macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
πά^λι^ν ὁ σωτὴρ ποτήριον προσα^γορεύων τὸ πά^θος τὸ ἑαυτοῦ τοῖς περὶ^ ἰάκωβον καὶ ἰωάννην λέγει·
πάλιν ὁ σωτὴρ ποτήριον προσαγορεύων τὸ πάθος τὸ ἑαυτοῦ τοῖς περὶ ἰάκωβον καὶ ἰωάννην λέγει·
δύνασθε πι^εῖν τὸ ποτήριον τοῦτο, ὃ ἐγὼ μέλλω πί_νειν, ἀντὶ^ τοῦ πά^θος ὑ^φί^στα^σθαι, ὃ μέλλω ὑ^φεστάναι;
δύνασθε πιεῖν τὸ ποτήριον τοῦτο, ὃ ἐγὼ μέλλω πίνειν, ἀντὶ τοῦ πάθος ὑφίστασθαι, ὃ μέλλω ὑφεστάναι;
λέγουσι·
λέγουσι·
ναί.
ναί.
ὁ δὲ μα^κά^ριος δαυὶδ σα^φῶς ἐδί^δα^ξεν, ὅτι^ ποτήριον κα^λεῖ τὸν ὑ^πὲρ εὐσεβεία_ς ἐπα^γόμενον θά^να^τον·
ὁ δὲ μακάριος δαυὶδ σαφῶς ἐδίδαξεν, ὅτι ποτήριον καλεῖ τὸν ὑπὲρ εὐσεβείας ἐπαγόμενον θάνατον·
λέγει γά^ρ·
λέγει γάρ·
τί ἀντα^ποδώσω τῷ κυ_ρί^ῳ περὶ^ πάντων, ὧν ἀντα^πέδωκέ μοι;.
τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;.
ὡς εὐγνώμων οἰκέτης, ἰ^δὼν τὰ_ς παρακλήσεις βρυούσας τὰ_ς εὐεργεσί^α_ς, ζητεῖ καὶ αὐτὸς ἀντι^δοῦναί τι^να^ μι_κρὰ_ν εὐγνωμοσύνην καὶ ὥσπερ πένης πλούσι^ον προσδεχόμενος ἀ^πορῶν, τί πα^ρα^σκευά^σῃ τῷ πλουσί^ῳ πρὸς εὐωχίαν, τί τῆς ὑπεροχῆς ἐπάξι^ον ἐπὶ τραπέζης ἐνέγκῃ, πρὸς ἑαυτὸν ἀ^πορεῖ πολλά^κι^ς καὶ ἑαυτῷ δι^α^λέγετα...
ὡς εὐγνώμων οἰκέτης, ἰδὼν τὰς παρακλήσεις βρυούσας τὰς εὐεργεσίας, ζητεῖ καὶ αὐτὸς ἀντιδοῦναί τινα μικρὰν εὐγνωμοσύνην καὶ ὥσπερ πένης πλούσιον προσδεχόμενος ἀπορῶν, τί παρασκευάσῃ τῷ πλουσίῳ πρὸς εὐωχίαν, τί τῆς ὑπεροχῆς ἐπάξιον ἐπὶ τραπέζης ἐνέγκῃ, πρὸς ἑαυτὸν ἀπορεῖ πολλάκις καὶ ἑαυτῷ διαλέγεται·
πῶς αὐτὸν ἀ^ξί^ως ὑ^ποδέξομαι, τί ποιήσω, τί προσενέγκω, πῶς τι_μήσω, πῶς ἑστιάσω, οὕτως ὁ μα^κά^ριος δαυὶδ ἀ^πιδὼν εἰς τὴν πτωχείαν τὴν ἀ^νθρωπί^νην καὶ εἰς τὸν πλοῦτον τῆς θεία_ς εὐεργεσί^α_ς καὶ ἰ^δών, ὡς οὐδὲν ἐπάξι^ον θεῷ πα^ρὰ^ ἀνθρώπων προσά^γεται, λέγει τῇ δι^απορητικῇ κεχρημένος φωνῇ·
πῶς αὐτὸν ἀξίως ὑποδέξομαι, τί ποιήσω, τί προσενέγκω, πῶς τιμήσω, πῶς ἑστιάσω, οὕτως ὁ μακάριος δαυὶδ ἀπιδὼν εἰς τὴν πτωχείαν τὴν ἀνθρωπίνην καὶ εἰς τὸν πλοῦτον τῆς θείας εὐεργεσίας καὶ ἰδών, ὡς οὐδὲν ἐπάξιον θεῷ παρὰ ἀνθρώπων προσάγεται, λέγει τῇ διαπορητικῇ κεχρημένος φωνῇ·
τί ἀντα^ποδώσω τῷ κυ_ρί^ῳ;.
τί ἀνταποδώσω τῷ κυρίῳ;.
οὐδὲν εὑρίσκω τῆς εὐεργεσί^α_ς ἐπάξι^ον.
οὐδὲν εὑρίσκω τῆς εὐεργεσίας ἐπάξιον.
τί ἀντα^ποδώσω;
τί ἀνταποδώσω;
τί ποιήσω;
τί ποιήσω;
τίς γένωμαι;
τίς γένωμαι;
ποίοις δώροις τὸν εὐεργέτην ἀ^μείψωμαι;
ποίοις δώροις τὸν εὐεργέτην ἀμείψωμαι;
ὡς δ' οὖν πάντων ἠπόρησεν, ἓν εὗρεν, οὐ τῆς τοῦ θεοῦ εὐεργεσί^α_ς, ἀλλὰ^ τῆς αὐτοῦ προθυμία_ς ἐπάξιον·
ὡς δ' οὖν πάντων ἠπόρησεν, ἓν εὗρεν, οὐ τῆς τοῦ θεοῦ εὐεργεσίας, ἀλλὰ τῆς αὐτοῦ προθυμίας ἐπάξιον·
ποτήριον σωτηρί^ου λήψομαι καὶ τὸ ὄνομα^ κυ_ρί^ου ἐπι^καλέσομαι.
ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι.
εἶτα ἐπειδὴ τὸ λεγόμενον ἀ^σα^φὲς ἦν καὶ συνεσκιασμένον, διὰ τῶν ἐπα^γομένων ἡρμήνευσε τὸ ποτήριον.
εἶτα ἐπειδὴ τὸ λεγόμενον ἀσαφὲς ἦν καὶ συνεσκιασμένον, διὰ τῶν ἐπαγομένων ἡρμήνευσε τὸ ποτήριον.
εἰπὼν γὰ^ρ τό ποτήριον σωτηρί^ου λήψομαι καὶ τὸ ὄνομα^ κυ_ρί^ου ἐπι^καλέσομαι, ἐπά^γει·
εἰπὼν γὰρ τό ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι, ἐπάγει·
τίμιος ἐνα^ντί^ων κυ_ρί^ου ὁ θά^να^τος τῶν ὁσί^ων αὐτοῦ.
τίμιος ἐναντίων κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
τὸ οὖν πάτερ, εἰ δυ^να^τόν, πα^ρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον, εἰ δυ^να^τόν, πα^ρέλθοι τὸ πά^θος.
τὸ οὖν πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον, εἰ δυνατόν, παρέλθοι τὸ πάθος.
ἀλλ' ἔχεις προαποδεδομένην τῶν ζητουμένων τὴν λύσιν, ὅτι^ τὸ εἰ δυ^να^τόν τὸ σχῆμα^ πληροῖ τῆς ἀ^νθρωπί^νης οἰκονομί^α_ς.
ἀλλ' ἔχεις προαποδεδομένην τῶν ζητουμένων τὴν λύσιν, ὅτι τὸ εἰ δυνατόν τὸ σχῆμα πληροῖ τῆς ἀνθρωπίνης οἰκονομίας.
ὁ γὰ^ρ τοῦτο εἰρηκὼς ἐκ προσώπου τῆς ἀνθρωπότητος, αὐτὸς προείρηκεν ἐκ τῆς κα^τὰ^ πάντων αὐθεντούσης θεότητος·
ὁ γὰρ τοῦτο εἰρηκὼς ἐκ προσώπου τῆς ἀνθρωπότητος, αὐτὸς προείρηκεν ἐκ τῆς κατὰ πάντων αὐθεντούσης θεότητος·
ἐξουσίαν ἔχω θεῖναι τὴν ψυ_χήν μου καὶ ἐξουσίαν ἔχω πά^λι^ν λα^βεῖν αὐτήν·
ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·
καὶ δεικνύ_ς, ὡς οὐχ ἡ θεότης πα^ραιτεῖται τὸ πά^θος, ἀλλ' ἡ τῆς σαρκὸς ἀσθένεια^, πά^λι^ν φησὶ^ν ὁ αὐτός·
καὶ δεικνύς, ὡς οὐχ ἡ θεότης παραιτεῖται τὸ πάθος, ἀλλ' ἡ τῆς σαρκὸς ἀσθένεια, πάλιν φησὶν ὁ αὐτός·
τὸ πνεῦμα^ πρόθυ_μον, ἡ δὲ σὰρξ ἀσθενής·
τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής·
καὶ ὅτι^ οὐκ αὐτὸν ἔβλαπτε τὸ πά^θος, ἀλλ' ἑτέρους ἐσκανδάλιζεν, αὐτὸς ἐγνώρι^σε τοῖς μα^θηταῖς λέγων·
καὶ ὅτι οὐκ αὐτὸν ἔβλαπτε τὸ πάθος, ἀλλ' ἑτέρους ἐσκανδάλιζεν, αὐτὸς ἐγνώρισε τοῖς μαθηταῖς λέγων·
προσεύχεσθε, ἵ^να_ μὴ εἰσέλθητε εἰς πειρασμόν.
προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
ἄλλως τε κ ἀκεῖνο τὸ τῆς προσευχῆς πα^ρα^δίδωσι^ν ἡμῖν ὡς μὴ πά^ντα^ ἀ^παιτεῖν πα^ρὰ^ τοῦ θεοῦ τὰ^ τῆς προσευχῆς, ἀλλὰ^ πα^ραχωρεῖν τῇ κρί^σει.
ἄλλως τε κ ἀκεῖνο τὸ τῆς προσευχῆς παραδίδωσιν ἡμῖν ὡς μὴ πάντα ἀπαιτεῖν παρὰ τοῦ θεοῦ τὰ τῆς προσευχῆς, ἀλλὰ παραχωρεῖν τῇ κρίσει.
ταῦτα πά^ντα^ σοφῶς οἰκονομῶν φησι^ν·
ταῦτα πάντα σοφῶς οἰκονομῶν φησιν·
οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' εἴ τι^ σύ^.
οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' εἴ τι σύ.
ταῦτα αὐτῷ μὲν οὐ πρέπει, σοὶ δὲ ἁρμόζει, ἵ^να_, ὅτα^ν προσεύχῃ, μὴ ἐκεῖνα^ αἰτήσῃ, ἃ^ ἂ_ν αὐτὸς θέλῃς, ἀλλ' ἵ^να_ πα^ραχωρήσῃς τῇ βουλῇ τοῦ θεοῦ.
ταῦτα αὐτῷ μὲν οὐ πρέπει, σοὶ δὲ ἁρμόζει, ἵνα, ὅταν προσεύχῃ, μὴ ἐκεῖνα αἰτήσῃ, ἃ ἂν αὐτὸς θέλῃς, ἀλλ' ἵνα παραχωρήσῃς τῇ βουλῇ τοῦ θεοῦ.
λέγε οὖν καὶ σὺ^ προσευχόμενος κα^τὰ^ μίμησι^ν τοῦ χριστοῦ τοῦ ταπεινώσαντος ἑαυτὸν διὰ σέ·
λέγε οὖν καὶ σὺ προσευχόμενος κατὰ μίμησιν τοῦ χριστοῦ τοῦ ταπεινώσαντος ἑαυτὸν διὰ σέ·
πλὴν ὃ θέλεις σύ^, κύριε.
πλὴν ὃ θέλεις σύ, κύριε.
τῇ βουλῇ πα^ραχώρει τοῦ θεοῦ·
τῇ βουλῇ παραχώρει τοῦ θεοῦ·
μὴ ἀ^παίτει τὰ^ πα^ρὰ^ τὴν ἐκείνου γνώμην·
μὴ ἀπαίτει τὰ παρὰ τὴν ἐκείνου γνώμην·
τοῖς γὰ^ρ ἀγαπῶσι^ τὸν θεὸν πά^ντα^ συνεργεῖ εἰς ἀ^γα^θόν, καὶ τὸ μὴ κα^τὰ^ βούλησι^ν ἀ^παντῶντα^ καὶ τὰ^ πα^ρὰ^ γνώμην ἐκβαίνοντα^.
τοῖς γὰρ ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, καὶ τὸ μὴ κατὰ βούλησιν ἀπαντῶντα καὶ τὰ παρὰ γνώμην ἐκβαίνοντα.
εἰδότες τοίνυ^ν τὸ ποτήριον πα^ρὰ^ θεοῦ ἐπα^γόμενον τοῖς μὲν ἁ^μα^ρτά^νουσι^ τι_μωρί^α_ν, τῷ δὲ χριστῷ οὐ τι_μωρί^α_ς τὸ πά^θος, ἀλλ' οἰκονομί^α_ς.
εἰδότες τοίνυν τὸ ποτήριον παρὰ θεοῦ ἐπαγόμενον τοῖς μὲν ἁμαρτάνουσι τιμωρίαν, τῷ δὲ χριστῷ οὐ τιμωρίας τὸ πάθος, ἀλλ' οἰκονομίας.
τὸν γὰ^ρ τῶν ἁμαρτωλῶν θά^να^τον ὑπέμεινεν ὁ ἀναμάρτητος, ἵ^να_ ἐξέληται τὸν κόσμον ἅ^πα^ντα^ τὸν τῇ ἁμαρτίᾳ καταδεδικασμένον.
τὸν γὰρ τῶν ἁμαρτωλῶν θάνατον ὑπέμεινεν ὁ ἀναμάρτητος, ἵνα ἐξέληται τὸν κόσμον ἅπαντα τὸν τῇ ἁμαρτίᾳ καταδεδικασμένον.
διὰ τί, ἔφη, ὅλως τὸν θά^να^τον κα^λεῖ ποτήριον;
διὰ τί, ἔφη, ὅλως τὸν θάνατον καλεῖ ποτήριον;
ὅτι^ μὲν γὰ^ρ τὸ ποτήριον τι_μωρί^α_ν καὶ θά^να^τον μηνύ^ει, σα^φῶς πα^ρέστησεν ἡ μα^ρτυ^ρί^α_ τῶν γρα^φῶν.
ὅτι μὲν γὰρ τὸ ποτήριον τιμωρίαν καὶ θάνατον μηνύει, σαφῶς παρέστησεν ἡ μαρτυρία τῶν γραφῶν.
διὰ τί δὲ ὅλως ποτήριον κα^λεῖ τὸ πάθος;
διὰ τί δὲ ὅλως ποτήριον καλεῖ τὸ πάθος;
οὐδὲν γὰ^ρ ὅμοιον ἔχει ποτήριον πρὸς θά^να^τον.
οὐδὲν γὰρ ὅμοιον ἔχει ποτήριον πρὸς θάνατον.
ἐπειδὴ τὰ^ ἐπα^γόμενα^ ἡμῖν, ἀ^δελφοί, παιδευτήρια^ φαίνεται ἡμῖν αὐστηρὰ^ καὶ ἀπότομα^ καὶ πολλῆς γέμοντα^ συμφορᾶς, ἀ^να^γκαίως ἡ θεία_ γρα^φὴ κα^λεῖ τὰ^ πά^θη ποτήριον, ἵ^να_ δείξῃ ὅτι^ ὁ θεὸς οὐχ ὡς ἀπότομος δι^καστὴς κολάζει οὐ δὲ ὡς ἀφειδὴς ἀ^ναιρεῖ, ἀλλ' ὡς ἰ_α_τρὸς τὰ^ πά^θη θερα^πεύει καὶ δί^κην πικρᾶς ἀ^ντι^δ...
ἐπειδὴ τὰ ἐπαγόμενα ἡμῖν, ἀδελφοί, παιδευτήρια φαίνεται ἡμῖν αὐστηρὰ καὶ ἀπότομα καὶ πολλῆς γέμοντα συμφορᾶς, ἀναγκαίως ἡ θεία γραφὴ καλεῖ τὰ πάθη ποτήριον, ἵνα δείξῃ ὅτι ὁ θεὸς οὐχ ὡς ἀπότομος δικαστὴς κολάζει οὐ δὲ ὡς ἀφειδὴς ἀναιρεῖ, ἀλλ' ὡς ἰατρὸς τὰ πάθη θεραπεύει καὶ δίκην πικρᾶς ἀντιδότου προσάγει τοῖς κάμνουσι ...
τὸ οὖν σωτήριον τοῦτο τῶν παιδευτηρίων ποτήριον τῇ μὲν γεύσει πικρόν, τῇ δὲ ἁποβάσει κάλλιστόν ἐστι^ν.
τὸ οὖν σωτήριον τοῦτο τῶν παιδευτηρίων ποτήριον τῇ μὲν γεύσει πικρόν, τῇ δὲ ἁποβάσει κάλλιστόν ἐστιν.
παρίστησιν οὖν ὁ λόγος τὸν ἀ^γα^θὸν θεὸν διὰ τοῦ ποτηρί^ου παιδευτὴν ἀ^γα^θόν, ὡς πα^τέρα^ παιδεύοντα^ καὶ οὐχ ὡς βα^σι^λέα^ καταδικάζοντα^, οὐχ ὡς ἐχθρὸν τύπτοντα^, ἀλλ' ὡς ἰ_α_τρὸν στύφοντα^.
παρίστησιν οὖν ὁ λόγος τὸν ἀγαθὸν θεὸν διὰ τοῦ ποτηρίου παιδευτὴν ἀγαθόν, ὡς πατέρα παιδεύοντα καὶ οὐχ ὡς βασιλέα καταδικάζοντα, οὐχ ὡς ἐχθρὸν τύπτοντα, ἀλλ' ὡς ἰατρὸν στύφοντα.
καὶ ὥσπερ ἰ_α_τρός, ἀ^δελφοί, ὅτα^ν προσφέρῃ σί^δηρον ἢ καυτῆρα^ τῷ σώμα^τι^, οὐ τῷ ἀνθρώπῳ μάχεται, ἀλλὰ^ πρὸς τὴν νόσον ἀ^νθί^στα^ται, οὕτω καὶ ὁ θεὸς ἐπά^γων τὰ_ς παιδεία_ς οὐ τὸ αὐτοῦ πλάσμα^ κολάζει, ἀλλὰ^ τὴν ἁ^μαρτί^α_ν κα^θαίρει.
καὶ ὥσπερ ἰατρός, ἀδελφοί, ὅταν προσφέρῃ σίδηρον ἢ καυτῆρα τῷ σώματι, οὐ τῷ ἀνθρώπῳ μάχεται, ἀλλὰ πρὸς τὴν νόσον ἀνθίσταται, οὕτω καὶ ὁ θεὸς ἐπάγων τὰς παιδείας οὐ τὸ αὐτοῦ πλάσμα κολάζει, ἀλλὰ τὴν ἁμαρτίαν καθαίρει.
μὴ εἶδες ἰ_α_τρόν ποτε ἀ^πὸ θυ_μοῦ χειρουργοῦντα^;
μὴ εἶδες ἰατρόν ποτε ἀπὸ θυμοῦ χειρουργοῦντα;
μὴ εἶδες ἀ^πὸ θυ_μοῦ ποτε καυτῆρα^ ἤ τι^ τῶν ἄλλων προσάγοντα^;
μὴ εἶδες ἀπὸ θυμοῦ ποτε καυτῆρα ἤ τι τῶν ἄλλων προσάγοντα;
καίτοι τῷ χειρουργουμένῳ οὐχὶ^ καὶ ὄψι^ς τῶν ἰ_α_τρῶν φοβερά, ἀλλ' ἡ πρόθεσι^ς τοῦ ἰατρεύοντος ἀ^γα^θή;
καίτοι τῷ χειρουργουμένῳ οὐχὶ καὶ ὄψις τῶν ἰατρῶν φοβερά, ἀλλ' ἡ πρόθεσις τοῦ ἰατρεύοντος ἀγαθή;
οὐ γὰ^ρ ἐπειδὴ τῷ ἰατρευομένῳ ἡ θερα^πεία_ φοβερά, ὁ ἰ_α_τρὸς θυ_μῷ θερα^πεύει.
οὐ γὰρ ἐπειδὴ τῷ ἰατρευομένῳ ἡ θεραπεία φοβερά, ὁ ἰατρὸς θυμῷ θεραπεύει.
εἰ δὲ καὶ τῆς ἐπιστήμης τὸ ἐπάγγελμα^ φοβερόν, καλῶς ἅ^πα_σι^ καὶ θαυμαστῶς ὁ μα^κά^ριος παῦλος παιδεία_ς ὅρον ἐκτιθέμενός φησι^·
εἰ δὲ καὶ τῆς ἐπιστήμης τὸ ἐπάγγελμα φοβερόν, καλῶς ἅπασι καὶ θαυμαστῶς ὁ μακάριος παῦλος παιδείας ὅρον ἐκτιθέμενός φησι·
πᾶσα παιδεία_ πρὸς μὲν τὸ πα^ρὸν οὐ δοκεῖ χα^ρᾶ_ς εἶναι, ἀλλὰ^ λύ_πης.
πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης.
ὁ κάμνων ὅτα^ν ἴ^δῃ τέμνοντα^ τὸν ἰ_α_τρόν, ὡς φοβερὸν καὶ ἐχθρὸν πα^ραιτεῖται πολλά^κι^ς.
ὁ κάμνων ὅταν ἴδῃ τέμνοντα τὸν ἰατρόν, ὡς φοβερὸν καὶ ἐχθρὸν παραιτεῖται πολλάκις.
ὅτα^ν δὲ ἰατρευθῇ, ὅν ποτε βλέπων ἀπεστρέφετο, τότε βλέπων προσκυ^νεῖ.
ὅταν δὲ ἰατρευθῇ, ὅν ποτε βλέπων ἀπεστρέφετο, τότε βλέπων προσκυνεῖ.
ἢ οὐκ ἴσμεν, ἀ^δελφοί, πῶς πολλά^κι^ς ἡ ὑπερβολὴ τῆς νόσου καὶ εἰς ὕβρι^ν προσά^γει τῶν ἰα_τρευόντων τὸν ἰα_τρευόμενον;
ἢ οὐκ ἴσμεν, ἀδελφοί, πῶς πολλάκις ἡ ὑπερβολὴ τῆς νόσου καὶ εἰς ὕβριν προσάγει τῶν ἰατρευόντων τὸν ἰατρευόμενον;
ὁ δὲ ἰ_α_τρὸς συγγινώσκει τῷ χαλεπαίνοντι^.
ὁ δὲ ἰατρὸς συγγινώσκει τῷ χαλεπαίνοντι.
ἡ γὰ^ρ ὕ^βρις οὐ τῆς γνώμης ἐστί^ν, ἀλλὰ τοῦ πά^θους.
ἡ γὰρ ὕβρις οὐ τῆς γνώμης ἐστίν, ἀλλὰ τοῦ πάθους.
ὅτα^ν μέντοι προέλθῃ τῇ ὑγι^είᾳ καλλωπιζόμενος, καὶ μισθὸν δί^δωσι^ν ἐκείνης τῆς ποτε νομισθείσης ἀποτομία_ς καὶ δί^δωσι^ οὐκ ἀ^παιτούμενος, ἀλλ' ἑαυτὸν ἀ^παιτῶν.
ὅταν μέντοι προέλθῃ τῇ ὑγιείᾳ καλλωπιζόμενος, καὶ μισθὸν δίδωσιν ἐκείνης τῆς ποτε νομισθείσης ἀποτομίας καὶ δίδωσι οὐκ ἀπαιτούμενος, ἀλλ' ἑαυτὸν ἀπαιτῶν.
οὕτως καὶ ἡμεῖς νῦν μὲν δυσχεραίνομεν ταῖς θλί_ψεσι^ν, ὅτα^ν δὲ ἀ^πα^ντήσῃ ὁ καρπὸς τῆς θλίψεως, ἐπαινέσομεν τὸν εὐεργέτην καὶ ὑπερθαυμάσομεν λέγοντες καὶ αὐτοὶ μετὰ^ τοῦ δαυίδ·
οὕτως καὶ ἡμεῖς νῦν μὲν δυσχεραίνομεν ταῖς θλίψεσιν, ὅταν δὲ ἀπαντήσῃ ὁ καρπὸς τῆς θλίψεως, ἐπαινέσομεν τὸν εὐεργέτην καὶ ὑπερθαυμάσομεν λέγοντες καὶ αὐτοὶ μετὰ τοῦ δαυίδ·
διήλθομεν διὰ πυ_ρὸς καὶ ὕ^δα^τος καὶ ἐξήγα^γεν ἡμᾶς εἰς ἀνάψυξι^ν.
διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγεν ἡμᾶς εἰς ἀνάψυξιν.
καίτοι νῦν τὰ_ς θλίψεις ποτήριον κα^λεῖ, καὶ ποτήριον οὐχ ἁπλῶς, ἀλλ' ἐν χειρὶ^ κυ_ρί^ου οἴνου ἀ^κρά_του πλῆρες κεράσματος.
καίτοι νῦν τὰς θλίψεις ποτήριον καλεῖ, καὶ ποτήριον οὐχ ἁπλῶς, ἀλλ' ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος.
καὶ πά^λι^ν ἐνα^ντί^ον τὸ ῥῆμα^, ὅσον ἀ^πὸ τῆς λέξεως.
καὶ πάλιν ἐναντίον τὸ ῥῆμα, ὅσον ἀπὸ τῆς λέξεως.
τὸ γὰ^ρ κεκρα_μένον καὶ ἄ^κρα_τον οὐδεμί^α^ν ἔχει πρὸς ἑαυτὸ ὁμοιότητα^.
τὸ γὰρ κεκραμένον καὶ ἄκρατον οὐδεμίαν ἔχει πρὸς ἑαυτὸ ὁμοιότητα.
διὰ τι^ οὖν καὶ ἄ^κρα_τον κεκερασμένον τὸ ποτήριον τοῦ θεοῦ;
διὰ τι οὖν καὶ ἄκρατον κεκερασμένον τὸ ποτήριον τοῦ θεοῦ;
διαθήκη καὶ παιδεία_ ἡ παρ' αὐτοῦ ἀ^εὶ τοῖς ἀνθρώποις ἐπα^γομένη καὶ ἄ^κρα_τός ἐστι^ καὶ κεκερασμένη·
διαθήκη καὶ παιδεία ἡ παρ' αὐτοῦ ἀεὶ τοῖς ἀνθρώποις ἐπαγομένη καὶ ἄκρατός ἐστι καὶ κεκερασμένη·
ἄ^κρα_τος μὲν κα^θὸ οὐ κέκρα_ται μετὰ^ τῆς δι^καιοσύ^νης ἀ^δι^κί^α_, κα^θὸ οὐδὲν πα^ρά^νομον οὐ δὲ ἄδι^κον ἢ νόθον ἀναμέμικται τῇ παρ' αὐτοῦ δι^καιοκρι^σίᾳ, ἀλλ' ἔστι^ν ὡς ἄ^κρα_τον, τουτέστι^ γυμνὸν καὶ κα^θα^ρὸν τὸ τῆς δίκης ὄμμα^ διειδῆ καὶ λαμπρὰ^ βλέπον.
ἄκρατος μὲν καθὸ οὐ κέκραται μετὰ τῆς δικαιοσύνης ἀδικία, καθὸ οὐδὲν παράνομον οὐ δὲ ἄδικον ἢ νόθον ἀναμέμικται τῇ παρ' αὐτοῦ δικαιοκρισίᾳ, ἀλλ' ἔστιν ὡς ἄκρατον, τουτέστι γυμνὸν καὶ καθαρὸν τὸ τῆς δίκης ὄμμα διειδῆ καὶ λαμπρὰ βλέπον.
διὰ τοῦτο ποτήριον ἐν χειρὶ^ κυ_ρί^ου οἴνου ἀ^κρά_του.
διὰ τοῦτο ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου.
οὐ γὰ^ρ κεκέρασται μετὰ^ τοῦ δι^καίου ἀ^δι^κί^α_.
οὐ γὰρ κεκέρασται μετὰ τοῦ δικαίου ἀδικία.
οὐκ ἔστι^ν ἐκεῖ τι^ τῶν ἐνα^ντί^ων δυ^νά^μενον νοθεῦσαι τοῦ δικαστοῦ τὴν ἀ^λήθεια^ν.
οὐκ ἔστιν ἐκεῖ τι τῶν ἐναντίων δυνάμενον νοθεῦσαι τοῦ δικαστοῦ τὴν ἀλήθειαν.
ποτήριόν ἐστι^ν οἴνου ἀ^κρά_του.
ποτήριόν ἐστιν οἴνου ἀκράτου.
διὰ τί οὖν πλῆρες κεράσματος;
διὰ τί οὖν πλῆρες κεράσματος;
οὐ δοκεῖ σοι ἐνα^ντί^ον τὸ ῥῆμα^;
οὐ δοκεῖ σοι ἐναντίον τὸ ῥῆμα;
ἀλλὰ συμφωνεῖται ἀ^ληθείᾳ.
ἀλλὰ συμφωνεῖται ἀληθείᾳ.
ἄ^κρα_τον ποτήριον, ὡς πολλά^κι^ς ἔφθην εἰπών, τῷ μὴ ἔχειν ἀδικίαν, κεκερασμένον δὲ πά^λι^ν, ἐπειδήπερ κεκέρασται μετὰ^ τῆς δι^καιοσύ^νης ἡ φι^λανθρωπί^α_, ὡσεί τι^ς ἔλεγεν·
ἄκρατον ποτήριον, ὡς πολλάκις ἔφθην εἰπών, τῷ μὴ ἔχειν ἀδικίαν, κεκερασμένον δὲ πάλιν, ἐπειδήπερ κεκέρασται μετὰ τῆς δικαιοσύνης ἡ φιλανθρωπία, ὡσεί τις ἔλεγεν·
ἄκρατον εἰς ἐκδικίαν καὶ κεκερασμένον εἰς φιλανθρωπίαν.
ἄκρατον εἰς ἐκδικίαν καὶ κεκερασμένον εἰς φιλανθρωπίαν.
καὶ γὰ^ρ παιδεύων ἐλεεῖ καὶ ἐλεῶν παιδεύει.
καὶ γὰρ παιδεύων ἐλεεῖ καὶ ἐλεῶν παιδεύει.
καὶ ὅρα_ ξένον ἀ^ληθεία_ς ὅρον.
καὶ ὅρα ξένον ἀληθείας ὅρον.
σημεῖον προνοία_ς θεοῦ καὶ φιλανθρωπία_ς ἐστί^ν, ὅτα^ν παιδεύῃ τοὺς ἁμαρτάνοντα^ς·
σημεῖον προνοίας θεοῦ καὶ φιλανθρωπίας ἐστίν, ὅταν παιδεύῃ τοὺς ἁμαρτάνοντας·
σημεῖον ὀργῆς καὶ ἀγανακτήσεως, ὅτα^ν μὴ παιδεύῃ τὸν ἁμαρτάνοντα^.
σημεῖον ὀργῆς καὶ ἀγανακτήσεως, ὅταν μὴ παιδεύῃ τὸν ἁμαρτάνοντα.
τότε φοβήθητι^ τὸν θεὸν ὡς μισοῦντα^ καὶ ἀποστρεφόμενον, ὅταν ἁμαρτάνοντα^ οὐ παιδεύῃ.
τότε φοβήθητι τὸν θεὸν ὡς μισοῦντα καὶ ἀποστρεφόμενον, ὅταν ἁμαρτάνοντα οὐ παιδεύῃ.
ὃν γὰ^ρ ἀγαπᾷ κύ_ρι^ος, παιδεύει, μαστιγοῖ δὲ πά^ντα^ υἱόν, ὃν παραδέχεται.
ὃν γὰρ ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται.
ὃν δὲ ἀποστρέφεται διὰ τὴν ὑ^περβολὴν τῆς ἁ^μαρτί^α_ς, τοῦτον ἀπαίδευτον καὶ ἀτι_μώρητον καταλιμπά^νει.
ὃν δὲ ἀποστρέφεται διὰ τὴν ὑπερβολὴν τῆς ἁμαρτίας, τοῦτον ἀπαίδευτον καὶ ἀτιμώρητον καταλιμπάνει.
καὶ τίς ὁ τοῦτο πα^ριστῶν λόγος;
καὶ τίς ὁ τοῦτο παριστῶν λόγος;
αὐτοῦ λέγοντος ἄ^κουσον διὰ ὠσηὲ τοῦ προ φήτου·
αὐτοῦ λέγοντος ἄκουσον διὰ ὠσηὲ τοῦ προ φήτου·
ἀνθ' ὧν γά^ρ φησι^ πα^ρέβητε τὸν νόμον μου οὐκ ἐπισκέψωμαι ἐπὶ τὰ_ς θυ^γα^τέρα^ς ὑμῶν, ὅταν ἐκπορνεύσωσι^ν, ὡσανεὶ ἔλεγεν·
ἀνθ' ὧν γάρ φησι παρέβητε τὸν νόμον μου οὐκ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν, ὅταν ἐκπορνεύσωσιν, ὡσανεὶ ἔλεγεν·
ἐκδίδωμι ὑ_μᾶς τῇ ἁμαρτίᾳ·
ἐκδίδωμι ὑμᾶς τῇ ἁμαρτίᾳ·
οὐ κολάζω τὴν πα^ρανομίαν·
οὐ κολάζω τὴν παρανομίαν·
οὐκ ἐπέχω τὴν φθοράν·
οὐκ ἐπέχω τὴν φθοράν·
οὐκ ἰ_α_τρεύω τὰ^ ἕλκη τῆς ἁ^μαρτί^α_ς·
οὐκ ἰατρεύω τὰ ἕλκη τῆς ἁμαρτίας·
ἀλλ' ἐῶ ὑ_μᾶς ἀποθα^νεῖν ἐν ταῖς ὑ_μετέραις κα^κί^αις.
ἀλλ' ἐῶ ὑμᾶς ἀποθανεῖν ἐν ταῖς ὑμετέραις κακίαις.
ὁρᾷς πῶς ἀγανακτεῖ καὶ ἀ^πειλεῖ τὸ μὴ παιδεύειν;
ὁρᾷς πῶς ἀγανακτεῖ καὶ ἀπειλεῖ τὸ μὴ παιδεύειν;
ὅτε δὲ ἀ^ληθῶς ἀγαπᾷ, οὐ πα^ραιτεῖται παιδεύειν.
ὅτε δὲ ἀληθῶς ἀγαπᾷ, οὐ παραιτεῖται παιδεύειν.
δέδεικται τοίνυ^ν, ἀ^δελφοί, κα^τὰ^ δύ^να^μι^ν τὴν ἡμετέρα_ν, τίς ὁ τρόπος τῆς προσευχῆς καὶ τί βούλεται τὸ πάτερ, εἰ δυ^να^τόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον, ὅτι οὐκ ἦν τῆς θεϊ^κῆς αὐθεντία_ς τὰ^ ῥήμα^τα^, ἀλλὰ τῆς ἀ^νθρωπί^νης οἰκονομί^α_ς.
δέδεικται τοίνυν, ἀδελφοί, κατὰ δύναμιν τὴν ἡμετέραν, τίς ὁ τρόπος τῆς προσευχῆς καὶ τί βούλεται τὸ πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον, ὅτι οὐκ ἦν τῆς θεϊκῆς αὐθεντίας τὰ ῥήματα, ἀλλὰ τῆς ἀνθρωπίνης οἰκονομίας.
σα^φῶς γὰ^ρ ὁ κύ_ρι^ος τῇ ἀσθενείᾳ τῆς σαρκὸς ἐπιγρά^φων τὰ^ ταπεινὰ^ τῆς δειλία_ς καὶ τοῦ φόβου καὶ τῆς ταραχῆς ἔλεγεν·
σαφῶς γὰρ ὁ κύριος τῇ ἀσθενείᾳ τῆς σαρκὸς ἐπιγράφων τὰ ταπεινὰ τῆς δειλίας καὶ τοῦ φόβου καὶ τῆς ταραχῆς ἔλεγεν·
τὸ πνεῦμα^ πρόθυ_μον, ἡ δὲ σὰρξ ἀσθενής.
τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
ὑπομνήσω πολλά^κι^ς τοῦ ῥήμα^τος, ἵ^να_ βεβαιώσω τῆς ἀ^ληθεία_ς τὸ νόημα^.
ὑπομνήσω πολλάκις τοῦ ῥήματος, ἵνα βεβαιώσω τῆς ἀληθείας τὸ νόημα.
εἰ δέ τι^ς τολμᾷ παραγράψασθαι τὸν ἀποδοθέντα^ τοῦ ζητήμα^τος τούτου λόγον, στήσα_ς πρότερον τὸν ἴ^δι^ον ὅρον μα^χήσεται τοῖς ἡμετέροις, εἰ χωρεῖ πολεμῆσαι τῷ θείῳ λόγῳ.
εἰ δέ τις τολμᾷ παραγράψασθαι τὸν ἀποδοθέντα τοῦ ζητήματος τούτου λόγον, στήσας πρότερον τὸν ἴδιον ὅρον μαχήσεται τοῖς ἡμετέροις, εἰ χωρεῖ πολεμῆσαι τῷ θείῳ λόγῳ.
μὴ ὡς ἐχθρὸς διαβαλλέτω ἀλλ' ὡς ὑ^πὲρ ἀ^ληθεία_ς μα^χόμενος προφα^νῶς ἀ^γα^γέτω.
μὴ ὡς ἐχθρὸς διαβαλλέτω ἀλλ' ὡς ὑπὲρ ἀληθείας μαχόμενος προφανῶς ἀγαγέτω.
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.