macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐνταῦθα πρόσεχε ἀ^κρι_βῶς, ὁ λέγων μὴ εἶναι νοῦν ἀ^νθρώπι^νον ἐν τῇ τοῦ σωτῆρος σαρκί^.
ἐνταῦθα πρόσεχε ἀκριβῶς, ὁ λέγων μὴ εἶναι νοῦν ἀνθρώπινον ἐν τῇ τοῦ σωτῆρος σαρκί.
αὐτὸς εἶπεν ὅτι^ καὶ ἐλυπήθη καὶ ἐτα^ρά^χθη.
αὐτὸς εἶπεν ὅτι καὶ ἐλυπήθη καὶ ἐταράχθη.
ἢ δὸς τὸν νοῦν τὸν κα^τὰ^ φύ^σι^ν ταραττόμενον καὶ λυ_πούμενον ἢ τοῦτον ἐκβα^λὼν καὶ θεὸν ἀντεισάγων ἀντὶ^ τοῦ λογισμοῦ τῷ θεῷ περι^ά^πτεις τὰ^ πάθη.
ἢ δὸς τὸν νοῦν τὸν κατὰ φύσιν ταραττόμενον καὶ λυπούμενον ἢ τοῦτον ἐκβαλὼν καὶ θεὸν ἀντεισάγων ἀντὶ τοῦ λογισμοῦ τῷ θεῷ περιάπτεις τὰ πάθη.
τί^ γά^ρ φησι^ν;
τί γάρ φησιν;
ἄνευ τοῦ νοῦ ἡ ψυ_χὴ λυ_πεῖται καὶ δειλιᾷ καὶ ταράττεται.
ἄνευ τοῦ νοῦ ἡ ψυχὴ λυπεῖται καὶ δειλιᾷ καὶ ταράττεται.
τῶν ἀμηχά^νων τοῦτο.
τῶν ἀμηχάνων τοῦτο.
καὶ ἐξ αὐτῆς πα^ρι^στῶ τῆς πείρα_ς τὸν ἔλεγχον.
καὶ ἐξ αὐτῆς παριστῶ τῆς πείρας τὸν ἔλεγχον.
τὰ^ βρέφη ὁμολογουμένως καὶ ψυ_χὴν ἔχει καὶ σῶ^μα^.
τὰ βρέφη ὁμολογουμένως καὶ ψυχὴν ἔχει καὶ σῶμα.
ὁ δὲ νοῦς παρ' αὐτοῖς μέν ἐστι^ν, οὐδέπω δὲ ἐτρανώθη.
ὁ δὲ νοῦς παρ' αὐτοῖς μέν ἐστιν, οὐδέπω δὲ ἐτρανώθη.
ἔστι μέν, οὐδέπω τὴν ἰ^δί^α_ν ἐνέργεια^ν ἔλα^βε.
ἔστι μέν, οὐδέπω τὴν ἰδίαν ἐνέργειαν ἔλαβε.
καὶ ὥσπερ ἡ γλῶττα^ εὐθέως μὲν τῷ παιδίῳ συντίκτεται, τὸ δὲ λα^λεῖν οὐδέπω πα^ρὰ^ τῆς φύ^σεως ἔλα^βεν, ἀλλ' ἔστιν ὄργα^νον λόγου καὶ λόγον οὐκ ἔχει, οὕτως καὶ ὁ νοῦς εὐθέως μὲν τῇ ψυ^χῇ ἐμφύεται, ἀλλ' οὐκ εὐθέως λα^μβά^νει τὴν ἐνέργεια^ν.
καὶ ὥσπερ ἡ γλῶττα εὐθέως μὲν τῷ παιδίῳ συντίκτεται, τὸ δὲ λαλεῖν οὐδέπω παρὰ τῆς φύσεως ἔλαβεν, ἀλλ' ἔστιν ὄργανον λόγου καὶ λόγον οὐκ ἔχει, οὕτως καὶ ὁ νοῦς εὐθέως μὲν τῇ ψυχῇ ἐμφύεται, ἀλλ' οὐκ εὐθέως λαμβάνει τὴν ἐνέργειαν.
χρόνου δὲ προϊόντος καὶ ὁ νοῦς διεγείρεται καὶ ἡ γλῶττα^ γυμνάζεται.
χρόνου δὲ προϊόντος καὶ ὁ νοῦς διεγείρεται καὶ ἡ γλῶττα γυμνάζεται.
ἐὰ^ν μέντοι τὰ^ βρέφη παιδι^κήν ἔχει κατάστασι^ν καὶ οὐδέπω νοῦν ἔλα^βε δι^α^κρι^τι^κόν, ἀλλ' ἔχει αὐτὸν κεκοιμισμένον τῇ ἀ^πειρί^ᾳ καὶ ἡσυ^χά^ζοντα^ τῇ ἀ^φελείᾳ, ἕως τότε οὔ τε φοβεῖται ἃ^ δεῖ φοβεῖσθαι, οὔ τε λυ_πεῖται ἐφ' οἷς δεῖ λυ_πεῖσθαι, ἀλλὰ κ ἂ_ν λυ_πῆται κ ἂ_ν χαίρῃ, ἀλόγιστον ἔχει καὶ τὴν λύπην καὶ εὐφροσύνη...
ἐὰν μέντοι τὰ βρέφη παιδικήν ἔχει κατάστασιν καὶ οὐδέπω νοῦν ἔλαβε διακριτικόν, ἀλλ' ἔχει αὐτὸν κεκοιμισμένον τῇ ἀπειρίᾳ καὶ ἡσυχάζοντα τῇ ἀφελείᾳ, ἕως τότε οὔ τε φοβεῖται ἃ δεῖ φοβεῖσθαι, οὔ τε λυπεῖται ἐφ' οἷς δεῖ λυπεῖσθαι, ἀλλὰ κ ἂν λυπῆται κ ἂν χαίρῃ, ἀλόγιστον ἔχει καὶ τὴν λύπην καὶ εὐφροσύνην.
οἷόν τι^ λέγω·
οἷόν τι λέγω·
οἶδεν βρέφος ἐν ἡμέρᾳ πένθους γελᾶν κλαιόντων, οἶδεν αἰτεῖν ἄρτον πάντων πενθούντων.
οἶδεν βρέφος ἐν ἡμέρᾳ πένθους γελᾶν κλαιόντων, οἶδεν αἰτεῖν ἄρτον πάντων πενθούντων.
ὁ γὰ^ρ λογίζεται τὰ^ προκείμενα^.
ὁ γὰρ λογίζεται τὰ προκείμενα.
βλέπει τὸν πα^τέρα^ ἀποθα^νόντα^ καὶ οὐ λογίζεται τὴν συ^μφοράν.
βλέπει τὸν πατέρα ἀποθανόντα καὶ οὐ λογίζεται τὴν συμφοράν.
βλέπει μητέρα^ κειμένην καὶ οὐ πλήττεται τῷ πά^θει τῷ καταλαβόντι^, ἀλλ' ἡ ἀ^φέλεια^ εἰς ἀμεριμνίαν αὐτὸ ἄ^γει, καὶ ἐν πένθει μὲν οὐ ταράττεται, ἀλλὰ γελᾷ.
βλέπει μητέρα κειμένην καὶ οὐ πλήττεται τῷ πάθει τῷ καταλαβόντι, ἀλλ' ἡ ἀφέλεια εἰς ἀμεριμνίαν αὐτὸ ἄγει, καὶ ἐν πένθει μὲν οὐ ταράττεται, ἀλλὰ γελᾷ.
ἐν δὲ τοῖς ὁδοῖς, πολλάκις λῃστῶν ἐπελθόντων καὶ ξί^φος γυμνωσάντων καὶ πάντων ἐν φόβῳ κα^τα^στά^ντων, τὸ βρέφος οὐ ταράττεται.
ἐν δὲ τοῖς ὁδοῖς, πολλάκις λῃστῶν ἐπελθόντων καὶ ξίφος γυμνωσάντων καὶ πάντων ἐν φόβῳ καταστάντων, τὸ βρέφος οὐ ταράττεται.
οὐ γὰ^ρ οἶδε πεῖρα^ν ξί^φους καὶ αἱμά^των καὶ φόνου.
οὐ γὰρ οἶδε πεῖραν ξίφους καὶ αἱμάτων καὶ φόνου.
ὁρῶν ὄφιν οὐκ ἀγωνιᾷ.
ὁρῶν ὄφιν οὐκ ἀγωνιᾷ.
ὅρα πῦρ καὶ οὐ δειλιᾷ, ἀλλὰ τῇ φαιδρότητι^ χαῖρον καὶ χεῖρα^ πολλάκις εἰς τὸ πῦρ ἐμβάλλει.
ὅρα πῦρ καὶ οὐ δειλιᾷ, ἀλλὰ τῇ φαιδρότητι χαῖρον καὶ χεῖρα πολλάκις εἰς τὸ πῦρ ἐμβάλλει.
οὐκ ἐθέασω βρέφος ἐπι^βά^λλον τῷ λύχνῳ τὴν χεῖρα^, τῇ φαιδρότητι^ προσέχον, τὴν δὲ καυστι^κὴν δύ^να^μι^ν μὴ ἐξετάζων;
οὐκ ἐθέασω βρέφος ἐπιβάλλον τῷ λύχνῳ τὴν χεῖρα, τῇ φαιδρότητι προσέχον, τὴν δὲ καυστικὴν δύναμιν μὴ ἐξετάζων;
ὥσπερ δὲ αὐτῷ οὐκ ἔνι τὰ λυπηρὰ^ πρὸς ταραχήν, οὕτω οὐ δὲ δι^εγείρει τὰ φαιδρὰ^ πρὸς εὐφροσύνην.
ὥσπερ δὲ αὐτῷ οὐκ ἔνι τὰ λυπηρὰ πρὸς ταραχήν, οὕτω οὐ δὲ διεγείρει τὰ φαιδρὰ πρὸς εὐφροσύνην.
οἶδεν βρέφος ἐν ἡμέρᾳ γά^μου κλαίειν καὶ ὀδύ_ρεσθαι καὶ σχετλιά^ζειν, καὶ οὔ τε τῇ χα^ρᾷ κοινωνεῖ ὡς ἀλόγιστον, οὔ τε τῇ λύπῃ.
οἶδεν βρέφος ἐν ἡμέρᾳ γάμου κλαίειν καὶ ὀδύρεσθαι καὶ σχετλιάζειν, καὶ οὔ τε τῇ χαρᾷ κοινωνεῖ ὡς ἀλόγιστον, οὔ τε τῇ λύπῃ.
ἐπεὶ οὖν ἐκβάλλεις ἐκ τοῦ ἀ^νθρωπί^νου σκεύους ὅπερ ἀ^νέλα^βεν ὁ σωτὴρ τὸν νοῦν, ἢ δός μοι τὸν νοῦν τοῦτον τὸν λυ_πούμενον, ἢ τοῦτον ἐκβα^λὼν τὴν θεότητα^ σα^φῶς εἰσά^γεις καὶ λυπουμένην καὶ ταραττομένην.
ἐπεὶ οὖν ἐκβάλλεις ἐκ τοῦ ἀνθρωπίνου σκεύους ὅπερ ἀνέλαβεν ὁ σωτὴρ τὸν νοῦν, ἢ δός μοι τὸν νοῦν τοῦτον τὸν λυπούμενον, ἢ τοῦτον ἐκβαλὼν τὴν θεότητα σαφῶς εἰσάγεις καὶ λυπουμένην καὶ ταραττομένην.
ἀπηυχόμην μὲν πά^ντα^ς ὑ_μᾶς ἢ τὰ παρ' ἐκείνων ἀ^κούειν ἢ τὰ_ς ἑρμηνεία_ς τὰ_ς παρ' ἐκείνοις.
ἀπηυχόμην μὲν πάντας ὑμᾶς ἢ τὰ παρ' ἐκείνων ἀκούειν ἢ τὰς ἑρμηνείας τὰς παρ' ἐκείνοις.
οὐκ ἤθελον γὰ^ρ ὑ_μᾶς οὔ τε τὸ τραῦμα^ ἰ^δεῖν, οὔ τε τὴν ἔμπλαστρον τοῦ τραύμα^τος.
οὐκ ἤθελον γὰρ ὑμᾶς οὔ τε τὸ τραῦμα ἰδεῖν, οὔ τε τὴν ἔμπλαστρον τοῦ τραύματος.
ἐπειδὴ δὲ τὸ ἕλκος νέμεται, καὶ ἐν προσχήμα^τι^ ὀρθοδοξί^α_ς τὴν κακοδοξίαν εἰσά^γει καὶ λέγει τὸν χριστὸν νοῦν μὴ ἀ^νειληφέναι, καὶ κα^τὰ^ τῶν ἀποστολι^κῶν καινοτομεῖ δογμά^των, ἀ^να^γκαίως ταῦτα ἐγυμνά^σα^μεν, ἵ^να_ κ ἀκείνους ἐπιστομίσωμεν καὶ ὑ_μᾶς ἀσφαλισώμεθα^.
ἐπειδὴ δὲ τὸ ἕλκος νέμεται, καὶ ἐν προσχήματι ὀρθοδοξίας τὴν κακοδοξίαν εἰσάγει καὶ λέγει τὸν χριστὸν νοῦν μὴ ἀνειληφέναι, καὶ κατὰ τῶν ἀποστολικῶν καινοτομεῖ δογμάτων, ἀναγκαίως ταῦτα ἐγυμνάσαμεν, ἵνα κ ἀκείνους ἐπιστομίσωμεν καὶ ὑμᾶς ἀσφαλισώμεθα.
λάβε τὴν αὐθεντίαν τῆς πίστεως.
λάβε τὴν αὐθεντίαν τῆς πίστεως.
μάθε ὅτι^ πά^ντα^ ἄνθρωπον τὸν πεσόντα^ χριστὸν ἀ^νέλα^βεν καὶ ὅτι^ πᾶσα^ν τὴν φύ^σι^ν τὴν λυ^θεῖσα^ν πᾶσα^ν ἐκί_νησεν.
μάθε ὅτι πάντα ἄνθρωπον τὸν πεσόντα χριστὸν ἀνέλαβεν καὶ ὅτι πᾶσαν τὴν φύσιν τὴν λυθεῖσαν πᾶσαν ἐκίνησεν.
μὴ γὰ^ρ ἡ σὰρξ ἥμαρτε μόνη;
μὴ γὰρ ἡ σὰρξ ἥμαρτε μόνη;
μὴ ἡ ψυ_χὴ ἥμαρτε μόνη;
μὴ ἡ ψυχὴ ἥμαρτε μόνη;
μὴ ὁ νοῦς μόνος ἀ^λλότρι^ος ἦν τῆς ἁ^μαρτί^α_ς;
μὴ ὁ νοῦς μόνος ἀλλότριος ἦν τῆς ἁμαρτίας;
εἰ μὲν οὖν μὴ μετέσχεν ἁ^μαρτί^α_ς ὁ νοῦς, οὐ δὲ θερα^πεία_ς ἐδεῖτο.
εἰ μὲν οὖν μὴ μετέσχεν ἁμαρτίας ὁ νοῦς, οὐ δὲ θεραπείας ἐδεῖτο.
οὐ γὰ^ρ χρεία_ν ἔχουσι^ν οἱ ἰσχύ_οντες ἰατροῦ, ἀλλ' οἱ κα^κῶς ἔχοντες.
οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.
εἰ δὲ καὶ ὁ νοῦς ἐκοινώνησε τῇ ἁμαρτίᾳ, διὰ τί^ μερικῶς εἰσά^γεις τὴν θεραπείαν;
εἰ δὲ καὶ ὁ νοῦς ἐκοινώνησε τῇ ἁμαρτίᾳ, διὰ τί μερικῶς εἰσάγεις τὴν θεραπείαν;
ἥμαρτε ψυ_χὴ καὶ ἐδεῖτο θερα^πεία_ς.
ἥμαρτε ψυχὴ καὶ ἐδεῖτο θεραπείας.
γέγραπτο γοῦν·
γέγραπτο γοῦν·
ψυ_χὴ ἡ ἁ^μα^ρτά^νουσα^ αὕτη ἀποθα^νεῖται.
ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται.
καὶ ὅρα τὴν ἀκρίβεια^ν.
καὶ ὅρα τὴν ἀκρίβειαν.
τὴν ἁ^μαρτί^α_ν ἣν ὁ λόγος ἐπέγραψεν ἐνταῦθα τῇ ψυ^χῇ, ἀλλαχοῦ τῇ σαρκὶ^ λογίζεται, τῆς σαρκὸς καὶ τῆς δι^α^νοία_ς ὁμοῦ κα^τηγορῶν, ἵνα μή τι^ς νομί^σῃ ὅτι^ ἡ μὲν σὰρξ πονηρόν τι^ καθ' ἑαυτήν ἐστι^ πλάσμα^, ὁ δὲ νοῦς τῆς σαρκὸς ἀ^λλότρι^ος καὶ τῶν ἁ^μα^ρτημά^των ἐλεύθερος.
τὴν ἁμαρτίαν ἣν ὁ λόγος ἐπέγραψεν ἐνταῦθα τῇ ψυχῇ, ἀλλαχοῦ τῇ σαρκὶ λογίζεται, τῆς σαρκὸς καὶ τῆς διανοίας ὁμοῦ κατηγορῶν, ἵνα μή τις νομίσῃ ὅτι ἡ μὲν σὰρξ πονηρόν τι καθ' ἑαυτήν ἐστι πλάσμα, ὁ δὲ νοῦς τῆς σαρκὸς ἀλλότριος καὶ τῶν ἁμαρτημάτων ἐλεύθερος.
σα^φῶς ὁ θεσπέσι^ος ἀ^πόστολος δι^αγορεύει ὧδέ πη λέγων·
σαφῶς ὁ θεσπέσιος ἀπόστολος διαγορεύει ὧδέ πη λέγων·
καὶ ἦμεν τέκνα^ φύ^σει ὀργῆς, ποιοῦντες τὰ θελήμα^τα^ τῆς σαρκὸς καὶ τῶν δι^α^νοιῶν, ἵνα σαφῶς πα^ρα^στήσῃ ὅτι^ καὶ ψυ_χὴ καὶ σῶ^μα^ καὶ ὁ νοῦς ἥμαρτεν.
καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, ἵνα σαφῶς παραστήσῃ ὅτι καὶ ψυχὴ καὶ σῶμα καὶ ὁ νοῦς ἥμαρτεν.
καὶ ὅτι^ οὐ σὰρξ δέχεται μόνη φθοράν, ἀλλὰ καὶ ὁ νοῦς, λέγει πά^λι^ν ἐν ἑτέρῳ·
καὶ ὅτι οὐ σὰρξ δέχεται μόνη φθοράν, ἀλλὰ καὶ ὁ νοῦς, λέγει πάλιν ἐν ἑτέρῳ·
ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν.
ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν.
εἰ τοίνυ^ν καὶ ἡ σὰρξ ἥμαρτε καὶ ἡ ψυχὴ ἥμαρτε καὶ ὁ νοῦς ἐφθά^ρη, ὅλου τοῦ σκεύους φθαρέντος, διὰ τί^ μὴ ὅλον ἀ^νέλα^βεν;
εἰ τοίνυν καὶ ἡ σὰρξ ἥμαρτε καὶ ἡ ψυχὴ ἥμαρτε καὶ ὁ νοῦς ἐφθάρη, ὅλου τοῦ σκεύους φθαρέντος, διὰ τί μὴ ὅλον ἀνέλαβεν;
ἀλλ' ἐὰν εἴπῃς, φησί^ν, ὁλόκληρον ἄνθρωπον, εἰς ἄνθρωπον ἔχεις τὰ_ς ἐλπί^δα^ς.
ἀλλ' ἐὰν εἴπῃς, φησίν, ὁλόκληρον ἄνθρωπον, εἰς ἄνθρωπον ἔχεις τὰς ἐλπίδας.
ἄνθρωπον κηρύττω τὸν χριστὸν καὶ οὐκ ἀρνοῦμαι, ἀλλ' ἄνθρωπον καὶ θεόν, θεὸν διὰ τὴν ἀ^ξί^α_ν, ἄνθρωπον διὰ τὴν οἰκονομίαν.
ἄνθρωπον κηρύττω τὸν χριστὸν καὶ οὐκ ἀρνοῦμαι, ἀλλ' ἄνθρωπον καὶ θεόν, θεὸν διὰ τὴν ἀξίαν, ἄνθρωπον διὰ τὴν οἰκονομίαν.
ἄνθρωπον κα^λῶ διὰ τὴν ἔξω φαινομένην κατάστασι^ν, θεὸν διὰ τὴν ἀ^ξί^α_ν τὴν ἔνδον ὡς ἐν να_ῷ τῇ ἀνθρωπότητι^ κα^τοικοῦσα^ν.
ἄνθρωπον καλῶ διὰ τὴν ἔξω φαινομένην κατάστασιν, θεὸν διὰ τὴν ἀξίαν τὴν ἔνδον ὡς ἐν ναῷ τῇ ἀνθρωπότητι κατοικοῦσαν.
καὶ οὐ πα^ραιτοῦμαι λέγειν ἄνθρωπον, ἐπεὶ μη δὲ παῦλος ἠρνήσα^το·
καὶ οὐ παραιτοῦμαι λέγειν ἄνθρωπον, ἐπεὶ μη δὲ παῦλος ἠρνήσατο·
μεσίτης γά^ρ φησι^ν θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος ἰησοῦς χριστός.
μεσίτης γάρ φησιν θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος ἰησοῦς χριστός.
καὶ θέλεις μα^θεῖν ἀ^κρι_βῶς τὸν κύ_ρι^ον καλοῦντα^ ἑαυτὸν υἱὸν ἀνθρώπου;
καὶ θέλεις μαθεῖν ἀκριβῶς τὸν κύριον καλοῦντα ἑαυτὸν υἱὸν ἀνθρώπου;
ἄκουε αὐτοῦ λέγοντος·
ἄκουε αὐτοῦ λέγοντος·
τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;.
τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;.
εἰ μὴ ἀληθῶς τὴν εἰκόνα^ τοῦ ἀνθρώπου ἀ^νέλα^βεν ἣν ὁ δι^ά^βολος ἔφθειρε, διὰ τί^ κα^λεῖ υἱὸν ἀνθρώπου τὸν ἐξ ἡμι^σεία_ς ἄνθρωπον;
εἰ μὴ ἀληθῶς τὴν εἰκόνα τοῦ ἀνθρώπου ἀνέλαβεν ἣν ὁ διάβολος ἔφθειρε, διὰ τί καλεῖ υἱὸν ἀνθρώπου τὸν ἐξ ἡμισείας ἄνθρωπον;
διὰ τί δέ, ἀ^δελφέ, εἰ τὸν νοῦν οὐκ εἶχεν, ἀλλὰ ἐκ ψυχῆς ἦν καὶ σώμα^τος τὸ φαινόμενον ὄργα^νον, διὰ τί ὁ ἀ^πόστολος ἀδὰμ τὸν σωτῆρα^ κα^λεῖ;
διὰ τί δέ, ἀδελφέ, εἰ τὸν νοῦν οὐκ εἶχεν, ἀλλὰ ἐκ ψυχῆς ἦν καὶ σώματος τὸ φαινόμενον ὄργανον, διὰ τί ὁ ἀπόστολος ἀδὰμ τὸν σωτῆρα καλεῖ;
εἰ γὰ^ρ μή ἐστι^ν ὁλόκληρος, οὐκ ἔστιν ἀδάμ.
εἰ γὰρ μή ἐστιν ὁλόκληρος, οὐκ ἔστιν ἀδάμ.
ὁ ἀ^πόστολος τὸν κύ_ρι^ον ἡμῶν ἰησοῦν καὶ θεὸν διὰ τὴν ἀ^ξί^α_ν ὀνομάζει·
ὁ ἀπόστολος τὸν κύριον ἡμῶν ἰησοῦν καὶ θεὸν διὰ τὴν ἀξίαν ὀνομάζει·
χριστὸς γά^ρ φησι^ τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ^ πάντων θεὸς εὐλογητός.
χριστὸς γάρ φησι τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητός.
καὶ ἄνθρωπον διὰ τὴν οἰκονομίαν κα^λεῖ.
καὶ ἄνθρωπον διὰ τὴν οἰκονομίαν καλεῖ.
καὶ ἀδὰμ αὐτὸν ὀνομάζει, ἵνα πα^ρα^στήσῃ τὴν οἰκονομίαν.
καὶ ἀδὰμ αὐτὸν ὀνομάζει, ἵνα παραστήσῃ τὴν οἰκονομίαν.
ἐγένετο γά^ρ φησι^ν ὁ πρῶτος ἄνθρωπος ἀδὰμ εἰς ψυ_χὴν ζῶσα^ν·
ἐγένετο γάρ φησιν ὁ πρῶτος ἄνθρωπος ἀδὰμ εἰς ψυχὴν ζῶσαν·
ὁ δεύτερος ἀδὰμ εἰς πνεῦμα^ ζωοποιοῦν.
ὁ δεύτερος ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.
εἰ μὴ ὅλον ἐνδέδυται τὸν ἀδάμ, διὰ τί ἀδὰμ κα^λεῖται;
εἰ μὴ ὅλον ἐνδέδυται τὸν ἀδάμ, διὰ τί ἀδὰμ καλεῖται;
ἵνα δὲ πά^λι^ν ἐξ ἑτέρα_ς ἀ^ποδείξεως ἐναργοῦς μά^θῃς, ἀ^δελφέ, ὅτι^ ὅλος ἄνθρωπος ἀνελήφθη διὰ τῆς τοῦ κυ_ρί^ου σαρκός, ἄκουε τοῦ παύλου λέγοντος·
ἵνα δὲ πάλιν ἐξ ἑτέρας ἀποδείξεως ἐναργοῦς μάθῃς, ἀδελφέ, ὅτι ὅλος ἄνθρωπος ἀνελήφθη διὰ τῆς τοῦ κυρίου σαρκός, ἄκουε τοῦ παύλου λέγοντος·
τοῦτο εἰδότες ὅτι^ ὁ πα^λαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη.
τοῦτο εἰδότες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη.
εἰ μὴ ὅλος ἦν ἄνθρωπος, διὰ τί πα^λαιὸν αὐτὸν κα^λεῖ ἄνθρωπον;
εἰ μὴ ὅλος ἦν ἄνθρωπος, διὰ τί παλαιὸν αὐτὸν καλεῖ ἄνθρωπον;
ἀλλὰ ταῦτα μὲν ἀρκούντως πρὸς τοὺς αἱρετι^κοὺς λεγέσθω.
ἀλλὰ ταῦτα μὲν ἀρκούντως πρὸς τοὺς αἱρετικοὺς λεγέσθω.
ἡμεῖς δὲ πρὸς τὴν ἑαυτῶν εὐγένεια^ν ἐπανέλθωμεν.
ἡμεῖς δὲ πρὸς τὴν ἑαυτῶν εὐγένειαν ἐπανέλθωμεν.
εὐγένεια δὲ ἡμῶν ἐστι^ν ἡ ἀποστολι^κὴ πί^στι_ς, τὸ ἀποστολι^κὸν ἐπάγγελμα^.
εὐγένεια δὲ ἡμῶν ἐστιν ἡ ἀποστολικὴ πίστις, τὸ ἀποστολικὸν ἐπάγγελμα.
ἡμεῖς πάντες νοῦν χριστοῦ ἔχομεν.
ἡμεῖς πάντες νοῦν χριστοῦ ἔχομεν.
οἱ δὲ τὸν νοῦν ἀρνούμενοι ἄνθρωποί εἰσι^ κατεφθαρμένοι τὸν νοῦν, ἀδόκι^μοι περὶ^ τὴν πίστι^ν.
οἱ δὲ τὸν νοῦν ἀρνούμενοι ἄνθρωποί εἰσι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.
εἴη δὲ ἡμᾶς τοῖς ἀποστολι^κοῖς ὅροις ἐμμένοντα^ς ἄχραντον φυ^λά^ξαι τὴν δοξολογίαν καὶ ἀποτειχί^ζειν μὲν τὰ_ς ἀ^κοὰ_ς τοῖς αἱρετι^κοῖς, εἰδέναι δὲ τῆς ἐκκλησί^α_ς τὸ φρόνημα^, εἰδέναι δὲ τῆς πίστεως τὸ ἐπάγγελμα^, εἰδέναι δὲ καὶ τοῦ βαπτίσμα^τος τὸ μυστήριον, εἰδέναι τῆς πίστεως τὸ ἀξί^ωμα^.
εἴη δὲ ἡμᾶς τοῖς ἀποστολικοῖς ὅροις ἐμμένοντας ἄχραντον φυλάξαι τὴν δοξολογίαν καὶ ἀποτειχίζειν μὲν τὰς ἀκοὰς τοῖς αἱρετικοῖς, εἰδέναι δὲ τῆς ἐκκλησίας τὸ φρόνημα, εἰδέναι δὲ τῆς πίστεως τὸ ἐπάγγελμα, εἰδέναι δὲ καὶ τοῦ βαπτίσματος τὸ μυστήριον, εἰδέναι τῆς πίστεως τὸ ἀξίωμα.
ἀξιώμεθα δὲ τῆς πίστεως ἵν' ὥσπερ ἐβαπτίσθημεν οὕτω καὶ πιστεύωμεν, οὕτω καὶ δοξάζωμεν, τὴν ἀ^ληθῆ δόξα^ν ἀναπέμποντες τῷ πατρί^, καὶ τῷ ἁ^γί^ῳ πνεύμα^τι^, εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
ἀξιώμεθα δὲ τῆς πίστεως ἵν' ὥσπερ ἐβαπτίσθημεν οὕτω καὶ πιστεύωμεν, οὕτω καὶ δοξάζωμεν, τὴν ἀληθῆ δόξαν ἀναπέμποντες τῷ πατρί, καὶ τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
πά^λι^ν ἰουδαϊκὴ κα^κί^α_ κα^τὰ^ τῆς δεσποτι^κῆς αὐθεντία_ς στρα^τεύεται·
πάλιν ἰουδαϊκὴ κακία κατὰ τῆς δεσποτικῆς αὐθεντίας στρατεύεται·
πά^λι^ν τῶν ἀντιλεγόντων ἄνοια^ κα^τὰ^ τῆς τοῦ σωτῆρος σοφί^α_ς θρασύνεται·
πάλιν τῶν ἀντιλεγόντων ἄνοια κατὰ τῆς τοῦ σωτῆρος σοφίας θρασύνεται·
πάλιν ἰουδαῖοι ἀντιλέγουσι^ τῷ σωτῆρι^, καὶ οἱ πα^λαιοὶ καὶ οἱ νέοι, πα^λαιοὶ μὲν ἐκεῖνοι οἱ τὸ σῶ^μα^ σταυρώσαντες, νέοι δὲ οἱ κα^τὰ^ τῆς θεότητος τὴν γλῶττα^ν ἀκονήσαντες.
πάλιν ἰουδαῖοι ἀντιλέγουσι τῷ σωτῆρι, καὶ οἱ παλαιοὶ καὶ οἱ νέοι, παλαιοὶ μὲν ἐκεῖνοι οἱ τὸ σῶμα σταυρώσαντες, νέοι δὲ οἱ κατὰ τῆς θεότητος τὴν γλῶτταν ἀκονήσαντες.
οἱ μὲν τὸ δεσποτι^κὸν σῶ^μα^ τῷ σταυρῷ προσέπηξα^ν, οἱ δὲ τὴν ἄκτιστον φύ^σι^ν κτίσμα^τι^ προσήλωσα^ν·
οἱ μὲν τὸ δεσποτικὸν σῶμα τῷ σταυρῷ προσέπηξαν, οἱ δὲ τὴν ἄκτιστον φύσιν κτίσματι προσήλωσαν·
πλὴν ὡς ἐν παραθέσει κα^κί^α_ς ἀ^νεκτότερα^ τὰ^ κα^κὰ^ ἰουδαίων.
πλὴν ὡς ἐν παραθέσει κακίας ἀνεκτότερα τὰ κακὰ ἰουδαίων.
ἄλλο γὰ^ρ βα^σι^λι^κὴν ἐσθῆτα^ διαρρῆξαι καὶ ἄλλο αὐτὸν τὸν βα^σι^λέα^ τῆς δόξης ὑβρί^σαι.
ἄλλο γὰρ βασιλικὴν ἐσθῆτα διαρρῆξαι καὶ ἄλλο αὐτὸν τὸν βασιλέα τῆς δόξης ὑβρίσαι.
ἰουδαῖοι ἐθαύμαζον περὶ^ τοῦ σωτῆρος, πῶς γρά^μμα^τα^ οἶδε μὴ μεμα^θηκώς.
ἰουδαῖοι ἐθαύμαζον περὶ τοῦ σωτῆρος, πῶς γράμματα οἶδε μὴ μεμαθηκώς.
οὐκ ἔλεγον ὅτι^ ἀγνοεῖ, ἀλλ' ἐθαύμαζον, πῶς γρά^μμα^τα^ οἶδε μὴ μεμα^θηκώς.
οὐκ ἔλεγον ὅτι ἀγνοεῖ, ἀλλ' ἐθαύμαζον, πῶς γράμματα οἶδε μὴ μεμαθηκώς.
ἐκεῖνοι ὁμολογοῦσι^ν ὅτι^ οἶδεν, αἱρετι^κοὶ ἀρνοῦνται ὅτι^ οὐκ οἶδεν.
ἐκεῖνοι ὁμολογοῦσιν ὅτι οἶδεν, αἱρετικοὶ ἀρνοῦνται ὅτι οὐκ οἶδεν.
ἐλέγξατο αὐτοὺς ὁ μα^κά^ριος δαυὶδ μα^ρτυ^ρῶν τὴν γνῶσι^ν τῷ σωτῆρι^, τήν τε ἐπὶ^ τοῖς προλαβοῦσι^ καὶ ἐπὶ^ τοῖς μέλλουσι^·
ἐλέγξατο αὐτοὺς ὁ μακάριος δαυὶδ μαρτυρῶν τὴν γνῶσιν τῷ σωτῆρι, τήν τε ἐπὶ τοῖς προλαβοῦσι καὶ ἐπὶ τοῖς μέλλουσι·
σὺ^ ἔγνως ἐπὶ^ γῆς πά^ντα^, τὰ^ ἔσχα^τα^ καὶ τὰ^ ἀρχαῖα^.
σὺ ἔγνως ἐπὶ γῆς πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα.
ἀλλὰ^ τί^ φησι^ν ὁ αἱρετι^κός;
ἀλλὰ τί φησιν ὁ αἱρετικός;
περὶ^ τοῦ σωτῆρος ἔλεγε·
περὶ τοῦ σωτῆρος ἔλεγε·
σὺ^ ἔγνως ἐπὶ^ γῆς πά^ντα^, τὰ^ ἔσχα^τα^ καὶ τὰ^ ἀρχαῖα^.
σὺ ἔγνως ἐπὶ γῆς πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα.
ἀλλ' ὅρα_ τὸ ἐπα^γόμενον·
ἀλλ' ὅρα τὸ ἐπαγόμενον·
σὺ^ ἔπλα^σά^ς με καὶ ἔθηκα^ς ἐπ' ἐμέ.
σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ' ἐμέ.
ὁμολογοῦσι δὲ καὶ οἱ αἱρετι^κοί, ὅτι^ οὕτω τὰ^ πά^ντα^ τῆς θεότητος, οὐχ ὅτι^ ὁ υἱὸς τὸ πᾶν ὅσον εἰς δύ^να^μι^ν, ἀλλ' ὅσον εἰς πρόσωπον.
ὁμολογοῦσι δὲ καὶ οἱ αἱρετικοί, ὅτι οὕτω τὰ πάντα τῆς θεότητος, οὐχ ὅτι ὁ υἱὸς τὸ πᾶν ὅσον εἰς δύναμιν, ἀλλ' ὅσον εἰς πρόσωπον.
οὐδὲ γὰ^ρ δύ^να^νται ἀ^ναιρεῖν τὸν ὄντως ὄντα^.
οὐδὲ γὰρ δύνανται ἀναιρεῖν τὸν ὄντως ὄντα.
ἄκουε παύλου λέγοντος·
ἄκουε παύλου λέγοντος·
ἐὰ^ν ἀρνησώμεθα^, ἐκεῖνος πιστὸς μένει·
ἐὰν ἀρνησώμεθα, ἐκεῖνος πιστὸς μένει·
ἀρνήσασθαι ἑαυτὸν οὐ δύ^να^ται.
ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
ἀλλ' οἱ μὲν τὸν πα^τέρα^ ἀ^παρνησάμενοι ἀπῃσχύνθησαν τῆς ζωῆς.
ἀλλ' οἱ μὲν τὸν πατέρα ἀπαρνησάμενοι ἀπῃσχύνθησαν τῆς ζωῆς.
ἐκτὸς ἐγένοντο τοῦ φωτός, ἀπεστερήθησα^ν τῆς ζώσης πηγῆς.
ἐκτὸς ἐγένοντο τοῦ φωτός, ἀπεστερήθησαν τῆς ζώσης πηγῆς.