macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
καινὴν γά^ρ τι^να^ καὶ ξένην ἐν ὑ_μῖν εὑρίσκω, μέθην οὐ λήθην γεννῶσα^ν, ἀλλὰ^ μνήμην ἐγείρουσα^ν, καίτοι μέθης ἔργον ἴσμεν ἅ^πα^ντες τὴν μνήμην ἀφα^νί^ζειν καὶ λήθην ἀντεισά^γειν. | καινὴν γάρ τινα καὶ ξένην ἐν ὑμῖν εὑρίσκω, μέθην οὐ λήθην γεννῶσαν, ἀλλὰ μνήμην ἐγείρουσαν, καίτοι μέθης ἔργον ἴσμεν ἅπαντες τὴν μνήμην ἀφανίζειν καὶ λήθην ἀντεισάγειν. |
ὑ_μεῖς δέ, ἀ^δελφοί, ὅσον μεθύσκεσθε τῷ θείῳ λόγῳ, τοσοῦτον τὴν λήθην ἐξορίζετε καὶ μνήμην ἔνθεον ἐπι^δείκνυ^σθε. | ὑμεῖς δέ, ἀδελφοί, ὅσον μεθύσκεσθε τῷ θείῳ λόγῳ, τοσοῦτον τὴν λήθην ἐξορίζετε καὶ μνήμην ἔνθεον ἐπιδείκνυσθε. |
καὶ τὸ θαυμαστόν, ὅτι^ οἱ μὲν οἰνοχοοῦντες ὑ_μῖν μεθύσκονται τῇ ὑπερβολῇ τῆς δι^α^νοία_ς βαρούμενοι, ὑ_μεῖς δὲ τοσούτους τοῦ θείου λόγου κρα_τῆρα^ς ἐκπιόντες, καὶ μετὰ^ μέθην διψᾶτε, καὶ ἀ^παιτεῖτε τὸ πα^ρα^λελειμμένον μετὰ^ πολλῆς τῆς ἀκρι_βεία_ς. | καὶ τὸ θαυμαστόν, ὅτι οἱ μὲν οἰνοχοοῦντες ὑμῖν μεθύσκονται τῇ ὑπερβολῇ τῆς διανοίας βαρούμενοι, ὑμεῖς δὲ τοσούτους τοῦ θείου λόγου κρατῆρας ἐκπιόντες, καὶ μετὰ μέθην διψᾶτε, καὶ ἀπαιτεῖτε τὸ παραλελειμμένον μετὰ πολλῆς τῆς ἀκριβείας. |
καί ἐστι^ν ὡς ἀ^ληθῶς ἰ^δεῖν πνευμα^τι^κῶν μεθυστῶν ῥήμα^τα^· | καί ἐστιν ὡς ἀληθῶς ἰδεῖν πνευματικῶν μεθυστῶν ῥήματα· |
τὸ ποτήριον πα^ρέλι^πεν, τὸ ποτήριον οὐχ ἡρμήνευσεν, τὸν τοῦ ποτηρί^ου λόγον οὐκ ἀπέδωκεν. | τὸ ποτήριον παρέλιπεν, τὸ ποτήριον οὐχ ἡρμήνευσεν, τὸν τοῦ ποτηρίου λόγον οὐκ ἀπέδωκεν. |
φιλῶ σε ποθοῦντα^ τὸ ποτήριον χριστοῦ. | φιλῶ σε ποθοῦντα τὸ ποτήριον χριστοῦ. |
φιλῶ σε ζητοῦντα^ τὸ πα^ρα^λελειμμένον. | φιλῶ σε ζητοῦντα τὸ παραλελειμμένον. |
φιλῶ σε δι^ὰ^ τὴν καλλίστην μέθην, μη δὲ ἓν ποτήριον πα^ραχωρεῖν ἐθέλοντα^, καὶ μά^λα_ γε εἰκότως. | φιλῶ σε διὰ τὴν καλλίστην μέθην, μη δὲ ἓν ποτήριον παραχωρεῖν ἐθέλοντα, καὶ μάλα γε εἰκότως. |
ἐπὶ^ μὲν γὰ^ρ τῆς σωμα^τι^κῆς εὐωχία_ς, ὁ πα^ρα^λείπων τὸ ποτήριον δι^ὰ^ φι^λοσοφί^α_ν θαυμαστός· | ἐπὶ μὲν γὰρ τῆς σωματικῆς εὐωχίας, ὁ παραλείπων τὸ ποτήριον διὰ φιλοσοφίαν θαυμαστός· |
ἐπὶ^ δὲ τῆς θεία_ς καὶ οὐρα^νί^ου τραπέζης, ὁ μηδὲν παραλιμπάνων τῶν εἰς τὴν σωτήριον μέθην φερόντων, ἀλλ' ὁμοῦ καὶ τρεφόμενος καὶ πεινῶν, καὶ μεθυσκόμενος καὶ διψῶν, οὗτος ἀ^ληθῶς τῆς τοῦ ποτηρί^ου σωτηρί^α_ς ἐμπί^πλα^ται. | ἐπὶ δὲ τῆς θείας καὶ οὐρανίου τραπέζης, ὁ μηδὲν παραλιμπάνων τῶν εἰς τὴν σωτήριον μέθην φερόντων, ἀλλ' ὁμοῦ καὶ τρεφόμενος καὶ πεινῶν, καὶ μεθυσκόμενος καὶ διψῶν, οὗτος ἀληθῶς τῆς τοῦ ποτηρίου σωτηρίας ἐμπίπλαται. |
μακαρίζω τοίνυ^ν ἐν ἐμοὶ καὶ τοὺς λέγοντα^ς καὶ τοὺς ἀ^κούοντα^ς. | μακαρίζω τοίνυν ἐν ἐμοὶ καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας. |
τοὺς μὲν ἀ^κούοντα^ς, ἐπειδὰ^ν διψῶντες ἀ^κούσωσι^. | τοὺς μὲν ἀκούοντας, ἐπειδὰν διψῶντες ἀκούσωσι. |
μακάριοι γά^ρ, φησί^ν ὁ σωτήρ, οἱ πεινῶντες καὶ διψῶντες τὴν δι^καιοσύ^νην, ὅτι^ αὐτοὶ χορτασθήσονται. | μακάριοι γάρ, φησίν ὁ σωτήρ, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
τοὺς δὲ λέγοντα^ς, ὅτι^ δεῖ τὴν θεία_ν δι^δασκαλί^α_ν εἰς ζώσα_ς ἀ^κοὰ_ς ἐνηχεῖν. | τοὺς δὲ λέγοντας, ὅτι δεῖ τὴν θείαν διδασκαλίαν εἰς ζώσας ἀκοὰς ἐνηχεῖν. |
μα^κά^ριος γὰ^ρ ὁ λέγων εἰς ὦτα^ ἀ^κουόντων. | μακάριος γὰρ ὁ λέγων εἰς ὦτα ἀκουόντων. |
τέως ἐά_σωμεν. | τέως ἐάσωμεν. |
εἰρήσθω τοίνυ^ν τὸ πά^τερ, εἰ δυ^να^τόν, πα^ρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον. | εἰρήσθω τοίνυν τὸ πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον. |
γέμει γὰ^ρ τὸ ῥῆμα^ τοῦτο πολλῶν ζητημά^των, καὶ πολλὴν τοῖς αἱρετι^κοῖς φέρει τὴν νόσον· | γέμει γὰρ τὸ ῥῆμα τοῦτο πολλῶν ζητημάτων, καὶ πολλὴν τοῖς αἱρετικοῖς φέρει τὴν νόσον· |
οὐ πα^ρὰ^ τὸ κα^κῶς εἰρῆσθαι, ἀλλὰ^ πα^ρὰ^ τὸ κα^κῶς νοεῖσθαι. | οὐ παρὰ τὸ κακῶς εἰρῆσθαι, ἀλλὰ παρὰ τὸ κακῶς νοεῖσθαι. |
τὸ γὰ^ρ εἰ δυ^να^τὸν οἱ μὲν ἀπαράβα^τόν τι^ νομί^ζουσι^ τῆς λεγομένης εἱμαρμένης καὶ τῆς μυθευομένης γενέσεως ἀ^νάγκην εἰσάγοντες, οἱ δὲ ἑτέρως τοῦ μονογενοῦς τὴν ἀ^ξί^α_ν ὑβρίζοντες δουλοπρεπῆ τι^να^ κα^τα^σκευά^ζουσι^ν ὑποταγὴν ἐντεῦθεν τοῦ υἱοῦ πρὸς τὸν πα^τέρα^· | τὸ γὰρ εἰ δυνατὸν οἱ μὲν ἀπαράβατόν τι νομίζουσι τῆς λεγομένης εἱμαρμένης καὶ τῆς μυθευομένης γενέσεως ἀνάγκην εἰσάγοντες, οἱ δὲ ἑτέρως τοῦ μονογενοῦς τὴν ἀξίαν ὑβρίζοντες δουλοπρεπῆ τινα κατασκευάζουσιν ὑποταγὴν ἐντεῦθεν τοῦ υἱοῦ πρὸς τὸν πατέρα· |
ὑποκείμενος γά^ρ, φησί^, τῇ τοῦ πατρὸς ἐξουσί^ᾳ ταύτῃ κέχρηται τῇ ἱκεσίᾳ. | ὑποκείμενος γάρ, φησί, τῇ τοῦ πατρὸς ἐξουσίᾳ ταύτῃ κέχρηται τῇ ἱκεσίᾳ. |
τίς οὖν ἡμῖν ἁρμόσει λόγος πρὸς τὸ ζητούμενον; | τίς οὖν ἡμῖν ἁρμόσει λόγος πρὸς τὸ ζητούμενον; |
τίς δὲ ἡμῖν τοῦτο τὸ πολυθρύλητον τῶν αἱρετι^κῶν δι^α^λύ_σει ζήτημα^; | τίς δὲ ἡμῖν τοῦτο τὸ πολυθρύλητον τῶν αἱρετικῶν διαλύσει ζήτημα; |
οὐκ ἔστι^ν ἄλλοθεν, εἰ μὴ ἐξ αὐτῆς αὐτὴν γνωρί^σαι τὴν ἀ^λήθεια^ν. | οὐκ ἔστιν ἄλλοθεν, εἰ μὴ ἐξ αὐτῆς αὐτὴν γνωρίσαι τὴν ἀλήθειαν. |
φέρε οὖν ἐπ' αὐτὴν τὴν τοῦ σωτῆρος θεοῦ ἀναδράμωμεν κορυφήν, ἐπ' αὐτὴν τὴν οἰκονομίαν, ὃς πά^ντα^ ποιεῖ καὶ πά^ντα^ φθέγγεται οὐ μόνον πρὸς τὴν αὐτῷ πρέπουσα^ν ἀ^ξί^α_ν, ἀλλὰ^ καὶ πρὸς τὴν ἡμῖν ἁρμόζουσα^ν οἰκονομίαν. | φέρε οὖν ἐπ' αὐτὴν τὴν τοῦ σωτῆρος θεοῦ ἀναδράμωμεν κορυφήν, ἐπ' αὐτὴν τὴν οἰκονομίαν, ὃς πάντα ποιεῖ καὶ πάντα φθέγγεται οὐ μόνον πρὸς τὴν αὐτῷ πρέπουσαν ἀξίαν, ἀλλὰ καὶ πρὸς τὴν ἡμῖν ἁρμόζουσαν οἰκονομίαν. |
καί ἵ^να_ συντέμω καλὸν γά^ρ μοι τὸ συντεμεῖν καὶ τὰ^ πολλὰ^ δι' ὀλί^γων ἀ^να^λα^μβά^νειν. | καί ἵνα συντέμω καλὸν γάρ μοι τὸ συντεμεῖν καὶ τὰ πολλὰ δι' ὀλίγων ἀναλαμβάνειν. |
ὁ σωτὴρ προῄδει μὲν τὸ πά^θος ἀ^να^γκαῖον καὶ ὅτι^ ὑ^πὲρ τῆς τοῦ κόσμου σωτηρί^α_ς σταυρὸς πήγνυ^ται καὶ θά^να^τος ἐλέγχεται καὶ ἀνάστα^σι^ς οἰκονομεῖται· | ὁ σωτὴρ προῄδει μὲν τὸ πάθος ἀναγκαῖον καὶ ὅτι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας σταυρὸς πήγνυται καὶ θάνατος ἐλέγχεται καὶ ἀνάστασις οἰκονομεῖται· |
καὶ οὕτως ᾔδει ὡς καὶ τοῖς μα^θηταῖς προλέγειν· | καὶ οὕτως ᾔδει ὡς καὶ τοῖς μαθηταῖς προλέγειν· |
ἰδοὺ ἀ^να^βαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πα^ρα^δίδοται εἰς χεῖρα^ς ἀνθρώπων ἁμαρτωλῶν καὶ ἐμπαίξουσι^ν αὐτῷ καὶ σταυρώσουσι^ν αὐτὸν καὶ τῇ τρί^τῃ ἡμέρᾳ ἀ^να^στήσεται. | ἰδοὺ ἀναβαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ ἐμπαίξουσιν αὐτῷ καὶ σταυρώσουσιν αὐτὸν καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. |
αὕτη φωνὴ θεοῦ προειδότος τὰ^ μέλλοντα^, θεοῦ προλαβόντος τῇ γνώσει τὴν πεῖρα^ν, θεοῦ οἰκονομοῦντος τὰ^ ἀ^νθρώπι^να^. | αὕτη φωνὴ θεοῦ προειδότος τὰ μέλλοντα, θεοῦ προλαβόντος τῇ γνώσει τὴν πεῖραν, θεοῦ οἰκονομοῦντος τὰ ἀνθρώπινα. |
ἀντιφθέγγεται αὐτῷ ταῦτα^ λέγοντι^ ὁ πέτρος φειδοῖ τῇ περὶ^ τὴν σάρκα^ καί φησι^ν· | ἀντιφθέγγεται αὐτῷ ταῦτα λέγοντι ὁ πέτρος φειδοῖ τῇ περὶ τὴν σάρκα καί φησιν· |
ἵλεώς σοι, κύ_ρι^ε, οὐ μὴ ἔσται σοι τοῦτο. | ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. |
τί^ οὖν ὁ σωτήρ; | τί οὖν ὁ σωτήρ; |
ἀγανακτεῖ πρὸς τὴν ἄκαιρον δι^ά^θεσι^ν καὶ μέμφεται τὴν ἄκαιρον φειδὼ καί φησι^ πρὸς αὐτόν· | ἀγανακτεῖ πρὸς τὴν ἄκαιρον διάθεσιν καὶ μέμφεται τὴν ἄκαιρον φειδὼ καί φησι πρὸς αὐτόν· |
ὕπαγε ὀπί^σω μου, σατανᾶ^, ὅτι^ οὐ φρονεῖς τὰ^ τοῦ θεοῦ, ἀλλὰ^ τὰ^ τῶν ἀνθρώπων. | ὕπαγε ὀπίσω μου, σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. |
ἐνταῦθα^ κα^λῶς ἅ^πα^ντα^ τὸν λόγον ἐξέτασον καὶ σκόπησον, ὡς ἐὰ^ν ψι_λῇ τῇ λέξει δουλεύσῃς, πολλὴν καταφέρεις τοῦ σωτῆρος οὐκ ἀσθένεια^ν μόνον, ἀλλὰ^ καὶ λογισμῶν ἀ^νωμαλίαν. | ἐνταῦθα καλῶς ἅπαντα τὸν λόγον ἐξέτασον καὶ σκόπησον, ὡς ἐὰν ψιλῇ τῇ λέξει δουλεύσῃς, πολλὴν καταφέρεις τοῦ σωτῆρος οὐκ ἀσθένειαν μόνον, ἀλλὰ καὶ λογισμῶν ἀνωμαλίαν. |
ἐγκαλεῖς, ὦ κύριε, πέτρῳ ἀ^πευχομένῳ σοι τὸν σταυρὸν καὶ τὰ^ αὐτὰ^ πα^ρα^κα^λεῖς, οἷς ἐγκαλεῖς; | ἐγκαλεῖς, ὦ κύριε, πέτρῳ ἀπευχομένῳ σοι τὸν σταυρὸν καὶ τὰ αὐτὰ παρακαλεῖς, οἷς ἐγκαλεῖς; |
οὐ θεῷ μόνον ἀ^νάρμωστον, ἀλλ' οὐ δὲ ἀνθρώπῳ κα^θεστηκότι^ πρέπον. | οὐ θεῷ μόνον ἀνάρμωστον, ἀλλ' οὐ δὲ ἀνθρώπῳ καθεστηκότι πρέπον. |
τίς ἐπαινεῖ στρα^τηγὸν πρὸ μὲν τοῦ πολέμου μετὰ^ πολλοῦ παραστήματος καὶ πολλοῦ θρά^σους ἐπαπειλοῦντα^ τοῖς ἐνα^ντί^οις, ἐν αὐτῇ δὲ τῇ ἀκμῇ τοῦ πολέμου φεύγοντα^ καὶ δειλίαν καὶ ἀ^νανδρίαν ἐλέγχοντα^; | τίς ἐπαινεῖ στρατηγὸν πρὸ μὲν τοῦ πολέμου μετὰ πολλοῦ παραστήματος καὶ πολλοῦ θράσους ἐπαπειλοῦντα τοῖς ἐναντίοις, ἐν αὐτῇ δὲ τῇ ἀκμῇ τοῦ πολέμου φεύγοντα καὶ δειλίαν καὶ ἀνανδρίαν ἐλέγχοντα; |
πρὶν ἔλθοι ὁ χριστὸς ἐπὶ^ τὸ πά^θος, ἔλεγε τῷ ἀ^πευχομένῳ τὸ πά^θος· | πρὶν ἔλθοι ὁ χριστὸς ἐπὶ τὸ πάθος, ἔλεγε τῷ ἀπευχομένῳ τὸ πάθος· |
ὕπαγε ὀπί^σω μου, σατανᾶ^· | ὕπαγε ὀπίσω μου, σατανᾶ· |
οὐ γὰ^ρ φρονεῖς τὰ^ τοῦ θεοῦ. | οὐ γὰρ φρονεῖς τὰ τοῦ θεοῦ. |
τοῦτο αὐτὸς οἰκειοῦται προσευχόμενος; | τοῦτο αὐτὸς οἰκειοῦται προσευχόμενος; |
ὢ τῆς ἀνοία_ς, μᾶλλον δὲ τῆς ἀπονοία_ς τῶν ψι_λῇ τῇ λέξει δουλευόντων καὶ πά^ντα^ ῥᾳδί^ως τολμώντων καὶ τὰ^ θεῖα^ πα^ρερμηνεύειν ἐπιχειρούντων καὶ οὐ δὲ ἐκεῖνο σκοπεῖν ἐθελόντων, ὅτι^ ἀ^πὸ τῆς ψι_λῆς τῶν λέξεων ἐκδοχῆς οὐ τοῦ πατρὸς μόνον αὐτὸν ὑποδεέστερον δεικνύ^ναι σπουδά^ζουσι^ν, ἀλλὰ^ καὶ σοφῶν πολλῶν καὶ δι^καίων... | ὢ τῆς ἀνοίας, μᾶλλον δὲ τῆς ἀπονοίας τῶν ψιλῇ τῇ λέξει δουλευόντων καὶ πάντα ῥᾳδίως τολμώντων καὶ τὰ θεῖα παρερμηνεύειν ἐπιχειρούντων καὶ οὐ δὲ ἐκεῖνο σκοπεῖν ἐθελόντων, ὅτι ἀπὸ τῆς ψιλῆς τῶν λέξεων ἐκδοχῆς οὐ τοῦ πατρὸς μόνον αὐτὸν ὑποδεέστερον δεικνύναι σπουδάζουσιν, ἀλλὰ καὶ σοφῶν πολλῶν καὶ δικαίων ἐλάττω καὶ μη δὲ... |
τίς γὰ^ρ σοφὸς ἢ δί^καιος ἢ τῶν ἄλλων ἁπλῶς ἀνθρώπων τῶν ἐπ' ἀ^ρετῇ μαρτυρουμένων ἀρνεῖται τὴν οἰκεία_ν ἀ^ρετὴν καὶ ὑβρίζει τὴν ἐπηγγελμένην παρ' αὐτοῦ καὶ προαναπεφωνημένην ἀνδρίαν; | τίς γὰρ σοφὸς ἢ δίκαιος ἢ τῶν ἄλλων ἁπλῶς ἀνθρώπων τῶν ἐπ' ἀρετῇ μαρτυρουμένων ἀρνεῖται τὴν οἰκείαν ἀρετὴν καὶ ὑβρίζει τὴν ἐπηγγελμένην παρ' αὐτοῦ καὶ προαναπεφωνημένην ἀνδρίαν; |
τίς οὕτως εὐχερὴς καὶ πα^λίμβολος ὡς ἐπαγγέλλεσθαι θρασυνόμενος, ἕτερα^ δὲ φρονεῖν ὑ^πὸ τῆς πείρα_ς ἐλεγχόμενος; | τίς οὕτως εὐχερὴς καὶ παλίμβολος ὡς ἐπαγγέλλεσθαι θρασυνόμενος, ἕτερα δὲ φρονεῖν ὑπὸ τῆς πείρας ἐλεγχόμενος; |
ὁ θά^να^τον ἀ^πειλῶν καὶ τὴν θα^νά^του κα^τάλυσι^ν, ὁ τὴν ἀνάστασι^ν εὐαγγελιζόμενος πα^ραιτεῖται τὸν σταυρόν; | ὁ θάνατον ἀπειλῶν καὶ τὴν θανάτου κατάλυσιν, ὁ τὴν ἀνάστασιν εὐαγγελιζόμενος παραιτεῖται τὸν σταυρόν; |
ταῦτά μοι εἴρηται πρὸς ἔλεγχον τῶν τῇ λέξει δουλευόντων καὶ τὸν κύ_ρι^ον ὑβριζόντων καὶ τὴν ἀ^λήθεια^ν καπηλευόντων. | ταῦτά μοι εἴρηται πρὸς ἔλεγχον τῶν τῇ λέξει δουλευόντων καὶ τὸν κύριον ὑβριζόντων καὶ τὴν ἀλήθειαν καπηλευόντων. |
τί^ οὖν βούλεται ἡ ἐναντι^ότης τῶν λέξεων αὐτῆς πρὸς ἑαυτὴν πάντοτε συμφωνούσης τῆς ἀ^ληθεία_ς; | τί οὖν βούλεται ἡ ἐναντιότης τῶν λέξεων αὐτῆς πρὸς ἑαυτὴν πάντοτε συμφωνούσης τῆς ἀληθείας; |
τί^ δὲ ὅλως ἐπι^νοεῖ ἡ συ^μφωνί^α_ τῆς ἀ^ληθεία_ς πρὸς τὴν μά^χην τῶν ῥημά^των; | τί δὲ ὅλως ἐπινοεῖ ἡ συμφωνία τῆς ἀληθείας πρὸς τὴν μάχην τῶν ῥημάτων; |
μά^χεται γὰ^ρ ὡς ἀ^ληθῶς τὰ^ ῥήμα^τα^, ἀλλ' ἐν ὁμονοίᾳ μένει τὰ^ θεῖα^ νοή ματα^. | μάχεται γὰρ ὡς ἀληθῶς τὰ ῥήματα, ἀλλ' ἐν ὁμονοίᾳ μένει τὰ θεῖα νοή ματα. |
τοιγαροῦν τῶν προκειμένων νοημά^των τὴν λύσιν κα^λῶς ἔχει κ ἀμοὶ φιλοπόνως εἰπεῖν καὶ ὑ_μᾶς φιλομαθῶς ἀ^κοῦσαι. | τοιγαροῦν τῶν προκειμένων νοημάτων τὴν λύσιν καλῶς ἔχει κ ἀμοὶ φιλοπόνως εἰπεῖν καὶ ὑμᾶς φιλομαθῶς ἀκοῦσαι. |
ὁ τοίνυ^ν κύ_ρι^ος ἐπὶ^ τὸν σταυρὸν ἐρχόμενος καὶ τὸ ἐντελὲς τῆς οἰκονομί^α_ς προορῶν, ὁ κρα^ταιὸς θεὸς καὶ μόνος δυ^νά^στης, ὁ βα^σι^λεὺς τῶν βα^σι^λευόντων καὶ κύ_ρι^ος τῶν κυριευόντων, ὡς πολλοὶ κα^τὰ^ τῆς ἀ^ληθεία_ς ἀνακύπτουσι^ν αἱρετι^κοὶ παραγραφόμενοι τὸ θεῖον πά^θος, ξένον τὸ τῆς οἰκονομί^α_ς καταψευδόμενοι δρ... | ὁ τοίνυν κύριος ἐπὶ τὸν σταυρὸν ἐρχόμενος καὶ τὸ ἐντελὲς τῆς οἰκονομίας προορῶν, ὁ κραταιὸς θεὸς καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὡς πολλοὶ κατὰ τῆς ἀληθείας ἀνακύπτουσιν αἱρετικοὶ παραγραφόμενοι τὸ θεῖον πάθος, ξένον τὸ τῆς οἰκονομίας καταψευδόμενοι δρᾶμα, καὶ μάλιστα οἱ τοῦ ... |
δι^ὰ^ ταύτην τὴν αἱρετι^κὴν πλάνην προλαβὼν ἐμφράττει τῶν αἱρετι^κῶν τὰ^ στόμα^τα^ καὶ ἵ^να_ δείξῃ ὅτι^ τὸ πολυπαθὲς τοῦτο ἐνεδύ_σα^το σῶ^μα^, τὸ ἀγωνιῶν, τὸ τρέμον τοῦ θα^νά^του τὴν βίαν, τὸ λυ_πούμενον καὶ ταραττόμενον πρὸς τὸ τοῦ βί^ου τέλος, λέγει· | διὰ ταύτην τὴν αἱρετικὴν πλάνην προλαβὼν ἐμφράττει τῶν αἱρετικῶν τὰ στόματα καὶ ἵνα δείξῃ ὅτι τὸ πολυπαθὲς τοῦτο ἐνεδύσατο σῶμα, τὸ ἀγωνιῶν, τὸ τρέμον τοῦ θανάτου τὴν βίαν, τὸ λυπούμενον καὶ ταραττόμενον πρὸς τὸ τοῦ βίου τέλος, λέγει· |
νῦν ἡ ψυ_χή μου τετά^ρα^κται· | νῦν ἡ ψυχή μου τετάρακται· |
περίλυ_πος ἡ ψυ_χή μου ἕως θα^νά^του. | περίλυπος ἡ ψυχή μου ἕως θανάτου. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
περίλυπος ἡ ψυ_χή μου· | περίλυπος ἡ ψυχή μου· |
πάτερ, εἰ δυ^να^τόν, πα^ρέλθοι. | πάτερ, εἰ δυνατόν, παρέλθοι. |
εἰ σκι^ὰ καὶ φα^ντα^σί^α_ τὰ^ γι_νόμενα^, δι^ὰ^ τί^ ταράττεται; | εἰ σκιὰ καὶ φαντασία τὰ γινόμενα, διὰ τί ταράττεται; |
εἰ σχήμα^ καὶ φα^ντα^σί^α_, δι^ὰ^ τί^ θορυβεῖται; | εἰ σχήμα καὶ φαντασία, διὰ τί θορυβεῖται; |
τὴν γὰ^ρ σκιὰν οὐδὲν οὐδα^μοῦ φοβεῖ. | τὴν γὰρ σκιὰν οὐδὲν οὐδαμοῦ φοβεῖ. |
ὅπου σχῆμά^ ἐστι^ καὶ οὐ πρᾶγμα^, οὐδὲν ἱ^κα^νὸν θόρυ^βον ἐμποιῆσαι. | ὅπου σχῆμά ἐστι καὶ οὐ πρᾶγμα, οὐδὲν ἱκανὸν θόρυβον ἐμποιῆσαι. |
καὶ θέλεις, ἐκ δι^ηγήσεως στήσω σοι τοῦ ὅρου τὴν ἀ^λήθεια^ν; | καὶ θέλεις, ἐκ διηγήσεως στήσω σοι τοῦ ὅρου τὴν ἀλήθειαν; |
εἰσῆλθόν ποτε ἄγγελοι εἰς τὰ^ σόδομα, ἄνθρωποι μὲν τὴν ὄψι^ν, ἄγγελοι δὲ τὴν φύ^σι^ν. | εἰσῆλθόν ποτε ἄγγελοι εἰς τὰ σόδομα, ἄνθρωποι μὲν τὴν ὄψιν, ἄγγελοι δὲ τὴν φύσιν. |
ἐπεχείρησαν δὲ οἱ σοδομῖται ὡς ἄ^νδρα^ς βι^ά^σα^σθαι εἰς αἰσχρὰ_ν καὶ ἄμετρον ἀκολασίαν. | ἐπεχείρησαν δὲ οἱ σοδομῖται ὡς ἄνδρας βιάσασθαι εἰς αἰσχρὰν καὶ ἄμετρον ἀκολασίαν. |
τί^ οὖν οἱ ἄγγελοι; | τί οὖν οἱ ἄγγελοι; |
ἐπειδὰν ᾔδεισαν, ὅτι^ οὐ σῶ^μα^ ἐνδέδυνται τὸ δυ^νά^μενον ὑ^ποστῆναι βίαν, οὐκ ἐτα^ρά^χθησα^ν, ἀλλ' ἔμεινεν ἡ φύ^σι^ς τῶν ἀγγέλων ἀθόρυβος μηδένα^ ἐκ τῶν πα^θῶν ἀ^πὸ τοῦ σώμα^τος δεχομένη κλύδωνα^. | ἐπειδὰν ᾔδεισαν, ὅτι οὐ σῶμα ἐνδέδυνται τὸ δυνάμενον ὑποστῆναι βίαν, οὐκ ἐταράχθησαν, ἀλλ' ἔμεινεν ἡ φύσις τῶν ἀγγέλων ἀθόρυβος μηδένα ἐκ τῶν παθῶν ἀπὸ τοῦ σώματος δεχομένη κλύδωνα. |
καὶ ὁ μὲν λὼτ νομίζων ἀ^ληθῶς ἄ^νδρα^ς εἶναι, θορυβηθείς, μὴ βίαν ὑπομείνωσι^, πα^ρα^κα^λεῖ τοὺς μεμηνότας λέγων· | καὶ ὁ μὲν λὼτ νομίζων ἀληθῶς ἄνδρας εἶναι, θορυβηθείς, μὴ βίαν ὑπομείνωσι, παρακαλεῖ τοὺς μεμηνότας λέγων· |
δέομαι ὑ_μῶν μὴ ἀδι^κῆσαι τοὺς ἄ^νδρα^ς, μὴ βίαν ὑπομείνωσι^ν, οὗ εἵνεκεν εἰσῆλθον ὑ^πὸ τὴν στέγην τῶν δοκῶν μου. | δέομαι ὑμῶν μὴ ἀδικῆσαι τοὺς ἄνδρας, μὴ βίαν ὑπομείνωσιν, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν στέγην τῶν δοκῶν μου. |
ἐκδί^δωμι^ τοῦ ἐμαυτοῦ κάλλους· | ἐκδίδωμι τοῦ ἐμαυτοῦ κάλλους· |
λά^βετέ μου τὰ_ς θυ^γα^τέρα^ς· | λάβετέ μου τὰς θυγατέρας· |
ὢ κα^λῆς φι^λοξενί^α_ς τὰ^ οἰκεῖα^ πρὸ τῶν ἀ^λλοτρί^ων προϊεμένης. | ὢ καλῆς φιλοξενίας τὰ οἰκεῖα πρὸ τῶν ἀλλοτρίων προϊεμένης. |
ἀλλ' ὁ μὲν λὼτ ὡς ἄνθρωπος ἐθορυβήθη, ἡ δὲ τῶν ἀγγέλων φύ^σι^ς οὐδένα^ θόρυ^βον ὑπομένει· | ἀλλ' ὁ μὲν λὼτ ὡς ἄνθρωπος ἐθορυβήθη, ἡ δὲ τῶν ἀγγέλων φύσις οὐδένα θόρυβον ὑπομένει· |
μετὰ^ πολλῆς γὰ^ρ αὐθεντία_ς ἐξελθόντες ἐκεῖνοι, τὸν μὲν ὑπομεῖναι δυ^νά^μενον βίαν ἠσπά^σα^ντο, τοὺς δὲ τὴν ἄμετρον ἐκείνην, μᾶλλον δὲ τὴν ἄ^θεον ὑποστάντας ἀκολασίαν ἐπά^τα^ξα^ν ἀορα_σίᾳ· | μετὰ πολλῆς γὰρ αὐθεντίας ἐξελθόντες ἐκεῖνοι, τὸν μὲν ὑπομεῖναι δυνάμενον βίαν ἠσπάσαντο, τοὺς δὲ τὴν ἄμετρον ἐκείνην, μᾶλλον δὲ τὴν ἄθεον ὑποστάντας ἀκολασίαν ἐπάταξαν ἀορασίᾳ· |
καὶ περι^ῆγον ὅλην τὴν νύκτα^ ζητοῦντες τὴν θύραν καὶ οὐχ εὕρισκον· | καὶ περιῆγον ὅλην τὴν νύκτα ζητοῦντες τὴν θύραν καὶ οὐχ εὕρισκον· |
οἱ γὰ^ρ κα^κῶς βλέποντες κα^λῶς καὶ δι^καίως ἐτυφλώθησα^ν. | οἱ γὰρ κακῶς βλέποντες καλῶς καὶ δικαίως ἐτυφλώθησαν. |
πρὸς τί^ δέ μοι ταῦτα λέγεται; | πρὸς τί δέ μοι ταῦτα λέγεται; |
οὐδὲν γὰ^ρ ἔχει κοινὸν ἡ ἀρχαία_ ὑπόθεσι^ς πρὸς τὴν πα^ροῦσα^ν· | οὐδὲν γὰρ ἔχει κοινὸν ἡ ἀρχαία ὑπόθεσις πρὸς τὴν παροῦσαν· |
ἀλλ' ἵ^να_ δείξω ὅτι^ ὅπου σχῆμα^, οὐδα^μοῦ φόβος, ὅπου δὲ ἀ^λήθεια^, καὶ φόβος καὶ λύπη. | ἀλλ' ἵνα δείξω ὅτι ὅπου σχῆμα, οὐδαμοῦ φόβος, ὅπου δὲ ἀλήθεια, καὶ φόβος καὶ λύπη. |
ὅλως τε, ἀ^δελφοί, ἵ^να_ αὐτὸς ὁ σωτὴρ ἀπολογήσηται, τί^νος ἦν τὰ^ ῥήμα^τα^, καὶ ἐκκόψῃ τῶν αἱρετι^κῶν τὰ^ φρονήμα^τα^ καὶ πήξῃ τῆς ἀ^ληθεία_ς τὰ^ δόγμα^τα^, λέγει τοῖς ἀ^ποστόλοις· | ὅλως τε, ἀδελφοί, ἵνα αὐτὸς ὁ σωτὴρ ἀπολογήσηται, τίνος ἦν τὰ ῥήματα, καὶ ἐκκόψῃ τῶν αἱρετικῶν τὰ φρονήματα καὶ πήξῃ τῆς ἀληθείας τὰ δόγματα, λέγει τοῖς ἀποστόλοις· |
τὸ μὲν πνεῦμα^ πρόθυ_μον, ἡ δὲ σὰρξ ἀσθενής. | τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. |
εἶτα αὐτὸς μὲν τῇ ἀσθενείᾳ τῆς σαρκὸς ἐπιγρά^φει, σὺ^ δέ, αἱρετι^κέ, τῇ αὐθεντίᾳ τῆς θεότητος ἐπιρρίπτεις τὴν εὐτέλεια^ν. | εἶτα αὐτὸς μὲν τῇ ἀσθενείᾳ τῆς σαρκὸς ἐπιγράφει, σὺ δέ, αἱρετικέ, τῇ αὐθεντίᾳ τῆς θεότητος ἐπιρρίπτεις τὴν εὐτέλειαν. |
ἀλλὰ^ γὰ^ρ μὴ σπουδάζων ἐκβῆναι τὸ ῥῆμα^ καὶ εὑρεῖν τὸ νόημα^ εὑρέθης ὑβρίζων ἄμετρα^ τὸν δεσπότην. | ἀλλὰ γὰρ μὴ σπουδάζων ἐκβῆναι τὸ ῥῆμα καὶ εὑρεῖν τὸ νόημα εὑρέθης ὑβρίζων ἄμετρα τὸν δεσπότην. |
οὐ γά^ρ, ὡς σὺ^ νομίζεις, τοῦτο μόνον κα^τα^σκευά^ζεις, ὅτι^ ηὔξα^το τῷ πατρὶ^ καὶ ὡς ἱκετεύων τοῦ ἱκετευομένου κατώτερος, ἀλλ' ἐγὼ σα^φέστερον δείκνυ_μι^ ὡς ἂ_ν ψι_λῇ τῇ λέξει δουλεύσῃς, οὐ μόνον τοῦ πατρὸς ποιήσεις αὐτὸν κατώτερον, ἀλλὰ^ καὶ τῶν αὐτοῦ ἀ^ποστόλων ἐλάττονα^. | οὐ γάρ, ὡς σὺ νομίζεις, τοῦτο μόνον κατασκευάζεις, ὅτι ηὔξατο τῷ πατρὶ καὶ ὡς ἱκετεύων τοῦ ἱκετευομένου κατώτερος, ἀλλ' ἐγὼ σαφέστερον δείκνυμι ὡς ἂν ψιλῇ τῇ λέξει δουλεύσῃς, οὐ μόνον τοῦ πατρὸς ποιήσεις αὐτὸν κατώτερον, ἀλλὰ καὶ τῶν αὐτοῦ ἀποστόλων ἐλάττονα. |
ὥσπερ γὰ^ρ τοῖς κα^κῶς ἐκλαμβάνουσι^ τὸ ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ, ὁ πα^τήρ μοι ἐντολὴν δέδωκε τί^ εἴπω καὶ τί^ λα^λήσω, ἡ ἀποστολι^κὴ αὐθεντία προῆλθεν ἐπιστομίσαι τὴν μανίαν παύλου λέγοντος· | ὥσπερ γὰρ τοῖς κακῶς ἐκλαμβάνουσι τὸ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω, ἡ ἀποστολικὴ αὐθεντία προῆλθεν ἐπιστομίσαι τὴν μανίαν παύλου λέγοντος· |
περὶ^ δὲ τῶν παρθένων ἐπι^ταγὴν κυ_ρί^ου οὐκ ἔχω, γνώμην δὲ δί^δωμι^· | περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι· |
καὶ δί^δωσι^ν ὢ τὸ πολὺ^ πικρότερον δόγμα^ τῆς αἱρέσεως. | καὶ δίδωσιν ὢ τὸ πολὺ πικρότερον δόγμα τῆς αἱρέσεως. |
εἰ παύλῳ μὲν ἐξῆν ἄ^νευ ἐπι^ταγῆς θεοῦ αὐθεντεῖν, χριστῷ δὲ οὐκ ἐξῆν ἔξω τι^ τῶν πατρι^κῶν ἐντολῶν λα^λεῖν , οὕτω καὶ ἐνταῦθα ἐκ παραθέσεως τῆς ἀποστολι^κῆς ἀνδρία_ς ἦν ἀποδεῖξαι τῇ αἱρετι^κῇ μα^νίᾳ συ^ναπαγόμενον πολὺ^ κατωτέραν τῆς ἀποστολι^κῆς ἀ^ξί^α_ς τὴν τοῦ κυ_ρί^ου φωνήν. | εἰ παύλῳ μὲν ἐξῆν ἄνευ ἐπιταγῆς θεοῦ αὐθεντεῖν, χριστῷ δὲ οὐκ ἐξῆν ἔξω τι τῶν πατρικῶν ἐντολῶν λαλεῖν , οὕτω καὶ ἐνταῦθα ἐκ παραθέσεως τῆς ἀποστολικῆς ἀνδρίας ἦν ἀποδεῖξαι τῇ αἱρετικῇ μανίᾳ συναπαγόμενον πολὺ κατωτέραν τῆς ἀποστολικῆς ἀξίας τὴν τοῦ κυρίου φωνήν. |
ἀλλ' ὡς πολλά^κι^ς ἔφθην εἰπών, ἐὰ^ν τῇ λέξει δουλεύσωμεν, εἰς βλασφημίαν ἐμπίπτομεν, ἐὰ^ν δὲ τὴν ἔννοια^ν ἀποδεξόμεθα^, ἄτρωτος μένει ἡ ἀ^λήθεια^, μᾶλλον δὲ ἄτρωτοι μενοῦμεν· | ἀλλ' ὡς πολλάκις ἔφθην εἰπών, ἐὰν τῇ λέξει δουλεύσωμεν, εἰς βλασφημίαν ἐμπίπτομεν, ἐὰν δὲ τὴν ἔννοιαν ἀποδεξόμεθα, ἄτρωτος μένει ἡ ἀλήθεια, μᾶλλον δὲ ἄτρωτοι μενοῦμεν· |
ἡ γὰ^ρ ἀ^λήθεια^ οὐ τιτρώσκεται. | ἡ γὰρ ἀλήθεια οὐ τιτρώσκεται. |
ἐὰ^ν τοίνυ^ν μὴ τὴν θεωρί^α_ν ἐκλάβῃς, ἀλλὰ^ τῇ λέξει ἀκολουθήσῃς, εὑρίσκεις τὸν χριστὸν δειλανδροῦντα^ καὶ πολὺ^ κα^ταδεέστερον φθεγγόμενον καὶ τῆς ἑαυτοῦ ἀ^ξί^α_ς καὶ τῆς τῶν ἀ^ποστόλων ἀνδρία_ς. | ἐὰν τοίνυν μὴ τὴν θεωρίαν ἐκλάβῃς, ἀλλὰ τῇ λέξει ἀκολουθήσῃς, εὑρίσκεις τὸν χριστὸν δειλανδροῦντα καὶ πολὺ καταδεέστερον φθεγγόμενον καὶ τῆς ἑαυτοῦ ἀξίας καὶ τῆς τῶν ἀποστόλων ἀνδρίας. |
νῦν ἡ ψυ_χή μου τετά^ρα^κται. | νῦν ἡ ψυχή μου τετάρακται. |
παῦλος ἐπιδημήσα_ς εἰς τὰ^ κλίμα^τα^ τῆς παλαιστίνης ἐλθόντος ἀγάβου τι^νὸς προφήτου καὶ λέγοντος τά^δε λέγει τὸ πνεῦμα^ τὸ ἅ^γι^ον· | παῦλος ἐπιδημήσας εἰς τὰ κλίματα τῆς παλαιστίνης ἐλθόντος ἀγάβου τινὸς προφήτου καὶ λέγοντος τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· |
ἄνδρα^ τοῦτον, οὗ ἐστι^ν ἡ ζώνη αὕτη, οὕτω δήσουσι^ν οἱ πρεσβύ^τεροι καὶ οἱ ἱ^ερεῖς ἐν ἱερουσαλὴμ καὶ τῶν ἀ^δελφῶν πάντων παῦλον πα^ρα^κα^λούντων μὴ ἀ^νελθεῖν εἰς ἱεροσόλυμα, ἀ^ποκρί_νεται ἡ γενναία_ φωνή, μᾶλλον δὲ ἡ ἀ^νδρεία_ ἐκείνη καὶ γενναία_ ψυ_χή, καὶ λέγει τοῖς ἀνα^τρέπουσι^· | ἄνδρα τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν οἱ πρεσβύτεροι καὶ οἱ ἱερεῖς ἐν ἱερουσαλὴμ καὶ τῶν ἀδελφῶν πάντων παῦλον παρακαλούντων μὴ ἀνελθεῖν εἰς ἱεροσόλυμα, ἀποκρίνεται ἡ γενναία φωνή, μᾶλλον δὲ ἡ ἀνδρεία ἐκείνη καὶ γενναία ψυχή, καὶ λέγει τοῖς ἀνατρέπουσι· |
τί^ ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδί^α_ν; | τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; |
ἐγὼ γὰ^ρ οὐ μόνον δεθῆναι, ἀλλὰ^ καὶ ἀποθα^νεῖν ἑτοίμως ἔχω ὑ^πὲρ τοῦ ὀνόμα^τος τοῦ χριστοῦ. | ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ χριστοῦ. |
εἶτα παῦλος μετὰ^ τοσούτου θρά^σους, μετὰ^ τοσούτου παραστήματος, μετὰ^ τοσαύτης φθέγγεται τῆς εὐτολμία_ς καταπατῶν τὸν θά^να^τον καὶ τὰ^ τοῦ θα^νά^του φόβητρα^, ὁ δὲ παύλου δεσπότης λέγει· | εἶτα παῦλος μετὰ τοσούτου θράσους, μετὰ τοσούτου παραστήματος, μετὰ τοσαύτης φθέγγεται τῆς εὐτολμίας καταπατῶν τὸν θάνατον καὶ τὰ τοῦ θανάτου φόβητρα, ὁ δὲ παύλου δεσπότης λέγει· |
νῦν ἡ ψυ_χή μου τετά^ρα^κται; | νῦν ἡ ψυχή μου τετάρακται; |
καὶ τοῦ μὲν παύλου οὐ θρύπτεται ἡ κα^ρδί^α_, χριστοῦ δὲ ταράττεται ἡ ψυ_χή; | καὶ τοῦ μὲν παύλου οὐ θρύπτεται ἡ καρδία, χριστοῦ δὲ ταράττεται ἡ ψυχή; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.