macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐπὶ δὲ τὸ προκείμενον ἐλθόντες καταπαύσωμεν τὸν λόγον. | ἐπὶ δὲ τὸ προκείμενον ἐλθόντες καταπαύσωμεν τὸν λόγον. |
οἶμαι γὰ^ρ ἐν τελῆ καὶ ἀ^πηρτισμένον ἀποδεδόσθαι τὸν λόγον τῆς οἰκονομί^α_ς καὶ τοῦ ῥήμα^τος· | οἶμαι γὰρ ἐν τελῆ καὶ ἀπηρτισμένον ἀποδεδόσθαι τὸν λόγον τῆς οἰκονομίας καὶ τοῦ ῥήματος· |
οὐ γὰ^ρ, εἴ τι^ς μετὰ^ τοσαύτην μαρτυρίαν ἀντιλέγει πα^ρὰ^ τοῦτο, ἡ ἀ^λήθεια^ τέτραπται. | οὐ γὰρ, εἴ τις μετὰ τοσαύτην μαρτυρίαν ἀντιλέγει παρὰ τοῦτο, ἡ ἀλήθεια τέτραπται. |
εἰ δέ τι^ς, φησὶ^ν ὁ ἀ^πόστολος, δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθεια^ν οὐκ ἔχομεν. | εἰ δέ τις, φησὶν ὁ ἀπόστολος, δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν. |
ἐμάθομεν γρα^φαῖς ἕπεσθαι, οὐ δι^α^λεκτι^κὴν ἀσκεῖσθαι. | ἐμάθομεν γραφαῖς ἕπεσθαι, οὐ διαλεκτικὴν ἀσκεῖσθαι. |
ἐγὼ εὔχομαι μετὰ^ τῶν γρα^φῶν σολοικίζειν ἢ μετὰ^ σοῦ πλατονί^ζειν. | ἐγὼ εὔχομαι μετὰ τῶν γραφῶν σολοικίζειν ἢ μετὰ σοῦ πλατονίζειν. |
καὶ ταῦτα ὑ_μῖν ἀρκούντως εἰρήσθω. | καὶ ταῦτα ὑμῖν ἀρκούντως εἰρήσθω. |
περὶ^ δὲ τῶν πτωχῶν μνημονεύσωμεν. | περὶ δὲ τῶν πτωχῶν μνημονεύσωμεν. |
καὶ γὰ^ρ παῦλος σήμερον σαφῶς περὶ^ τούτων ὑπέμνησεν. | καὶ γὰρ παῦλος σήμερον σαφῶς περὶ τούτων ὑπέμνησεν. |
εἰπὼν γὰ^ρ ὅτι πέτρος καὶ ἰάκωβος καὶ ἰωάννης δεξιὰ_ς ἔδωκα^ν ἐμοὶ καὶ βαρνάβᾳ κοινωνί^α_ς, ἵ^να_ ἡμεῖς μὲν εἰς τὰ^ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περι^τομήν, ἐπήγαγεν· | εἰπὼν γὰρ ὅτι πέτρος καὶ ἰάκωβος καὶ ἰωάννης δεξιὰς ἔδωκαν ἐμοὶ καὶ βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν, ἐπήγαγεν· |
μόνον ἵ^να_ τῶν πτωχῶν μνημονεύσωμεν. | μόνον ἵνα τῶν πτωχῶν μνημονεύσωμεν. |
τοίνυ^ν καὶ ἡμεῖς μνημονεύσωμεν τῶν πτωχῶν. | τοίνυν καὶ ἡμεῖς μνημονεύσωμεν τῶν πτωχῶν. |
μνημόνευσον πτωχοῦ καὶ ἐμνήσθης σαυτοῦ. | μνημόνευσον πτωχοῦ καὶ ἐμνήσθης σαυτοῦ. |
σαυτὸν ἐλεεῖς ἕτερον ἐλεῶν, σαυτὸν εὐεργετεῖς πένητα^ εὐεργετῶν, ἐν αὐτῷ σπείρεις καὶ ἐν οὐρα^νοῖς θερίζεις. | σαυτὸν ἐλεεῖς ἕτερον ἐλεῶν, σαυτὸν εὐεργετεῖς πένητα εὐεργετῶν, ἐν αὐτῷ σπείρεις καὶ ἐν οὐρανοῖς θερίζεις. |
ἐνταῦθα σπείρεται ἡ ἐλεημοσύνη καὶ ἐν οὐρα^νοῖς θερίζεται. | ἐνταῦθα σπείρεται ἡ ἐλεημοσύνη καὶ ἐν οὐρανοῖς θερίζεται. |
μὴ λέγε· | μὴ λέγε· |
τί οὖν ποιήσω τῇ ἐνδείᾳ κεχυ^μένος; | τί οὖν ποιήσω τῇ ἐνδείᾳ κεχυμένος; |
θέλω ἐλεῆσαι, ἀλλ' οὐ δύ^να^μαι. | θέλω ἐλεῆσαι, ἀλλ' οὐ δύναμαι. |
θέλω, ἀλλ' οὐχ ὑ^πα^κούει μου τῶν πρα_γμά^των ἡ στενοχωρία. | θέλω, ἀλλ' οὐχ ὑπακούει μου τῶν πραγμάτων ἡ στενοχωρία. |
ἐξ ὧν δύ^να^σαι, ποίει· | ἐξ ὧν δύνασαι, ποίει· |
ἐκ τῶν κα^τὰ^ δύ^να^μι^ν ἐργάζου. | ἐκ τῶν κατὰ δύναμιν ἐργάζου. |
μανθάνετε μὴ μόνον ἀ^κούειν στενοχωρούμενοι, ἀλλὰ καὶ ἐλεεῖν στενοχωρούμενοι. | μανθάνετε μὴ μόνον ἀκούειν στενοχωρούμενοι, ἀλλὰ καὶ ἐλεεῖν στενοχωρούμενοι. |
ἄκουε τί φησι^ν ἡσαΐας· | ἄκουε τί φησιν ἡσαΐας· |
πεινῶντι ἐκ τῆς ψυ_χῆς σου, ἀντὶ^ τοῦ ἐξ οὗ μέλλεις ἐσθί^ειν, ἐὰν λά^βῃς καὶ δῷς καὶ κοινωνὸν ποιήσῃς τροφῆς τὸν πένητα^, σαυτὸν ἠλέησα^ς, δι' ὧν ἐκεῖνον ἔθρεψα^ς μεμνῆσθαι οἶδα καὶ τῶν ἤδη προειρημένων ὑ_μῖν περὶ ἐλεημοσύνης. | πεινῶντι ἐκ τῆς ψυχῆς σου, ἀντὶ τοῦ ἐξ οὗ μέλλεις ἐσθίειν, ἐὰν λάβῃς καὶ δῷς καὶ κοινωνὸν ποιήσῃς τροφῆς τὸν πένητα, σαυτὸν ἠλέησας, δι' ὧν ἐκεῖνον ἔθρεψας μεμνῆσθαι οἶδα καὶ τῶν ἤδη προειρημένων ὑμῖν περὶ ἐλεημοσύνης. |
ἐλεημοσύνη θεοῦ προξενεῖ φι^λί^α_ν, ἐλεημοσύνην ἄφεσι^ν ἐργάζεται πλημμελημά^των, ἐλεημοσύνην καὶ ἐκ θα^νά^του ῥύ_εται. | ἐλεημοσύνη θεοῦ προξενεῖ φιλίαν, ἐλεημοσύνην ἄφεσιν ἐργάζεται πλημμελημάτων, ἐλεημοσύνην καὶ ἐκ θανάτου ῥύεται. |
ἡ οὖν μα^κα^ρία_ ταβιθὰ νόμῳ μὲν φύ^σεως πα^ρεδόθη θα^νά^τῳ, εὐχα^ρι^στί^ᾳ δὲ χηρῶν ἀ^πὸ θα^νά^του πά^λι^ν εἰς ζωὴν ἀνεκλήθη. | ἡ οὖν μακαρία ταβιθὰ νόμῳ μὲν φύσεως παρεδόθη θανάτῳ, εὐχαριστίᾳ δὲ χηρῶν ἀπὸ θανάτου πάλιν εἰς ζωὴν ἀνεκλήθη. |
πενήτων γὰ^ρ δά^κρυ^α^ τὰ_ς τοῦ θα^νά^του πύ^λα_ς δι^έλυ_σεν. | πενήτων γὰρ δάκρυα τὰς τοῦ θανάτου πύλας διέλυσεν. |
ἐννόησον τί ἰσχύ_ει πένης εὐχόμενος. | ἐννόησον τί ἰσχύει πένης εὐχόμενος. |
ὅτε ἀ^πέθα^νεν ἡ ταβιθὰ ἐκείνη ἡ τῶν ἀ^γα^θῶν ἔργων πεπληρωμένη, πᾶσαι αἱ χῆραι περι^έστησα^ν τὸν πέτρον δακρύ_ουσαι καὶ τὰ^ τῶν πενήτων δά^κρυ^α^ τὸ πένθος ἔσβεσε, μᾶλλον δὲ τούτου τὴν βίαν ἐνί_κησεν. | ὅτε ἀπέθανεν ἡ ταβιθὰ ἐκείνη ἡ τῶν ἀγαθῶν ἔργων πεπληρωμένη, πᾶσαι αἱ χῆραι περιέστησαν τὸν πέτρον δακρύουσαι καὶ τὰ τῶν πενήτων δάκρυα τὸ πένθος ἔσβεσε, μᾶλλον δὲ τούτου τὴν βίαν ἐνίκησεν. |
ἡ γὰ^ρ ἀποθα^νοῦσα^ τῷ νόμῳ τῆς φύ^σεως ἀ^πεδόθη πά^λι^ν τῷ λόγῳ τῆς χά^ρι^τος. | ἡ γὰρ ἀποθανοῦσα τῷ νόμῳ τῆς φύσεως ἀπεδόθη πάλιν τῷ λόγῳ τῆς χάριτος. |
ἦν γὰ^ρ πλήρης ἐλεημοσυ^νῶν. | ἦν γὰρ πλήρης ἐλεημοσυνῶν. |
ἐδάκρυσαν αἱ χῆραι καὶ θεὸν ἐδυσώπησα^ν. | ἐδάκρυσαν αἱ χῆραι καὶ θεὸν ἐδυσώπησαν. |
ἐνταῦθά μοι πρόσεχε τῷ νῷ ἀ^κρι_βῶς. | ἐνταῦθά μοι πρόσεχε τῷ νῷ ἀκριβῶς. |
τὸ ἀποθα^νεῖν κα^τὰ^ φύ^σι^ν ἐστί^, τὸ δὲ ἀ^να^στῆναι ἐκ νεκρῶν καὶ πα^ρὰ^ φύ^σι^ν καὶ ὑ^πὲρ φύ^σι^ν. | τὸ ἀποθανεῖν κατὰ φύσιν ἐστί, τὸ δὲ ἀναστῆναι ἐκ νεκρῶν καὶ παρὰ φύσιν καὶ ὑπὲρ φύσιν. |
εἰ τοίνυ^ν τὸ ὑπὲρ φύ^σι^ν ἴσχυ_σε ποιῆσαι τὰ^ τῶν πενήτων δά^κρυ^α^, τὰ^ κα^τὰ^ φύ^σι^ν οὐ ποιεῖ; | εἰ τοίνυν τὸ ὑπὲρ φύσιν ἴσχυσε ποιῆσαι τὰ τῶν πενήτων δάκρυα, τὰ κατὰ φύσιν οὐ ποιεῖ; |
ἐννόησον ὅσον δύ^να^ται χήρα στενά^ζουσα^ κα^τὰ^ δυνά^στου. | ἐννόησον ὅσον δύναται χήρα στενάζουσα κατὰ δυνάστου. |
ἐὰν στενάξῃ πτωχὸς κατὰ πλουσί^ου βι^αίου, ἐὰν στενάξῃ ὀρφα^νὸς κατὰ τῶν ἀδι^κούντων, βλέπε πῶς ἐξεγείρει τὸν θεόν. | ἐὰν στενάξῃ πτωχὸς κατὰ πλουσίου βιαίου, ἐὰν στενάξῃ ὀρφανὸς κατὰ τῶν ἀδικούντων, βλέπε πῶς ἐξεγείρει τὸν θεόν. |
μὴ τοίνυν στεναζέτω πένης κατὰ σοῦ, μὴ στεναζέτω πτωχός, μὴ κα^τα^βοήσῃ ὀρφα^νός. | μὴ τοίνυν στεναζέτω πένης κατὰ σοῦ, μὴ στεναζέτω πτωχός, μὴ καταβοήσῃ ὀρφανός. |
σπεῖρον ὀρφα^νοῖς ἐλεημοσύνην, ἵνα σεαυτῷ καὶ τοῖς σοῖς τέκνοις θησαυρίσῃς φιλανθρωπίαν. | σπεῖρον ὀρφανοῖς ἐλεημοσύνην, ἵνα σεαυτῷ καὶ τοῖς σοῖς τέκνοις θησαυρίσῃς φιλανθρωπίαν. |
μίμησαι τὸν ἀβραὰμ, ὃς περὶ πά^ντα^ς τοὺς ἐνδεεῖς ἁπλώσα_ς τὰ^ τῆς φι^λοξενί^α_ς σπλά^γχνα^ τοῖς ἀπογόνοις τοῖς ἑαυτοῦ κατέλιπεν ἐνέχυ^ρον σωτηρί^α_ς. | μίμησαι τὸν ἀβραὰμ, ὃς περὶ πάντας τοὺς ἐνδεεῖς ἁπλώσας τὰ τῆς φιλοξενίας σπλάγχνα τοῖς ἀπογόνοις τοῖς ἑαυτοῦ κατέλιπεν ἐνέχυρον σωτηρίας. |
καὶ ὅρα_ τὸ θαυμαστόν. | καὶ ὅρα τὸ θαυμαστόν. |
φιλοξενίαν ἀγα^πήσα_ς ἠξι^ώθη καὶ ἀγγέλους θεοῦ δεξιώσασθαι. | φιλοξενίαν ἀγαπήσας ἠξιώθη καὶ ἀγγέλους θεοῦ δεξιώσασθαι. |
ἐδέξατο οὖν διὰ φιλοξενίαν καὶ ἀγγέλους. | ἐδέξατο οὖν διὰ φιλοξενίαν καὶ ἀγγέλους. |
καὶ ἐπεὶ ἄρτον ἀγγέλων ἔφα^γεν ἄνθρωπος. | καὶ ἐπεὶ ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. |
οὕτω προκόπτει φι^λοξενί^α_ δεξιουμένη ἀνθρώπους, φθά^νει καὶ πρὸς δεξίωσι^ν ἀγγέλων· | οὕτω προκόπτει φιλοξενία δεξιουμένη ἀνθρώπους, φθάνει καὶ πρὸς δεξίωσιν ἀγγέλων· |
φθά^νει πάλιν εἰς δεξίωσι^ν θεοῦ. | φθάνει πάλιν εἰς δεξίωσιν θεοῦ. |
θεὸς γὰ^ρ ἦν ὑ^πὸ ἀγγέλων δορυφορούμενος. | θεὸς γὰρ ἦν ὑπὸ ἀγγέλων δορυφορούμενος. |
ὅθεν καὶ ὁ κύ_ρι^ος ἡμῶν ἰησοῦς, ὁ μονογενὴς τοῦ θεοῦ λόγος, τὸν καρπὸν τῆς τῶν φιλοφρόνων τραπέζης ὑποτι^θέμενός φησι^ν· | ὅθεν καὶ ὁ κύριος ἡμῶν ἰησοῦς, ὁ μονογενὴς τοῦ θεοῦ λόγος, τὸν καρπὸν τῆς τῶν φιλοφρόνων τραπέζης ὑποτιθέμενός φησιν· |
ὁ ὑ_μᾶς δεχόμενος ἐμὲ δέχεται. | ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται. |
ἐδέξατο διὰ φιλοξενίαν καὶ ὁ μακάριος ἀβραὰμ τὸν θεόν. | ἐδέξατο διὰ φιλοξενίαν καὶ ὁ μακάριος ἀβραὰμ τὸν θεόν. |
καὶ ὅρα τὸ θαυμαστόν. | καὶ ὅρα τὸ θαυμαστόν. |
τρεῖς ἑώρα_, ἕνα^ δὲ προσεκύ^νει· | τρεῖς ἑώρα, ἕνα δὲ προσεκύνει· |
οὐ γὰ^ρ εἶπε κύριοι, ἀλλὰ^ κύριε. | οὐ γὰρ εἶπε κύριοι, ἀλλὰ κύριε. |
τρεῖς ἑώρα_ καὶ ἕνα^ κύ_ρι^ον ἀ^νύ^μνει. | τρεῖς ἑώρα καὶ ἕνα κύριον ἀνύμνει. |
ἀλλ' οὐκ ἐκεῖνα^ ἐξετάζειν καιρός, ἀλλὰ^ τὰ^ τῆς φι^λοξενί^α_ς γυμνάζειν. | ἀλλ' οὐκ ἐκεῖνα ἐξετάζειν καιρός, ἀλλὰ τὰ τῆς φιλοξενίας γυμνάζειν. |
ἐδέξατο καὶ οὐκ ἀνέπαυσεν. | ἐδέξατο καὶ οὐκ ἀνέπαυσεν. |
ξένα μυ^στήρι^α^ τῆς τοῦ θεοῦ φιλανθρωπία_ς. | ξένα μυστήρια τῆς τοῦ θεοῦ φιλανθρωπίας. |
ὅρα πῶς ἀποδί^δωσι^ν ὁ φι^λάνθρωπος τὰ_ς εὐεργεσί^α_ς· | ὅρα πῶς ἀποδίδωσιν ὁ φιλάνθρωπος τὰς εὐεργεσίας· |
ἐγώ εἰμι^ ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρα^νοῦ κα^τα^βά_ς. | ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. |
σὺ τρέφεις τοὺς ἀν θρώπους, ἐγὼ τὴν οὐρά^νι^ον τροφὴν δί^δωμι^ τοῖς σοῖς ἀπογόνοις. | σὺ τρέφεις τοὺς ἀν θρώπους, ἐγὼ τὴν οὐράνιον τροφὴν δίδωμι τοῖς σοῖς ἀπογόνοις. |
πα^ρὰ^ φύ^σι^ν οἱ ἄγγελοι ἀγγέλων τὰ^ παρ' ἀνθρώπων ἐσθί^ουσι^, παρὰ φύ^σι^ν ἀνθρώπων οἱ ἄνθρωποι τὰ^ οὐρά^νι^α^ λαμβά νουσιν. | παρὰ φύσιν οἱ ἄγγελοι ἀγγέλων τὰ παρ' ἀνθρώπων ἐσθίουσι, παρὰ φύσιν ἀνθρώπων οἱ ἄνθρωποι τὰ οὐράνια λαμβά νουσιν. |
οὔτε ἐκεῖνο τὸ βρῶμα^ ᾠκοιωμένον τῇ φύ^σει τῶν ἀγγέλων, οὔ τε τοῦτο τῇ φύ^σει τῶν ἀνθρώπων. | οὔτε ἐκεῖνο τὸ βρῶμα ᾠκοιωμένον τῇ φύσει τῶν ἀγγέλων, οὔ τε τοῦτο τῇ φύσει τῶν ἀνθρώπων. |
ἀλλὰ^ ταῦτα^ νῦν μετὰ^ ἀκρι_βεία_ς εἰπεῖν οὐκ ἔχει καιρόν. | ἀλλὰ ταῦτα νῦν μετὰ ἀκριβείας εἰπεῖν οὐκ ἔχει καιρόν. |
σὺ δὲ πόθει τῆς φι^λοξενί^α_ς τὸν μισθὸν κ ἀκεῖ ὑ^πὲρ πλούτων ἀγωνί^ζου καὶ σαυτῷ τὸν μισθὸν ταμιεύου. | σὺ δὲ πόθει τῆς φιλοξενίας τὸν μισθὸν κ ἀκεῖ ὑπὲρ πλούτων ἀγωνίζου καὶ σαυτῷ τὸν μισθὸν ταμιεύου. |
ἔχεις ἄρουρα^ν· | ἔχεις ἄρουραν· |
σπεῖρον εἰς τὸ τῶν πενήτων γεώργιον. | σπεῖρον εἰς τὸ τῶν πενήτων γεώργιον. |
ἐσκόρπισεν· | ἐσκόρπισεν· |
ἔδωκε τοῖς πένησι^ν· | ἔδωκε τοῖς πένησιν· |
ἡ δι^καιοσύ^νη αὐτοῦ μένει εἰς τὸν αἰῶνα^. | ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. |
ταῦτα παρ' ἡμῶν ἀρκούντως εἰρήσθω. | ταῦτα παρ' ἡμῶν ἀρκούντως εἰρήσθω. |
ἡ γὰ^ρ ὑπόμνησι^ς ἐγένετο πά^λι^ν ἡ περὶ^ τῶν πενήτων εἰς βεβαίωσι^ν, οὐκ εἰς μάθησι^ν. | ἡ γὰρ ὑπόμνησις ἐγένετο πάλιν ἡ περὶ τῶν πενήτων εἰς βεβαίωσιν, οὐκ εἰς μάθησιν. |
ἱκανὰ τὰ^ προειρημένα^ δι^εγεῖραι τοὺς εὐγνώμονα^ς. | ἱκανὰ τὰ προειρημένα διεγεῖραι τοὺς εὐγνώμονας. |
ἀναμνήσωμεν δὲ καὶ τὸν πνευματι^κὸν πα^τέρα^ τὸν τῆς ἐκκλησί^α_ς δι^δά^σκα^λον, καὶ εἴπωμεν πρὸς αὐτὸν εὐκαίρως· | ἀναμνήσωμεν δὲ καὶ τὸν πνευματικὸν πατέρα τὸν τῆς ἐκκλησίας διδάσκαλον, καὶ εἴπωμεν πρὸς αὐτὸν εὐκαίρως· |
ἐξεγέρθητι^ ἡ δόξα_ μου, ἐξεγέρθητι ψαλτήριον καὶ κι^θά^ρα_. | ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα. |
χρεία_ σου τῆς δι^δα^σκα^λί^α_ς καὶ τῶν πατρι^κῶν σου λόγων εἰς τὸ βραβεῦσαι τοῖς ἡμετέροις λόγοις. | χρεία σου τῆς διδασκαλίας καὶ τῶν πατρικῶν σου λόγων εἰς τὸ βραβεῦσαι τοῖς ἡμετέροις λόγοις. |
κ ἂ^ν γὰ^ρ πολὺ^ τὸ ἄλευρον, ἀλλὰ χρεία_ τῆς μικρᾶς ζύμης· | κ ἂν γὰρ πολὺ τὸ ἄλευρον, ἀλλὰ χρεία τῆς μικρᾶς ζύμης· |
κ ἂ^ν πολλὰ^ τὰ^ ῥήμα^τα^, χρεία τῆς πνευματικῆς βοηθεία_ς, ὥστε συγκροτῆσαι καὶ βεβαιῶσαι τὰ^ παρ' ἡμῶν εἰς δόξα^ν χριστοῦ, ὅτι^ αὐτῷ ἐστι^ν ἡ δόξα_ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | κ ἂν πολλὰ τὰ ῥήματα, χρεία τῆς πνευματικῆς βοηθείας, ὥστε συγκροτῆσαι καὶ βεβαιῶσαι τὰ παρ' ἡμῶν εἰς δόξαν χριστοῦ, ὅτι αὐτῷ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
πολλαὶ καὶ δι^ά^φοροι τῶν ἁ^γί^ων γρα^φῶν αἱ δι^δα^σκα^λί^αι, μί^α^ δὲ χά^ρι^ς ἡ πᾶσι^ν ἐπι^λάμπουσα^, καὶ μί^α^ πηγὴ δι^δα^σκα^λί^α_ς τὸ πνεῦμα^ τῆς ἀ^ληθεία_ς. | πολλαὶ καὶ διάφοροι τῶν ἁγίων γραφῶν αἱ διδασκαλίαι, μία δὲ χάρις ἡ πᾶσιν ἐπιλάμπουσα, καὶ μία πηγὴ διδασκαλίας τὸ πνεῦμα τῆς ἀληθείας. |
καὶ ὅσα^ δι^αγορεύει, καὶ ὅσα^ δι^δά^σκουσι^ν, ὅσα^ κηρύττουσι^ν, ὅσα^ τὸ τῆς εὐσεβεία_ς ὑ^παγορεύει, ἀ^πὸ μιᾶ_ς ὥσπερ τι^νὸς εὐθαλοῦς πηγῆς καὶ γονί^μου περι^έρχεται, τοῦ πνεύμα^τος τοῦ ἁ^γί^ου· | καὶ ὅσα διαγορεύει, καὶ ὅσα διδάσκουσιν, ὅσα κηρύττουσιν, ὅσα τὸ τῆς εὐσεβείας ὑπαγορεύει, ἀπὸ μιᾶς ὥσπερ τινὸς εὐθαλοῦς πηγῆς καὶ γονίμου περιέρχεται, τοῦ πνεύματος τοῦ ἁγίου· |
καὶ οὐκ ἔστι^ν οὔ τε εἰπεῖν τι^ σεμνόν, οὔ τε νοῆσαι δεξι^όν, οὔ τε πρᾶξαι θαυμαστόν, μὴ τοῦ ἁ^γί^ου πνεύμα^τος ἐπι^βεβαιοῦντος τὰ^ λεγόμενα^ καὶ τὰ^ νοούμενα^ καὶ τὰ^ πραττόμενα^. | καὶ οὐκ ἔστιν οὔ τε εἰπεῖν τι σεμνόν, οὔ τε νοῆσαι δεξιόν, οὔ τε πρᾶξαι θαυμαστόν, μὴ τοῦ ἁγίου πνεύματος ἐπιβεβαιοῦντος τὰ λεγόμενα καὶ τὰ νοούμενα καὶ τὰ πραττόμενα. |
κ ἂ_ν γά^ρ τι^ς τῇ ἀ^νθρωπί^νῃ σοφί^ᾳ κομᾷ, καὶ λογισμοῖς ἀ^νθρωπί^νοις ὠχυρωμένην ἔχῃ τὴν ψυ_χήν, τὸν λόγον δὲ τοῦ θεοῦ ἀποσείηται, εἰς οὐδέν ἐστι^, καὶ εἰς οὐδὲν λογισθήσεται. | κ ἂν γάρ τις τῇ ἀνθρωπίνῃ σοφίᾳ κομᾷ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὠχυρωμένην ἔχῃ τὴν ψυχήν, τὸν λόγον δὲ τοῦ θεοῦ ἀποσείηται, εἰς οὐδέν ἐστι, καὶ εἰς οὐδὲν λογισθήσεται. |
τὸν λόγον τοῦ κυ_ρί^ου ἀπεποιήσαντο. | τὸν λόγον τοῦ κυρίου ἀπεποιήσαντο. |
σοφία τί^ς ἐστι^ν ἐν αὐτοῖς; | σοφία τίς ἐστιν ἐν αὐτοῖς; |
ἡμῖν τοίνυ^ν ἄνθη τῆς ἀ^ληθεία_ς αἱ γρα^φαὶ τῆς εὐσεβεία_ς· | ἡμῖν τοίνυν ἄνθη τῆς ἀληθείας αἱ γραφαὶ τῆς εὐσεβείας· |
καὶ πολλὰ^ μὲν τὰ^ ἄνθη, εἷς δὲ ὁ λειμὼν ὁ τὰ^ ἄνθη τρέφων· | καὶ πολλὰ μὲν τὰ ἄνθη, εἷς δὲ ὁ λειμὼν ὁ τὰ ἄνθη τρέφων· |
πολλοὶ τῆς δι^δα^σκα^λί^α_ς οἱ λαμπτῆρες, εἷς δὲ ὁ φωστὴρ ὁ ἀ^ληθι^νός· | πολλοὶ τῆς διδασκαλίας οἱ λαμπτῆρες, εἷς δὲ ὁ φωστὴρ ὁ ἀληθινός· |
πολλοὶ οἱ ἀστέρες, εἷς δὲ ὁ οὐρα^νὸς ὁ φέρων τοὺς ἀ^στέρα^ς· | πολλοὶ οἱ ἀστέρες, εἷς δὲ ὁ οὐρανὸς ὁ φέρων τοὺς ἀστέρας· |
πολλοὶ οἱ κλά^δοι, μί^α^ δὲ ἡ ῥί^ζα_· | πολλοὶ οἱ κλάδοι, μία δὲ ἡ ῥίζα· |
πολλοὶ οἱ δά^κτυ^λοι, μί^α^ δὲ ἡ χείρ, ἡ δι^ὰ^ τῶν δα^κτύ^λων γρά^φουσα^· | πολλοὶ οἱ δάκτυλοι, μία δὲ ἡ χείρ, ἡ διὰ τῶν δακτύλων γράφουσα· |
πολλαὶ αἰ χορδαί, μι^ᾷ ἡ κι^θά^ρα_ τοῦ πνεύμα^τος· | πολλαὶ αἰ χορδαί, μιᾷ ἡ κιθάρα τοῦ πνεύματος· |
πολλαὶ δι^δα^σκα^λί^αι, μί^α^ ἡ πηγὴ τῆς εὐσεβεία_ς. | πολλαὶ διδασκαλίαι, μία ἡ πηγὴ τῆς εὐσεβείας. |
ἀλλὰ^ θαυμάζω πῶς ὁ τυφλὸς οὗτος, οὐ νόμον ἀ^να^γνούς, οὐ προφήτα_ς δι^ελθών, οὐκ εὐαγγελί^οις ἐντυχών, οὐκ ἀ^ποστόλοις βεβαιωθείς, ἐπεκαλεῖτο τὸν σωτῆρα^ τῆς οἰκουμένης, λέγων ἰησοῦ, υἱὲ δαυίδ, ἐλέησόν με. | ἀλλὰ θαυμάζω πῶς ὁ τυφλὸς οὗτος, οὐ νόμον ἀναγνούς, οὐ προφήτας διελθών, οὐκ εὐαγγελίοις ἐντυχών, οὐκ ἀποστόλοις βεβαιωθείς, ἐπεκαλεῖτο τὸν σωτῆρα τῆς οἰκουμένης, λέγων ἰησοῦ, υἱὲ δαυίδ, ἐλέησόν με. |
πόθεν ἔμα^θες ταῦτα^ κα^λεῖν, μὴ μα^θὼν ὃ ἐπι^καλῇ; | πόθεν ἔμαθες ταῦτα καλεῖν, μὴ μαθὼν ὃ ἐπικαλῇ; |
οὐκ ἀ^νέγνως βίβλους, τῶν ὄψεων ἀπεστερημένος· | οὐκ ἀνέγνως βίβλους, τῶν ὄψεων ἀπεστερημένος· |
οὐκ ἐσχόλα^σα^ς δι^δα^σκα^λί^αις, μί^α^ν ἔχων ὑ^πόθεσι^ν τῆς ζωῆς, τὴν αἴτησι^ν, μᾶλλον δὲ τὸ προσαιτεῖν· | οὐκ ἐσχόλασας διδασκαλίαις, μίαν ἔχων ὑπόθεσιν τῆς ζωῆς, τὴν αἴτησιν, μᾶλλον δὲ τὸ προσαιτεῖν· |
πόθεν οὖν ἔγνως τὸν φωστῆρα^ τοῦ κόσμου, ὃν οὔ τε ἐν οὐρα^νοῖς ἐθεά_σω, οὔ τε ἐπὶ^ γῆς, τῶν ὄψεων ἐστερημένος; | πόθεν οὖν ἔγνως τὸν φωστῆρα τοῦ κόσμου, ὃν οὔ τε ἐν οὐρανοῖς ἐθεάσω, οὔ τε ἐπὶ γῆς, τῶν ὄψεων ἐστερημένος; |
ἀλλ' ἀ^ληθῶς ἐπὶ^ τούτῳ ἐπληροῦτο κύ_ρι^ος σοφοῖ τοὺς τυφλούς. | ἀλλ' ἀληθῶς ἐπὶ τούτῳ ἐπληροῦτο κύριος σοφοῖ τοὺς τυφλούς. |
ὄχλος πολὺ^ς ἦν περὶ^ τὸν ἰησοῦν, καὶ ὁ τυφλὸς τὸν μὲν φωστῆρα^ τῆς ἀ^ληθεία_ς οὐκ ᾔδει, τῆς δὲ ἐνεργεία_ς ᾔσθετο· | ὄχλος πολὺς ἦν περὶ τὸν ἰησοῦν, καὶ ὁ τυφλὸς τὸν μὲν φωστῆρα τῆς ἀληθείας οὐκ ᾔδει, τῆς δὲ ἐνεργείας ᾔσθετο· |
ἥρπα^σε τῇ δι^α^θέσει, ὃ μὴ πα^ρέλα^βεν ἡ ὄψι^ς. | ἥρπασε τῇ διαθέσει, ὃ μὴ παρέλαβεν ἡ ὄψις. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.