macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἡ μα^κα^ρία_ δεβόρρα, ἡ προφῆτι^ς ἐκείνη, τοὺς μὴ συ^νελθόντας εἰς τὸν πόλεμον κα^τὰ^ τῶν ἀλλοφύ_λων λέγει κα^ταρᾶσθαι, τοὺς μὴ ἐξελθόντας βοηθῆσαι τῷ κυ_ρί^ῳ.
ἡ μακαρία δεβόρρα, ἡ προφῆτις ἐκείνη, τοὺς μὴ συνελθόντας εἰς τὸν πόλεμον κατὰ τῶν ἀλλοφύλων λέγει καταρᾶσθαι, τοὺς μὴ ἐξελθόντας βοηθῆσαι τῷ κυρίῳ.
πολλοὶ τοίνυ^ν τῶν αἱρετι^κῶν ἀντιβάλλουσι^ ῥήμα^τα^ παρ' ἐθνι^κῶν προφερόμενα^.
πολλοὶ τοίνυν τῶν αἱρετικῶν ἀντιβάλλουσι ῥήματα παρ' ἐθνικῶν προφερόμενα.
καὶ τί^ φησι^ τῶν ἑλλήνων;
καὶ τί φησι τῶν ἑλλήνων;
ἡ κα^κί^α_ τῶν αἱρετι^κῶν κρύ^πτουσα^ τὰ^ ἴ^δι^α^ ὅπλα^, ἐπειδὴ αὐτῶν ἥττηται, προφέρει τὰ^ ἀ^λλότρι^α^, ἵ^να_ διασαλεύσῃ τὰ^ θεμέλι^α^ τῆς εὐσεβεία_ς.
ἡ κακία τῶν αἱρετικῶν κρύπτουσα τὰ ἴδια ὅπλα, ἐπειδὴ αὐτῶν ἥττηται, προφέρει τὰ ἀλλότρια, ἵνα διασαλεύσῃ τὰ θεμέλια τῆς εὐσεβείας.
τινὲς τῶν ἑλλήνων ἔφησα^ν·
τινὲς τῶν ἑλλήνων ἔφησαν·
ἀφ' οὗ ὁ χριστιανισμός, πόλεμοι.
ἀφ' οὗ ὁ χριστιανισμός, πόλεμοι.
ἀφ' οὗ ἀνετρά^πη τὰ^ εἴδωλα^, ἀνετρά^πη, φησί^ν, ἡ οἰκουμένη.
ἀφ' οὗ ἀνετράπη τὰ εἴδωλα, ἀνετράπη, φησίν, ἡ οἰκουμένη.
σύγγνωτέ μοι, πα^ρα^κα^λῶ.
σύγγνωτέ μοι, παρακαλῶ.
κέχρημαι τοῖς ἐκ τῶν ἐνα^ντί^ων προφερομένοις εἰς ἀ^πόδειξι^ν.
κέχρημαι τοῖς ἐκ τῶν ἐναντίων προφερομένοις εἰς ἀπόδειξιν.
ἤρκει μὲν γὰ^ρ αὐτὴ καθ' ἑαυτὴν ἡ ἀ^λήθεια^ ὑ^πὲρ ἑαυτῆς ἀγωνι^ζομένη.
ἤρκει μὲν γὰρ αὐτὴ καθ' ἑαυτὴν ἡ ἀλήθεια ὑπὲρ ἑαυτῆς ἀγωνιζομένη.
δεῖ δὲ λα^μβά^νειν τὰ^ ὅπλα^ τῶν ἐνα^ντί^ων καὶ αὐτὸς κόπτειν.
δεῖ δὲ λαμβάνειν τὰ ὅπλα τῶν ἐναντίων καὶ αὐτὸς κόπτειν.
καὶ γὰ^ρ ὁ μα^κά^ριος δαυίδ, ὅτε ἐν σφενδόνῃ τὸν ἀ^ντί^πα^λον κα^τηγωνίσατο, ἐπεὶ τὴν κεφα^λὴν ἀποτεμεῖν οὐκ ἴσχυ_εν, τοῦ ἐνα^ντί^ου λα^βὼν τὸν ἐνα^ντί^ον ἀπέτεμεν.
καὶ γὰρ ὁ μακάριος δαυίδ, ὅτε ἐν σφενδόνῃ τὸν ἀντίπαλον κατηγωνίσατο, ἐπεὶ τὴν κεφαλὴν ἀποτεμεῖν οὐκ ἴσχυεν, τοῦ ἐναντίου λαβὼν τὸν ἐναντίον ἀπέτεμεν.
ἀφ' οὗ ἀνετρά^πη τὰ^ εἴδωλα^, πόλεμοι.
ἀφ' οὗ ἀνετράπη τὰ εἴδωλα, πόλεμοι.
ὅτε οὖν ὁ ξέρξης ἐπιδημήσα_ς εἰς τὰ_ς ἀθήνας ἐνέπρησε καὶ τὴν ἀχαΐαν ὅλην καὶ τὴν ἑλλάδα κα^τήγα^γεν εἰς ἔδα^φος, οὐκ ἦσα^ν παρ' αὐτοῖς θεοί;
ὅτε οὖν ὁ ξέρξης ἐπιδημήσας εἰς τὰς ἀθήνας ἐνέπρησε καὶ τὴν ἀχαΐαν ὅλην καὶ τὴν ἑλλάδα κατήγαγεν εἰς ἔδαφος, οὐκ ἦσαν παρ' αὐτοῖς θεοί;
οὐκ ἦσα^ν βωμοί;
οὐκ ἦσαν βωμοί;
οὐκ ἦσα^ν τελεταί;
οὐκ ἦσαν τελεταί;
οὐκ ἦσα^ν αἵμα^τα^ ἱερά^;
οὐκ ἦσαν αἵματα ἱερά;
εἰ πα^ρὰ^ τὴν αἰτί^α_ν τῆς ἀνατροπῆς τῶν εἰδώλων πόλεμος, δι^ὰ^ τί^ τότε πόλεμος, ὅτε ἤκμαζε τὰ^ ἑλληνικά;
εἰ παρὰ τὴν αἰτίαν τῆς ἀνατροπῆς τῶν εἰδώλων πόλεμος, διὰ τί τότε πόλεμος, ὅτε ἤκμαζε τὰ ἑλληνικά;
ὅτε πόλεις πρὸς πόλεις ἠγωνίζοντο, ὅτε κῶμαι κώμαις ἐπολέμουν, ὅτε πᾶσα^ χεὶρ δι^ὰ^ ξί^φους ὥδευεν, ὅτε οὐκ ἦν μετ' εἰρήνης δι^οδεύειν, ὅτε οὐκ ἦν ἄ^νευ ξί^φους τὴν ὁδὸν τὴν τυ^χοῦσα^ν γέμειν ποῦ ἦν τὰ^ εἴδωλα^;
ὅτε πόλεις πρὸς πόλεις ἠγωνίζοντο, ὅτε κῶμαι κώμαις ἐπολέμουν, ὅτε πᾶσα χεὶρ διὰ ξίφους ὥδευεν, ὅτε οὐκ ἦν μετ' εἰρήνης διοδεύειν, ὅτε οὐκ ἦν ἄνευ ξίφους τὴν ὁδὸν τὴν τυχοῦσαν γέμειν ποῦ ἦν τὰ εἴδωλα;
αἰσχύνομαι ὑ^πὲρ εἰδώλων φθεγγόμενος.
αἰσχύνομαι ὑπὲρ εἰδώλων φθεγγόμενος.
μιαίνω τὴν γλῶττα^ν, ἵ^να_ τοὺς μιεροὺς δι^ελέγξω.
μιαίνω τὴν γλῶτταν, ἵνα τοὺς μιεροὺς διελέγξω.
ἀνάγνωθι τὰ_ς ῥωμαϊκὰς ἱ^στορί^α_ς.
ἀνάγνωθι τὰς ῥωμαϊκὰς ἱστορίας.
ἀνάγνωθι τοὺς ἀρχαίους πολέμους.
ἀνάγνωθι τοὺς ἀρχαίους πολέμους.
ἀνάγνωθι τὰ^ ἀρχαῖα^ κα^κά^, ὧν συ^νεγρά^ψα^το πολέμων θουκυδίδης τῆς πελοποννήσου τὸν ὄλεθρον τῆς ἑλλάδος ὅλης τὸν ἀφα^νισμὸν καὶ τῶν ἀσσυρίων λεγόντων·
ἀνάγνωθι τὰ ἀρχαῖα κακά, ὧν συνεγράψατο πολέμων θουκυδίδης τῆς πελοποννήσου τὸν ὄλεθρον τῆς ἑλλάδος ὅλης τὸν ἀφανισμὸν καὶ τῶν ἀσσυρίων λεγόντων·
ποῦ εἰσι^ν οἱ θεοί σου θάμαρ καὶ ἀσοῦρ;
ποῦ εἰσιν οἱ θεοί σου θάμαρ καὶ ἀσοῦρ;
μὴ ἠδυνήθησα^ν οἱ θεοί σου σῶσαι τὴν ἑαυτῶν χώρα_ν;
μὴ ἠδυνήθησαν οἱ θεοί σου σῶσαι τὴν ἑαυτῶν χώραν;
ἀλλὰ λα^μβά^νει ὁ ἀσεβὴς τὸ ἄ^πειρον τῶν ἀρχαίων καὶ θολοῖ αὐτὸν τῇ φαινομένῃ τῶν ἀνθρώπων καταστάσει.
ἀλλὰ λαμβάνει ὁ ἀσεβὴς τὸ ἄπειρον τῶν ἀρχαίων καὶ θολοῖ αὐτὸν τῇ φαινομένῃ τῶν ἀνθρώπων καταστάσει.
ἀφ' οὗ χριστὸς πέπαυται μερι^κὸς πόλεμος καὶ πα ρακμάζει ὁ τῶν ἀλλοφύ_λων.
ἀφ' οὗ χριστὸς πέπαυται μερικὸς πόλεμος καὶ πα ρακμάζει ὁ τῶν ἀλλοφύλων.
τότε γὰ^ρ πόλι^ς πρὸς πόλι^ν, τότε ἔθνος πρὸς ἔθνος.
τότε γὰρ πόλις πρὸς πόλιν, τότε ἔθνος πρὸς ἔθνος.
νῦν ταρά^ττει σε ὄνομα^ πολέμου δι^ὰ^ τὴν ὑπερβάλλουσα^ν συνήθεια^ν τῆς εἰρήνης.
νῦν ταράττει σε ὄνομα πολέμου διὰ τὴν ὑπερβάλλουσαν συνήθειαν τῆς εἰρήνης.
εἰρήνη γνωρι^σθεῖσα^ λήθην σοι τῶν πολεμι^κῶν ἐποίησεν ὀνομά^των.
εἰρήνη γνωρισθεῖσα λήθην σοι τῶν πολεμικῶν ἐποίησεν ὀνομάτων.
ἐπειδὴ ἔλεγεν ὁ προφήτης·
ἐπειδὴ ἔλεγεν ὁ προφήτης·
συγκόψωσι τὰ_ς μαχαίρα_ς αὐτῶν εἰς ἄροτρα^ καὶ τὰ_ς ζιβύνα_ς αὐτῶν εἰς δρέπα^να^, καὶ οὐ μὴ μά^θωσι^ν ἔτι^ πολεμεῖν.
συγκόψωσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.
νῦν λέγει·
νῦν λέγει·
μετὰ^ χριστὸν οὖν οὐ πολι_τεύεται μοιχεία;
μετὰ χριστὸν οὖν οὐ πολιτεύεται μοιχεία;
τοῦτο γὰ^ρ προσφέρουσι^ν.
τοῦτο γὰρ προσφέρουσιν.
μετὰ^ χριστὸν οὖν οὐ πολι_τεύεται πορνεία_;
μετὰ χριστὸν οὖν οὐ πολιτεύεται πορνεία;
μετὰ χριστὸν νενόμισται λαγνεία_ πορνεία_.
μετὰ χριστὸν νενόμισται λαγνεία πορνεία.
τότε οὕτω τετίμητο.
τότε οὕτω τετίμητο.
ἀνάγνωθι τοὺς ἀρχαίους νόμους, μᾶλλον δὲ μύ_θους.
ἀνάγνωθι τοὺς ἀρχαίους νόμους, μᾶλλον δὲ μύθους.
βλέπε τῶν ἑλλήνων τὰ^ κα^κά^.
βλέπε τῶν ἑλλήνων τὰ κακά.
πορνεύουσά τι^ς θεὸς ἐλέγετο.
πορνεύουσά τις θεὸς ἐλέγετο.
μοιχεύουσα ἀλλ' θεὸς προσηγορεύετο.
μοιχεύουσα ἀλλ' θεὸς προσηγορεύετο.
καὶ ὁ λεγόμενος πα^τὴρ θεῶν τὰ^ κα^κὰ^ δι' ὧν εἰς μυ_ρί^α_ σχήμα^τα^ ἀκολασία_ς μετεβάλλετο, τοσοῦτον ἠγνοεῖτο πορνείᾳ, ὅτι^ καὶ ἐθεολογεῖτο.
καὶ ὁ λεγόμενος πατὴρ θεῶν τὰ κακὰ δι' ὧν εἰς μυρία σχήματα ἀκολασίας μετεβάλλετο, τοσοῦτον ἠγνοεῖτο πορνείᾳ, ὅτι καὶ ἐθεολογεῖτο.
νῦν δέ, ἐπειδὴ ἔλαμψεν ἡ ἀκτὶς τῆς σωφροσύνης, ἐδείχθη τί^ πορνεία_ καὶ τί^ ἁγνεία_.
νῦν δέ, ἐπειδὴ ἔλαμψεν ἡ ἀκτὶς τῆς σωφροσύνης, ἐδείχθη τί πορνεία καὶ τί ἁγνεία.
τὸ φῶς ἔδειξε τὰ^ σεμνὰ^ καὶ ἔλα^μψα^ν τὰ^ σεμνά^.
τὸ φῶς ἔδειξε τὰ σεμνὰ καὶ ἔλαμψαν τὰ σεμνά.
ἡ συνήθεια^ δὲ τῶν κα^κῶν οὐ δὲ εἰς αἴσθησί^ν σε ἔφερε τῶν κα^κῶν.
ἡ συνήθεια δὲ τῶν κακῶν οὐ δὲ εἰς αἴσθησίν σε ἔφερε τῶν κακῶν.
ὥσπερ γὰ^ρ ἵ^να_ κοινῷ χρήσωμαι, εἰ καὶ ῥῆμά^ ἐστι^ν ἀ^νθρώπι^νον, ἀλλ' ἐρῶ.
ὥσπερ γὰρ ἵνα κοινῷ χρήσωμαι, εἰ καὶ ῥῆμά ἐστιν ἀνθρώπινον, ἀλλ' ἐρῶ.
ὥσπερ γὰ^ρ οἱ ἐν βυρσείῳ ζῶντες δι^ὰ^ τὴν συνήθεια^ν τῆς δυσωδία_ς αἴσθησι^ν οὐκ ἔχουσι^ν, οὕτω καὶ ἡ συνήθεια^ τῶν κα^κῶν εἰς ἀ^ναίσθησι^ν ἦγε τὰ^ κα^κά^.
ὥσπερ γὰρ οἱ ἐν βυρσείῳ ζῶντες διὰ τὴν συνήθειαν τῆς δυσωδίας αἴσθησιν οὐκ ἔχουσιν, οὕτω καὶ ἡ συνήθεια τῶν κακῶν εἰς ἀναίσθησιν ἦγε τὰ κακά.
ἐπειδὴ ἔλαμψεν ἡ ἁγνεία_, χριστός, αἱ ἀκτῖνες τοῦ ἁγιασμοῦ, δείκνυ^ται ἡ πορνεία_ πορνεία_.
ἐπειδὴ ἔλαμψεν ἡ ἁγνεία, χριστός, αἱ ἀκτῖνες τοῦ ἁγιασμοῦ, δείκνυται ἡ πορνεία πορνεία.
ὥσπερ γά^ρ, ἀ^δελφοί, ὁ φορῶν ἐσθῆτα^ ῥυ^πα^ρὰ_ν ἐν οἱῳδήποτε τόπῳ κα^θήμενος καὶ ἐν οἱᾳδήποτε ἀκα^θαρσίᾳ οὐκ ἐλέγχεται προπεπύρωτο γὰ^ρ ἡ ἔνστα^σι^ς καὶ οὐδεὶς αὐτὸν ἐλέγχει ἀ^δι^α^φόρως κα^θήμενον καὶ ῥύ^πῳ προσομιλοῦντα^.
ὥσπερ γάρ, ἀδελφοί, ὁ φορῶν ἐσθῆτα ῥυπαρὰν ἐν οἱῳδήποτε τόπῳ καθήμενος καὶ ἐν οἱᾳδήποτε ἀκαθαρσίᾳ οὐκ ἐλέγχεται προπεπύρωτο γὰρ ἡ ἔνστασις καὶ οὐδεὶς αὐτὸν ἐλέγχει ἀδιαφόρως καθήμενον καὶ ῥύπῳ προσομιλοῦντα.
ὁ γὰ^ρ προλαβὼν ῥύ^πος οὐκ ἐλέγχει τὸν δεύτερον.
ὁ γὰρ προλαβὼν ῥύπος οὐκ ἐλέγχει τὸν δεύτερον.
ἐὰν δέ τι^ς λαμπρὰ_ν στολὴν ἐνδύ_σηται, κ ἂ_ν τὸ τυ^χὸν προσπεσὼν ἐλέγχει τὸ ἀ^λλότρι^ον.
ἐὰν δέ τις λαμπρὰν στολὴν ἐνδύσηται, κ ἂν τὸ τυχὸν προσπεσὼν ἐλέγχει τὸ ἀλλότριον.
οὕτως τότε ῥυ^πα^ρὸς ἦν καὶ ὁ κόσμος, ῥυ^πα^ρὸν ἱ_μά^τι^ον ἐνδεδυμένος.
οὕτως τότε ῥυπαρὸς ἦν καὶ ὁ κόσμος, ῥυπαρὸν ἱμάτιον ἐνδεδυμένος.
ἐμφυρόμενος τοῖς κα^κοῖς οὐκ ἠλέγχετο.
ἐμφυρόμενος τοῖς κακοῖς οὐκ ἠλέγχετο.
ὅτε δὲ ἔλαμψε τὸ φῶς τοῦ χριστοῦ, φαίνεται ἡ πολλὴ πορνεία_, οὐκ ἐπειδὴ πολλή ἐστι^ν ὡς τότε, ἀλλ' ὅτι^ νῦν κρυβῆναι οὐ δύ^να^ται.
ὅτε δὲ ἔλαμψε τὸ φῶς τοῦ χριστοῦ, φαίνεται ἡ πολλὴ πορνεία, οὐκ ἐπειδὴ πολλή ἐστιν ὡς τότε, ἀλλ' ὅτι νῦν κρυβῆναι οὐ δύναται.
βλέπε γὰ^ρ τοῦ δι^α^βόλου τὴν κα^κί^α_ν, τί^ ἐπενόησε τοῖς ἀρχαίοις.
βλέπε γὰρ τοῦ διαβόλου τὴν κακίαν, τί ἐπενόησε τοῖς ἀρχαίοις.
εἰδὼς ὁ δι^ά^βολος ἅ^τε δὴ καὶ τεχνίτης ὢν καὶ πεπαλαιωμένος ἡμερῶν κα^κῶν, εἰδὼς ὅτι^ δι^ά^φοροι τῶν ἀνθρώπων αἱ τάξεις καὶ οὐ πάντες ἀ^πὸ τῶν ἠθῶν κι_νοῦνται, ἀλλ' ὁ μέν ἐστι^ σώφρων κα^τὰ^ φύ^σι^ν, ὁ δὲ ἀκόλα^στος κα^τὰ^ συνήθεια^ν καὶ ἄλλος ἐλάττωμα^ εἰς μιαιφονίαν, ἄλλος εἰς ὀργὴν καὶ θυ_μόν, βουλόμενος τὰ^ πά^ντα...
εἰδὼς ὁ διάβολος ἅτε δὴ καὶ τεχνίτης ὢν καὶ πεπαλαιωμένος ἡμερῶν κακῶν, εἰδὼς ὅτι διάφοροι τῶν ἀνθρώπων αἱ τάξεις καὶ οὐ πάντες ἀπὸ τῶν ἠθῶν κινοῦνται, ἀλλ' ὁ μέν ἐστι σώφρων κατὰ φύσιν, ὁ δὲ ἀκόλαστος κατὰ συνήθειαν καὶ ἄλλος ἐλάττωμα εἰς μιαιφονίαν, ἄλλος εἰς ὀργὴν καὶ θυμόν, βουλόμενος τὰ πάντα πάθη κρατῆσαι καὶ πάν...
τί^ φησι^ν ἡ ἀκόλα^στος πορνεία_, ἡ ἄχα^ρι^ς μοιχεία;
τί φησιν ἡ ἀκόλαστος πορνεία, ἡ ἄχαρις μοιχεία;
μὴ νομί^σῃς εἶναι κα^κὸν τὴν μοιχείαν.
μὴ νομίσῃς εἶναι κακὸν τὴν μοιχείαν.
βλέπε τὸν ἄδωνιν.
βλέπε τὸν ἄδωνιν.
βλέπε τὴν λεγομένην κύπρον.
βλέπε τὴν λεγομένην κύπρον.
οἱ θεοὶ οἱ προσκυνούμενοι πορνεύουσι^ καὶ σὺ αἰδῇ μοιχεύων;
οἱ θεοὶ οἱ προσκυνούμενοι πορνεύουσι καὶ σὺ αἰδῇ μοιχεύων;
οὐδεὶς αἰδεῖται τῶν προσκυνουμένων καὶ σὺ αἰδεῖσαι ὁ προσκυ^νῶν;
οὐδεὶς αἰδεῖται τῶν προσκυνουμένων καὶ σὺ αἰδεῖσαι ὁ προσκυνῶν;
εἶδε τοὺς ἀκολά^στους καὶ ἔπηξεν αὐτοῖς δείλαια^ τῆς ἀκολασία_ς.
εἶδε τοὺς ἀκολάστους καὶ ἔπηξεν αὐτοῖς δείλαια τῆς ἀκολασίας.
εἶδε τοὺς σώφρονα^ς καὶ ἀντεμηχανήσατο.
εἶδε τοὺς σώφρονας καὶ ἀντεμηχανήσατο.
τί^ φησι^ν;
τί φησιν;
ποθεῖς τὴν σωφροσύνην;
ποθεῖς τὴν σωφροσύνην;
ἔχεις τὴν ἄρτεμιν, ἔχεις τὴν ἀθηνᾶν·
ἔχεις τὴν ἄρτεμιν, ἔχεις τὴν ἀθηνᾶν·
παρθένοι εἰσί^ν·
παρθένοι εἰσίν·
γά^μον οὐ θέλουσι^ν, ἵ^να_ κ ἂ^ν σωφροσύνην θέλεις μετὰ ἀδεία_ς καὶ ἀκολασίαν μετὰ ἀφοβία_ς.
γάμον οὐ θέλουσιν, ἵνα κ ἂν σωφροσύνην θέλεις μετὰ ἀδείας καὶ ἀκολασίαν μετὰ ἀφοβίας.
βουληθεὶς ὁ δι^ά^βολος πᾶσαν τέχνην, πᾶν ἐπιτήδευμα^, πά^ντα^ τρόπον εἰς τὴν ἀθεΐαν δῆσαι, ἐπενόησεν ἑκάστῳ πράγμα^τι^ μόρφωσι^ν τέχνης.
βουληθεὶς ὁ διάβολος πᾶσαν τέχνην, πᾶν ἐπιτήδευμα, πάντα τρόπον εἰς τὴν ἀθεΐαν δῆσαι, ἐπενόησεν ἑκάστῳ πράγματι μόρφωσιν τέχνης.
τεχνίτης εἶ;
τεχνίτης εἶ;
τίμησον τὸν ἥφαιστον.
τίμησον τὸν ἥφαιστον.
ἀμπελουργὸς εἶ;
ἀμπελουργὸς εἶ;
τίμησον τὸν διόνυσον.
τίμησον τὸν διόνυσον.
τῆς γῆς τοὺς κόλπους ποθεῖς;
τῆς γῆς τοὺς κόλπους ποθεῖς;
τίμησον τὴν δήμητραν.
τίμησον τὴν δήμητραν.
καὶ τοῦτο ἦν ὃ εἶπε παῦλος.
καὶ τοῦτο ἦν ὃ εἶπε παῦλος.
ἐπειδὴ εἶδεν ὁ παῦλος ὅτι^ τὰ^ δῶρα^ τοῦ θεοῦ προσκυ^νεῖται, αὐτὸς δὲ ἠγνοεῖτο, λέγει·
ἐπειδὴ εἶδεν ὁ παῦλος ὅτι τὰ δῶρα τοῦ θεοῦ προσκυνεῖται, αὐτὸς δὲ ἠγνοεῖτο, λέγει·
μετήλλαξαν τὴν δόξα^ν τοῦ θεοῦ καὶ ἐλάτρευσα^ν τῇ κτί^σει πα^ρὰ^ τὸν κτίσαντα^.
μετήλλαξαν τὴν δόξαν τοῦ θεοῦ καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.
κυνηγὸς εἶ;
κυνηγὸς εἶ;
ἔχεις τὴν κυνηγοῦσα^ν ἄρτεμιν.
ἔχεις τὴν κυνηγοῦσαν ἄρτεμιν.
μή τι^ς νομί^σῃ χραίνεσθαι τὸ διδασκάλιον, ἐὰν εἴπωμεν ἄρτεμιν ἢ διόνυσον.
μή τις νομίσῃ χραίνεσθαι τὸ διδασκάλιον, ἐὰν εἴπωμεν ἄρτεμιν ἢ διόνυσον.
καὶ γὰ^ρ ἐν ταῖς ἁγί^αις γρα^φαῖς γέγραπται ἃ^ ἕλληνες εἶπον.
καὶ γὰρ ἐν ταῖς ἁγίαις γραφαῖς γέγραπται ἃ ἕλληνες εἶπον.
ἐκάλουν μὲν τὸν βαρνάβαν δίαν, τὸν δὲ παῦλον ἑρμῆν.
ἐκάλουν μὲν τὸν βαρνάβαν δίαν, τὸν δὲ παῦλον ἑρμῆν.
ἐπειδὴ ταῦτα^ ἦν τὰ^ ὀνόμα^τα^, ἐπελά^βου τούτων, ἐχθρὲ τῆς ἀ^ληθεία_ς, καὶ τὰ^ ἀρχαῖα^ κα^κὰ^ σκεπάσας καὶ τῇ ἀ^ληθείᾳ πα^ρα^δοὺς τὴν τοσαύτην τῶν κα^κῶν σύγχυσι^ν τολμᾷς εἰπεῖν ὅτι^ ἀφ' οὗ τὸ φῶς ἔλαμψεν τὸ σκότος ἐπλεόνα^σεν;
ἐπειδὴ ταῦτα ἦν τὰ ὀνόματα, ἐπελάβου τούτων, ἐχθρὲ τῆς ἀληθείας, καὶ τὰ ἀρχαῖα κακὰ σκεπάσας καὶ τῇ ἀληθείᾳ παραδοὺς τὴν τοσαύτην τῶν κακῶν σύγχυσιν τολμᾷς εἰπεῖν ὅτι ἀφ' οὗ τὸ φῶς ἔλαμψεν τὸ σκότος ἐπλεόνασεν;
ἀλλ' ἴ_σως ἀντικρούουσι^ν·
ἀλλ' ἴσως ἀντικρούουσιν·
εἰ τοίνυ^ν ἐκεῖνα^ κα^κὰ^ καὶ φαῦλα^, ταῦτα^ δὲ λαμπρὰ^ καὶ σωτήρια^, δι^ὰ^ τί^ πόλεμοι;
εἰ τοίνυν ἐκεῖνα κακὰ καὶ φαῦλα, ταῦτα δὲ λαμπρὰ καὶ σωτήρια, διὰ τί πόλεμοι;
δι^ὰ^ τί^;
διὰ τί;
ἐπειδὴ ἄρτι^ τῆς εἰδωλολατρεία_ς πλεονεξί^α_, περὶ ἧς εἶπε παῦλος·
ἐπειδὴ ἄρτι τῆς εἰδωλολατρείας πλεονεξία, περὶ ἧς εἶπε παῦλος·
καὶ τὴν πλεονεξίαν ἥτι^ς ἐστὶ^ν εἰδωλολατρεία.
καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρεία.
θέλεις μα^θεῖν δι^ὰ^ τί^ πόλεμοι, διὰ τί^ πόλεις ἐρημοῦνται, διὰ τί^ χώρα_ ἔχουσα^ πολλοὺς ἄ^νδρα^ς εἰς ὀλί^γους περι^ί^στα^ται;
θέλεις μαθεῖν διὰ τί πόλεμοι, διὰ τί πόλεις ἐρημοῦνται, διὰ τί χώρα ἔχουσα πολλοὺς ἄνδρας εἰς ὀλίγους περιίσταται;
ἄκουε τοῦ προφήτου·
ἄκουε τοῦ προφήτου·
ἀκούσατε, οἶκος ἰακώβ, τὸν λόγον τοῦ κυ_ρί^ου ὅτι κρί^σι^ς τῷ κυ_ρί^ῳ πρὸς τοὺς οἰκοῦντα^ς τὴν γῆν.
ἀκούσατε, οἶκος ἰακώβ, τὸν λόγον τοῦ κυρίου ὅτι κρίσις τῷ κυρίῳ πρὸς τοὺς οἰκοῦντας τὴν γῆν.
διὰ τοῦτο οὐκ ἔστι^ν ἔλεος κυ_ρί^ου οὐ δὲ ἐπίγνωσι^ς.
διὰ τοῦτο οὐκ ἔστιν ἔλεος κυρίου οὐ δὲ ἐπίγνωσις.
ἀρὰ καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία ἐκκέχυται ἐπὶ^ τῆς γῆς.
ἀρὰ καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία ἐκκέχυται ἐπὶ τῆς γῆς.
αἵματα ἐφ' αἵμα^σι^ μί^σγουσι^ν.
αἵματα ἐφ' αἵμασι μίσγουσιν.
διὰ τοῦτο σμικρυνθήσεται ἡ γῆ σὺ^ν πᾶσι^ τοῖς κα^τοικοῦσι^ν αὐτήν.
διὰ τοῦτο σμικρυνθήσεται ἡ γῆ σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν.
διὰ τοῦτο ἐρημοῦνται πόλεις καὶ οἶκοι, ἐπειδὴ οὐ τείχη τοῖς σοῖς οἴκοις.
διὰ τοῦτο ἐρημοῦνται πόλεις καὶ οἶκοι, ἐπειδὴ οὐ τείχη τοῖς σοῖς οἴκοις.