macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
τί^ οὖν βούλεται τὸ ἄ^νι^σον τῆς παραβολῆς;
τί οὖν βούλεται τὸ ἄνισον τῆς παραβολῆς;
ἐπήγα^γεν γά^ρ·
ἐπήγαγεν γάρ·
καὶ ὑ_μῖν λέγω·
καὶ ὑμῖν λέγω·
αἰτεῖτε, κα^θὼς ἐκεῖνος ᾔτησεν τὸν κα^θεύδοντα^.
αἰτεῖτε, καθὼς ἐκεῖνος ᾔτησεν τὸν καθεύδοντα.
μὴ γὰ^ρ οὐ κα^θεύδεις;
μὴ γὰρ οὐ καθεύδεις;
οὐκ ἄυπνον ἔχεις τὴν φύ^σι^ν;
οὐκ ἄυπνον ἔχεις τὴν φύσιν;
οὐ περὶ^ σοῦ βοῶσι^ν οἱ προφῆται·
οὐ περὶ σοῦ βοῶσιν οἱ προφῆται·
ἰδού, οὐ νυστάξει οὐ δὲ ὑπνώσει ὁ φυ^λά^σσων τὸν ἰσραήλ.
ἰδού, οὐ νυστάξει οὐ δὲ ὑπνώσει ὁ φυλάσσων τὸν ἰσραήλ.
τί^ οὖν βούλεται τὸ ἄ^νι^σον τῆς παραβολῆς;
τί οὖν βούλεται τὸ ἄνισον τῆς παραβολῆς;
πέφυκεν ὁ λόγος ἀ^εὶ τοῦ σωτῆρος καὶ δι^ὰ^ τῶν ὁμοίων τὰ^ ὅμοια^ πα^ριστᾶν, καὶ δι^ὰ^ τῶν ἐνα^ντί^ων τὰ^ ἐνα^ντί^α_ δεικνύ^ναι.
πέφυκεν ὁ λόγος ἀεὶ τοῦ σωτῆρος καὶ διὰ τῶν ὁμοίων τὰ ὅμοια παριστᾶν, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία δεικνύναι.
τοῦτο ποιεῖ καὶ δι' ἑτέρα_ς παραβολῆς.
τοῦτο ποιεῖ καὶ δι' ἑτέρας παραβολῆς.
ποτὲ γοῦν πα^ρα^στῆσαι βουληθεὶς ἐκ τοῦ ἐνα^ντί^ου τὴν παρ' αὐτοῦ βρύουσα^ν ἀγαθότητα^, τὴν ἄφθονον χά^ρι^ν καὶ μηδέποτε δαπανωμένην εὐεργεσίαν, τοιαύτην πα^ρήγα^γεν εἰκόνα^ οἵα_ν καὶ νῦν ἀ^κηκόα^μεν.
ποτὲ γοῦν παραστῆσαι βουληθεὶς ἐκ τοῦ ἐναντίου τὴν παρ' αὐτοῦ βρύουσαν ἀγαθότητα, τὴν ἄφθονον χάριν καὶ μηδέποτε δαπανωμένην εὐεργεσίαν, τοιαύτην παρήγαγεν εἰκόνα οἵαν καὶ νῦν ἀκηκόαμεν.
ἀλλ' αὕτη πρῶτον ἐξετάσθω καὶ τί^ βούλεται δεικνύ^ναι δηλούσθω.
ἀλλ' αὕτη πρῶτον ἐξετάσθω καὶ τί βούλεται δεικνύναι δηλούσθω.
ἡ μὲν γὰ^ρ εἰκὼν ἀ^νόμοιος.
ἡ μὲν γὰρ εἰκὼν ἀνόμοιος.
ὁ δὲ σωτὴρ ἐκεῖνο βούλεται λέγειν ὅτι^ εἰ τὸν ὕπνῳ δουλεύοντα^, εἰ τὸν ὄκνῳ κα^τεχόμενον, εἰ τὸν θύ^ρᾳ κλεισθέντα^ ἤγειρεν ἡ παραμονὴ τοῦ προσεδρεύσαντος καὶ τῇ εὐπονίᾳ τὸν ὄκνον νι_κήσα^ντα^, τὴν ἄυλον φύ^σι^ν, τὸν θεὸν λέγω, τὸν ὄκνῳ μὴ κα^τεχόμενον, τὸν ὕπνῳ μὴ δουλεύοντα^, οὐκ ἐγερεῖ ἡ παραμονὴ τῶν προσεδρευόντων ἐ...
ὁ δὲ σωτὴρ ἐκεῖνο βούλεται λέγειν ὅτι εἰ τὸν ὕπνῳ δουλεύοντα, εἰ τὸν ὄκνῳ κατεχόμενον, εἰ τὸν θύρᾳ κλεισθέντα ἤγειρεν ἡ παραμονὴ τοῦ προσεδρεύσαντος καὶ τῇ εὐπονίᾳ τὸν ὄκνον νικήσαντα, τὴν ἄυλον φύσιν, τὸν θεὸν λέγω, τὸν ὄκνῳ μὴ κατεχόμενον, τὸν ὕπνῳ μὴ δουλεύοντα, οὐκ ἐγερεῖ ἡ παραμονὴ τῶν προσεδρευόντων ἐν ἀληθείᾳ;
καὶ τί^ς ὁ ταύτῃ τῇ ἐννοίᾳ μα^χόμενος;
καὶ τίς ὁ ταύτῃ τῇ ἐννοίᾳ μαχόμενος;
ἵ^να_ δὲ μά^θῃς ἀ^κρι_βῶς πῶς ἀ^πὸ τοῦ ἐνα^ντί^ου τὸ ἐνα^ντί^ον ἔδειξεν, μικρὸν ὑ^ποβάς, τῇ αὐτῇ ἐχρήσα^το πά^λι^ν εἰκόνι^, τῇ δι^ὰ^ τοῦ ἐνα^ντί^ου τὸ ἐνα^ντί^ον δεικνυούσῃ·
ἵνα δὲ μάθῃς ἀκριβῶς πῶς ἀπὸ τοῦ ἐναντίου τὸ ἐναντίον ἔδειξεν, μικρὸν ὑποβάς, τῇ αὐτῇ ἐχρήσατο πάλιν εἰκόνι, τῇ διὰ τοῦ ἐναντίου τὸ ἐναντίον δεικνυούσῃ·
τί^να^ γὰ^ρ ἐξ ὑ_μῶν αἰτήσα_ς φησὶ^ν ὁ υἱὸς ἄρτον, μὴ λί^θον δώσει αὐτῷ;
τίνα γὰρ ἐξ ὑμῶν αἰτήσας φησὶν ὁ υἱὸς ἄρτον, μὴ λίθον δώσει αὐτῷ;
ἢ ἰχθύν, μὴ ἀντὶ^ ἰχθύ^ος ὄφιν;
ἢ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν;
ἢ ᾠόν, μὴ ἀντὶ^ ᾠοῦ σκορπί^ον;.
ἢ ᾠόν, μὴ ἀντὶ ᾠοῦ σκορπίον;.
εἶτα ἐκ παραθέσεως τοῦ ἀ^νθρωπί^νου τὸ κρεῖττον ὑ^ποθέμενός φησι^ν·
εἶτα ἐκ παραθέσεως τοῦ ἀνθρωπίνου τὸ κρεῖττον ὑποθέμενός φησιν·
εἰ οὖν ὑ_μεῖς πονηροὶ ὄντες οἴδα^τε ἀ^γα^θὰ^ δόμα^τα^ δι^δόναι τοῖς τέκνοις ὑ_μῶν, πόσῳ μᾶλλον ὁ πα^τὴρ ὑ_μῶν ὁ οὐρά^νι^ος δώσει ἀ^γα^θὰ^ τοῖς αἰτοῦσι^ν αὐτόν;.
εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;.
ὁρᾷς πῶς ἐκ παραθέσεως τοῦ ἐνα^ντί^ου τὸ ἐνα^ντί^ον ἔδειξεν;
ὁρᾷς πῶς ἐκ παραθέσεως τοῦ ἐναντίου τὸ ἐναντίον ἔδειξεν;
τοιαύτῃ κέχρηται καὶ ἀλλαχοῦ τῇ παραβολῇ, κα^θὼς ἔφθην εἰπών.
τοιαύτῃ κέχρηται καὶ ἀλλαχοῦ τῇ παραβολῇ, καθὼς ἔφθην εἰπών.
τί^ς δὲ αὕτη καὶ τί^να^ δύ^να^μι^ν ἔχει, κα^λὸν οἶμαι καὶ ἀ^να^γκαῖον εἰπεῖν.
τίς δὲ αὕτη καὶ τίνα δύναμιν ἔχει, καλὸν οἶμαι καὶ ἀναγκαῖον εἰπεῖν.
κριτής φησι^ν τι^ς ἦν ἐν τῇ πόλει, τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
κριτής φησιν τις ἦν ἐν τῇ πόλει, τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
χήρα_ τούτῳ παρηνώχλει ἐπι^μένουσα^, καὶ πλέον ἤνυ^εν οὐδέν.
χήρα τούτῳ παρηνώχλει ἐπιμένουσα, καὶ πλέον ἤνυεν οὐδέν.
ἡ γὰ^ρ ἀθεΐα καὶ ἡ ἀποτομία οὐκ ἐδυσωπεῖτο τῇ ἱκεσίᾳ.
ἡ γὰρ ἀθεΐα καὶ ἡ ἀποτομία οὐκ ἐδυσωπεῖτο τῇ ἱκεσίᾳ.
ἀλλ' ὅμως ἐνί_κησεν ἡ παραμονὴ τὴν ἀ^νήμερον αὐστηρότητα^·
ἀλλ' ὅμως ἐνίκησεν ἡ παραμονὴ τὴν ἀνήμερον αὐστηρότητα·
καί φησι^ν πρὸς ἑαυτὸν ὁ κρι^τὴς ἐκεῖνος τῆς ἀ^δι^κί^α_ς·
καί φησιν πρὸς ἑαυτὸν ὁ κριτὴς ἐκεῖνος τῆς ἀδικίας·
εἰ καὶ θεὸν μὴ φοβοῦμαι καὶ ἀνθρώπους μὴ αἰσχύ_νομαι, ἀλλά^ γε, δι^ὰ^ τὸ πα^ρέχειν μοι αὐτὴν κόπους, οὐ μὴ ἐκδικήσω αὐτήν.
εἰ καὶ θεὸν μὴ φοβοῦμαι καὶ ἀνθρώπους μὴ αἰσχύνομαι, ἀλλά γε, διὰ τὸ παρέχειν μοι αὐτὴν κόπους, οὐ μὴ ἐκδικήσω αὐτήν.
ταῦτα^ ἡ παραβολή.
ταῦτα ἡ παραβολή.
εἶτα ὁ σωτὴρ βουλόμενος ἀ^πὸ τοῦ ἐνα^ντί^ου τὸ ἐνα^ντί^ον πά^λι^ν δεῖξαι ἐπήγα^γεν εὐθέως·
εἶτα ὁ σωτὴρ βουλόμενος ἀπὸ τοῦ ἐναντίου τὸ ἐναντίον πάλιν δεῖξαι ἐπήγαγεν εὐθέως·
βλέπετε τί^ εἶπεν ὁ κρι^τὴς τῆς ἀ^δι^κί^α_ς.
βλέπετε τί εἶπεν ὁ κριτὴς τῆς ἀδικίας.
ὁ δὲ θεὸς οὐ ποιήσῃ τὴν ἐκδίκησι^ν τῶν πρὸς αὐτὸν βοώντων;.
ὁ δὲ θεὸς οὐ ποιήσῃ τὴν ἐκδίκησιν τῶν πρὸς αὐτὸν βοώντων;.
εἰ τὸν ἄδι^κον, φησί^, καὶ ἀπηνῆ ἔκαμψεν πρὸς συμπάθεια^ν ἡ παραμονὴ τῆς χήρα_ς, τὸν ἀ^γα^θὸν θεὸν καὶ φι^λόστοργον πα^τέρα^ καὶ φιλάνθρωπον δεσπότην ἡ παραμονὴ τῶν προσεδρευόντων οὐκ ἐπι^σπάσεται πρὸς ἔλεον;
εἰ τὸν ἄδικον, φησί, καὶ ἀπηνῆ ἔκαμψεν πρὸς συμπάθειαν ἡ παραμονὴ τῆς χήρας, τὸν ἀγαθὸν θεὸν καὶ φιλόστοργον πατέρα καὶ φιλάνθρωπον δεσπότην ἡ παραμονὴ τῶν προσεδρευόντων οὐκ ἐπισπάσεται πρὸς ἔλεον;
ταῦτα^ δι' ἐκείνης ἐδί^δα^ξεν τῆς παραβολῆς·
ταῦτα δι' ἐκείνης ἐδίδαξεν τῆς παραβολῆς·
ταῦτα^ καὶ δι^ὰ^ τῆς πα^ρούσης ὑποτί^θεται·
ταῦτα καὶ διὰ τῆς παρούσης ὑποτίθεται·
καὶ ἡμῖν λέγω·
καὶ ἡμῖν λέγω·
αἰτεῖτε καὶ λήψεσθε·
αἰτεῖτε καὶ λήψεσθε·
κρούετε καὶ ἀνοιγήσεται.
κρούετε καὶ ἀνοιγήσεται.
κα^τὰ^ τὴν εἰκόνα^ τοῦ κρούσαντος καὶ λέγοντος·
κατὰ τὴν εἰκόνα τοῦ κρούσαντος καὶ λέγοντος·
φίλε, ἄ^νοιξον, ζητεῖτε καὶ αἰτεῖτε, καὶ εὑρήσετε.
φίλε, ἄνοιξον, ζητεῖτε καὶ αἰτεῖτε, καὶ εὑρήσετε.
ἀλλ' ὅτα^ν αἰτῇς πα^ρὰ^ θεοῦ, νόησον τίνα ἐστὶ^ν ἃ^ αἰτεῖς καὶ πα^ρὰ^ τί^νος αἰτεῖς.
ἀλλ' ὅταν αἰτῇς παρὰ θεοῦ, νόησον τίνα ἐστὶν ἃ αἰτεῖς καὶ παρὰ τίνος αἰτεῖς.
πολλοὶ γά^ρ, ἀ^δελφοί, δι^α^φόρους περὶ^ θεοῦ δόξα_ς λα^μβά^νουσι^ν ἐν ταῖς προσευχαῖς καὶ βούλονται τὸν θεόν, ὅτε μὲν αὐτοὶ προσεύχονται ὑ^πὲρ τῶν οἰκείων ἁ^μα^ρτημά^των, ἀ^γα^θὸν εἶναι καὶ φιλάνθρωπον·
πολλοὶ γάρ, ἀδελφοί, διαφόρους περὶ θεοῦ δόξας λαμβάνουσιν ἐν ταῖς προσευχαῖς καὶ βούλονται τὸν θεόν, ὅτε μὲν αὐτοὶ προσεύχονται ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, ἀγαθὸν εἶναι καὶ φιλάνθρωπον·
ὅτα^ν δὲ κα^λῶσι^ν αὐτὸν εἰς ἐκδίκησι^ν τῶν ἀδι^κούντων, αὐστηρὸν εἶναί τι^να^ καὶ δί^καιον καὶ πολλῆς γέμοντα^ δικαιοκρισία_ς.
ὅταν δὲ καλῶσιν αὐτὸν εἰς ἐκδίκησιν τῶν ἀδικούντων, αὐστηρὸν εἶναί τινα καὶ δίκαιον καὶ πολλῆς γέμοντα δικαιοκρισίας.
οἷον ὅτα^ν τι^ς ὑ^πὲρ ἑαυτοῦ κα^τα^στὰ_ς εὔχηται, κέχρηται φωναῖς ταῖς πειθούσαις ὁμοῦ καὶ δυσωπούσαις τὸν θεόν·
οἷον ὅταν τις ὑπὲρ ἑαυτοῦ καταστὰς εὔχηται, κέχρηται φωναῖς ταῖς πειθούσαις ὁμοῦ καὶ δυσωπούσαις τὸν θεόν·
δέομαι, λέγων, κύ_ρι^ε, ἐλέησόν με τὸν ἀ^νάξιον·
δέομαι, λέγων, κύριε, ἐλέησόν με τὸν ἀνάξιον·
δέομαι, κύ_ρι^ε, ἀ^γα^θὸς εἶ, φι^λάνθρωπος εἶ, πα^ρορᾷς ἁ^μα^ρτήμα^τα^, ὑπερβαίνεις ἀ^δι^κήμα^τα^.
δέομαι, κύριε, ἀγαθὸς εἶ, φιλάνθρωπος εἶ, παρορᾷς ἁμαρτήματα, ὑπερβαίνεις ἀδικήματα.
ἐὰ^ν ἀνομία_ς παρατηρήσῃ, κύ_ρι^ε, τί^ς ὑ^ποστήσεταί σοι;
ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, τίς ὑποστήσεταί σοι;
ποίησον μετ' ἐμοῦ κα^τὰ^ τὸ ἔλεός σου.
ποίησον μετ' ἐμοῦ κατὰ τὸ ἔλεός σου.
ταῦτα^ μὲν ἅ^πα^ντες λέγουσι^ν ὅτα^ν ὑ^πὲρ ἑαυτῶν εὔχονται·
ταῦτα μὲν ἅπαντες λέγουσιν ὅταν ὑπὲρ ἑαυτῶν εὔχονται·
ὅτα^ν δέ τι^ς ἔλθῃ κατ' ἐχθροῦ λυ_πούμενος, ταύτης ἐπιλανθάνεται τῆς φωνῆς, πρὸς ἑτέρα_ν δὲ ἔννοια^ν τρέπει τὴν ἱκεσίαν.
ὅταν δέ τις ἔλθῃ κατ' ἐχθροῦ λυπούμενος, ταύτης ἐπιλανθάνεται τῆς φωνῆς, πρὸς ἑτέραν δὲ ἔννοιαν τρέπει τὴν ἱκεσίαν.
καί τί^ φησι^ν ἐνταῦθα^;
καί τί φησιν ἐνταῦθα;
κύ_ρι^ε, κρι^τὴς εἶ δί^καιος, οὐκ ἀ^ρέσκει σοι τὰ^ φαῦλα^·
κύριε, κριτὴς εἶ δίκαιος, οὐκ ἀρέσκει σοι τὰ φαῦλα·
ἐκδίκησόν με ἐκ τῶν ἐχθρῶν μου·
ἐκδίκησόν με ἐκ τῶν ἐχθρῶν μου·
κρι^τὴς εἶ ἀ^ληθεία_ς·
κριτὴς εἶ ἀληθείας·
μὴ μακροθυμήσῃς τοῖς ἐχθροῖς μου, ἀλλ' ὡς κρι^τὴς ἀ^ληθεία_ς δί^κα^σον τὴν ἀ^λήθεια^ν.
μὴ μακροθυμήσῃς τοῖς ἐχθροῖς μου, ἀλλ' ὡς κριτὴς ἀληθείας δίκασον τὴν ἀλήθειαν.
ὅτε σοὶ δι^κά^ζω, βούλει με εἶναι ἀ^γα^θὸν;
ὅτε σοὶ δικάζω, βούλει με εἶναι ἀγαθὸν;
ὅτε τοῖς σοῖς ἐχθροῖς δι^κά^ζω, βούλει με εἶναι δί^καιον;
ὅτε τοῖς σοῖς ἐχθροῖς δικάζω, βούλει με εἶναι δίκαιον;
ἐπελά^θου σου τῶν προτέρων εὐχῶν;
ἐπελάθου σου τῶν προτέρων εὐχῶν;
οὐκ ἀ^γα^θὸν ἐκά^λεις;
οὐκ ἀγαθὸν ἐκάλεις;
οὐχ ὡς φιλάνθρωπον ἐδυσώπεις;
οὐχ ὡς φιλάνθρωπον ἐδυσώπεις;
οὐχ ὡς μακρόθυ_μον πα^ρεκά^λεις;
οὐχ ὡς μακρόθυμον παρεκάλεις;
τί^ οὖν;
τί οὖν;
πρὸς τὰ_ς ὑ_μετέρα_ς γνώμα_ς ἐμαυτὸν μερί^σω;
πρὸς τὰς ὑμετέρας γνώμας ἐμαυτὸν μερίσω;
καὶ πρὸς τὰ^ ὑ_μῖν ἀρέσκοντα^ πωλήσω τὸ δί^καιον;
καὶ πρὸς τὰ ὑμῖν ἀρέσκοντα πωλήσω τὸ δίκαιον;
ἀλλ' οὐχ οἷόν τε ἐστὶ^ σοὶ μὲν ὑ^πά^ρξαι τὰ^ πα^ρὰ^ τῆς ἀγαθότητος ἀ^γα^θά^, τοῖς δὲ σοῖς ἐχθροῖς τὰ^ τῆς δικαιοκρισία_ς ἔννομα^.
ἀλλ' οὐχ οἷόν τε ἐστὶ σοὶ μὲν ὑπάρξαι τὰ παρὰ τῆς ἀγαθότητος ἀγαθά, τοῖς δὲ σοῖς ἐχθροῖς τὰ τῆς δικαιοκρισίας ἔννομα.
ὁ γὰ^ρ ἀ^γα^θός, πρὸς πά^ντα^ς ἀ^γα^θός, καὶ ὁ δί^καιος, πρὸς πά^ντα^ς φυ^λά^σσει τὸ δί^καιον.
ὁ γὰρ ἀγαθός, πρὸς πάντας ἀγαθός, καὶ ὁ δίκαιος, πρὸς πάντας φυλάσσει τὸ δίκαιον.
ὅρα_ οὖν μὴ κα^τὰ^ τῶν ἐχθρῶν εὐχόμενος κα^τὰ^ σαυτοῦ κι_νήσῃς τὸν δί^καιον·
ὅρα οὖν μὴ κατὰ τῶν ἐχθρῶν εὐχόμενος κατὰ σαυτοῦ κινήσῃς τὸν δίκαιον·
ὁ γὰ^ρ δί^καιος ἐξετάζει καὶ τὰ^ σὰ^ μετὰ^ τῶν ἄλλων, ὥστε ἐὰ^ν μὲν ὡς δί^καιον κα^τὰ^ τῶν ἐχθρῶν κα^λῇς, ἀ^νάγκῃ καὶ κα^τὰ^ σαυτοῦ τὸν κριτὴν πα^ροξύ_νεις·
ὁ γὰρ δίκαιος ἐξετάζει καὶ τὰ σὰ μετὰ τῶν ἄλλων, ὥστε ἐὰν μὲν ὡς δίκαιον κατὰ τῶν ἐχθρῶν καλῇς, ἀνάγκῃ καὶ κατὰ σαυτοῦ τὸν κριτὴν παροξύνεις·
ἐὰ^ν δὲ ὡς ἀ^γα^θὸν περὶ^ σαυτοῦ πα^ρα^κα^λέσῃς, ἀ^γα^θὸς ἔσται πρὸς πά^ντα^ς κ ἂ_ν μὴ θέλῃς.
ἐὰν δὲ ὡς ἀγαθὸν περὶ σαυτοῦ παρακαλέσῃς, ἀγαθὸς ἔσται πρὸς πάντας κ ἂν μὴ θέλῃς.
δεῖ οὖν εὐχόμενον τοιαῦτα^ αἰτεῖν τὰ^ τῷ θεῷ ἀρέσκοντα^, δεῖ εὐχόμενον τοιαῦτα^ πα^ρα^κα^λεῖν, οἷα εἶτα τὸν θεὸν ἀναπαύοντα^.
δεῖ οὖν εὐχόμενον τοιαῦτα αἰτεῖν τὰ τῷ θεῷ ἀρέσκοντα, δεῖ εὐχόμενον τοιαῦτα παρακαλεῖν, οἷα εἶτα τὸν θεὸν ἀναπαύοντα.
εἰ γὰ^ρ ὁ σωτὴρ εἰπών·
εἰ γὰρ ὁ σωτὴρ εἰπών·
πά^τερ, εἰ δυ^να^τόν, πα^ρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον ἐπήγαγε·
πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον ἐπήγαγε·
πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ' ὡς σύ^, σύ^, ἄνθρωπος εὐτελής, τῇ ἑαυτοῦ γνώμῃ δι^κά^ζεις, καὶ οὐ τῇ θείᾳ γνώμῃ πα^ραχωρεῖς;
πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ' ὡς σύ, σύ, ἄνθρωπος εὐτελής, τῇ ἑαυτοῦ γνώμῃ δικάζεις, καὶ οὐ τῇ θείᾳ γνώμῃ παραχωρεῖς;
ἀλλὰ^ γὰ^ρ εἰς αὐτὴν λοιπὸν ἄ^γω τὴν ὑ^πόθεσι^ν τὸν λόγον, ἐπειδήπερ οἶδα^ τοῦτο παρ' ὑ_μῶν ἀ^παιτούμενος.
ἀλλὰ γὰρ εἰς αὐτὴν λοιπὸν ἄγω τὴν ὑπόθεσιν τὸν λόγον, ἐπειδήπερ οἶδα τοῦτο παρ' ὑμῶν ἀπαιτούμενος.
ὁρῶ μὲν οὖν στενοχωρουμένους ὑ_μᾶς ἅ^πα^ντα^ς καὶ τῷ πόνῳ συ^νεχομένους, ἀλλὰ^ παραμυθεῖται καὶ πα^ρορμᾷ πρὸς τὴν ἀκρόασι^ν ἅ^πα^ντα^ς κα^λῶς λέγων ὁ ἡσαΐας·
ὁρῶ μὲν οὖν στενοχωρουμένους ὑμᾶς ἅπαντας καὶ τῷ πόνῳ συνεχομένους, ἀλλὰ παραμυθεῖται καὶ παρορμᾷ πρὸς τὴν ἀκρόασιν ἅπαντας καλῶς λέγων ὁ ἡσαΐας·
μάθετε ἀ^κούειν στενοχωρούμενοι.
μάθετε ἀκούειν στενοχωρούμενοι.
κα^λῶς εἶπεν μὲν ἐκεῖνος, κα^λῶς δὲ ὑ^πηκούσα^τε πάντες ὑ_μεῖς, σώμα^τι^ μὲν στενοχωρούμενοι, πνεύμα^τι^ δὲ ἀ^νιέμενοι.
καλῶς εἶπεν μὲν ἐκεῖνος, καλῶς δὲ ὑπηκούσατε πάντες ὑμεῖς, σώματι μὲν στενοχωρούμενοι, πνεύματι δὲ ἀνιέμενοι.
ἡ γὰ^ρ πα^ροῦσα^ θλῖψι^ς πολλῶν ἀ^παλλά^ττει θλίψεων.
ἡ γὰρ παροῦσα θλῖψις πολλῶν ἀπαλλάττει θλίψεων.
οἱ δι^ὰ^ θεὸν ἱδρῶτες, πᾶσα^ν ἁ^μα^ρτημά^των λύ_ουσι^ νόσον.
οἱ διὰ θεὸν ἱδρῶτες, πᾶσαν ἁμαρτημάτων λύουσι νόσον.
κρίσις ἱδρῶτος, ἐκ φύ^σεως τικτομένη, λύ_ει νόσον σώμα^τος·
κρίσις ἱδρῶτος, ἐκ φύσεως τικτομένη, λύει νόσον σώματος·
ἱδρῶτες δὲ δι^ὰ^ θεὸν καὶ τὸν τοῦ θεοῦ λόγον, ὡς ἀ^πὸ πηγῆς τοῦ πόθου προϊόντες, οὐ λύ_ουσι^ν ἄρδην τῶν ἁ^μα^ρτημά^των τὴν νόσον;
ἱδρῶτες δὲ διὰ θεὸν καὶ τὸν τοῦ θεοῦ λόγον, ὡς ἀπὸ πηγῆς τοῦ πόθου προϊόντες, οὐ λύουσιν ἄρδην τῶν ἁμαρτημάτων τὴν νόσον;
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
οἶδα^ παρ' ὑ_μῖν ἀ^παιτούμενος τὸν πα^ραλειφθέντα^ λόγον.
οἶδα παρ' ὑμῖν ἀπαιτούμενος τὸν παραλειφθέντα λόγον.
καὶ πολλοὶ μὲν ὡς φί^λοι καὶ ποθοῦσι^ καὶ ζητοῦσι^, πολλοὶ δὲ καὶ ἁπλῶς ῥήσεις θηρῶσι^ καὶ διαβά^λλειν ἐπιχειροῦσι^ν.
καὶ πολλοὶ μὲν ὡς φίλοι καὶ ποθοῦσι καὶ ζητοῦσι, πολλοὶ δὲ καὶ ἁπλῶς ῥήσεις θηρῶσι καὶ διαβάλλειν ἐπιχειροῦσιν.
οὐ γὰ^ρ διέλαθε πά^ντα^ς ὡς πολλοὶ τῶν διαβαλλόντων διεθρύλλησα^ν ὡς ἆρα^ ἡμεῖς ἀνεξέταστον δι' ἀτονίαν κα^τα^λελοίπα^μεν τὸν λόγον.
οὐ γὰρ διέλαθε πάντας ὡς πολλοὶ τῶν διαβαλλόντων διεθρύλλησαν ὡς ἆρα ἡμεῖς ἀνεξέταστον δι' ἀτονίαν καταλελοίπαμεν τὸν λόγον.
ἐγὼ δὲ τῶν τοιούτων θαυμάζω οὐ τὴν κατηγορίαν ἀλλὰ^ τὴν ἀκαιρίαν.
ἐγὼ δὲ τῶν τοιούτων θαυμάζω οὐ τὴν κατηγορίαν ἀλλὰ τὴν ἀκαιρίαν.
ἐγκαλεῖς ὡς δανείσας καὶ τὸ δά^νειον οὐκ ἀπειληφώς.
ἐγκαλεῖς ὡς δανείσας καὶ τὸ δάνειον οὐκ ἀπειληφώς.
μὴ γὰ^ρ ἀ^παιτούμενος τὸν λόγον ἔφυ^γον τὴν λύσιν;
μὴ γὰρ ἀπαιτούμενος τὸν λόγον ἔφυγον τὴν λύσιν;
μὴ γὰ^ρ ἑτέρου προβαλόντος μοι ζήτησι^ν ἀπεσεισάμην τὸ ζήτημα^;
μὴ γὰρ ἑτέρου προβαλόντος μοι ζήτησιν ἀπεσεισάμην τὸ ζήτημα;
αὐτὸς ἐπηγγειλάμην, αὐτὸς ἐπελαθόμην.
αὐτὸς ἐπηγγειλάμην, αὐτὸς ἐπελαθόμην.
καί δι^ὰ^ τί^, φησί^ν, ἐπελάθου;
καί διὰ τί, φησίν, ἐπελάθου;
οὐκοῦν ἐγκά^λει τῷ πά^θει τῆς φύ^σεως, καὶ μὴ μέμφου τὸν λόγον τῆς ἐξηγήσεως.
οὐκοῦν ἐγκάλει τῷ πάθει τῆς φύσεως, καὶ μὴ μέμφου τὸν λόγον τῆς ἐξηγήσεως.
μά^λι^στα^ μέν, εἰ καὶ ὑπερέβαινεν ἡμᾶς ἡ ἐξήγησι^ς, οὐ πάντως τῇ ἀσθενείᾳ τοῦ λόγου συ^νδιεφθείρετο καὶ ἡ δύ^να^μι^ς τοῦ ζητουμένου οὐ γὰ^ρ πα^ρὰ^ τὴν ἐμὴν ἀτονίαν προδίδοται τῆς ἀ^ληθεία_ς τὰ^ δί^καια^.
μάλιστα μέν, εἰ καὶ ὑπερέβαινεν ἡμᾶς ἡ ἐξήγησις, οὐ πάντως τῇ ἀσθενείᾳ τοῦ λόγου συνδιεφθείρετο καὶ ἡ δύναμις τοῦ ζητουμένου οὐ γὰρ παρὰ τὴν ἐμὴν ἀτονίαν προδίδοται τῆς ἀληθείας τὰ δίκαια.
ἐπὶ^ δὲ τοῦ προκειμένου ἡ αἰτί^α_ τῆς ὑπερθέσεως δήλη.
ἐπὶ δὲ τοῦ προκειμένου ἡ αἰτία τῆς ὑπερθέσεως δήλη.
τῷ γὰ^ρ πλήθει τῶν εἰρημένων, δί^κην κυ_μά^των, ὧδε κ ἀκεῖσε περισπῶσά^ μου τὴν δι^ά^νοια^ν, ἀπέστησε τῆς προτεθείσης ζητήσεως.
τῷ γὰρ πλήθει τῶν εἰρημένων, δίκην κυμάτων, ὧδε κ ἀκεῖσε περισπῶσά μου τὴν διάνοιαν, ἀπέστησε τῆς προτεθείσης ζητήσεως.
ὃ τοίνυ^ν παρέλιπον ἄ_κων, τοῦτο νῦν ἑκὼν ἀποδί^δωμι^.
ὃ τοίνυν παρέλιπον ἄκων, τοῦτο νῦν ἑκὼν ἀποδίδωμι.
τὸ ὄφλημα^ καὶ ἀποδι^δούς, πά^λι^ν δέδοικα^.
τὸ ὄφλημα καὶ ἀποδιδούς, πάλιν δέδοικα.