macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
καὶ νῦν ἵ_λεώς εἰμι^ δι^ὰ^ τὸ ῥῆμά^ σου· | καὶ νῦν ἵλεώς εἰμι διὰ τὸ ῥῆμά σου· |
πλὴν ζῶ ἐγὼ καὶ ζῇ τὸ ὄνομά^ μου. | πλὴν ζῶ ἐγὼ καὶ ζῇ τὸ ὄνομά μου. |
καὶ πῶς τὸ ὄνομα^ τοῦ υἱοῦ τοῦ πατρός ἐστι^ν; | καὶ πῶς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ πατρός ἐστιν; |
ἄκουε αὐτοῦ λέγοντος· | ἄκουε αὐτοῦ λέγοντος· |
ἐγὼ ἦλθον ἐν τῷ ὀνόμα^τι^ τοῦ πατρός, καὶ οὐκ ἐδέξασθέ με. | ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός, καὶ οὐκ ἐδέξασθέ με. |
πλὴν ζῶ ἐγὼ καὶ ζῇ τὸ ὄνομά^ μου. | πλὴν ζῶ ἐγὼ καὶ ζῇ τὸ ὄνομά μου. |
καὶ δι^ὰ^ τὸ ὄνομα^ τοῦ χριστοῦ καὶ δι^ὰ^ τὴν δόξα^ν τῆς ἐκκλησί^α_ς μου, ἣν ὀμνύ_ει ὁ θεός. | καὶ διὰ τὸ ὄνομα τοῦ χριστοῦ καὶ διὰ τὴν δόξαν τῆς ἐκκλησίας μου, ἣν ὀμνύει ὁ θεός. |
ἄκουε τοῦ προφήτου λέγοντος· | ἄκουε τοῦ προφήτου λέγοντος· |
ὀμνύει κύ_ρι^ος κα^τὰ^ τῶν ἁ^γί^ων αὐτοῦ. | ὀμνύει κύριος κατὰ τῶν ἁγίων αὐτοῦ. |
ὅμως ταῦτα^ ἡμῖν εἴρηται ἵ^να_ μά^θητε ὅτι^ ὁ θεὸς βούλεται κρα^τηθῆναι. | ὅμως ταῦτα ἡμῖν εἴρηται ἵνα μάθητε ὅτι ὁ θεὸς βούλεται κρατηθῆναι. |
κατάσχωμεν αὐτὸν μὴ χερσί^ν, ἀλλ' εὐχαῖς, μὴ ἁπλῶς ἐξομολογήσεσι^ν, ἀλλ' ἔργοις δι^καιοσύ^νης. | κατάσχωμεν αὐτὸν μὴ χερσίν, ἀλλ' εὐχαῖς, μὴ ἁπλῶς ἐξομολογήσεσιν, ἀλλ' ἔργοις δικαιοσύνης. |
ἐπειδὴ οὐ δύ_νῃ κράξαι πολλά^, μίσθωσαί σοι κράζοντα^ς τοὺς πένητα^ς. | ἐπειδὴ οὐ δύνῃ κράξαι πολλά, μίσθωσαί σοι κράζοντας τοὺς πένητας. |
οἶδα ἐγχρονίσαι τῷ λόγῳ καὶ μὴ ἐγχρονίσαι συμφορᾷ κα^κῇ. | οἶδα ἐγχρονίσαι τῷ λόγῳ καὶ μὴ ἐγχρονίσαι συμφορᾷ κακῇ. |
προμελέτησαι πῶς πείσῃς τὸν κριτήν, ἵ^να_ δυσωπήσῃς τὸν δικαστήν. | προμελέτησαι πῶς πείσῃς τὸν κριτήν, ἵνα δυσωπήσῃς τὸν δικαστήν. |
ἕτοιμός ἐστι^ τοῖς βουλομένοις. | ἕτοιμός ἐστι τοῖς βουλομένοις. |
ἐγγὺς κύ_ρι^ος τοῖς ἐπι^καλουμένοις αὐτοῦ ἐν ἀ^ληθείᾳ. | ἐγγὺς κύριος τοῖς ἐπικαλουμένοις αὐτοῦ ἐν ἀληθείᾳ. |
μᾶλλον οὐ σι^ωπῆσαι, διὰ τί^ πόλεμος, ἀλλ' ἀπολόγησαι. | μᾶλλον οὐ σιωπῆσαι, διὰ τί πόλεμος, ἀλλ' ἀπολόγησαι. |
μὴ λέγε· | μὴ λέγε· |
διὰ τί^ ταῦτα^; | διὰ τί ταῦτα; |
ἀλλ' ὡς πιστὸς εἰπέ· | ἀλλ' ὡς πιστὸς εἰπέ· |
διὰ τί^ ταῦτα^ μόνον; | διὰ τί ταῦτα μόνον; |
εἶτα σὺ^ ἐξετάζεις κρί^σιν θεοῦ καὶ λέγεις· | εἶτα σὺ ἐξετάζεις κρίσιν θεοῦ καὶ λέγεις· |
διὰ τί ὁ θεὸς ἐπήγαγε πόλεμον; | διὰ τί ὁ θεὸς ἐπήγαγε πόλεμον; |
εἶδές τι^να^ τῶν κα^τακρί^των λόγον λα^μβά^νοντα^ πα^ρὰ^ τοῦ δικαστοῦ; | εἶδές τινα τῶν κατακρίτων λόγον λαμβάνοντα παρὰ τοῦ δικαστοῦ; |
ὁ κα^τάκρι^τος μί^α^ν ἔχει μέριμνα^ν, τὸ ὑ^πὲρ αὐτοῦ ἀπολογήσασθαι. | ὁ κατάκριτος μίαν ἔχει μέριμναν, τὸ ὑπὲρ αὐτοῦ ἀπολογήσασθαι. |
ὑπόκεισαι μυ_ρί^οις ἁ^μα^ρτήμα^σι^ καὶ ἀ^παιτεῖς λόγον παρὰ τοῦ κριτοῦ; | ὑπόκεισαι μυρίοις ἁμαρτήμασι καὶ ἀπαιτεῖς λόγον παρὰ τοῦ κριτοῦ; |
μόνον προσφιλεῖς δί^κα_ς τοῦ ἐξετάζειν παρ' αὐτοῦ τῶν γι_νομένων τὴν αἰτί^α_ν; | μόνον προσφιλεῖς δίκας τοῦ ἐξετάζειν παρ' αὐτοῦ τῶν γινομένων τὴν αἰτίαν; |
μὴ γὰ^ρ δί^καιος εἶ, ἵ^να_ ἀ^παιτήσῃς λόγον; | μὴ γὰρ δίκαιος εἶ, ἵνα ἀπαιτήσῃς λόγον; |
διὰ τοῦτο μέμφεται ὁ θεός· | διὰ τοῦτο μέμφεται ὁ θεός· |
ἐμὲ ἡμέρα_ν ἐξ ἡμέρα_ς ἐπιζητοῦσι^ καὶ γνῶναι τὰ_ς ὁδούς μου ἐπι^θυ_μοῦσι^ν, ὡς λα_ὸς δι^καιοσύ^νην πε ποιηκώς. | ἐμὲ ἡμέραν ἐξ ἡμέρας ἐπιζητοῦσι καὶ γνῶναι τὰς ὁδούς μου ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πε ποιηκώς. |
ὑπόδικος εἰ τοσούτοις ἁ^μα^ρτήμα^σι^ καὶ λόγον ἀ^παιτεῖς παρὰ τοῦ δικαστοῦ; | ὑπόδικος εἰ τοσούτοις ἁμαρτήμασι καὶ λόγον ἀπαιτεῖς παρὰ τοῦ δικαστοῦ; |
τίς χρεία_ τοῦ μά^χεσθαι, οὐ θεῷ, ἀλλ' ἑαυτοῖς; | τίς χρεία τοῦ μάχεσθαι, οὐ θεῷ, ἀλλ' ἑαυτοῖς; |
βλέπεις πῦρ ἐξαπτόμενον καὶ ἐξάπτεις τὴν ὀργήν; | βλέπεις πῦρ ἐξαπτόμενον καὶ ἐξάπτεις τὴν ὀργήν; |
σβέσον τῇ προσευχῇ. | σβέσον τῇ προσευχῇ. |
προσένεγκε δρόσον κα^τὰ^ τοῦ πυ_ρός. | προσένεγκε δρόσον κατὰ τοῦ πυρός. |
πῦρ ἐστι^ν ἡ ὀργή, δρόσος ἡ προσευχή. | πῦρ ἐστιν ἡ ὀργή, δρόσος ἡ προσευχή. |
ἀλλ' ἱκανὰ^ ταῦτα^. | ἀλλ' ἱκανὰ ταῦτα. |
ὃν γὰ^ρ οὐκ ἐκδυσωπεῖ τὸ ἐκ μέρους, οὐ δὲ τὸ καθ' ὅλον δυσωπεῖ. | ὃν γὰρ οὐκ ἐκδυσωπεῖ τὸ ἐκ μέρους, οὐ δὲ τὸ καθ' ὅλον δυσωπεῖ. |
φοβηθῶμεν, ἀ^δελφοί, πα^ρα^κα^λῶ. | φοβηθῶμεν, ἀδελφοί, παρακαλῶ. |
πανταχόθεν φῆμαι κα^τα^λα^μβά^νουσι^ ξέναι, ἀλλὰ^ πολλαὶ αἱ φῆμαι, εἷς δὲ ὁ πάντων ἰσχυ_ρότερος. | πανταχόθεν φῆμαι καταλαμβάνουσι ξέναι, ἀλλὰ πολλαὶ αἱ φῆμαι, εἷς δὲ ὁ πάντων ἰσχυρότερος. |
δύναται ὁ θεὸς ἀρκεσθῆναι τῇ φήμῃ καὶ παιδεῦσαι ἡμᾶς τῇ ἀκοῇ καὶ τῇ πείρᾳ. | δύναται ὁ θεὸς ἀρκεσθῆναι τῇ φήμῃ καὶ παιδεῦσαι ἡμᾶς τῇ ἀκοῇ καὶ τῇ πείρᾳ. |
ἐὰν δὲ μετα^νοήσῃς, λέγει ὁ θεὸς περὶ^ ἡμῶν· | ἐὰν δὲ μετανοήσῃς, λέγει ὁ θεὸς περὶ ἡμῶν· |
παιδεύω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν. | παιδεύω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν. |
γένοιτο δέ ἡμᾶς λόγῳ καὶ τρόπῳ καὶ βί^ῳ ἀπολογήσασθαι τῷ κριτῇ καὶ κενώσα_ς πολλούς, ἵ^να_ κενωθῇ πολλὰ^ δά^κρυ^α^. | γένοιτο δέ ἡμᾶς λόγῳ καὶ τρόπῳ καὶ βίῳ ἀπολογήσασθαι τῷ κριτῇ καὶ κενώσας πολλούς, ἵνα κενωθῇ πολλὰ δάκρυα. |
εὐχαῖς τοίνυ^ν τῶν ἁ^γί^ων ἀ^ποστόλων καὶ τῶν ἁ^γί^ων μα^ρτύ^ρων τῶν ἐκχεόντων τὰ^ αἵμα^τα^ αὐτῶν ὑ^πὲρ χριστοῦ γένοιτο σβεσθῆναι τὴν πυρκαϊὰν καὶ νικητὴν ἀναδειχθῆναι τὸν εὐσεβῆ βα^σι^λέα^ καὶ ὁπλισθῆναι τοῖς ὅπλοις τοῖς θείοις καὶ ἀποστα^λῆναι τῷ βα^σι^λεῖ ἕνα^ στρατιώτην ἐξ οὐρα^νοῦ ἀρκεῖ γὰ^ρ εἷς στρα^τι^ώτης. | εὐχαῖς τοίνυν τῶν ἁγίων ἀποστόλων καὶ τῶν ἁγίων μαρτύρων τῶν ἐκχεόντων τὰ αἵματα αὐτῶν ὑπὲρ χριστοῦ γένοιτο σβεσθῆναι τὴν πυρκαϊὰν καὶ νικητὴν ἀναδειχθῆναι τὸν εὐσεβῆ βασιλέα καὶ ὁπλισθῆναι τοῖς ὅπλοις τοῖς θείοις καὶ ἀποσταλῆναι τῷ βασιλεῖ ἕνα στρατιώτην ἐξ οὐρανοῦ ἀρκεῖ γὰρ εἷς στρατιώτης. |
ἐλθόντα^ πληρῶσαι τὴν πόλι^ν. | ἐλθόντα πληρῶσαι τὴν πόλιν. |
πολὺ γὰ^ρ ἦν τὸ πλῆθος τῶν ἀσσυρίων καὶ εἷς ἄγγελος ἐν μι^ᾷ νυκτὶ^ ἑκα^τὸν ὀγδοήκοντα^ πέντε χι_λι^ά^δα^ς ἔτρωσεν. | πολὺ γὰρ ἦν τὸ πλῆθος τῶν ἀσσυρίων καὶ εἷς ἄγγελος ἐν μιᾷ νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἔτρωσεν. |
ἐὰν δὲ σωφρονῶμεν, λέγει ὁ θεὸς περὶ^ ἡμῶν· | ἐὰν δὲ σωφρονῶμεν, λέγει ὁ θεὸς περὶ ἡμῶν· |
καὶ ἡμεῖς σι_γήσα^τε. | καὶ ἡμεῖς σιγήσατε. |
γένοιτο, κύ_ρι^ε, καὶ τὸν βα^σι^λέα^ στεφθῆναι καὶ νικητὴν ἀποδειχθῆναι καὶ βα^ρβά^ρους ἀ^να_λωθῆναι καὶ τὰ_ς πόλεις στηριχθῆναι καὶ τὰ^ αἵμα^τα^ τῶν ἁ^γί^ων τὰ^ χυθέντα^ σβέσαι τὴν πυρκαϊάν, ἵ^να_ πάντες ἐν εἰρήνῃ τὸν δεσπότην τῆς εἰρήνης ὑμνήσωμεν, ᾧ ἡ δόξα_ μετ' εἰρήνης εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | γένοιτο, κύριε, καὶ τὸν βασιλέα στεφθῆναι καὶ νικητὴν ἀποδειχθῆναι καὶ βαρβάρους ἀναλωθῆναι καὶ τὰς πόλεις στηριχθῆναι καὶ τὰ αἵματα τῶν ἁγίων τὰ χυθέντα σβέσαι τὴν πυρκαϊάν, ἵνα πάντες ἐν εἰρήνῃ τὸν δεσπότην τῆς εἰρήνης ὑμνήσωμεν, ᾧ ἡ δόξα μετ' εἰρήνης εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
ὅτε ἡμῖν, ἀ^δελφοί, ὁ τῆς ἐλεημοσύνης ἐκηρύττετο νόμος, ὅτε περὶ^ τῆς φιλοπτωχία_ς καὶ φι^λοξενί^α_ς ἐγυμνάζετο λόγος, ἰ^δὼν εἶδον πάντων ὑ_μῶν τὸν πόθον, καὶ ἐπῄνεσα^ τὸν ζῆλον καὶ ἐμακάρισα^ τὴν προθυμίαν. | ὅτε ἡμῖν, ἀδελφοί, ὁ τῆς ἐλεημοσύνης ἐκηρύττετο νόμος, ὅτε περὶ τῆς φιλοπτωχίας καὶ φιλοξενίας ἐγυμνάζετο λόγος, ἰδὼν εἶδον πάντων ὑμῶν τὸν πόθον, καὶ ἐπῄνεσα τὸν ζῆλον καὶ ἐμακάρισα τὴν προθυμίαν. |
οἷα^ γά^ρ τι^ς γῆ δι^ψῶσα^, τὸν οὐρά^νι^ον ἡρπάζετε λόγον, τοῦτο εἰδότες ὅτι^ ὅπερ ἐστὶ^ν ὄμβρος τῇ γῇ, τοῦτο τῇ ψυ^χῇ ὁ τοῦ θεοῦ λόγος, καὶ ὥσπερ ἐκείνην ὁ ὄμβρος κι_νεῖ πρὸς τὰ^ βλαστήμα^τα^, οὕτως ὁ τοῦ θεοῦ λόγος τὰ_ς ψυ_χὰ_ς δι^εγείρει πρὸς τὸ καρποφορεῖν τῆς ἐνθέου φι^λοσοφί^α_ς τὸν καρπόν. | οἷα γάρ τις γῆ διψῶσα, τὸν οὐράνιον ἡρπάζετε λόγον, τοῦτο εἰδότες ὅτι ὅπερ ἐστὶν ὄμβρος τῇ γῇ, τοῦτο τῇ ψυχῇ ὁ τοῦ θεοῦ λόγος, καὶ ὥσπερ ἐκείνην ὁ ὄμβρος κινεῖ πρὸς τὰ βλαστήματα, οὕτως ὁ τοῦ θεοῦ λόγος τὰς ψυχὰς διεγείρει πρὸς τὸ καρποφορεῖν τῆς ἐνθέου φιλοσοφίας τὸν καρπόν. |
ὅθεν, οἶμαι, καὶ ὁ μα^κά^ριος μωϋσῆς ἐπι^μαρτυρῶν τῇ εὐθαλεῖ καὶ γονί^μῳ δυ^νά^μει τῆς θεία_ς δι^δα^σκα^λί^α_ς ἔλεγεν δι^ὰ^ τῆς ἁγί^α_ς ἐκείνης καὶ μεγά^λης ᾠδῆς· | ὅθεν, οἶμαι, καὶ ὁ μακάριος μωϋσῆς ἐπιμαρτυρῶν τῇ εὐθαλεῖ καὶ γονίμῳ δυνάμει τῆς θείας διδασκαλίας ἔλεγεν διὰ τῆς ἁγίας ἐκείνης καὶ μεγάλης ᾠδῆς· |
προσδοκάσθω ὡς ὑ_ετὸς τὸ ἀπόφθεγμά^ μου, καὶ κα^τα^βήτω ὡς δρόσος τὰ^ ῥήμα^τά^ μου. | προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου. |
καὶ ἵ^να_ μὴ ἑαυτῷ δόξῃ τὴν αὐθεντίαν ἐπιγρά^φειν τῆς τοσαύτης θεολογί^α_ς ἐπήγα^γεν εὐθέως· | καὶ ἵνα μὴ ἑαυτῷ δόξῃ τὴν αὐθεντίαν ἐπιγράφειν τῆς τοσαύτης θεολογίας ἐπήγαγεν εὐθέως· |
ὅτι^ ὄνομα^ κυ_ρί^ου ἐκά^λεσα^. | ὅτι ὄνομα κυρίου ἐκάλεσα. |
ἐπαινῶ δὲ ὑ_μᾶς, ἀ δελφοί, ὅτι^ οὐ περὶ^ λέξι^ν ἐπτόησθε, ἀλλὰ^ τὰ^ κάλλη τῶν νοημά^των ἁρπάζετε καὶ κα^τὰ^ τὴν σοφὴν μέλισσα^ν εἰσιόντες εἰς τὸν ἀκήρα^τον τουτονὶ καὶ πνευματι^κὸν τῶν ἁ^γί^ων γρα^φῶν λειμῶνα^ καὶ ἀ^πανθιζόμενοι τὰ^ κάλλη τῆς εὐσεβεία_ς ἕκαστος ἐν τῷ κρυπτῷ τῆς ψυ_χῆς ἐργαστηρίῳ κηροπλαστεῖ τὰ^ θεῖα^ λ... | ἐπαινῶ δὲ ὑμᾶς, ἀ δελφοί, ὅτι οὐ περὶ λέξιν ἐπτόησθε, ἀλλὰ τὰ κάλλη τῶν νοημάτων ἁρπάζετε καὶ κατὰ τὴν σοφὴν μέλισσαν εἰσιόντες εἰς τὸν ἀκήρατον τουτονὶ καὶ πνευματικὸν τῶν ἁγίων γραφῶν λειμῶνα καὶ ἀπανθιζόμενοι τὰ κάλλη τῆς εὐσεβείας ἕκαστος ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ἐργαστηρίῳ κηροπλαστεῖ τὰ θεῖα λόγια. |
ὥσπερ γὰ^ρ τὸ μέλι^ καὶ τὸ κηρί^ον τὴν μὲν φύ^σι^ν καὶ τὴν δύ^να^μι^ν ἐν τοῖς ἄ^νθεσι^ν ἔχει, τὴν δὲ χρῆσι^ν καὶ τὴν ἀπόλαυσι^ν ἐν ταῖς τῶν μελισσῶν φιλοπονίαις, οὕτως, οἶμαι, καὶ ταύτης εὐσεβεία_ς τὰ^ μὲν ἄνθη καὶ ἡ δύ^να^μι^ς αὐτῆς πα^ρὰ^ τῇ θείᾳ γρα^φῇ, ἡ δὲ τῆς θεία_ς εὐσεβεία_ς ἀπόλαυσι^ς πα^ρὰ^ ταῖς τῶν ἐνα^ρέτων... | ὥσπερ γὰρ τὸ μέλι καὶ τὸ κηρίον τὴν μὲν φύσιν καὶ τὴν δύναμιν ἐν τοῖς ἄνθεσιν ἔχει, τὴν δὲ χρῆσιν καὶ τὴν ἀπόλαυσιν ἐν ταῖς τῶν μελισσῶν φιλοπονίαις, οὕτως, οἶμαι, καὶ ταύτης εὐσεβείας τὰ μὲν ἄνθη καὶ ἡ δύναμις αὐτῆς παρὰ τῇ θείᾳ γραφῇ, ἡ δὲ τῆς θείας εὐσεβείας ἀπόλαυσις παρὰ ταῖς τῶν ἐναρέτων φιλοπονίαις. |
ταῦτα^ παρ' ἑαυτῷ κηροπλαστήσα_ς τὰ^ θεῖα^ λόγι^α^ καὶ ὁ μα^κά^ριος δαυὶδ καὶ τῇ πείρᾳ διδασκά^λῳ χρησά^μενος, ὅσον ἀ^γα^θὸν ἡ εὐσέβεια^ ὧδέ πη ψάλλων ἐβόα_· | ταῦτα παρ' ἑαυτῷ κηροπλαστήσας τὰ θεῖα λόγια καὶ ὁ μακάριος δαυὶδ καὶ τῇ πείρᾳ διδασκάλῳ χρησάμενος, ὅσον ἀγαθὸν ἡ εὐσέβεια ὧδέ πη ψάλλων ἐβόα· |
ὡς γλυ^κέα^ τῷ λάρυγγί^ μου τὰ^ λόγι^ά^ σου, ὑ^πὲρ μέλι^ καὶ κηρί^ον τῷ στόμα^τί^ μου. | ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. |
ἀλλ' οὐ τοσοῦτον ὑ_μῶν ἐπαινῶ τὴν προθυμίαν ὅσον τοῦ πατρὸς θαυμάζω τὴν ἀφθονίαν τῆς ἀγάπης, θείᾳ κομῶσα^ν σοφί^ᾳ καὶ οὐρα^νί^ῳ χάριτι^ στίλβουσα^ν. | ἀλλ' οὐ τοσοῦτον ὑμῶν ἐπαινῶ τὴν προθυμίαν ὅσον τοῦ πατρὸς θαυμάζω τὴν ἀφθονίαν τῆς ἀγάπης, θείᾳ κομῶσαν σοφίᾳ καὶ οὐρανίῳ χάριτι στίλβουσαν. |
ποταμὸς γὰ^ρ ὢν τοσοῦτος καὶ τοσαύτην ἀρδεύων ἐκκλησί^α_ν καὶ εὐφραίνων τηλι^καύτην πόλι^ν τοῦ θεοῦ τοῦ γὰ^ρ πο ταμοῦ τὰ^ ὁρμήμα^τα^ εὐφραίνουσι^ τὴν πόλι^ν τοῦ θεοῦ. | ποταμὸς γὰρ ὢν τοσοῦτος καὶ τοσαύτην ἀρδεύων ἐκκλησίαν καὶ εὐφραίνων τηλικαύτην πόλιν τοῦ θεοῦ τοῦ γὰρ πο ταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ. |
κα^θαρὰ^ καὶ διειδῆ τὰ^ νά_μα^τα^ βρύ^ων, τὰ_ς λι^βά^δα^ς ἀποδέχεται τῶν ἡμετέρων λόγων· | καθαρὰ καὶ διειδῆ τὰ νάματα βρύων, τὰς λιβάδας ἀποδέχεται τῶν ἡμετέρων λόγων· |
καὶ νεφέλη τοσαύτη οὐρα^νί^οις ὄμβροις κομῶσα^ οὐκ ἀποσείεται τὴν ψεκάδα τῆς ἡμετέρα_ς γλώσσης, ἀλλ' ἐπαινεῖ μεθ' ὑ_μῶν ὁ πρὸ ὑ_μῶν χορηγῶν δι^ὰ^ τῆς πρεσβεία_ς τῷ λέγοντι^ τὰ^ λεγόμενα^, καὶ ἐπαινεῖ τὰ^ ἴ^δι^α^ ὡς ξένα_. | καὶ νεφέλη τοσαύτη οὐρανίοις ὄμβροις κομῶσα οὐκ ἀποσείεται τὴν ψεκάδα τῆς ἡμετέρας γλώσσης, ἀλλ' ἐπαινεῖ μεθ' ὑμῶν ὁ πρὸ ὑμῶν χορηγῶν διὰ τῆς πρεσβείας τῷ λέγοντι τὰ λεγόμενα, καὶ ἐπαινεῖ τὰ ἴδια ὡς ξένα. |
μιμεῖται γὰ^ρ τὸν ἑαυτοῦ δεσπότην χριστόν· | μιμεῖται γὰρ τὸν ἑαυτοῦ δεσπότην χριστόν· |
ὅς, δι^ὰ^ πάντων τῶν προφητῶν φθεγξά^μενος, ἐπαινεῖ τὰ^ πα^ρὰ^ τῶν προφητῶν κηρυττόμενα^. | ὅς, διὰ πάντων τῶν προφητῶν φθεγξάμενος, ἐπαινεῖ τὰ παρὰ τῶν προφητῶν κηρυττόμενα. |
αὐτὸς ἐφθέγξα^το δι^ὰ^ ἡσαΐου τοῦ προφήτου, αὐτὸς ἐνήχησε τοῦ πνεύμα^τος τὴν εὐεργεσίαν, καὶ αὐτὸς ἀποδέχεται τὰ^ παρ' ἐκείνου, λέγων τοῖς ἰουδαίοις· | αὐτὸς ἐφθέγξατο διὰ ἡσαΐου τοῦ προφήτου, αὐτὸς ἐνήχησε τοῦ πνεύματος τὴν εὐεργεσίαν, καὶ αὐτὸς ἀποδέχεται τὰ παρ' ἐκείνου, λέγων τοῖς ἰουδαίοις· |
ὑποκριταί, κα^λῶς εἶπεν περὶ^ ὑ_μῶν ἡσαΐας. | ὑποκριταί, καλῶς εἶπεν περὶ ὑμῶν ἡσαΐας. |
κα^λῶς ἡσαΐας οὐκ εἶπεν, ἀλλὰ^ κα^λῶς σὺ^ δι^ὰ^ ἡσαΐου καὶ δι^ά^ πάντων τῶν προφητῶν· | καλῶς ἡσαΐας οὐκ εἶπεν, ἀλλὰ καλῶς σὺ διὰ ἡσαΐου καὶ διά πάντων τῶν προφητῶν· |
ὥστε μα^ρτυ^ρεῖ ὁ μα^κά^ριος ζαχαρίας λέγων· | ὥστε μαρτυρεῖ ὁ μακάριος ζαχαρίας λέγων· |
κα^θὼς ἐλά^λησεν δι^ὰ^ στόμα^τος τῶν ἁ^γί^ων προφητῶν ἐξ αἰῶνος. | καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων προφητῶν ἐξ αἰῶνος. |
οὐ γὰ^ρ ἦν τῶν προφητῶν τὰ^ ῥήμα^τα^ ἀλλὰ^ τοῦ πνεύμα^τος ἡ ἐνέργεια^. | οὐ γὰρ ἦν τῶν προφητῶν τὰ ῥήματα ἀλλὰ τοῦ πνεύματος ἡ ἐνέργεια. |
ὥσπερ γὰ^ρ κά^λα^μος οὐχ ἃ^ θέλει γρά^φει ἀλλὰ^ κελεύεται ὑ^πὸ τῆς χειρός, οὕτως ἡ τῶν προφητῶν γλῶσσα^ οὐχ ἃ^ βούλεται φθέγγεται, ἀλλὰ^ κελεύεται πα^ρὰ^ τῆς τοῦ ἁ^γί^ου πνεύμα^τος αὐθεντία_ς διατασσομένη. | ὥσπερ γὰρ κάλαμος οὐχ ἃ θέλει γράφει ἀλλὰ κελεύεται ὑπὸ τῆς χειρός, οὕτως ἡ τῶν προφητῶν γλῶσσα οὐχ ἃ βούλεται φθέγγεται, ἀλλὰ κελεύεται παρὰ τῆς τοῦ ἁγίου πνεύματος αὐθεντίας διατασσομένη. |
δι^ὰ^ τοῦτο κα^λῶς, οἶμαι, καὶ ὁ μα^κά^ριος δαυὶδ βοᾷ· | διὰ τοῦτο καλῶς, οἶμαι, καὶ ὁ μακάριος δαυὶδ βοᾷ· |
ἡ γλῶσσά^ μου κά^λα^μος γραμματέως ὀξυγρά^φου. | ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. |
ὁ τοίνυ^ν θαυμάσιος οὗτος πα^τήρ, δι^ὰ^ τῶν ἁ^γί^ων αὐτοῦ προσευχῶν χα^ρι^ζόμενος ἡμῖν τοῦ λόγου τὴν ἀφθονίαν, ἃ^ προσευχόμενος χορηγεῖ, ταῦτα^ ἀ^κούων ἐπαινεῖ. | ὁ τοίνυν θαυμάσιος οὗτος πατήρ, διὰ τῶν ἁγίων αὐτοῦ προσευχῶν χαριζόμενος ἡμῖν τοῦ λόγου τὴν ἀφθονίαν, ἃ προσευχόμενος χορηγεῖ, ταῦτα ἀκούων ἐπαινεῖ. |
ἐπεὶ οὖν τοσοῦτον καὶ τηλι^κοῦτον ἔχομεν πα^τέρα^ καὶ πανηγυριάρχην ἄ^ριστον, οὐ νόμῳ κρί_νοντα^ ἀλλὰ^ ἀγάπῃ βραβεύοντα^, φέρε, ταῖς ἁγί^αις αὐτοῦ προσευχαῖς πτερωθέντες, πρὸς τὸ ὕψος τῆς δόξης τοῦ μονογενοῦς μετεωρίσωμεν τὴν δι^ά^νοια^ν, οὐχ ἵ^να_ τῆς ἀ^ξί^α_ς ἐφικώμεθα^. | ἐπεὶ οὖν τοσοῦτον καὶ τηλικοῦτον ἔχομεν πατέρα καὶ πανηγυριάρχην ἄριστον, οὐ νόμῳ κρίνοντα ἀλλὰ ἀγάπῃ βραβεύοντα, φέρε, ταῖς ἁγίαις αὐτοῦ προσευχαῖς πτερωθέντες, πρὸς τὸ ὕψος τῆς δόξης τοῦ μονογενοῦς μετεωρίσωμεν τὴν διάνοιαν, οὐχ ἵνα τῆς ἀξίας ἐφικώμεθα. |
οὐδὲν γὰ^ρ φθά^νει τοῦ μονογενοῦς τὴν ἀ^ξί^α_ν, οὐ λόγου πλά^τος, οὐ δι^α^νοία_ς βά^θος. | οὐδὲν γὰρ φθάνει τοῦ μονογενοῦς τὴν ἀξίαν, οὐ λόγου πλάτος, οὐ διανοίας βάθος. |
ὑπερέχει γὰ^ρ πά^ντα^ νοῦν καὶ πᾶσα^ν ἔννοια^ν. | ὑπερέχει γὰρ πάντα νοῦν καὶ πᾶσαν ἔννοιαν. |
καὶ τοῦτο αἰνιττόμενος ὁ δαυίδ φησι^ν· | καὶ τοῦτο αἰνιττόμενος ὁ δαυίδ φησιν· |
προσελεύσεται ἄνθρωπος καὶ καρδί^ᾳ βα^θείᾳ, καὶ ὑψωθήσεται ὁ θεός. | προσελεύσεται ἄνθρωπος καὶ καρδίᾳ βαθείᾳ, καὶ ὑψωθήσεται ὁ θεός. |
ὅσον γὰ^ρ ἐά^ν τι^ς βα^θύ^νῃ τοῖς περὶ^ θεοῦ λόγοις, ὑψηλοτέραν εὑρίσκει τὴν τῆς ἀ^ληθεία_ς γνῶσι^ν. | ὅσον γὰρ ἐάν τις βαθύνῃ τοῖς περὶ θεοῦ λόγοις, ὑψηλοτέραν εὑρίσκει τὴν τῆς ἀληθείας γνῶσιν. |
εἴπωμεν τοίνυ^ν τοῦ μονογενοῦς τὴν ἀγαθότητα^ ἐκ τῶν ἀ^ρτί^ως ὑ^πανεγνωσμένων. | εἴπωμεν τοίνυν τοῦ μονογενοῦς τὴν ἀγαθότητα ἐκ τῶν ἀρτίως ὑπανεγνωσμένων. |
κέχρηται πα^ρα^βολαῖς ἡ πηγὴ τῆς σοφί^α_ς, κέχρηται πα^ρα^βολαῖς ὁ δι^ὰ^ τοῦ δαυὶδ λέγων· | κέχρηται παραβολαῖς ἡ πηγὴ τῆς σοφίας, κέχρηται παραβολαῖς ὁ διὰ τοῦ δαυὶδ λέγων· |
ἀνοίξω ἐν πα^ρα^βολαῖς τὸ στόμα^ μου, καὶ ὑποτί^θεται εἰκόνα^ τι^νά^, πολλῆς μὲν δυ^νά^μεως γέμουσα^ν, δοκοῦσα^ν δὲ ὅσον ἀ^πὸ τῆς λέξεως ἀ^νόμοιον εἶναι τῇ ἑαυτοῦ ἀγαθότητι^. | ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, καὶ ὑποτίθεται εἰκόνα τινά, πολλῆς μὲν δυνάμεως γέμουσαν, δοκοῦσαν δὲ ὅσον ἀπὸ τῆς λέξεως ἀνόμοιον εἶναι τῇ ἑαυτοῦ ἀγαθότητι. |
τί^ς γὰ^ρ ἐξ ὑ_μῶν φησι^ν ἕξει φί^λον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτί^ου καὶ ἐρεῖ αὐτῷ· | τίς γὰρ ἐξ ὑμῶν φησιν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ ἐρεῖ αὐτῷ· |
φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φί^λος μοι ἐξ ὁδοῦ πα^ρεγένετο καὶ τί^ αὐτῷ παραθῶ οὐκ ἔχω. | φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι ἐξ ὁδοῦ παρεγένετο καὶ τί αὐτῷ παραθῶ οὐκ ἔχω. |
ὁ δὲ ἀ^ποκρι^θεὶς λέγει· | ὁ δὲ ἀποκριθεὶς λέγει· |
ἡ θύ^ρα_ κέκλεισται, τὰ^ παιδί^α^ μου μετ' ἐμοῦ ἐν τῇ κοίτῃ· | ἡ θύρα κέκλεισται, τὰ παιδία μου μετ' ἐμοῦ ἐν τῇ κοίτῃ· |
μή μοι κόπους πά^ρεχε· | μή μοι κόπους πάρεχε· |
οὐ δύ^να^μαι ἀ^να^στὰ_ς δοῦναι. | οὐ δύναμαι ἀναστὰς δοῦναι. |
εἶτα^ τί^ ἐπά^γει; | εἶτα τί ἐπάγει; |
ἀμὴν ἀμὴν λέγω ὑ_μῖν. | ἀμὴν ἀμὴν λέγω ὑμῖν. |
εἰ καὶ δι^ὰ^ τὴν φι^λί^α_ν οὐ δώσει αὐτῷ, δι^ά^ γε τὴν ἀναίδεια^ν αὐτοῦ ἀ^να^στὰ_ς δώσει αὐτῷ ὑ^πὲρ ὃ θέλει. | εἰ καὶ διὰ τὴν φιλίαν οὐ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὑπὲρ ὃ θέλει. |
καὶ ὑ_μῖν λέγω· | καὶ ὑμῖν λέγω· |
αἰτεῖτε καὶ δοθήσεται ὑ_μῖν. | αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. |
ποίαν ὁμοιότητα^ φέρει πρὸς τὴν ἀφθονίαν τοῦ χορηγεῖν ἡ παραβολή; | ποίαν ὁμοιότητα φέρει πρὸς τὴν ἀφθονίαν τοῦ χορηγεῖν ἡ παραβολή; |
ὁ μὲν γὰ^ρ ἄυπνος τὴν φύ^σι^ν, ὁ δὲ ἐν τῇ κοίτῃ κα^τά^κειται· | ὁ μὲν γὰρ ἄυπνος τὴν φύσιν, ὁ δὲ ἐν τῇ κοίτῃ κατάκειται· |
καὶ ὁ μὲν ὄκνῳ οὐ κα^τέχεται, ὁ δὲ ὄκνῳ καὶ ὕπνῳ δουλεύει. | καὶ ὁ μὲν ὄκνῳ οὐ κατέχεται, ὁ δὲ ὄκνῳ καὶ ὕπνῳ δουλεύει. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.