macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
διὰ τοῦτο πόλεμοι ὡς πῦρ ἀ^νά^πτουσι^ τείχη, ἐπειδὴ κα^τεφρονήθη τὸ δί^καιον καὶ πτωχοὶ πεπά^τηνται καὶ ὑπερήφα^νοι τι_μῶνται.
διὰ τοῦτο πόλεμοι ὡς πῦρ ἀνάπτουσι τείχη, ἐπειδὴ κατεφρονήθη τὸ δίκαιον καὶ πτωχοὶ πεπάτηνται καὶ ὑπερήφανοι τιμῶνται.
οὐκ ἐμὸς ὁ λόγος, κ ἄ_ν τι^νες ἀγανακτῶσι^ν.
οὐκ ἐμὸς ὁ λόγος, κ ἄν τινες ἀγανακτῶσιν.
οὐ γὰ^ρ ἀ^ληθῆ;
οὐ γὰρ ἀληθῆ;
εἰπέ μοι, ὦ μακάριε προφῆτα^, διὰ τί^ πῦρ, διὰ τί^ σεισμός;
εἰπέ μοι, ὦ μακάριε προφῆτα, διὰ τί πῦρ, διὰ τί σεισμός;
διὰ τί^ ἀφα^νισμός;
διὰ τί ἀφανισμός;
ἀποστελῶ πῦρ ἐπὶ^ τὰ^ τείχη θαιμᾶν καὶ καταφάγεται τὰ^ τείχη ἱερουσαλήμ.
ἀποστελῶ πῦρ ἐπὶ τὰ τείχη θαιμᾶν καὶ καταφάγεται τὰ τείχη ἱερουσαλήμ.
διὰ τί^;
διὰ τί;
ἀνθ' ὧν κατεκονδύλιζον κεφα^λὰ_ς πτωχῶν καὶ τὸ δί^καιον τοῦ δι^καίου ἦρα^ν καὶ ἐπώλησα^ν πένητα^ ἕνεκεν ὑ^ποδημά^των.
ἀνθ' ὧν κατεκονδύλιζον κεφαλὰς πτωχῶν καὶ τὸ δίκαιον τοῦ δικαίου ἦραν καὶ ἐπώλησαν πένητα ἕνεκεν ὑποδημάτων.
διὰ τοῦτο ἐπάξει κύ_ρι^ος τὴν ὀργὴν ταύτην καὶ ἀ^πολοῦνται οἱ ἄρχοντες.
διὰ τοῦτο ἐπάξει κύριος τὴν ὀργὴν ταύτην καὶ ἀπολοῦνται οἱ ἄρχοντες.
διὰ τί^;
διὰ τί;
διὰ ἀπαιδευσίαν γλώττης αὐτῶν.
διὰ ἀπαιδευσίαν γλώττης αὐτῶν.
βλέπεις πυρκαϊὰν ἀναπτομένην καὶ ἐπι^τί^θεις ξύ^λα^;
βλέπεις πυρκαϊὰν ἀναπτομένην καὶ ἐπιτίθεις ξύλα;
διὰ τοῦτο ἀ^γοραὶ ἠρημώθησα^ν ἐν τῇ πόλει, ἐπειδὴ ἐν ἀ^γοραῖς σημεῖα^ οὐκ ἐτι_μήθη.
διὰ τοῦτο ἀγοραὶ ἠρημώθησαν ἐν τῇ πόλει, ἐπειδὴ ἐν ἀγοραῖς σημεῖα οὐκ ἐτιμήθη.
διὰ τοῦτο ἀπεκλείσθησα^ν οἶκοι τῇ ἀ^ληθείᾳ ἀποκλείει τὸν ἑαυτῆς οἶκον ἡ ἀ^λήθεια^.
διὰ τοῦτο ἀπεκλείσθησαν οἶκοι τῇ ἀληθείᾳ ἀποκλείει τὸν ἑαυτῆς οἶκον ἡ ἀλήθεια.
διὰ τί^ οὐκ οἰκήσεις, οὐκ ἀπολαύσεις τῶν ἰ^δί^ων;
διὰ τί οὐκ οἰκήσεις, οὐκ ἀπολαύσεις τῶν ἰδίων;
ἐπεὶ ζητεῖς τὰ^ μὴ ἴ^δι^α^.
ἐπεὶ ζητεῖς τὰ μὴ ἴδια.
διὰ τοῦτο λέγει ὁ προφήτης·
διὰ τοῦτο λέγει ὁ προφήτης·
ἀνθ' ὧν κατεκονδυλίζετε εἰς κεφα^λὴν πτωχῶν καὶ δῶρα^ ἐκλεκτὰ^ ἐδέξασθε παρ' αὐτῶν.
ἀνθ' ὧν κατεκονδυλίζετε εἰς κεφαλὴν πτωχῶν καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ' αὐτῶν.
διὰ τοῦτο οἴκους κα^λοὺς ᾠκοδομήσα^τε καὶ οὐκ ἔστι^ν ὁ οἰκῶν.
διὰ τοῦτο οἴκους καλοὺς ᾠκοδομήσατε καὶ οὐκ ἔστιν ὁ οἰκῶν.
ἀμπελῶνας ἐφυ^τεύσα^τε καὶ οὐ μὴ πί^ητε οἶνον.
ἀμπελῶνας ἐφυτεύσατε καὶ οὐ μὴ πίητε οἶνον.
ἔλαιον ἔχετε καὶ οὐ μὴ ἀλείψα^τε.
ἔλαιον ἔχετε καὶ οὐ μὴ ἀλείψατε.
εἶτα, ὧ κύ_ρι^ε, τὴν πληγὴν ἔδειξα^ς, τὴν θεραπείαν οὐκ ἐπήγαγες·
εἶτα, ὧ κύριε, τὴν πληγὴν ἔδειξας, τὴν θεραπείαν οὐκ ἐπήγαγες·
εἰσὶ γὰ^ρ ψυ_χαὶ χρεία_ν ἔχουσαι θερα^πεία_ς.
εἰσὶ γὰρ ψυχαὶ χρείαν ἔχουσαι θεραπείας.
εἶδες γὰ^ρ τοῦ τραύμα^τος τὴν φύ^σι^ν διὰ τῶν βοηθημά^των τὴν δύ^να^μι^ν.
εἶδες γὰρ τοῦ τραύματος τὴν φύσιν διὰ τῶν βοηθημάτων τὴν δύναμιν.
ἀπόδυσαι τὴν ἀδικίαν διὰ δι^καιοσύ^νης.
ἀπόδυσαι τὴν ἀδικίαν διὰ δικαιοσύνης.
ἀπόδυσαι τὴν ἁρπαγὴν διὰ φιλοπτωχία_ς.
ἀπόδυσαι τὴν ἁρπαγὴν διὰ φιλοπτωχίας.
ἀπόδυσαι τὴν βλασφημίαν διὰ ὑμνῳδί^α_ς.
ἀπόδυσαι τὴν βλασφημίαν διὰ ὑμνῳδίας.
λῦσον τοῖς ἀ^γα^θοῖς τὰ^ κα^κά^.
λῦσον τοῖς ἀγαθοῖς τὰ κακά.
ἀντίστησον τοῖς φαύλοις τὰ^ ἐνα^ντί^α_.
ἀντίστησον τοῖς φαύλοις τὰ ἐναντία.
πολλοὶ λέγουσιν·
πολλοὶ λέγουσιν·
τί ποιήσω;
τί ποιήσω;
πῶς θεὸν δυσωπήσω;
πῶς θεὸν δυσωπήσω;
βλέπε καὶ ὁ προφήτης πῶς ἐλέγχει τοὺς χειμαζομένους.
βλέπε καὶ ὁ προφήτης πῶς ἐλέγχει τοὺς χειμαζομένους.
λέγει αὐτοῖς·
λέγει αὐτοῖς·
ἐν τί^νι^ κα^τα^λά^βω τὸν κύ_ρι^ον;.
ἐν τίνι καταλάβω τὸν κύριον;.
εἰσηγεῖται πρόσωπον ἀ^ποροῦν καὶ ζητοῦν τρόπον θερα^πεία_ς θεοῦ.
εἰσηγεῖται πρόσωπον ἀποροῦν καὶ ζητοῦν τρόπον θεραπείας θεοῦ.
ἐν τί^νι^ κα^τα^λά^βω τὸν κύ_ρι^ον καὶ ἀντιλήψομαι θεοῦ τοῦ ὑψίστου;
ἐν τίνι καταλάβω τὸν κύριον καὶ ἀντιλήψομαι θεοῦ τοῦ ὑψίστου;
εἰ ἐξιλάσομαι αὐτὸν ἐν μυ_ρι^ά^σι^ν ἀρνῶν πι_όνων;
εἰ ἐξιλάσομαι αὐτὸν ἐν μυριάσιν ἀρνῶν πιόνων;
εἰ δώσω πρωτότοκα^ ὑ^πὲρ ἁ^μαρτί^α_ς ψυ_χῆς μου;.
εἰ δώσω πρωτότοκα ὑπὲρ ἁμαρτίας ψυχῆς μου;.
πῶς ἐνδύ_σομαί^ φησι^ θεὸν θερα^πεῦσαι θυ^σί^αις, προσφοραῖς τὰ ἐμὰ^ τέκνα^ προσενέγκαι ὑ^πὲρ ἐμοῦ;
πῶς ἐνδύσομαί φησι θεὸν θεραπεῦσαι θυσίαις, προσφοραῖς τὰ ἐμὰ τέκνα προσενέγκαι ὑπὲρ ἐμοῦ;
εἶτα, ὁ θεὸς ἐλέγχων τὸ ἐπίπλαστον τῆς προσποιήσεως ἐλέγχει εὐθέως·
εἶτα, ὁ θεὸς ἐλέγχων τὸ ἐπίπλαστον τῆς προσποιήσεως ἐλέγχει εὐθέως·
οὐκ ἀ^πηγγέλη σοι, ἄνθρωπε, τί τὸ κα^λὸν καὶ τί ὁ θεὸς ἐπιζητεῖ πα^ρὰ^ σοῦ;.
οὐκ ἀπηγγέλη σοι, ἄνθρωπε, τί τὸ καλὸν καὶ τί ὁ θεὸς ἐπιζητεῖ παρὰ σοῦ;.
μὴ λέγε·
μὴ λέγε·
τί ποιήσω;
τί ποιήσω;
οἶδας γὰ^ρ καὶ οὐ ποιεῖς.
οἶδας γὰρ καὶ οὐ ποιεῖς.
ἴασαι τὸ τραῦμα^.
ἴασαι τὸ τραῦμα.
ἄκουε τοῦ προφήτου λέγοντος·
ἄκουε τοῦ προφήτου λέγοντος·
συνάχθητε καὶ συνδεήθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, πρὶ^ν ἐλθεῖν ἐφ' ὑ_μᾶς ὀργὴν κυ_ρί^ου.
συνάχθητε καὶ συνδεήθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, πρὶν ἐλθεῖν ἐφ' ὑμᾶς ὀργὴν κυρίου.
δεηθῶσι τοῦ κυ_ρί^ου, εἴ πως ἵ_λεως γένηται ταῖς ἁμαρτί^αις αὐτῶν.
δεηθῶσι τοῦ κυρίου, εἴ πως ἵλεως γένηται ταῖς ἁμαρτίαις αὐτῶν.
φοβερὰ ἡ ἀ^πειλή, ἀλλ' ἰσχυρὰ ἡ μετάνοια^.
φοβερὰ ἡ ἀπειλή, ἀλλ' ἰσχυρὰ ἡ μετάνοια.
φοβερὸς ὁ δι^καστής, ἀλλ' ἰσχυ_ρὸς ὁ συνήγορος.
φοβερὸς ὁ δικαστής, ἀλλ' ἰσχυρὸς ὁ συνήγορος.
οἶδεν ἡ μετάνοια^ κα^τα^σχεῖν τὸν κριτήν.
οἶδεν ἡ μετάνοια κατασχεῖν τὸν κριτήν.
οἶδεν αὐτῇ περι^θεῖναι.
οἶδεν αὐτῇ περιθεῖναι.
οἶδεν εἰπεῖν·
οἶδεν εἰπεῖν·
καὶ συγχωρῶ.
καὶ συγχωρῶ.
ἤδη καὶ ὡς κρι^τὴς δί^καιος ὁ θεὸς καταδέχεται.
ἤδη καὶ ὡς κριτὴς δίκαιος ὁ θεὸς καταδέχεται.
δυσώπησον αὐτόν δι' εὐχῆς.
δυσώπησον αὐτόν δι' εὐχῆς.
προσένεγκε αὐτῷ μά^ρτυ^ρα^ς, ἀ^ποστόλους, προφήτα_ς, εἰ δύ^να^νται πεῖσαι.
προσένεγκε αὐτῷ μάρτυρας, ἀποστόλους, προφήτας, εἰ δύνανται πεῖσαι.
οὕτως ὁ θεὸς θέλει κρα^τεῖσθαι, θέλει δι^αλλαγῆναι, θέλει δυσωπηθῆναι.
οὕτως ὁ θεὸς θέλει κρατεῖσθαι, θέλει διαλλαγῆναι, θέλει δυσωπηθῆναι.
προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε.
προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε.
μὴ εἴπῃς·
μὴ εἴπῃς·
πολλοὶ ηὔξαντο·
πολλοὶ ηὔξαντο·
ποῦ αἱ εὐχαί;
ποῦ αἱ εὐχαί;
ἀποκρίνεταί σου ὁ θεός·
ἀποκρίνεταί σου ὁ θεός·
μὴ ἡ χεὶρ ἀσθενεῖ τοῦ ῥύ_σα^σθαι;
μὴ ἡ χεὶρ ἀσθενεῖ τοῦ ῥύσασθαι;
ἢ τὸ οὖς μου ἐβά^ρυ^νε τοῦ ἀ^κοῦσαι;
ἢ τὸ οὖς μου ἐβάρυνε τοῦ ἀκοῦσαι;
αἱ ἁμαρτί^αι ὑ_μῶν δι^ϊστῶσι^ν ἐμοῦ καὶ ὑ_μῶν.
αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν ἐμοῦ καὶ ὑμῶν.
ταῦτα λέγομεν οὐχ ἵνα πλήξωμεν, ἀλλ' ἵνα ἰα_τρεύσωμεν.
ταῦτα λέγομεν οὐχ ἵνα πλήξωμεν, ἀλλ' ἵνα ἰατρεύσωμεν.
δεηθῶμεν τοῦ θεοῦ, ἀ^δελφοί.
δεηθῶμεν τοῦ θεοῦ, ἀδελφοί.
θέλει κρα^τηθῆναι ὀργιζόμενος.
θέλει κρατηθῆναι ὀργιζόμενος.
ὅταν θέλῃ ὀργισθεὶς δι^αλλαγῆναι, προσποιεῖται τὸ πα^ραιτούμενον τὴν φιλανθρωπίαν.
ὅταν θέλῃ ὀργισθεὶς διαλλαγῆναι, προσποιεῖται τὸ παραιτούμενον τὴν φιλανθρωπίαν.
λέγει τῷ μωϋσῇ·
λέγει τῷ μωϋσῇ·
ἔασόν με ἐξαλεῖψαι τὸ ἔθνος.
ἔασόν με ἐξαλεῖψαι τὸ ἔθνος.
ὢ νεῦμα^ φιλανθρωπία_ς ἐν σχήμα^τι^ ἀ^πειλῆς.
ὢ νεῦμα φιλανθρωπίας ἐν σχήματι ἀπειλῆς.
ἔασόν με, ἀντὶ^ τοῦ κράτει με.
ἔασόν με, ἀντὶ τοῦ κράτει με.
μωϋσῆς ἄλλως ἤκουσε καὶ ἄλλως ἐποίησεν.
μωϋσῆς ἄλλως ἤκουσε καὶ ἄλλως ἐποίησεν.
ἔασόν με ἤκουσε καὶ τὸ ἔασόν κρά^τησον ἐνόμι^σεν.
ἔασόν με ἤκουσε καὶ τὸ ἔασόν κράτησον ἐνόμισεν.
ἐνενόησεν ὡς σοφός·
ἐνενόησεν ὡς σοφός·
ὁ θεός μοι λέγει·
ὁ θεός μοι λέγει·
ἔασον, ὡς ἐμοῦ κα^τα^σχεῖν δυ^να^μένου.
ἔασον, ὡς ἐμοῦ κατασχεῖν δυναμένου.
εἰ τοίνυ^ν ἀ^μελείᾳ τι^νὶ^ μὴ κα^τά^σχω, ἔασόν με καὶ ἐξαλείψω τὸ ἔθνος.
εἰ τοίνυν ἀμελείᾳ τινὶ μὴ κατάσχω, ἔασόν με καὶ ἐξαλείψω τὸ ἔθνος.
κἀμοὶ τί^ ποιεῖς·
κἀμοὶ τί ποιεῖς·
ποιήσω σε εἰς ἄλλο ἔθνος μέγα^.
ποιήσω σε εἰς ἄλλο ἔθνος μέγα.
τὸ πρῶτον πίστει ἐὰ^ν μὴ φυ^λά^ξω, τὸ δεύτερον πῶς μοι πιστεύσει;
τὸ πρῶτον πίστει ἐὰν μὴ φυλάξω, τὸ δεύτερον πῶς μοι πιστεύσει;
ἔασόν με.
ἔασόν με.
καὶ μόνον ἤκουσεν ἔασόν με, ἐνῆψεν εἰς τὸ κρά^τησόν με, λέγει κύ_ρι^ος.
καὶ μόνον ἤκουσεν ἔασόν με, ἐνῆψεν εἰς τὸ κράτησόν με, λέγει κύριος.
ἐνταῦθα πρόσεχε ἀ^κρι_βῶς.
ἐνταῦθα πρόσεχε ἀκριβῶς.
δεῖ συμβουλὴν καὶ ἐλάττονος καὶ ὑποδεεστέρου δέχεσθαι.
δεῖ συμβουλὴν καὶ ἐλάττονος καὶ ὑποδεεστέρου δέχεσθαι.
συμβουλεύει ἄνθρωπος θεῷ.
συμβουλεύει ἄνθρωπος θεῷ.
καὶ ἐὰ^ν ἀποκτείνῃς αὐτούς, ἐρεῖ τὰ^ ἔθνη·
καὶ ἐὰν ἀποκτείνῃς αὐτούς, ἐρεῖ τὰ ἔθνη·
πα^ρὰ^ τὸ μὴ δύ^να^σθαι κύ_ρι^ον δοῦναι αὐτοῖς τὴν γῆν, ἣν ἐπηγγείλατο, ἀπέκτεινεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
παρὰ τὸ μὴ δύνασθαι κύριον δοῦναι αὐτοῖς τὴν γῆν, ἣν ἐπηγγείλατο, ἀπέκτεινεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
εἶτα, κ ἂ^ν ἐπὶ^ τὰ^ ἔθνη τούτους ἐλύ^πει, λυ_πεῖ με οὐ τὸ πεσεῖν τὸν λαόν, ἀλλὰ^ τὸ σὲ βλασφημηθῆναι.
εἶτα, κ ἂν ἐπὶ τὰ ἔθνη τούτους ἐλύπει, λυπεῖ με οὐ τὸ πεσεῖν τὸν λαόν, ἀλλὰ τὸ σὲ βλασφημηθῆναι.
βλέπε τὸν σοφὸν οἰκέτην πῶς ἐν σχήμα^τι^ τοῦ ὑ^πὲρ δεσπότου ἀγωνιζομένου ἔθνους ἀπολογεῖται.
βλέπε τὸν σοφὸν οἰκέτην πῶς ἐν σχήματι τοῦ ὑπὲρ δεσπότου ἀγωνιζομένου ἔθνους ἀπολογεῖται.
λυποῦμαι μὴ σὺ^ βλασφημηθῇς.
λυποῦμαι μὴ σὺ βλασφημηθῇς.
ὁ μὲν γὰ^ρ λα_ὸς ἄ^ξι^ος τοῦ πεσεῖν·
ὁ μὲν γὰρ λαὸς ἄξιος τοῦ πεσεῖν·
σὺ^ δὲ ἀ^νάξιος τῆς βλα^σφημί^α_ς.
σὺ δὲ ἀνάξιος τῆς βλασφημίας.
πα^ρὰ^ τὸ μὴ δύ^να^σθαι κύ_ρι^ον δοῦναι αὐτοῖς ἀπέκτεινεν αὐτοὺς.
παρὰ τὸ μὴ δύνασθαι κύριον δοῦναι αὐτοῖς ἀπέκτεινεν αὐτοὺς.
καὶ τί^ ποιεῖ τὸ ὀνόματί σου τῷ μεγά^λῳ, ἀντὶ^ τοῦ τί^ ἔχομεν ποιῆσαι τῆς δόξης σου ὑβριζομένης;
καὶ τί ποιεῖ τὸ ὀνόματί σου τῷ μεγάλῳ, ἀντὶ τοῦ τί ἔχομεν ποιῆσαι τῆς δόξης σου ὑβριζομένης;
ὁ θεὸς τὴν συμβουλὴν ἀποδεξά^μενος δι^ὰ^ τοῦτο γὰ^ρ ἠγανάκτησεν, ἵ^να_ δῷ παρρησίαν τῇ συμβουλῇ.
ὁ θεὸς τὴν συμβουλὴν ἀποδεξάμενος διὰ τοῦτο γὰρ ἠγανάκτησεν, ἵνα δῷ παρρησίαν τῇ συμβουλῇ.
λέγει·
λέγει·