macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
πρὸς δὲ τοὺς διψυχοῦντα^ς αὐτοῦ τὴν θεότητα^ βοᾷ σήμερον καὶ δι^ὰ^ παντός·
πρὸς δὲ τοὺς διψυχοῦντας αὐτοῦ τὴν θεότητα βοᾷ σήμερον καὶ διὰ παντός·
εἴ τι^ς διψᾷ, ἐρχέσθω πρός με.
εἴ τις διψᾷ, ἐρχέσθω πρός με.
τί^ς γὰ^ρ εἶ, ἵ^να_ ἔλθωμεν οἱ διψῶντες πρός σε;
τίς γὰρ εἶ, ἵνα ἔλθωμεν οἱ διψῶντες πρός σε;
ἐγώ εἰμι^ πρὸς ὃν ἐβόων οἱ προφῆται·
ἐγώ εἰμι πρὸς ὃν ἐβόων οἱ προφῆται·
ὁ θεὸς ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω·
ὁ θεὸς ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω·
ἐδίψησέ σε ἡ ψυ_χή μου, πρὸς τὸν θεὸν τὸν ἰσχυ_ρόν.
ἐδίψησέ σε ἡ ψυχή μου, πρὸς τὸν θεὸν τὸν ἰσχυρόν.
εἴ τι^ς διψᾷ, ἐρχέσθω πρός με.
εἴ τις διψᾷ, ἐρχέσθω πρός με.
καὶ πότε ταῦτα^ λέγει;
καὶ πότε ταῦτα λέγει;
ἐν τῇ ἐσχά^τῃ ἡμέρᾳ τῇ μεγά^λῃ τῆς ἑορτῆς τῶν ἰουδαίων.
ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς τῶν ἰουδαίων.
ἡ γὰ^ρ τοῦ σωτῆρος πα^ρουσί^α_ ἐσχά^τη μὲν περι^ώρισε τὰ^ ἰουδαϊκά·
ἡ γὰρ τοῦ σωτῆρος παρουσία ἐσχάτη μὲν περιώρισε τὰ ἰουδαϊκά·
ἀρχὴν γὰ^ρ ἐδί^δου τοῖς εὐαγγελι^κοῖς καὶ περι^έγραφε μὲν τὰ^ ἀρχαῖα^, εἰσήγαγε δὲ τὰ^ νέα_.
ἀρχὴν γὰρ ἐδίδου τοῖς εὐαγγελικοῖς καὶ περιέγραφε μὲν τὰ ἀρχαῖα, εἰσήγαγε δὲ τὰ νέα.
ὅθεν καὶ ἐν τῇ ἀ^να^στά^σει τοῦ σωτῆρος βουληθεῖσα^ δεῖξαι ἡ γρα^φή, πῶς τὰ^ μὲν παλαιὰ^ δι^α^λύ_εται, τὰ^ δὲ νέα_ ἀνθεῖ καὶ εἰς εὐπρέπεια^ν πρόεισι^ν ἀνέστη φησὶ^ν ὀψὲ σαββάτων ποτέ.
ὅθεν καὶ ἐν τῇ ἀναστάσει τοῦ σωτῆρος βουληθεῖσα δεῖξαι ἡ γραφή, πῶς τὰ μὲν παλαιὰ διαλύεται, τὰ δὲ νέα ἀνθεῖ καὶ εἰς εὐπρέπειαν πρόεισιν ἀνέστη φησὶν ὀψὲ σαββάτων ποτέ.
ἐκεῖνο γὰ^ρ τὸ σάββατον περι^ώρισε πά^ντα^ τὰ^ σάββατα^.
ἐκεῖνο γὰρ τὸ σάββατον περιώρισε πάντα τὰ σάββατα.
ἀλλ' ὀψὲ σαββάτων·
ἀλλ' ὀψὲ σαββάτων·
σαββάτων τὸ τέλος ἦν ἐκεῖνο τὸ σάββατον.
σαββάτων τὸ τέλος ἦν ἐκεῖνο τὸ σάββατον.
οὐκ εἶπε διαδεχομένης μιᾶ_ς σαββά^του, ἀλλ' ἐπιφωσκούσῃ.
οὐκ εἶπε διαδεχομένης μιᾶς σαββάτου, ἀλλ' ἐπιφωσκούσῃ.
δείκνυ_σι^ τὸ φῶς τῶν σαββάτων.
δείκνυσι τὸ φῶς τῶν σαββάτων.
ἡ γὰ^ρ ἀνάστα^σι^ς, μᾶλλον δὲ ὁ τοῦ χριστοῦ θά^να^τος, πα^ρὰ^ μὲν ἰουδαίοις ὡς θά^να^τος ᾄδεται, πα^ρὰ^ δὲ τοῖς ἔθνεσι^ τὸ φῶς τῆς ἀναστάσεως ἐκλάμπει.
ἡ γὰρ ἀνάστασις, μᾶλλον δὲ ὁ τοῦ χριστοῦ θάνατος, παρὰ μὲν ἰουδαίοις ὡς θάνατος ᾄδεται, παρὰ δὲ τοῖς ἔθνεσι τὸ φῶς τῆς ἀναστάσεως ἐκλάμπει.
ὅθεν καὶ ἡ παλαιὰ μερίζει αὐτοῦ τοῦ θα^νά^του τὴν ἐνέργεια^ν λέγει γὰ^ρ ἐκ προσώπου αὐτοῦ ὁ προφήτης·
ὅθεν καὶ ἡ παλαιὰ μερίζει αὐτοῦ τοῦ θανάτου τὴν ἐνέργειαν λέγει γὰρ ἐκ προσώπου αὐτοῦ ὁ προφήτης·
ἰδοὺ τέθηκά^ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν.
ἰδοὺ τέθηκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν.
διαθήκη ὄνομα^ θα^νά^του, φῶς ἑρμηνεία_ τῆς ἀναστάσεως.
διαθήκη ὄνομα θανάτου, φῶς ἑρμηνεία τῆς ἀναστάσεως.
ἐπεὶ οὖν πα^ρὰ^ ἰουδαίοις θά^να^τος ᾄδεται, πα^ρὰ^ δὲ τοῖς ἔθνεσι^ν ἀνάστα^σι^ς κηρύττεται, προλαβὼν ὁ προφήτης ἐμέρισε τοῦ λόγου τὴν θεωρί^α_ν, τῷ μὲν γένει, τουτέστι^ τῷ ἰουδαϊκῷ, τὴν διαθήκην ἐφαρμόσας, τοῖς δὲ ἔθνεσι^ τὸ φῶς συζεύξας.
ἐπεὶ οὖν παρὰ ἰουδαίοις θάνατος ᾄδεται, παρὰ δὲ τοῖς ἔθνεσιν ἀνάστασις κηρύττεται, προλαβὼν ὁ προφήτης ἐμέρισε τοῦ λόγου τὴν θεωρίαν, τῷ μὲν γένει, τουτέστι τῷ ἰουδαϊκῷ, τὴν διαθήκην ἐφαρμόσας, τοῖς δὲ ἔθνεσι τὸ φῶς συζεύξας.
ὁ πιστεύων εἰς ἐμέ, κα^θὼς εἶπεν ἡ γρα^φή, ποτα^μοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος.
ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
πολλοὶ ἀ^παιτοῦσι^ παρ' ἡμῶν τὴν μαρτυρίαν καὶ ποῦ γέγραπται ὁ πιστεύων εἰς χριστόν, ποτα^μοὶ ῥεύσουσι^ν ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ὕ^δα^τος ζῶντος.
πολλοὶ ἀπαιτοῦσι παρ' ἡμῶν τὴν μαρτυρίαν καὶ ποῦ γέγραπται ὁ πιστεύων εἰς χριστόν, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος.
εἶπε γά^ρ φησι^ν ὁ σωτήρ·
εἶπε γάρ φησιν ὁ σωτήρ·
ὁ πιστεύων εἰς ἐμέ, κα^θὼς εἶπεν ἡ γρα^φή, ποτα^μοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος, οὐκ ἐπειδὴ τοῦτο γέγραπται, ἀλλ' ἐπειδὴ τοῦτο ἀ^κολούθως τῷ πιστεύοντι^ ἕπεται·
ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, οὐκ ἐπειδὴ τοῦτο γέγραπται, ἀλλ' ἐπειδὴ τοῦτο ἀκολούθως τῷ πιστεύοντι ἕπεται·
ποτα^μοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ὕ^δα^τος ζῶντος, τίνες οἱ ποτα^μοὶ λέγονται;
ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος, τίνες οἱ ποταμοὶ λέγονται;
τοῦ πνεύμα^τος αἱ ἐνέργειαι.
τοῦ πνεύματος αἱ ἐνέργειαι.
ἡ ἐνέργεια^ τοῦ προσκυνητοῦ πνεύμα^τος.
ἡ ἐνέργεια τοῦ προσκυνητοῦ πνεύματος.
εἷς μὲν οὖν ποτα^μός·
εἷς μὲν οὖν ποταμός·
πολλὰ^ δὲ ἐκ τοῦ ποτα^μοῦ σχίζονται.
πολλὰ δὲ ἐκ τοῦ ποταμοῦ σχίζονται.
καὶ ὥσπερ ἐκ τοῦ παραδείσου ποτα^μὸς ἐξέρχεται ἐν ἐδέμ, μερίζεται δὲ εἰς τέσσα^ρα^ς ἀ^ρχά_ς, εἷς μὲν οὖν ἐστι^ ποτα^μὸς καὶ μί^α^ ἐστὶ^ πηγὴ ζωῆς, προσέρχονται δὲ οἱ ποτα^μοὶ οἱ θεολογι^κοί, τὰ^ μέρη τῆς δι^δα^σκα^λί^α_ς.
καὶ ὥσπερ ἐκ τοῦ παραδείσου ποταμὸς ἐξέρχεται ἐν ἐδέμ, μερίζεται δὲ εἰς τέσσαρας ἀρχάς, εἷς μὲν οὖν ἐστι ποταμὸς καὶ μία ἐστὶ πηγὴ ζωῆς, προσέρχονται δὲ οἱ ποταμοὶ οἱ θεολογικοί, τὰ μέρη τῆς διδασκαλίας.
θέλεις ἰ^δεῖν ποτα^μοὺς ὕ^δα^τος ζῶντος ῥέοντα^ς;
θέλεις ἰδεῖν ποταμοὺς ὕδατος ζῶντος ῥέοντας;
βλέπε παῦλον ἀ^πὸ τῆς ἱερουσαλὴμ μέχρι^ τοῦ ἰλλυρικοῦ κύκλῳ ποτα^μοὺς ἁ^γί^ους ἀρδεύοντα^ τὴν ὑπ' οὐρα^νόν.
βλέπε παῦλον ἀπὸ τῆς ἱερουσαλὴμ μέχρι τοῦ ἰλλυρικοῦ κύκλῳ ποταμοὺς ἁγίους ἀρδεύοντα τὴν ὑπ' οὐρανόν.
πᾶσα^ν γὰ^ρ οὐκ ἂ^ν ἤρκεσε τοσαύτην οἰκουμένην ἀρδεῦσαι, εἰ μὴ εἶχε πλημμυροῦσα^ν τὴν τοῦ ἁ^γί^ου πνεύμα^τος ἐνέργεια^ν.
πᾶσαν γὰρ οὐκ ἂν ἤρκεσε τοσαύτην οἰκουμένην ἀρδεῦσαι, εἰ μὴ εἶχε πλημμυροῦσαν τὴν τοῦ ἁγίου πνεύματος ἐνέργειαν.
καὶ ὄντως ἐξ αὐτῶν ἐδείκνυε τῶν πρα_γμά^των, ὅτι^ ποταμοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος.
καὶ ὄντως ἐξ αὐτῶν ἐδείκνυε τῶν πραγμάτων, ὅτι ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
ὅτι^ δὲ ποτα^μοὺς ὕ^δα^τος ζῶντος τὰ_ς ἐνεργεία_ς τοῦ ἁ^γί^ου καὶ προσκυνητοῦ πνεύμα^τος ὑπηγόρευσεν, τὰ^ ἑπόμενα^ δείκνυ_σι^ν.
ὅτι δὲ ποταμοὺς ὕδατος ζῶντος τὰς ἐνεργείας τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ὑπηγόρευσεν, τὰ ἑπόμενα δείκνυσιν.
ἐπά^γει γὰ^ρ τὸ·
ἐπάγει γὰρ τὸ·
τοῦτο γὰ^ρ ἔλεγε περὶ^ τοῦ πνεύμα^τος, οὗ ἤμελλον λα^μβά^νειν οἱ πιστεύοντες.
τοῦτο γὰρ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες.
οὐκοῦν ὕ^δωρ ζῶν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον;
οὐκοῦν ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον;
πρόσεχε ἀ^κρι_βῶς.
πρόσεχε ἀκριβῶς.
ὕ^δωρ ζῶν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον.
ἐὰ^ν οὖν ἀ^κούσῃς τοῦ θεοῦ λέγοντος·
ἐὰν οὖν ἀκούσῃς τοῦ θεοῦ λέγοντος·
ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕ^δα^τος ζῶντος, νόει τὸν θεὸν πηγὴν τοῦ πνεύμα^τος.
ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, νόει τὸν θεὸν πηγὴν τοῦ πνεύματος.
ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕ^δα^τος ζῶντος.
ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος.
τὸ δὲ ὕδωρ τὸ ζῶν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
τὸ δὲ ὕδωρ τὸ ζῶν τὸ πνεῦμα τὸ ἅγιον.
ἄρα τοῦ ἁ^γί^ου πνεύμα^τος ὁ θεὸς πηγή, ἐξ αὐτῆς ἀ^νομβροῦσα^, ἐξ αὐτῆς προφέρουσα^ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, πίστει κηρυττομένη, οὐ κα^τα^λήψει.
ἄρα τοῦ ἁγίου πνεύματος ὁ θεὸς πηγή, ἐξ αὐτῆς ἀνομβροῦσα, ἐξ αὐτῆς προφέρουσα τὸ πνεῦμα τὸ ἅγιον, πίστει κηρυττομένη, οὐ καταλήψει.
οὐρανοὶ γὰ^ρ δι^ηγοῦνται δόξα^ν θεοῦ.
οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ.
οὐ κα^τα^λήψει.
οὐ καταλήψει.
ἄκουε τί^ φησι^ν ὁ προφήτης·
ἄκουε τί φησιν ὁ προφήτης·
ἐκάλυψεν οὐρανοὺς ἡ ἀ^ρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πληροῦται ἡ γῆ.
ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πληροῦται ἡ γῆ.
αἰνέσεως, οὐ καταλήψεως.
αἰνέσεως, οὐ καταλήψεως.
πίστεως, οὐκ ἐξετάσεως.
πίστεως, οὐκ ἐξετάσεως.
πιστεύοντες ἐβα^πτί^σθησα^ν.
πιστεύοντες ἐβαπτίσθησαν.
πολλοὶ τοῦ ὄχλου ἤκουον ὧν ἔλεγεν.
πολλοὶ τοῦ ὄχλου ἤκουον ὧν ἔλεγεν.
ἔλεγον·
ἔλεγον·
οὗτός ἐστι^ν ἀ^ληθῶς ὁ προφήτης.
οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.
ἄλλο προφήτης.
ἄλλο προφήτης.
τὸ γὰ^ρ ἄρθρον προστι^θέμενον κυρίαν δείκνυσι καὶ ἰδιάζουσα^ν τὴν αὐθεντίαν.
τὸ γὰρ ἄρθρον προστιθέμενον κυρίαν δείκνυσι καὶ ἰδιάζουσαν τὴν αὐθεντίαν.
οἷόν τι^ λέγω, ἵ^να_ ἀ^πὸ τῶν ἐν τῇ κοινῇ συ^νηθείᾳ τετριμμένων λά^βω τὴν ἀ^φορμὴν τῶν ἀποδείξεων·
οἷόν τι λέγω, ἵνα ἀπὸ τῶν ἐν τῇ κοινῇ συνηθείᾳ τετριμμένων λάβω τὴν ἀφορμὴν τῶν ἀποδείξεων·
ἐά^ν τι^ς εἴπῃ·
ἐάν τις εἴπῃ·
ἐπίσκοπος ἐπεδήμησε, τὴν μὲν ἀ^ξί^α_ν ἐμήνυ_σε, τὸν δὲ ἄνδρα^ οὐκ ἔδειξεν.
ἐπίσκοπος ἐπεδήμησε, τὴν μὲν ἀξίαν ἐμήνυσε, τὸν δὲ ἄνδρα οὐκ ἔδειξεν.
ἐὰ^ν δὲ εἴπῃ·
ἐὰν δὲ εἴπῃ·
ὁ ἐπίσκοπος τῆς πόλεως, γνώριζε τὸν ὑ^πὸ πάντων κηρυττόμενον.
ὁ ἐπίσκοπος τῆς πόλεως, γνώριζε τὸν ὑπὸ πάντων κηρυττόμενον.
ὁμοίως κ ἂ_ν ἰ_α_τρὸν εἴπῃς, τὴν ἐπιτήμην ἐμήνυσες, τὸν δὲ ἄνδρα^ οὐκ ἔδειξα^ς.
ὁμοίως κ ἂν ἰατρὸν εἴπῃς, τὴν ἐπιτήμην ἐμήνυσες, τὸν δὲ ἄνδρα οὐκ ἔδειξας.
ἐὰ^ν δὲ εἴπῃς ὁ ἰ_α_τρός, τὸν δὴ γνωριζόμενον ἀ^πα^γγέλλοιο.
ἐὰν δὲ εἴπῃς ὁ ἰατρός, τὸν δὴ γνωριζόμενον ἀπαγγέλλοιο.
οὐκ ἔλεγεν·
οὐκ ἔλεγεν·
οὗτος προφήτης ἐστί^ν, ἀλλ' οὗτός εστιν ὁ προφήτης.
οὗτος προφήτης ἐστίν, ἀλλ' οὗτός εστιν ὁ προφήτης.
ποῖος;
ποῖος;
ὁ ὡμολογημένος, περὶ^ οὗ ἔλεγον ὑ_μῖν·
ὁ ὡμολογημένος, περὶ οὗ ἔλεγον ὑμῖν·
ἐπηγγείλατο ὁ θεὸς προφήτην ἀ^να^στήσειν ἐκ τῶν ἀ^δελφῶν ὑ_μῶν ὡς ἐμέ.
ἐπηγγείλατο ὁ θεὸς προφήτην ἀναστήσειν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
ἄλλοι ἔλεγον·
ἄλλοι ἔλεγον·
οὗτός ἐστι^ν ὁ χριστός.
οὗτός ἐστιν ὁ χριστός.
πρόσεχε ἐνταῦθα^ τῷ ἄρθρῳ.
πρόσεχε ἐνταῦθα τῷ ἄρθρῳ.
ἄλλο χριστός.
ἄλλο χριστός.
πολλοὶ γὰ^ρ χριστοί, καὶ ἱ^ερεῖς χριστοί, ἀλλ' ὁ χριστὸς μόνος, οὗ μέτοχοι γεγόνα_σι^ν ἅ^πα^ντες.
πολλοὶ γὰρ χριστοί, καὶ ἱερεῖς χριστοί, ἀλλ' ὁ χριστὸς μόνος, οὗ μέτοχοι γεγόνασιν ἅπαντες.
δι^ὰ^ τοῦτο ὁ προφήτης ἔλεγε δαυίδ·
διὰ τοῦτο ὁ προφήτης ἔλεγε δαυίδ·
μέτοχος ἐγώ εἰμι^ πάντων τῶν φοβουμένων σε καὶ τῶν φυ^λα^σσόντων τὰ_ς ἐντολά_ς σου.
μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.
καὶ δεικνὺ_ς ὁ μα^κά^ριος προφήτης ὅτι^ πολλοὶ μέτοχοι ἐγένοντο τοῦ χριστοῦ κα^τὰ^ τὴν προσηγορίαν, πολλοὶ καὶ ἐγένοντο χριστοί, πολλοὶ κοινωνοῦντες τῇ προσηγορί^ᾳ, μὴ κοινωνοῦντες τῇ ἀ^ξί^ᾳ, ἔλεγε·
καὶ δεικνὺς ὁ μακάριος προφήτης ὅτι πολλοὶ μέτοχοι ἐγένοντο τοῦ χριστοῦ κατὰ τὴν προσηγορίαν, πολλοὶ καὶ ἐγένοντο χριστοί, πολλοὶ κοινωνοῦντες τῇ προσηγορίᾳ, μὴ κοινωνοῦντες τῇ ἀξίᾳ, ἔλεγε·
δι^ὰ^ τοῦτο ἔχρι_σέ σε ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως πα^ρὰ^ τοὺς μετόχους σου.
διὰ τοῦτο ἔχρισέ σε ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
μετόχους κα^λεῖ τοῦ χριστοῦ τοὺς τῆς προσηγορί^α_ς μετεσχηκότας.
μετόχους καλεῖ τοῦ χριστοῦ τοὺς τῆς προσηγορίας μετεσχηκότας.
ὅθεν καὶ ὁ παῦλος τὴν μετοχὴν τῆς προσηγορί^α_ς ἐκλαμβάνων δι^ὰ^ τὴν προσηγορίαν φησί^ν·
ὅθεν καὶ ὁ παῦλος τὴν μετοχὴν τῆς προσηγορίας ἐκλαμβάνων διὰ τὴν προσηγορίαν φησίν·
μέτοχοι τοῦ χριστοῦ γεγόνα^μεν πάντες, ἐὰ^ν τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι^ τέλους βεβαίαν κα^τασχῶμεν.
μέτοχοι τοῦ χριστοῦ γεγόναμεν πάντες, ἐὰν τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατασχῶμεν.
ὥσπερ γὰ^ρ ὁ χριστὸς πηγὴ ὢν τῶν ἀ^γα^θῶν μετέχεται ὑ^πὸ τῶν ἀ^ξί^ων, οὕτως καὶ τὸ πνεῦμα^ τὸ προσκυνητὸν ἐν μετοχῇ γί_νεται τῶν ἀ^ξί^ων.
ὥσπερ γὰρ ὁ χριστὸς πηγὴ ὢν τῶν ἀγαθῶν μετέχεται ὑπὸ τῶν ἀξίων, οὕτως καὶ τὸ πνεῦμα τὸ προσκυνητὸν ἐν μετοχῇ γίνεται τῶν ἀξίων.
λέγει γὰ^ρ ὁ ἀ^πόστολος·
λέγει γὰρ ὁ ἀπόστολος·
τοὺς ἅ^παξ φωτισθέντας γευσαμένους τε τοῦ ῥήμα^τος καὶ μετόχους γενομένους πνεύμα^τος ἁ^γί^ου.
τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τοῦ ῥήματος καὶ μετόχους γενομένους πνεύματος ἁγίου.
ὁρᾷς πῶς ἡ θεότης μετοχή ἐστι^ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁ^γί^ου πνεύμα^τος;
ὁρᾷς πῶς ἡ θεότης μετοχή ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος;
ἔλεγον οὖν·
ἔλεγον οὖν·
οὗτός ἐστι^ν ὁ χριστός.
οὗτός ἐστιν ὁ χριστός.
ἄλλοι ἔλεγον σήμερον·
ἄλλοι ἔλεγον σήμερον·
μὴ γὰ^ρ ἐκ τῆς γαλιλαίας ὁ χριστὸς ἔρχεται;
μὴ γὰρ ἐκ τῆς γαλιλαίας ὁ χριστὸς ἔρχεται;
οὐχὶ ἡ γρα^φὴ εἶπεν ὅτι^ ἐκ σπέρμα^τος δαυὶδ καὶ ἀ^πὸ βηθλεὲμ τῆς κώμης;.
οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ σπέρματος δαυὶδ καὶ ἀπὸ βηθλεὲμ τῆς κώμης;.
ἐπισημαίνεται ἡ οἰκί^α^ πῶς ἑαυτῆς μαίνεται.
ἐπισημαίνεται ἡ οἰκία πῶς ἑαυτῆς μαίνεται.
νῦν ὁ ἰουδαῖος βουλόμενος παραγράψασθαι τὴν ἀ^πὸ τῆς γαλιλαίας πρόοδον προφέρει τὴν βηθλεὲμ εἰς ἀ^πόδειξι^ν.
νῦν ὁ ἰουδαῖος βουλόμενος παραγράψασθαι τὴν ἀπὸ τῆς γαλιλαίας πρόοδον προφέρει τὴν βηθλεὲμ εἰς ἀπόδειξιν.
οὕτω φησί^ν·
οὕτω φησίν·
οὐκ ἔστι^ν ἀ^πὸ τῆς γαλιλαίας ὁ χριστός, ὅτι^ ὁ προφήτης εἶπεν·
οὐκ ἔστιν ἀπὸ τῆς γαλιλαίας ὁ χριστός, ὅτι ὁ προφήτης εἶπεν·
ἐκ βηθλεὲμ τῆς κώμης.
ἐκ βηθλεὲμ τῆς κώμης.
καὶ πῶς ἐν ἑτέρῳ τόπῳ λέγει;
καὶ πῶς ἐν ἑτέρῳ τόπῳ λέγει;
οὐ οἴδα^μεν πόθεν ὁ χριστὸς ἔρχεται.
οὐ οἴδαμεν πόθεν ὁ χριστὸς ἔρχεται.
βλέπε πῶς ἡ κα^κί^α_ πρὸς ἑαυτὴν μερίζεται καὶ ὡς ἔλεγεν ὁ δαυὶδ ἐψεύσα^το ἡ ἀ^δι^κί^α_.
βλέπε πῶς ἡ κακία πρὸς ἑαυτὴν μερίζεται καὶ ὡς ἔλεγεν ὁ δαυὶδ ἐψεύσατο ἡ ἀδικία.