macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὁ χριστὸς ὅτα^ν ἔρχεται, οὐκ οἴδα^μεν πόθεν ἔρχεται. | ὁ χριστὸς ὅταν ἔρχεται, οὐκ οἴδαμεν πόθεν ἔρχεται. |
λέγει γά^ρ· | λέγει γάρ· |
οὐκ ἐκ σπέρμα^τος δαυὶδ καὶ ἀ^πὸ βηθλεὲμ τῆς κώμης;. | οὐκ ἐκ σπέρματος δαυὶδ καὶ ἀπὸ βηθλεὲμ τῆς κώμης;. |
ἢ οὐκ οἶδα^ς ὅτι^ τὴν γνῶσι^ν ἐπαγγέλλει; | ἢ οὐκ οἶδας ὅτι τὴν γνῶσιν ἐπαγγέλλει; |
εἰ δὲ γι^νώσκεις, τί^ τὴν ἄγνοια^ν προσποιεῖ; | εἰ δὲ γινώσκεις, τί τὴν ἄγνοιαν προσποιεῖ; |
σχίσμα δὲ ἦν ἐν τῷ ὄχλῳ. | σχίσμα δὲ ἦν ἐν τῷ ὄχλῳ. |
ἐσχίσθησαν καὶ ταῖς ψυ_χαῖς καὶ τοῖς λόγοις, κα^θὼς ἔλεγε δαυίδ· | ἐσχίσθησαν καὶ ταῖς ψυχαῖς καὶ τοῖς λόγοις, καθὼς ἔλεγε δαυίδ· |
διεσχίσθησαν καὶ οὐ κατηνύγησα^ν. | διεσχίσθησαν καὶ οὐ κατηνύγησαν. |
τινὲς δὲ ἐξ αὐτῶν ἤθελον πιάσαι αὐτὸν, ἀλλ' οὐδεὶς ἐπέβα^λεν ἐπ' αὐτὸν τὰ_ς χεῖρα^ς. | τινὲς δὲ ἐξ αὐτῶν ἤθελον πιάσαι αὐτὸν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. |
ὅπου μὴ ἐπιτρέπει αὐθεντί^α^, οὐδὲν ἰσχύ_ει πονηρία. | ὅπου μὴ ἐπιτρέπει αὐθεντία, οὐδὲν ἰσχύει πονηρία. |
ὅπου μὴ κλί_νει αὐτὴν ἐξουσί^α_, οὐδὲν ἐπιχειρεῖ ῥᾳδιουργία τῶν ἐπιχειρούντων. | ὅπου μὴ κλίνει αὐτὴν ἐξουσία, οὐδὲν ἐπιχειρεῖ ῥᾳδιουργία τῶν ἐπιχειρούντων. |
ἠθέλησαν, ἀλλ' οὐ κατευωδόθησα^ν. | ἠθέλησαν, ἀλλ' οὐ κατευωδόθησαν. |
ἐφύλασσε γὰ^ρ ὁ σωτὴρ τὴν εὐκαιρίαν τῷ πά^θει, ὁ φυ^λά^σσων τῷ τύ^πῳ τὴν ἀ^λήθεια^ν. | ἐφύλασσε γὰρ ὁ σωτὴρ τὴν εὐκαιρίαν τῷ πάθει, ὁ φυλάσσων τῷ τύπῳ τὴν ἀλήθειαν. |
ᾔδει γὰ^ρ τὴν ἡμέρα_ν ἐν ᾗ ὁ τύ^πος ἐγί_νετο τοῦ πά^θους. | ᾔδει γὰρ τὴν ἡμέραν ἐν ᾗ ὁ τύπος ἐγίνετο τοῦ πάθους. |
ἐν αὐτῇ δεῖ πληρωθῆναι τὴν ἀ^λήθεια^ν τοῦ πά^θους. | ἐν αὐτῇ δεῖ πληρωθῆναι τὴν ἀλήθειαν τοῦ πάθους. |
θέλεις δὲ μα^θεῖν ὅτι^ ἡ ἐξουσί^α_ πά^ντα^ νι_κᾷ καὶ οὐ κρα^τεῖται, ἐὰ^ν μὴ θέλῃ; | θέλεις δὲ μαθεῖν ὅτι ἡ ἐξουσία πάντα νικᾷ καὶ οὐ κρατεῖται, ἐὰν μὴ θέλῃ; |
ἠθέλησαν ὡς ἀ^νελεῖν, ἀλλ' ἐσκοτίσθησα^ν. | ἠθέλησαν ὡς ἀνελεῖν, ἀλλ' ἐσκοτίσθησαν. |
ἠθέλησαν αὐτὸν πιάσαι ἐν ἑτέρῳ τόπῳ, ἐν τῷ ἱερῷ. | ἠθέλησαν αὐτὸν πιάσαι ἐν ἑτέρῳ τόπῳ, ἐν τῷ ἱερῷ. |
καὶ ἰησοῦς ἐξῆλθε δι^ὰ^ μέσου αὐτῶν κρυπτόμενος. | καὶ ἰησοῦς ἐξῆλθε διὰ μέσου αὐτῶν κρυπτόμενος. |
εἰ δι^ὰ^ μέσου αὐτῶν, πῶς κρυπτόμενος; | εἰ διὰ μέσου αὐτῶν, πῶς κρυπτόμενος; |
ἠδύνατο καὶ λόγῳ ἀνα^τρέψαι τοὺς ἀγνώμονα^ς. | ἠδύνατο καὶ λόγῳ ἀνατρέψαι τοὺς ἀγνώμονας. |
δι^ὰ^ φιλανθρωπίαν φέρει τὸ πά^θος ἐπὶ^ τοῦ σταυροῦ. | διὰ φιλανθρωπίαν φέρει τὸ πάθος ἐπὶ τοῦ σταυροῦ. |
λέγει αὐτοῖς· | λέγει αὐτοῖς· |
τίνα ζητεῖτε; | τίνα ζητεῖτε; |
οἱ δὲ πρὸς αὐτόν· | οἱ δὲ πρὸς αὐτόν· |
ἰησοῦν τὸν ναζωραῖον. | ἰησοῦν τὸν ναζωραῖον. |
λέγει· | λέγει· |
ἐγώ εἰμι^. | ἐγώ εἰμι. |
καὶ ἔπεσα^ν εἰς τὰ^ ὀπί^σω πάντες. | καὶ ἔπεσαν εἰς τὰ ὀπίσω πάντες. |
εἷς λόγος ἀνέτρεψεν. | εἷς λόγος ἀνέτρεψεν. |
ἀπειλὴ οὐκ ἀνέτρεψεν. | ἀπειλὴ οὐκ ἀνέτρεψεν. |
ὁ ἀ^πόστολος δι^ὰ^ τοῦτο, ὁ γενναῖος ἐκεῖνος τῆς ἀ^ληθεία_ς κήρυξ, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ λαλοῦντα^ ἔχων ἐν ἑαυτῷ τὸν χριστὸν, εἰδὼς τῆς ἐξουσί^α_ς τὴν αὐθεντίαν καὶ ὅτι^ οὐ πονηρία ἔγρα^φε τὴν ἐξουσί^α_ν, ἀλλ' ἡ ἀ^ξί^α_ συγκατέβη τῇ φι^λανθρωπί^ᾳ, λέγει· | ὁ ἀπόστολος διὰ τοῦτο, ὁ γενναῖος ἐκεῖνος τῆς ἀληθείας κήρυξ, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν χριστὸν, εἰδὼς τῆς ἐξουσίας τὴν αὐθεντίαν καὶ ὅτι οὐ πονηρία ἔγραφε τὴν ἐξουσίαν, ἀλλ' ἡ ἀξία συγκατέβη τῇ φιλανθρωπίᾳ, λέγει· |
καὶ παρέδωκεν ἑαυτὸν ὑ^πὲρ ἡμῶν. | καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν. |
ἦλθον οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ πρὸς τοὺς φαρισαίους καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· | ἦλθον οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ πρὸς τοὺς φαρισαίους καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· |
δι^ὰ^ τί^ οὐκ ἠγά^γετε αὐτόν;. | διὰ τί οὐκ ἠγάγετε αὐτόν;. |
πρόσεχε ἐνταῦθα^, πῶς ἡ κα^κί^α_ ὑ^πὸ ἑαυτῆς ἀνα^τρέπεται. | πρόσεχε ἐνταῦθα, πῶς ἡ κακία ὑπὸ ἑαυτῆς ἀνατρέπεται. |
ἀπέστειλαν οἱ ἀρχιερεῖς ὑπηρέτα_ς ἀ^γα^γεῖν τὸν σωτῆρα^. | ἀπέστειλαν οἱ ἀρχιερεῖς ὑπηρέτας ἀγαγεῖν τὸν σωτῆρα. |
οἱ ὑπηρέται ναρκήσαντες πρὸς τὴν θεία_ν δι^δασκαλί^α_ν ὑπέστρεψα^ν, οὐχ ὡς ἡττημένοι, ἀλλ' ὡς αὐτοῦ τοῦ σωτῆρος ἀγωνιζόμενοι. | οἱ ὑπηρέται ναρκήσαντες πρὸς τὴν θείαν διδασκαλίαν ὑπέστρεψαν, οὐχ ὡς ἡττημένοι, ἀλλ' ὡς αὐτοῦ τοῦ σωτῆρος ἀγωνιζόμενοι. |
δι^ὰ^ τί^ αὐτὸν οὐκ ἠγά^γετε; | διὰ τί αὐτὸν οὐκ ἠγάγετε; |
λέγουσι^ν· | λέγουσιν· |
οὐδεὶς ἐλά^λησεν ὡς ὁ ἄνθρωπος οὗτος. | οὐδεὶς ἐλάλησεν ὡς ὁ ἄνθρωπος οὗτος. |
ὅρα πῶς ἡ ἀ^ρετὴ τὴν δι^δασκαλί^α_ν μετα^βά^λλει. | ὅρα πῶς ἡ ἀρετὴ τὴν διδασκαλίαν μεταβάλλει. |
ἐδέξατο τοὺς πολεμοῦντα^ς καὶ φί^λους ἐποίησεν. | ἐδέξατο τοὺς πολεμοῦντας καὶ φίλους ἐποίησεν. |
ἦλθον ὡς ἐχθροὶ τοξεύοντες καὶ ἀπεστά^λησα^ν ὡς πρέσβεις ἀπολογούμενοι. | ἦλθον ὡς ἐχθροὶ τοξεύοντες καὶ ἀπεστάλησαν ὡς πρέσβεις ἀπολογούμενοι. |
ἀπεκρίθησαν οἱ φαρισαῖοι· | ἀπεκρίθησαν οἱ φαρισαῖοι· |
μὴ καὶ ὑ_μεῖς πεπλά^νησθε; | μὴ καὶ ὑμεῖς πεπλάνησθε; |
μή τι^ς ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν φαρισαίων, ἀλλ' ὁ ὄχλος ὁ μὴ γι^νώσκων τὸν νόμον. | μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν φαρισαίων, ἀλλ' ὁ ὄχλος ὁ μὴ γινώσκων τὸν νόμον. |
βλέπεις τῆς κα^κί^α_ς τυφλώσεις; | βλέπεις τῆς κακίας τυφλώσεις; |
οὐδείς φησι^ν ἐπίστευσεν εἰς αὐτόν, ἀλλ' ὄχλος ὁ μὴ γι^νώσκων τὸν νόμον. | οὐδείς φησιν ἐπίστευσεν εἰς αὐτόν, ἀλλ' ὄχλος ὁ μὴ γινώσκων τὸν νόμον. |
ἐπισκιάζουσι τὴν ἑαυτῶν κα^κί^α_ν ὡς ἀ^πὸ τῆς γνώσεως τοῦ νόμου φεύγοντες τοῦ χριστοῦ τὴν δι^δασκαλί^α_ν. | ἐπισκιάζουσι τὴν ἑαυτῶν κακίαν ὡς ἀπὸ τῆς γνώσεως τοῦ νόμου φεύγοντες τοῦ χριστοῦ τὴν διδασκαλίαν. |
ὁ νόμος σέ, ἰουδαῖε, πα^ρα^σκευά^ζει ἀπειθεῖν τῷ χριστῷ καὶ αἰτιᾶσαι τὸν ὄχλον ὅτι^ ἐπίστευσεν ὡς νόμου ἄ^πειρος; | ὁ νόμος σέ, ἰουδαῖε, παρασκευάζει ἀπειθεῖν τῷ χριστῷ καὶ αἰτιᾶσαι τὸν ὄχλον ὅτι ἐπίστευσεν ὡς νόμου ἄπειρος; |
καὶ μὴν θαυμά^σαι ἐστὶ^ τοὺς νόμον ἀ^γνοοῦντα^ς καὶ νομοθέτην εὑρόντας, τοὺς προφήτα_ς μὴ ἐντυχόντας καὶ τὸν προφητευόμενον εὑρόντας. | καὶ μὴν θαυμάσαι ἐστὶ τοὺς νόμον ἀγνοοῦντας καὶ νομοθέτην εὑρόντας, τοὺς προφήτας μὴ ἐντυχόντας καὶ τὸν προφητευόμενον εὑρόντας. |
σὺ^ δὲ ἀναγινώσκων τὸν νόμον οὐκ ἐπέγνως τὸν ὑ^πὸ τοῦ νόμου κηρυττόμενον; | σὺ δὲ ἀναγινώσκων τὸν νόμον οὐκ ἐπέγνως τὸν ὑπὸ τοῦ νόμου κηρυττόμενον; |
οὐκ οἶδα^ς τὸν νόμον; | οὐκ οἶδας τὸν νόμον; |
οὐκ ἔγνως τὸν νόμον; | οὐκ ἔγνως τὸν νόμον; |
οὐχ ὁ νόμος εἶπεν· | οὐχ ὁ νόμος εἶπεν· |
οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα καὶ ἡγούμενος, ἕως ἂ_ν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκί^α_ ἐθνῶν; | οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα καὶ ἡγούμενος, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν; |
ὅρον ἔδωκεν ἀ^ληθεία_ς. | ὅρον ἔδωκεν ἀληθείας. |
περιώρισε πρά_γμα^σι^ν ἀσαλεύτως τὴν εὐσέβεια^ν. | περιώρισε πράγμασιν ἀσαλεύτως τὴν εὐσέβειαν. |
προφητεύει ἡ γρα^φὴ περὶ^ τῆς πα^ρουσί^α_ς τοῦ χριστοῦ, ὅτι^ ἀμήχανόν ἐστι^ παύσασθαι τοὺς βα^σι^λεῖς ἰουδαίων, ἕως ἂ_ν ἔλθῃ ὁ χριστός. | προφητεύει ἡ γραφὴ περὶ τῆς παρουσίας τοῦ χριστοῦ, ὅτι ἀμήχανόν ἐστι παύσασθαι τοὺς βασιλεῖς ἰουδαίων, ἕως ἂν ἔλθῃ ὁ χριστός. |
ἢ τοίνυ^ν δεῖξον τὴν ἰουδαϊκὴν βα^σι^λεία_ν μένουσα^ν καὶ οὐδέπω ἦλθεν ὁ χριστός. | ἢ τοίνυν δεῖξον τὴν ἰουδαϊκὴν βασιλείαν μένουσαν καὶ οὐδέπω ἦλθεν ὁ χριστός. |
εἰ οὐκ ἔχεις δεικνύ^ναι, δέξαι τὸν παραγενάμενον. | εἰ οὐκ ἔχεις δεικνύναι, δέξαι τὸν παραγενάμενον. |
οὐκ ἐκλείψει ἄρχων καὶ ἡγούμενος ἐξ ἰούδα, ἕως ἂ_ν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκί^α_ ἐθνῶν. | οὐκ ἐκλείψει ἄρχων καὶ ἡγούμενος ἐξ ἰούδα, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. |
ἔστω· | ἔστω· |
οὐ πα^ρεγένετο ἡ προσδοκί^α_ τῶν ἐθνῶν. | οὐ παρεγένετο ἡ προσδοκία τῶν ἐθνῶν. |
πῶς ἤνθησεν; | πῶς ἤνθησεν; |
ὁ γεωργὸς οὐκ ἀ^πήντησε καὶ οἱ καρποὶ ἐβλάστησα^ν; | ὁ γεωργὸς οὐκ ἀπήντησε καὶ οἱ καρποὶ ἐβλάστησαν; |
ἡ προσδοκί^α_ τῶν ἐθνῶν οὐδέποτε ἦλθε καὶ τὰ^ ἔθνη προσεκύνησα^ν; | ἡ προσδοκία τῶν ἐθνῶν οὐδέποτε ἦλθε καὶ τὰ ἔθνη προσεκύνησαν; |
ἀλλὰ^ πολλοὶ σοφίζονται τὸν λόγον. | ἀλλὰ πολλοὶ σοφίζονται τὸν λόγον. |
οὐκ ἐξέλειπόν φησι^ν ἄρχοντες τῶν ἰουδαίων. | οὐκ ἐξέλειπόν φησιν ἄρχοντες τῶν ἰουδαίων. |
μένουσιν οἱ πα^τρι^ά^ρχαι τοῦ γένους τοῦ δαυὶδ τοῦ βα^σι^λι^κοῦ. | μένουσιν οἱ πατριάρχαι τοῦ γένους τοῦ δαυὶδ τοῦ βασιλικοῦ. |
καλῶς ὁ χριστὸς ἡ πηγὴ τῆς σοφί^α_ς· | καλῶς ὁ χριστὸς ἡ πηγὴ τῆς σοφίας· |
ἐρευνᾶτε τὰ_ς γρα^φὰ_ς. | ἐρευνᾶτε τὰς γραφὰς. |
βα^σι^λεὺς καὶ ἄρχων οὐ γί_νεται κα^τὰ^ νόμον μὴ χρι_όμενος. | βασιλεὺς καὶ ἄρχων οὐ γίνεται κατὰ νόμον μὴ χριόμενος. |
οὐ ποιεῖ τὴν διαδοχὴν βα^σι^λέα^, ἐὰν μὴ τὸ κέρα^ς ἀλείψῃ τὸν βα^σι^λέα^. | οὐ ποιεῖ τὴν διαδοχὴν βασιλέα, ἐὰν μὴ τὸ κέρας ἀλείψῃ τὸν βασιλέα. |
δαυὶδ ὁ βασιλεὺς βουλόμενος κα^τα^στῆσαι τὸν ἑαυτοῦ δι^ά^δοχον οὐκ ἠρκέσθη τῇ διαδοχῇ τοῦ γένους, ἐκάλεσε τὸν προφήτην. | δαυὶδ ὁ βασιλεὺς βουλόμενος καταστῆσαι τὸν ἑαυτοῦ διάδοχον οὐκ ἠρκέσθη τῇ διαδοχῇ τοῦ γένους, ἐκάλεσε τὸν προφήτην. |
λάβε μοι τὸν παιδά^ριον σαλομών. | λάβε μοι τὸν παιδάριον σαλομών. |
λαβέτωσαν αὐτὸν σαδὼχ ὁ ἱ^ερεὺς καὶ νάθαν ὁ προφήτης καὶ κα^τα^γά^γωσι^ν αὐτὸν εἰς τὸν σιλωὰμ καὶ χρισάτωσα^ν αὐτόν. | λαβέτωσαν αὐτὸν σαδὼχ ὁ ἱερεὺς καὶ νάθαν ὁ προφήτης καὶ καταγάγωσιν αὐτὸν εἰς τὸν σιλωὰμ καὶ χρισάτωσαν αὐτόν. |
ὁρᾷς ὅτι^ οὐ ποιεῖ διαδοχὴ βα^σι^λέα^, ἐὰν μὴ τὸ χρῖσμα^ βεβαιώσῃ τὴν βα^σι^λεία_ν; | ὁρᾷς ὅτι οὐ ποιεῖ διαδοχὴ βασιλέα, ἐὰν μὴ τὸ χρῖσμα βεβαιώσῃ τὴν βασιλείαν; |
ἀλλὰ πρόσεχε τῇ ἀκρι_βείᾳ. | ἀλλὰ πρόσεχε τῇ ἀκριβείᾳ. |
ὁ προφήτης βουλόμενος δεῖξαι καθ' ὃν τρόπον γεγύμνωται ἡ ἰουδαϊκὴ γῆ τῶν ἀρχόντων, λέγει· | ὁ προφήτης βουλόμενος δεῖξαι καθ' ὃν τρόπον γεγύμνωται ἡ ἰουδαϊκὴ γῆ τῶν ἀρχόντων, λέγει· |
καθήσονται ἡμέρα_ς πολλὰ_ς οἱ υἱοὶ ἰσραὴλ οὐκ ὄντος αὐτοῖς ἄρχοντος οὐ δὲ βα^σι^λέως οὔ τε προφητῶν. | καθήσονται ἡμέρας πολλὰς οἱ υἱοὶ ἰσραὴλ οὐκ ὄντος αὐτοῖς ἄρχοντος οὐ δὲ βασιλέως οὔ τε προφητῶν. |
κ ἂ_ν ἄ^ρχοντα^ δείξῃς, προφήτην δὲ μὴ δείξῃς, οὐ ψεύδεται ἡ ἀ^λήθεια^; | κ ἂν ἄρχοντα δείξῃς, προφήτην δὲ μὴ δείξῃς, οὐ ψεύδεται ἡ ἀλήθεια; |
οὐ συ^νιστὰ_ς τὸ ζητούμενον ὁρᾷς, πῶς παντα^χοῦ ἀποκέκλεισται τοῖς ἀντιλέγουσι^ν; | οὐ συνιστὰς τὸ ζητούμενον ὁρᾷς, πῶς πανταχοῦ ἀποκέκλεισται τοῖς ἀντιλέγουσιν; |
οὐ γὰ^ρ ὄνομα^ ποιεῖ τὴν ἐξουσί^α_ν, ἀλλ' ἡ τοῦ θεοῦ βεβαίωσι^ς κυ_ροῖ τὴν ἐξουσί^α_ν. | οὐ γὰρ ὄνομα ποιεῖ τὴν ἐξουσίαν, ἀλλ' ἡ τοῦ θεοῦ βεβαίωσις κυροῖ τὴν ἐξουσίαν. |
λέγει νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς τὸν χριστὸν νυκτός. | λέγει νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς τὸν χριστὸν νυκτός. |
πρόσεχε πῶς ἐπι^λα^μβά^νεται αὐτοῦ τῆς ἀπαρρησιά^στου γνώμης ὁ μὴ πεπαρρησιασμένος ποτέ, κατανυχθεὶς ὑ^πὸ τῶν λόγων κυ_ρί^ου ὅτι^ πᾶς ὁ φαῦλα^ πράσσων μι_σεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται εἰς τὸ φῶς. | πρόσεχε πῶς ἐπιλαμβάνεται αὐτοῦ τῆς ἀπαρρησιάστου γνώμης ὁ μὴ πεπαρρησιασμένος ποτέ, κατανυχθεὶς ὑπὸ τῶν λόγων κυρίου ὅτι πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται εἰς τὸ φῶς. |
βουλόμενος ἀποδύ_σα^σθαι τὸν κίνδυ_νον ἐπὶ^ τῇ προλαβούσῃ νυκτὶ^ ἐν ἡμέρᾳ παρρησιάζεται καὶ λύ_ει τῇ ὁμολογίᾳ τὴν ἄρνησι^ν. | βουλόμενος ἀποδύσασθαι τὸν κίνδυνον ἐπὶ τῇ προλαβούσῃ νυκτὶ ἐν ἡμέρᾳ παρρησιάζεται καὶ λύει τῇ ὁμολογίᾳ τὴν ἄρνησιν. |
μὴ ὁ νόμος ἡμῶν κρί_νει τὸν ἄνθρωπον ἐὰν μή τι^ ἀ^κούσῃ ἐξ αὐτοῦ;. | μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μή τι ἀκούσῃ ἐξ αὐτοῦ;. |
προσεκάλεσεν εἰς κρί^σιν τὸν σωτῆρα^ εἰδὼς ὅτι^ δύ^να^ται φωνὴ θεοῦ προελθοῦσα^ σβέσαι τὴν ἁ^μαρτί^α_ν καὶ μανίαν τῶν ἀντιλεγόντων. | προσεκάλεσεν εἰς κρίσιν τὸν σωτῆρα εἰδὼς ὅτι δύναται φωνὴ θεοῦ προελθοῦσα σβέσαι τὴν ἁμαρτίαν καὶ μανίαν τῶν ἀντιλεγόντων. |
ἀπεκρίθησαν ἐκεῖνοι· | ἀπεκρίθησαν ἐκεῖνοι· |
μὴ καὶ σὺ ἐκ τῶν μα^θητῶν αὐτοῦ εἶ; | μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; |
ἐρεύνησον καὶ μά^θε ὅτι^ ἐκ τῆς γαλιλαίας προφήτης οὐκ ἐγήγερται. | ἐρεύνησον καὶ μάθε ὅτι ἐκ τῆς γαλιλαίας προφήτης οὐκ ἐγήγερται. |
πρόσεχε ἐνταῦθα^, πα^ρα^κα^λῶ, τῇ ἰουδαϊκῇ ἀγνωμοσύ^νῃ καὶ τῷ ἐλέγχῳ τοῦ σωτῆρος ἐπιστομίζοντι^ τὴν κα^κί^α_ν. | πρόσεχε ἐνταῦθα, παρακαλῶ, τῇ ἰουδαϊκῇ ἀγνωμοσύνῃ καὶ τῷ ἐλέγχῳ τοῦ σωτῆρος ἐπιστομίζοντι τὴν κακίαν. |
ἐκ τῆς γαλιλαίας, λέγει, προφήτης οὐκ ἐγήγερται. | ἐκ τῆς γαλιλαίας, λέγει, προφήτης οὐκ ἐγήγερται. |
καὶ τί^ ὁ εὐαγγελιστής; | καὶ τί ὁ εὐαγγελιστής; |
ἐβόησεν ὁ ἰησοῦς· | ἐβόησεν ὁ ἰησοῦς· |
ἐγώ εἰμι^ τὸ φῶς τοῦ κόσμου. | ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. |
ποίαν ἀκολουθίαν ἔχει πρὸς τὴν ἄρνησι^ν ἐκείνων ἡ ἐπα^γωγὴ τοῦ ῥήμα^τος; | ποίαν ἀκολουθίαν ἔχει πρὸς τὴν ἄρνησιν ἐκείνων ἡ ἐπαγωγὴ τοῦ ῥήματος; |
ἐκεῖνοι λέγουσι^ν· | ἐκεῖνοι λέγουσιν· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.