραχὴ δὲ φόβου ἐνέργεια. |
ἐφοβήθη ἡ σάρξ, τὸ ἀ^νθρώπι^νον σκεῦος. | ἐφοβήθη ἡ σάρξ, τὸ ἀνθρώπινον σκεῦος. |
ἐφοβήθη τοῦ θα^νά^του τὴν πεῖρα^ν. | ἐφοβήθη τοῦ θανάτου τὴν πεῖραν. |
διευκρινεῖ καὶ αὐτὸς καὶ σα^φῶς πα^ρί^στησι^ν ὅτι^ οὐ τὸ πνεῦμα^ τὸ θεῖον ἐδειλίασεν, ἀλλ' ἡ σὰρξ τὴν ἑαυτῆς ἀσθένεια^ν ἐπέγνω. | διευκρινεῖ καὶ αὐτὸς καὶ σαφῶς παρίστησιν ὅτι οὐ τὸ πνεῦμα τὸ θεῖον ἐδειλίασεν, ἀλλ' ἡ σὰρξ τὴν ἑαυτῆς ἀσθένειαν ἐπέγνω. |
τὸ πνεῦμά^ φησι^ν πρόθυ_μον, ἡ δὲ σὰρξ ἀσθενής. | τὸ πνεῦμά φησιν πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. |
ἐλυπήθη καὶ ἐτα^ρά^χθη. | ἐλυπήθη καὶ ἐταράχθη. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.