macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
καὶ ὁ μὲν παῦλος λέγει οὐ μόνον δέ, ἀλλὰ^ καὶ καυχώμεθα^ ἐν ταῖς θλί_ψεσι^· | καὶ ὁ μὲν παῦλος λέγει οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι· |
παῦλος καυχᾶται ἐν ταῖς θλί_ψεσι^, χριστὸς δὲ ὁ παύλου δεσπότης λέγει· | παῦλος καυχᾶται ἐν ταῖς θλίψεσι, χριστὸς δὲ ὁ παύλου δεσπότης λέγει· |
περίλυπός ἐστι^ ἡ ψυ_χή μου. | περίλυπός ἐστι ἡ ψυχή μου. |
τί^ ὅμοιον λύπη πρὸς καύχημα^; | τί ὅμοιον λύπη πρὸς καύχημα; |
ἄνθρωπος ἀ^ληθῶς καύχημα^ ἡγεῖται τὸ πά^θος. | ἄνθρωπος ἀληθῶς καύχημα ἡγεῖται τὸ πάθος. |
ὁ δὲ τοῦτον ἐνισχύων χριστὸς λύπην ἡγεῖται τὴν οἰκονομίαν; | ὁ δὲ τοῦτον ἐνισχύων χριστὸς λύπην ἡγεῖται τὴν οἰκονομίαν; |
ἐννόησον τοῦ παύλου καὶ ἕτερον φρόνημα^ πολλῆς γέμον ἀνδρία_ς. | ἐννόησον τοῦ παύλου καὶ ἕτερον φρόνημα πολλῆς γέμον ἀνδρίας. |
ἀποληφθεὶς ἐν φιλίπποις ποτὲ τῆς μακεδονίας πολλῶν αὐτῷ πληγῶν ἐπι^τεθεισῶν καὶ θλίψεως πολλῆς ὀδυνώσης αὐτοῦ τὸ σῶ^μα^ πολλὰς γὰ^ρ αὐτοῖς ἐπι^θέντες πληγὰ_ς ἔβα^λον εἰς φυλακήν καὶ τοὺς πόδα^ς ἠσφαλίσαντο ἐν τῷ ξύλῳ. | ἀποληφθεὶς ἐν φιλίπποις ποτὲ τῆς μακεδονίας πολλῶν αὐτῷ πληγῶν ἐπιτεθεισῶν καὶ θλίψεως πολλῆς ὀδυνώσης αὐτοῦ τὸ σῶμα πολλὰς γὰρ αὐτοῖς ἐπιθέντες πληγὰς ἔβαλον εἰς φυλακήν καὶ τοὺς πόδας ἠσφαλίσαντο ἐν τῷ ξύλῳ. |
ὁ δὲ γενναῖος ἐκεῖνος τῆς εὐσεβεία_ς ἀγωνιστὴς καὶ ὁ σὺ^ν αὐτῷ σίλας νι_κῶν τῇ δυ^να^στείᾳ τὴν συ^μφοράν, νι_κῶν τῇ φι^λοσοφί^ᾳ τὰ^ πά^θη. | ὁ δὲ γενναῖος ἐκεῖνος τῆς εὐσεβείας ἀγωνιστὴς καὶ ὁ σὺν αὐτῷ σίλας νικῶν τῇ δυναστείᾳ τὴν συμφοράν, νικῶν τῇ φιλοσοφίᾳ τὰ πάθη. |
καὶ τοῦτο αὐτῷ καλῶς ἐπι^σημειωσάμενος ὁ ἱστοριογρά^φος φησί^· | καὶ τοῦτο αὐτῷ καλῶς ἐπισημειωσάμενος ὁ ἱστοριογράφος φησί· |
κα^τὰ^ δὲ τὸ μεσονύκτιον παῦλος καὶ σίλας ὕμνουν τὸν θεόν. | κατὰ δὲ τὸ μεσονύκτιον παῦλος καὶ σίλας ὕμνουν τὸν θεόν. |
πάσχουσι καὶ εὐχα^ρι^στοῦσι^, τύπτονται καὶ ὑμνοῦσι^ν. | πάσχουσι καὶ εὐχαριστοῦσι, τύπτονται καὶ ὑμνοῦσιν. |
καὶ ὅρα_ μοι τὴν ἀκρίβεια^ν τοῦ ἱστοριογρά^φου. | καὶ ὅρα μοι τὴν ἀκρίβειαν τοῦ ἱστοριογράφου. |
οὐκ εἶπε· | οὐκ εἶπε· |
κα^τὰ^ τὸ μεσονύκτιον παῦλος καὶ σίλας ηὔχοντο τῷ θεῷ, ἀλλ' ὕμνουν· | κατὰ τὸ μεσονύκτιον παῦλος καὶ σίλας ηὔχοντο τῷ θεῷ, ἀλλ' ὕμνουν· |
ἡ μὲν γὰ^ρ εὐχὴ πολλά^κι^ς ἐκ θλίψεως, ὁ δὲ ὕμνος ἐξ ἀγαλλιάσεως. | ἡ μὲν γὰρ εὐχὴ πολλάκις ἐκ θλίψεως, ὁ δὲ ὕμνος ἐξ ἀγαλλιάσεως. |
οἱ τοίνυ^ν ἀ^πόστολοι τὴν χά^ρι^ν ὑποφαίνουσι^· | οἱ τοίνυν ἀπόστολοι τὴν χάριν ὑποφαίνουσι· |
κα^τὰ^ δὲ τὸ μεσονύκτιον παῦλος καὶ σίλας ὕμνουν τὸν θεόν· | κατὰ δὲ τὸ μεσονύκτιον παῦλος καὶ σίλας ὕμνουν τὸν θεόν· |
σημεῖον ψυ_χῆς εὐθυμούσης. | σημεῖον ψυχῆς εὐθυμούσης. |
οἱ οὖν ἅ^γι^οι βουλόμενοι πα^ρα^στῆσαι τῆς ψυ_χῆς τὴν εὐθυμίαν οὐκ ἔπασχον, φησί^ν, ὡς θλιβόμενοι, ἀλλ' ὑμνοῦσι^ν ὡς ἀγαλλιώμενοι. | οἱ οὖν ἅγιοι βουλόμενοι παραστῆσαι τῆς ψυχῆς τὴν εὐθυμίαν οὐκ ἔπασχον, φησίν, ὡς θλιβόμενοι, ἀλλ' ὑμνοῦσιν ὡς ἀγαλλιώμενοι. |
εἶτα παῦλος καὶ σίλας οἱ κα^τὰ^ φύ^σι^ν ἄνθρωποι μεγαλοψυχοῦσι^ν ἐν τοῖς πα^θήμα^σι^. | εἶτα παῦλος καὶ σίλας οἱ κατὰ φύσιν ἄνθρωποι μεγαλοψυχοῦσιν ἐν τοῖς παθήμασι. |
χριστῷ δὲ τῷ βα^σι^λεῖ τῶν ἁ^γί^ων προσαρμόζεις ῥήμα^τα^ εὐτελῆ τὰ^ ῥηθέντα^ δι' οἰκονομίαν πρὸς κα^θαίρεσι^ν αὐτοῦ τῆς ἀ^ξί^α_ς; | χριστῷ δὲ τῷ βασιλεῖ τῶν ἁγίων προσαρμόζεις ῥήματα εὐτελῆ τὰ ῥηθέντα δι' οἰκονομίαν πρὸς καθαίρεσιν αὐτοῦ τῆς ἀξίας; |
ἄπαγε τῆς τοιαύτης ἐννοία_ς. | ἄπαγε τῆς τοιαύτης ἐννοίας. |
μηδεὶς ὑβρι ζέτω τὰ^ ἅγι^α^, μηδεὶς συκοφαντείτω τὰ^ θεῖα^, μηδεὶς ἀσέβεια^ν πειράσθω κα^τα^σκευά^ζειν ἀ^πὸ τῶν ῥημά^των τοῦ σωτῆρος τὴν εὐτέλεια^ν λογιζόμενος. | μηδεὶς ὑβρι ζέτω τὰ ἅγια, μηδεὶς συκοφαντείτω τὰ θεῖα, μηδεὶς ἀσέβειαν πειράσθω κατασκευάζειν ἀπὸ τῶν ῥημάτων τοῦ σωτῆρος τὴν εὐτέλειαν λογιζόμενος. |
ἀλλ' ἀ^παιτεῖ παρ' ἐμοῦ ὁ ἀκροα_τὴς ἀ^κόλουθα^. | ἀλλ' ἀπαιτεῖ παρ' ἐμοῦ ὁ ἀκροατὴς ἀκόλουθα. |
καλῶς μὲν ἔδειξα^ς, φησί^ν, ἀ^ληθῶς οἰκονομί^α_ς ὄντα^ τὰ^ ῥήμα^τα^, ἀλλ' αὐτήν μοι τὴν δύ^να^μι^ν τῆς οἰκονομί^α_ς ἑρμήνευσον. | καλῶς μὲν ἔδειξας, φησίν, ἀληθῶς οἰκονομίας ὄντα τὰ ῥήματα, ἀλλ' αὐτήν μοι τὴν δύναμιν τῆς οἰκονομίας ἑρμήνευσον. |
δι^ὰ^ τί^ δὲ ὅλως ἐχρήσα^το ῥήμα^σι^ τοιούτοις; | διὰ τί δὲ ὅλως ἐχρήσατο ῥήμασι τοιούτοις; |
δι^ὰ^ τί^ εἶπε· | διὰ τί εἶπε· |
πα^ρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον, εἰ δυ^να^τόν; | παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον, εἰ δυνατόν; |
τὸ εἰ δυ^να^τόν, ἀ^δελφοί, οὔ τε εἱμαρμένης ἀ^νάγκην εἰσά^γει οὔ τε γενέσεως τῆς μυθευομένης, ἀλλὰ^ μὴν οὔ τε δειλίαν οὔ τε ἀ^νανδρίαν τοῦ εἰρηκότος κα^τηγορεῖ· | τὸ εἰ δυνατόν, ἀδελφοί, οὔ τε εἱμαρμένης ἀνάγκην εἰσάγει οὔ τε γενέσεως τῆς μυθευομένης, ἀλλὰ μὴν οὔ τε δειλίαν οὔ τε ἀνανδρίαν τοῦ εἰρηκότος κατηγορεῖ· |
ἀλλὰ^ τὸ εἰ δυ^να^τόν οἰκονομοῦντος τὸ ἀ^νθρώπι^νον σχῆμα^ καὶ φειδομένου τῶν σκα^νδα^λί^ζεσθαι μελλόντων. | ἀλλὰ τὸ εἰ δυνατόν οἰκονομοῦντος τὸ ἀνθρώπινον σχῆμα καὶ φειδομένου τῶν σκανδαλίζεσθαι μελλόντων. |
ἐπειδὴ γὰ^ρ ᾔδει τὸ πά^θος σκανδαλίσαι πολλοὺς δυ^νά^μενον καὶ μά^λι^στα^ τοὺς τὰ^ τῆς οἰκονομί^α_ς μυσταγωγητὰ^ οὐκ εἰδότα^ς κηρύττομεν γὰ^ρ χριστὸν ἐσταυρωμένον, ἰουδαίοις μὲν σκάνδαλον, ἕλλησι δὲ μωρίαν. | ἐπειδὴ γὰρ ᾔδει τὸ πάθος σκανδαλίσαι πολλοὺς δυνάμενον καὶ μάλιστα τοὺς τὰ τῆς οἰκονομίας μυσταγωγητὰ οὐκ εἰδότας κηρύττομεν γὰρ χριστὸν ἐσταυρωμένον, ἰουδαίοις μὲν σκάνδαλον, ἕλλησι δὲ μωρίαν. |
ἀ^να^λα^βὼν οὖν τὴν ἀ^νθρωπί^νην εἰκόνα^ ὁ τὰ^ πά^ντα^ σοφῶς οἰκονομῶν φησι^ν, εἰ δυ^να^τὸν ἄλλῳ τρόπῳ πληρωθῆναι τὴν οἰκονομίαν καὶ ἐκτὸς θα^νά^του γενέσθαι, ὥστε μὴ τῷ τοιούτῳ πά^θει σκα^νδα^λί^ζεσθαι τοὺς πολλούς. | ἀναλαβὼν οὖν τὴν ἀνθρωπίνην εἰκόνα ὁ τὰ πάντα σοφῶς οἰκονομῶν φησιν, εἰ δυνατὸν ἄλλῳ τρόπῳ πληρωθῆναι τὴν οἰκονομίαν καὶ ἐκτὸς θανάτου γενέσθαι, ὥστε μὴ τῷ τοιούτῳ πάθει σκανδαλίζεσθαι τοὺς πολλούς. |
εἰ δυ^να^τόν οὖν, πα^ρελθέτω. | εἰ δυνατόν οὖν, παρελθέτω. |
ἀλλ' ἐβι^ά^σω, φησί^· | ἀλλ' ἐβιάσω, φησί· |
δεῖξόν μοι μεμαρτυρημένην τὴν ἀ^λήθεια^ν, ὅτι^ τῆς τῶν ἀνθρώπων ἀσθενεία_ς φειδόμενος ταῦτα εἶπεν. | δεῖξόν μοι μεμαρτυρημένην τὴν ἀλήθειαν, ὅτι τῆς τῶν ἀνθρώπων ἀσθενείας φειδόμενος ταῦτα εἶπεν. |
οὐκοῦν ἄ^κουε, ὅπως τοῖς ἀ^ποστόλοις δι^α^λεγόμενός φησι^ κα^τὰ^ τὸ αὐτὸ ἐν αὐτῇ τῇ ἀκμῇ τοῦ πά^θους· | οὐκοῦν ἄκουε, ὅπως τοῖς ἀποστόλοις διαλεγόμενός φησι κατὰ τὸ αὐτὸ ἐν αὐτῇ τῇ ἀκμῇ τοῦ πάθους· |
προσεύχεσθε. | προσεύχεσθε. |
οἱ δὲ ἐνύστα^ξα^ν. | οἱ δὲ ἐνύσταξαν. |
ἔπειτα ὀνειδίζων λέγει· | ἔπειτα ὀνειδίζων λέγει· |
οὕτως οὐκ ἰσχύ_σα^τε μί^α^ν ὥρα_ν ἀγρυπνῆσαι; | οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν ἀγρυπνῆσαι; |
προσεύχεσθε, ἵ^να_ μὴ εἰσέλθητε εἰς πειρασμόν. | προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. |
οὐκ εἶπεν ἵ^να_ μὴ εἰσέλθω· | οὐκ εἶπεν ἵνα μὴ εἰσέλθω· |
οὐ γὰ^ρ αὐτὸν τὸ πά^θος ἔβλαπτεν, ἀλλὰ^ τοῖς ἄλλοις ἐσκανδάλιζεν. | οὐ γὰρ αὐτὸν τὸ πάθος ἔβλαπτεν, ἀλλὰ τοῖς ἄλλοις ἐσκανδάλιζεν. |
προσεύχεσθε, ἵ^να_ μὴ εἰσέλθητε εἰς πειρασμόν. | προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. |
οὐκ εἶπεν ἵ^να_ μὴ εἰσέλθω εἰς πειρασμόν, ἀλλ' ἵ^να_ μὴ εἰσέλθητε εἰς πειρασμόν. | οὐκ εἶπεν ἵνα μὴ εἰσέλθω εἰς πειρασμόν, ἀλλ' ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. |
ὑ_μῶν φείδομαι, οὐκ ἐμαυτὸν ἐξαιροῦμαι τοῦ πά^θους. | ὑμῶν φείδομαι, οὐκ ἐμαυτὸν ἐξαιροῦμαι τοῦ πάθους. |
οἶδα^ τὰ^ μέλλοντα^, οἶδα τὴν μέλλουσα^ν ἀ^πὸ τῆς οἰκονομί^α_ς ἀνθεῖν ἅ^πα_σι^ν ἀνθρώποις εὐεργεσίαν. | οἶδα τὰ μέλλοντα, οἶδα τὴν μέλλουσαν ἀπὸ τῆς οἰκονομίας ἀνθεῖν ἅπασιν ἀνθρώποις εὐεργεσίαν. |
ἀλλ' ἐπειδὴ πρὸ τῆς ἀποβάσεως ὑ_μᾶς τὰ^ ὁρώμενα^ σκα^νδα^λί^ζει, βούλομαι, εἰ τῷ ὄντι^ ἐστί^, παρενεχθῆναι τὸ πά^θος. | ἀλλ' ἐπειδὴ πρὸ τῆς ἀποβάσεως ὑμᾶς τὰ ὁρώμενα σκανδαλίζει, βούλομαι, εἰ τῷ ὄντι ἐστί, παρενεχθῆναι τὸ πάθος. |
τό οὖν εἰ δυ^να^τόν, οὐχ ὡς πολλοὶ νομί^ζουσι^· | τό οὖν εἰ δυνατόν, οὐχ ὡς πολλοὶ νομίζουσι· |
δεῖ γὰ^ρ ἐξεργάσασθαι τὸν λόγον, ὅτι^ οὐκ ἀ^νάγκην ἔχει ἀπαράβα^τον ἢ ὅρον ἀπαραίτητον. | δεῖ γὰρ ἐξεργάσασθαι τὸν λόγον, ὅτι οὐκ ἀνάγκην ἔχει ἀπαράβατον ἢ ὅρον ἀπαραίτητον. |
καὶ θέλεις μα^θεῖν, ἀ^δελφέ, ὅτι^ ὁ κλῆρος οὐκ ἀ^νάγκῃ κα^τὰ^ τοῦ σωτῆρος ἄ^νωθεν ἦν ἐπα^γόμενος, ἀλλ' αὐτοῦ τοῦ κυ_ρί^ου ἡ πάνσοφος οἰκονομί^α_ οἰκείᾳ προθέσει πά^ντα^ πληροῖ; | καὶ θέλεις μαθεῖν, ἀδελφέ, ὅτι ὁ κλῆρος οὐκ ἀνάγκῃ κατὰ τοῦ σωτῆρος ἄνωθεν ἦν ἐπαγόμενος, ἀλλ' αὐτοῦ τοῦ κυρίου ἡ πάνσοφος οἰκονομία οἰκείᾳ προθέσει πάντα πληροῖ; |
ἄκουε σα^φῶς, ὅπως αὐτὸς ὁ κύ_ρι^ος προλαβὼν ἔλυ_σε τῆς ἀ^νάγκης τὴν ὑπόνοια^ν· | ἄκουε σαφῶς, ὅπως αὐτὸς ὁ κύριος προλαβὼν ἔλυσε τῆς ἀνάγκης τὴν ὑπόνοιαν· |
ἐγνώρι^σε δὲ καὶ τῆς αὐτοῦ προθέσεως τὴν αὐθεντίαν. | ἐγνώρισε δὲ καὶ τῆς αὐτοῦ προθέσεως τὴν αὐθεντίαν. |
ἄκουε τί^ φησι^ν· | ἄκουε τί φησιν· |
οὐδεὶς αἴρει τὴν ψυ_χήν μου ἀπ' ἐμοί· | οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοί· |
λέγει γά^ρ· | λέγει γάρ· |
ἐξουσί^α_ν ἔχω θεῖναι τὴν ψυ_χήν μου καὶ ἐξουσί^α_ν ἔχω λα^βεῖν αὐτήν· | ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· |
καὶ πά^λι^ν· | καὶ πάλιν· |
λύσατε τὸν να_ὸν τοῦτον καὶ ἐν τρισὶ^ν ἡμέραις ἐγερῶ αὐτόν. | λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. |
εἰ τοίνυ^ν ἐξουσί^α_ν ἔχεις, δι^ὰ^ τί^ κέχρησαι τῷ ῥήμα^τι^ τῷ εἰ δυ^να^τόν; | εἰ τοίνυν ἐξουσίαν ἔχεις, διὰ τί κέχρησαι τῷ ῥήματι τῷ εἰ δυνατόν; |
δι' ὑ_μᾶς τοὺς ἀσθενεῖς, οὐ δι' ἐμὲ τὸν δυ^να^τὸν καὶ ἰσχυ_ρὸν καὶ πά_σης ἀσθενεία_ς ἀνώτερον. | δι' ὑμᾶς τοὺς ἀσθενεῖς, οὐ δι' ἐμὲ τὸν δυνατὸν καὶ ἰσχυρὸν καὶ πάσης ἀσθενείας ἀνώτερον. |
δι^ὰ^ τί^ δὲ ὅλως ὀνομάζει πά^θος ποτήριον; | διὰ τί δὲ ὅλως ὀνομάζει πάθος ποτήριον; |
ἀνακύπτει γὰ^ρ καὶ ἑτέρα_ ζήτησι^ς, τὸ πά^θος ποτήριον δι^ὰ^ τί^ ὀνομάζει. | ἀνακύπτει γὰρ καὶ ἑτέρα ζήτησις, τὸ πάθος ποτήριον διὰ τί ὀνομάζει. |
φίλον ἀ^εὶ τῇ γρα^φῇ τὴν πα^ρὰ^ τοῦ θεοῦ ἐπα^γομένην παιδείαν τοῖς ἁ^μα^ρτά^νουσι^ ποτήριον ὀνομάζειν. | φίλον ἀεὶ τῇ γραφῇ τὴν παρὰ τοῦ θεοῦ ἐπαγομένην παιδείαν τοῖς ἁμαρτάνουσι ποτήριον ὀνομάζειν. |
πρόσεχε ἀ^κρι_βῶς, πα^ρα^κα^λῶ, καὶ ἔστω συ^νετὸς ἀκροα_τής, μὴ προαρπάζων τὰ^ ῥήμα^τα^, ἀλλ' ἀναμένων τὰ^ νοήμα^τα^. | πρόσεχε ἀκριβῶς, παρακαλῶ, καὶ ἔστω συνετὸς ἀκροατής, μὴ προαρπάζων τὰ ῥήματα, ἀλλ' ἀναμένων τὰ νοήματα. |
ἐνδέχεται γὰ^ρ τὸν κα^κῶς ἀ^κούσα^ντα^ κα^κῶς πα^ρερμηνεύειν τὰ^ λεγόμενα^. | ἐνδέχεται γὰρ τὸν κακῶς ἀκούσαντα κακῶς παρερμηνεύειν τὰ λεγόμενα. |
πλὴν ὁ ἐν ἐκκλησί^ᾳ λέγων μὴ ξενιζέσθω, ἄ_ν τι^να^ συκοφαντίαν ὑπομείνῃ πα^ρὰ^ τῶν ἁπλῶς διαβά^λλειν ἐπιχειρούντων· | πλὴν ὁ ἐν ἐκκλησίᾳ λέγων μὴ ξενιζέσθω, ἄν τινα συκοφαντίαν ὑπομείνῃ παρὰ τῶν ἁπλῶς διαβάλλειν ἐπιχειρούντων· |
καὶ γὰ^ρ οἱ ἀ^πόστολοι ἐσυκοφαντήθησα^ν ὡς εἰρηκότες τι^νὰ^ τῶν ἀ^πειρημένων. | καὶ γὰρ οἱ ἀπόστολοι ἐσυκοφαντήθησαν ὡς εἰρηκότες τινὰ τῶν ἀπειρημένων. |
ἄκουε παύλου τὴν γενομένην κατ' αὐτοῦ συκοφαντίαν κηρύττοντος· | ἄκουε παύλου τὴν γενομένην κατ' αὐτοῦ συκοφαντίαν κηρύττοντος· |
καί μὴ κα^θὼς βλασφημούμεθα^, καὶ κα^θώς φα_σί^ τι^νες ἡμᾶς λέγειν, ποιήσωμεν τὰ^ κα^κά^, ἵ^να_ ἔλθῃ τὰ^ ἀ^γα^θά^· | καί μὴ καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά· |
ὧν τὸ κρί^μα^ ἔνδι^κόν ἐστι^ν, ὅτι^ ἃ^ μὴ ἤκουσα^ν, διαβάλλουσι^ν ὡς ἀ^κούσα^ντες, ὅτι^ ἃ^ μὴ ἤκουσα^ν πα^ρὰ^ τῶν δι^δα^σκά^λων, εἰς συκοφαντίαν προφέρουσι^ τῶν δι^δα^σκά^λων. | ὧν τὸ κρίμα ἔνδικόν ἐστιν, ὅτι ἃ μὴ ἤκουσαν, διαβάλλουσιν ὡς ἀκούσαντες, ὅτι ἃ μὴ ἤκουσαν παρὰ τῶν διδασκάλων, εἰς συκοφαντίαν προφέρουσι τῶν διδασκάλων. |
ἀλλ' ἐπὶ^ τὸ προκείμενον ἐπανέλθωμεν. | ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. |
φίλον ἀ^εὶ τῇ γρα^φῇ, ὡς ἔφθην εἰπών, ποτήριον ὀνομάζειν τὰ_ς ἐπα^γομένα_ς πα^ρὰ^ θεοῦ παιδεία_ς ἢ τι_μωρί^α_ς κα^τὰ^ τῶν ἁμαρτωλῶν. | φίλον ἀεὶ τῇ γραφῇ, ὡς ἔφθην εἰπών, ποτήριον ὀνομάζειν τὰς ἐπαγομένας παρὰ θεοῦ παιδείας ἢ τιμωρίας κατὰ τῶν ἁμαρτωλῶν. |
ἀλλὰ^ μὴ εὐθέως ἐπι^λά^βηται τοῦ λόγου ὁ ἐχθρὸς καὶ κα^τάσκοπος μη δὲ λεγέτω· | ἀλλὰ μὴ εὐθέως ἐπιλάβηται τοῦ λόγου ὁ ἐχθρὸς καὶ κατάσκοπος μη δὲ λεγέτω· |
τί^ οὖν; | τί οὖν; |
ὁ χριστὸς ἥμαρτε καὶ τι_μωρί^α_ν ἁμαρτι^ῶν ὑ^πέστη; | ὁ χριστὸς ἥμαρτε καὶ τιμωρίαν ἁμαρτιῶν ὑπέστη; |
μὴ γένοιτο. | μὴ γένοιτο. |
ἀλλ' αὐτὸς μὲν οὐκ ὤφελε τι_μωρί^α_ν, ἀλλ' ὑμεῖς ὑποκείμεθα^ τι_μωρί^ᾳ· | ἀλλ' αὐτὸς μὲν οὐκ ὤφελε τιμωρίαν, ἀλλ' ὑμεῖς ὑποκείμεθα τιμωρίᾳ· |
ὑ^πὲρ ἡμῶν δὲ τῶν καταδεδικασμένων τῇ ἁμαρτίᾳ καὶ ὑποκειμένων τῇ τι_μωρί^ᾳ τὸν θά^να^τον ἀνεδέξατο, καθὼς καὶ ἡσαΐας προαναφωνεῖ λέγων· | ὑπὲρ ἡμῶν δὲ τῶν καταδεδικασμένων τῇ ἁμαρτίᾳ καὶ ὑποκειμένων τῇ τιμωρίᾳ τὸν θάνατον ἀνεδέξατο, καθὼς καὶ ἡσαΐας προαναφωνεῖ λέγων· |
ὑ^πὲρ τῶν ἁμαρτι^ῶν τοῦ λα_οῦ ἦλθεν εἰς θά^να^τον. | ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον. |
ἐπεὶ οὖν τὴν κα^τὰ^ τῶν ἁμαρτωλῶν ἐδέξα^το τι_μωρί^α_ν, αὐτὸς εἰς ἑαυτὸν ἀναδεξάμενος, εἰκότως ποτήριον ὀνομάζει. | ἐπεὶ οὖν τὴν κατὰ τῶν ἁμαρτωλῶν ἐδέξατο τιμωρίαν, αὐτὸς εἰς ἑαυτὸν ἀναδεξάμενος, εἰκότως ποτήριον ὀνομάζει. |
ἴδε γὰ^ρ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁ^μαρτί^α_ν τοῦ κόσμου καὶ αὐτὸς τὰ_ς ἁ^μαρτί^α_ς ἡμῶν αἴρει καὶ ὑ^πὲρ τῶν ἁμαρτι^ῶν τοῦ λα_οῦ ἤχθη εἰς θά^να^τον. | ἴδε γὰρ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει καὶ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον. |
καλεῖται οὖν τὸ πά^θος αὐτοῦ ποτήριον κα^τὰ^ τὸν προαποδοθέντα^ λόγον. | καλεῖται οὖν τὸ πάθος αὐτοῦ ποτήριον κατὰ τὸν προαποδοθέντα λόγον. |
δι^ὰ^ τοῦτο καὶ ὁ μα^κά^ριος δαυὶδ τὴν κα^τὰ^ τῶν ἁμαρτωλῶν δί^κην διαγράφων φησί^· | διὰ τοῦτο καὶ ὁ μακάριος δαυὶδ τὴν κατὰ τῶν ἁμαρτωλῶν δίκην διαγράφων φησί· |
ποτήριον ἐν χειρὶ^ κυ_ρί^ου οἴνου ἀ^κρά_του πλῆρες κεράσματος, πί_ονται αὐτὸ πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. | ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, πίονται αὐτὸ πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. |
καὶ πά^λι^ν ὁ κύ_ρι^ος ἀ^πειλῶν τι_μωρί^α_ν κα^τὰ^ τῶν ἐθνῶν λέγει τῷ ἰερεμίᾳ· | καὶ πάλιν ὁ κύριος ἀπειλῶν τιμωρίαν κατὰ τῶν ἐθνῶν λέγει τῷ ἰερεμίᾳ· |
λάβε ποτήριον καὶ κέρα^σον αὐτὸ καὶ πότισον πά^ντα^ τὰ^ ἔθνη καὶ τὴν ἰερουσαλὴμ καὶ εἰπὲ αὐτοῖς· | λάβε ποτήριον καὶ κέρασον αὐτὸ καὶ πότισον πάντα τὰ ἔθνη καὶ τὴν ἰερουσαλὴμ καὶ εἰπὲ αὐτοῖς· |
πί^ετε καὶ μεθύσθητε καὶ ἔκστητε. | πίετε καὶ μεθύσθητε καὶ ἔκστητε. |
τί^ ἐστι^ τὸ ἔκστητε; | τί ἐστι τὸ ἔκστητε; |
εἰς ἔκστασι^ν φέρει πολλοὺς ἡ πα^ρὰ^ θεοῦ παιδεία_· | εἰς ἔκστασιν φέρει πολλοὺς ἡ παρὰ θεοῦ παιδεία· |
εἰς ἀμηχανίαν γὰ^ρ φέρει πολλοὺς πολλά^κι^ς ἡ ἐπα^γομένη τι_μωρί^α_ καὶ μάλιστα ὅτα^ν ἴ^δωσι^ δι^καίους μετὰ^ ἀδί^κων ληφθέντα^ς. | εἰς ἀμηχανίαν γὰρ φέρει πολλοὺς πολλάκις ἡ ἐπαγομένη τιμωρία καὶ μάλιστα ὅταν ἴδωσι δικαίους μετὰ ἀδίκων ληφθέντας. |
ὃ νῦν θρυλοῦσι^ν ἐν ὅλῃ τῇ γῇ· | ὃ νῦν θρυλοῦσιν ἐν ὅλῃ τῇ γῇ· |
δι^ὰ^ τί^ ἱ^ερεῖς ἐσφάγησα^ν ἐν τοῖς θυ^σι^α^στηρί^οις; | διὰ τί ἱερεῖς ἐσφάγησαν ἐν τοῖς θυσιαστηρίοις; |
δι^ὰ^ τί^ παρθένοι ἅγι^αι παρελήφθησα^ν; | διὰ τί παρθένοι ἅγιαι παρελήφθησαν; |
δι^ὰ^ τί^ τοιαῦτα^ καὶ τηλι^καῦτα^ γέγονεν ἀτοπήμα^τα^; | διὰ τί τοιαῦτα καὶ τηλικαῦτα γέγονεν ἀτοπήματα; |
διὰ τί μὴ προέστη ὁ θεὸς τῶν ἰ^δί^ων; | διὰ τί μὴ προέστη ὁ θεὸς τῶν ἰδίων; |
ἐπεὶ οὖν τὰ^ τοιαῦτα^ πά^θη εἰς ἔκστασι^ν φέρει καὶ λογισμῶν ἀ^πορί^α_ν, εἰκότως φησί^· | ἐπεὶ οὖν τὰ τοιαῦτα πάθη εἰς ἔκστασιν φέρει καὶ λογισμῶν ἀπορίαν, εἰκότως φησί· |
πί^ετε καὶ μεθύσθητε καὶ κα^λέσα^τε ἠρέμα^· | πίετε καὶ μεθύσθητε καὶ καλέσατε ἠρέμα· |
ἀνάμεινόν μου τὴν ἀσθένεια^ν καὶ γυμνώσω σοι τὴν ἀ^λήθεια^ν. | ἀνάμεινόν μου τὴν ἀσθένειαν καὶ γυμνώσω σοι τὴν ἀλήθειαν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.