macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
τί^ φησι^ βούλεται ὁ ὄχλος; | τί φησι βούλεται ὁ ὄχλος; |
λέγουσιν αὐτῷ· | λέγουσιν αὐτῷ· |
ἰησοῦς ὁ ναζωραῖος πα^ρέρχεται. | ἰησοῦς ὁ ναζωραῖος παρέρχεται. |
ὢ τοῦ θαύμα^τος· | ὢ τοῦ θαύματος· |
ἄλλα^ δι^δά^σκεται, καὶ ἄλλα^ κηρύττει· | ἄλλα διδάσκεται, καὶ ἄλλα κηρύττει· |
ἀ^κούει ἰησοῦν ναζωραῖον, οὐ κα^λεῖ δὲ αὐτὸν ἰησοῦν ναζωραῖον, ἀλλ' ἰησοῦν υἱὸν δαυίδ. | ἀκούει ἰησοῦν ναζωραῖον, οὐ καλεῖ δὲ αὐτὸν ἰησοῦν ναζωραῖον, ἀλλ' ἰησοῦν υἱὸν δαυίδ. |
οἱ βλέποντες τὰ^ ἐξ ὑπονοία_ς ἔλεγον, ὁ δὲ τυφλὸς τὰ^ ἐξ ἀ^ληθεία_ς ἐκήρυττεν. | οἱ βλέποντες τὰ ἐξ ὑπονοίας ἔλεγον, ὁ δὲ τυφλὸς τὰ ἐξ ἀληθείας ἐκήρυττεν. |
ἰησοῦ, υἱὲ δαυίδ, ἐλέησόν με. | ἰησοῦ, υἱὲ δαυίδ, ἐλέησόν με. |
τοίνυ^ν ἕκαστος τὴν φωνὴν ἰδιοποιούμενος, ῥήξῃ ἀ^πὸ τῆς κα^ρδί^α_ς ἐξομολόγησι^ν, καὶ ἕκαστος ὑ^πὲρ ἑαυτοῦ ταύτην εἴπῃ τὴν φωνήν· | τοίνυν ἕκαστος τὴν φωνὴν ἰδιοποιούμενος, ῥήξῃ ἀπὸ τῆς καρδίας ἐξομολόγησιν, καὶ ἕκαστος ὑπὲρ ἑαυτοῦ ταύτην εἴπῃ τὴν φωνήν· |
υἱὲ δαυίδ, ἐλέησόν με. | υἱὲ δαυίδ, ἐλέησόν με. |
καὶ ὥσπερ, ἀ^δελφοί, ἐπειδὰ^ν εἰς πένθος πολλοὶ ἀ^πέλθωσι^, καὶ ἴ^δωσι^ σκήνωμα^ προκείμενον, καὶ δακρυ_όμενον ὑ^πὸ τῶν ἰ^δί^ων, πάντες δακρύ_ουσι^ν, οἱ μὲν συ^νδιατιθέμενοι τῷ πένθει, οἱ δὲ τὰ^ ἑαυτῶν ἐρευνῶντες πρά_γμα^τα^· | καὶ ὥσπερ, ἀδελφοί, ἐπειδὰν εἰς πένθος πολλοὶ ἀπέλθωσι, καὶ ἴδωσι σκήνωμα προκείμενον, καὶ δακρυόμενον ὑπὸ τῶν ἰδίων, πάντες δακρύουσιν, οἱ μὲν συνδιατιθέμενοι τῷ πένθει, οἱ δὲ τὰ ἑαυτῶν ἐρευνῶντες πράγματα· |
καὶ κλαίει πολλά^κι^ς γυ^νὴ καὶ ὀδύ_ρεται, ἀλλ' οὖν οὐ τὸν προκείμενον ἀ^λλότρι^ος γά^ρ, ἀλλὰ^ τὸν ἑαυτῆς τὸν προαπελθόντα^, καὶ γί_νεται ἡ ἀ^λλοτρί^α_ ὑπόθεσι^ς ἰ^δί^ων κα^κῶν ὑπόμνησι^ς· | καὶ κλαίει πολλάκις γυνὴ καὶ ὀδύρεται, ἀλλ' οὖν οὐ τὸν προκείμενον ἀλλότριος γάρ, ἀλλὰ τὸν ἑαυτῆς τὸν προαπελθόντα, καὶ γίνεται ἡ ἀλλοτρία ὑπόθεσις ἰδίων κακῶν ὑπόμνησις· |
οὕτως ὑ_μῶν ἕκαστος, ἀ^δελφοί, ὅτα^ν τὰ^ πα^ρὰ^ τῶν ἁ^γί^ων κηρυττόμενα^ μα^νθά^νῃ, ἰδιοποιείτω τὴν λέξι^ν, ὑ^πὲρ τῶν ἰ^δί^ων τραυμά^των λέγων· | οὕτως ὑμῶν ἕκαστος, ἀδελφοί, ὅταν τὰ παρὰ τῶν ἁγίων κηρυττόμενα μανθάνῃ, ἰδιοποιείτω τὴν λέξιν, ὑπὲρ τῶν ἰδίων τραυμάτων λέγων· |
υἱὲ δαυίδ, ἐλέησόν με· | υἱὲ δαυίδ, ἐλέησόν με· |
καὶ λεγέτω καὶ νῦν ἕκαστος ἀ^πὸ τῶν ἰ^δί^ων κα^κῶν διεγειρόμενος, ὁ μέν, ὅτι^ τυφλός ἐστι^ τὴν δι^ά^νοια^ν, ὁ δέ, ὅτι^ κωφὴν ἔχει τὴν ψυ_χήν· | καὶ λεγέτω καὶ νῦν ἕκαστος ἀπὸ τῶν ἰδίων κακῶν διεγειρόμενος, ὁ μέν, ὅτι τυφλός ἐστι τὴν διάνοιαν, ὁ δέ, ὅτι κωφὴν ἔχει τὴν ψυχήν· |
ἄλλος, ὅτι^ χωλὸν ἔχει τὸν λογισμόν, ἕτερος, ὅτι^ λεπρὰ_ν ἔχει τὴν γνώμην. | ἄλλος, ὅτι χωλὸν ἔχει τὸν λογισμόν, ἕτερος, ὅτι λεπρὰν ἔχει τὴν γνώμην. |
τὰ^ γὰ^ρ πά^θη, ἃ^ ἐθερά^πευσεν ἐπὶ^ τῶν σωμά^των ὁ χριστός, ταῦτα^ καὶ ἐπὶ^ τῶν ψυ_χῶν γί_νεται καὶ δεῖται τῆς ἄ^νωθεν βοηθεία_ς. | τὰ γὰρ πάθη, ἃ ἐθεράπευσεν ἐπὶ τῶν σωμάτων ὁ χριστός, ταῦτα καὶ ἐπὶ τῶν ψυχῶν γίνεται καὶ δεῖται τῆς ἄνωθεν βοηθείας. |
ἔστι^ τυφλὴ ψυ_χή, δεομένη ἀναβλέψεως, τυφλὴ ψυ_χή, ἡ νόμου θαυμάσια^ μὴ βλέπουσα^, τυφλὴ ψυ_χή, ἡ τὸν μέλλοντα^ αἰῶνα^ μὴ κα^θορῶσα^, τυφλὴ ψυ_χή, ἡ τὸ σῶ^μα^ τοῦ χριστοῦ βλέπουσα^, τὴν δὲ θεότητα^ μὴ γνωρί^ζουσα^. | ἔστι τυφλὴ ψυχή, δεομένη ἀναβλέψεως, τυφλὴ ψυχή, ἡ νόμου θαυμάσια μὴ βλέπουσα, τυφλὴ ψυχή, ἡ τὸν μέλλοντα αἰῶνα μὴ καθορῶσα, τυφλὴ ψυχή, ἡ τὸ σῶμα τοῦ χριστοῦ βλέπουσα, τὴν δὲ θεότητα μὴ γνωρίζουσα. |
ὅτι^ δὲ τυφλή ἐστι^ν ἡ ψυ_χὴ ἡ ἀ^γνοοῦσα^ τὰ^ περὶ^ θεοῦ, καὶ ἐτυφλώθησα^ν οἱ δοῦλοι τοῦ θεοῦ. | ὅτι δὲ τυφλή ἐστιν ἡ ψυχὴ ἡ ἀγνοοῦσα τὰ περὶ θεοῦ, καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. |
πῶς ἐτυφλώθησα^ν; | πῶς ἐτυφλώθησαν; |
εἴδετε γά^ρ φησι^ πλεονά^κις, καὶ οὐκ ἐφυ^λά^ξα^σθε· | εἴδετε γάρ φησι πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· |
ἀνεῳγμένα^ τὰ^ ὦτα^, καὶ οὐκ ἠκούσα^τε. | ἀνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. |
καὶ τί^ς τυφλός, ἀλλ' ἢ οἱ παῖδές μου; | καὶ τίς τυφλός, ἀλλ' ἢ οἱ παῖδές μου; |
καὶ τί^ς κωφός, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; | καὶ τίς κωφός, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; |
καὶ ὁ σωτὴρ βουλόμενος δεῖξαι τύφλωσι^ν δι^α^νοία_ς, φαρισαίους τυφλώττοντα^ς περὶ^ τὴν ἀ^λήθεια^ν ἐλέγχει λέγων· | καὶ ὁ σωτὴρ βουλόμενος δεῖξαι τύφλωσιν διανοίας, φαρισαίους τυφλώττοντας περὶ τὴν ἀλήθειαν ἐλέγχει λέγων· |
ἐάσατε αὐτούς, ὁδηγοί εἰσι^ τυφλοὶ τυφλῶν· | ἐάσατε αὐτούς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· |
τυφλὸς δὲ τυφλὸν ἐὰ^ν ὁδηγῇ, ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται. | τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται. |
κωφὴ δέ ἐστι^ν ἡ ψυ_χὴ ἡ νόμου μὴ ὑ^πα^κούουσα^, ἡ τὴν δεσποτι^κὴν φωνὴν παραγραφομένη, κωφὴ οὐκ ἐκ φύ^σεως, ἀλλ' ἐκ προαιρέσεως. | κωφὴ δέ ἐστιν ἡ ψυχὴ ἡ νόμου μὴ ὑπακούουσα, ἡ τὴν δεσποτικὴν φωνὴν παραγραφομένη, κωφὴ οὐκ ἐκ φύσεως, ἀλλ' ἐκ προαιρέσεως. |
ὁ ἔχων ὦτα^ ἀ^κούειν, ἀ^κουέτω. | ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. |
οὐχ ὅτι^ τι^νὲς τῶν πα^ρόντων οὐκ εἶχον ὦτα^· | οὐχ ὅτι τινὲς τῶν παρόντων οὐκ εἶχον ὦτα· |
πῶς γὰ^ρ ἂ^ν ἐσχόλαζον τῇ δι^δα^σκα^λί^ᾳ, τὸ ὄργα^νον τῆς ἀκοῆς οὐκ ἔχοντες; | πῶς γὰρ ἂν ἐσχόλαζον τῇ διδασκαλίᾳ, τὸ ὄργανον τῆς ἀκοῆς οὐκ ἔχοντες; |
ἀλλὰ^ δείκνυ_σι^ σα^φῶς, ὅτι^ τὸ μὲν φαινόμενον οὖς πρὸς ἀκοὴν δεδημιούργηται, ἡ δὲ τῆς ψυ_χῆς αἴσθησι^ς πρὸς τὴν ἀκοὴν τοῦ θείου νόμου οὐ συ^ναρμόζεται. | ἀλλὰ δείκνυσι σαφῶς, ὅτι τὸ μὲν φαινόμενον οὖς πρὸς ἀκοὴν δεδημιούργηται, ἡ δὲ τῆς ψυχῆς αἴσθησις πρὸς τὴν ἀκοὴν τοῦ θείου νόμου οὐ συναρμόζεται. |
οὐδὲν οὖν ὄφελος τῆς ἔξωθεν ἀκοῆς, ἀποκεκωφωμένης τῆς ἔσωθεν δι^α^νοία_ς. | οὐδὲν οὖν ὄφελος τῆς ἔξωθεν ἀκοῆς, ἀποκεκωφωμένης τῆς ἔσωθεν διανοίας. |
λεπρός τί^ς ἐστι^ τῇ ψυ^χῇ, οὐχ ὁ τὸ σῶ^μα^ ἀμαυρούμενος, ἀλλ' ὁ τὴν ψυ_χὴν σκοτιζόμενος. | λεπρός τίς ἐστι τῇ ψυχῇ, οὐχ ὁ τὸ σῶμα ἀμαυρούμενος, ἀλλ' ὁ τὴν ψυχὴν σκοτιζόμενος. |
τί^ γά^ρ ἐστι^ λέπρα_ ἐν σώμα^τι^, ἀλλ' ἢ διπλοῦν χρῶμα^; | τί γάρ ἐστι λέπρα ἐν σώματι, ἀλλ' ἢ διπλοῦν χρῶμα; |
τί^ ἐστι^ λέπρα_ ἐν ψυ^χῇ; | τί ἐστι λέπρα ἐν ψυχῇ; |
διπλοῦς διαλογισμός. | διπλοῦς διαλογισμός. |
οὐαὶ ἁμαρτωλῷ ἐπι^βαίνοντι^ ἐπὶ^ δύ^ο τρί^βους. | οὐαὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. |
ὅτα^ν τι^ς ποτὲ μὲν πιστεύῃ, ποτὲ δὲ ἀ^πι^στῇ, καὶ ποτὲ μὲν πρὸς ἐλεημοσύνην ῥέπῃ, ποτὲ δὲ πρὸς ἀπανθρωπίαν, λεπρός ἐστι^ τὴν ψυ_χήν, οὐκ ἔχων χρῶμα^ ὑγι^ές, ἀλλὰ^ μεριζόμενος τὴν δι^ά^νοια^ν· | ὅταν τις ποτὲ μὲν πιστεύῃ, ποτὲ δὲ ἀπιστῇ, καὶ ποτὲ μὲν πρὸς ἐλεημοσύνην ῥέπῃ, ποτὲ δὲ πρὸς ἀπανθρωπίαν, λεπρός ἐστι τὴν ψυχήν, οὐκ ἔχων χρῶμα ὑγιές, ἀλλὰ μεριζόμενος τὴν διάνοιαν· |
καὶ ὥσπερ μερίζει λέπρα_ τὸ σῶ^μα^, οὕτω μερίζει λογισμὸς πονηρὸς τὴν δι^ά^νοια^ν. | καὶ ὥσπερ μερίζει λέπρα τὸ σῶμα, οὕτω μερίζει λογισμὸς πονηρὸς τὴν διάνοιαν. |
ἕκαστος οὖν ὑ^πὲρ τῶν ἑαυτοῦ τραυμά^των βοήσῃ, καὶ ἐπι^καλέσηται ἰησοῦν τὸν ἰ_α_τρὸν ψυ_χῶν καὶ σωμά^των, κα^θὼς ἐβόα_ ὁ τυφλός· | ἕκαστος οὖν ὑπὲρ τῶν ἑαυτοῦ τραυμάτων βοήσῃ, καὶ ἐπικαλέσηται ἰησοῦν τὸν ἰατρὸν ψυχῶν καὶ σωμάτων, καθὼς ἐβόα ὁ τυφλός· |
υἱὲ δαυίδ, ἐλέησόν με. | υἱὲ δαυίδ, ἐλέησόν με. |
καὶ οἱ μὲν προάγοντες, ἐπετίμων· | καὶ οἱ μὲν προάγοντες, ἐπετίμων· |
ἀλλ' οὐκ ἐμποδίζεται ἡ πα^ρρησί^α_ δι^ὰ^ τῶν κωλυ_όντων. | ἀλλ' οὐκ ἐμποδίζεται ἡ παρρησία διὰ τῶν κωλυόντων. |
οἶδεν ἡ πί^στι_ς πρὸς πά^ντα^ μά^χεσθαι καὶ πά^ντα^ νι_κᾶν. | οἶδεν ἡ πίστις πρὸς πάντα μάχεσθαι καὶ πάντα νικᾶν. |
ἐπετίμων ἄνθρωποι, καὶ ὁ πιστὸς οὐχ ὑποστέλλεται, ἀλλ' ἀ^κολουθεῖ τῷ δεσπότῃ, εἰδὼς ὅτι^ κα^λὴ ἡ ὑ^πὲρ εὐσεβεία_ς ἀναίδεια^. | ἐπετίμων ἄνθρωποι, καὶ ὁ πιστὸς οὐχ ὑποστέλλεται, ἀλλ' ἀκολουθεῖ τῷ δεσπότῃ, εἰδὼς ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια. |
εἰ γὰ^ρ ὑ^πὲρ χρημά^των ἀ^ναιδεῖς πολλοί, ὑ^πὲρ σωτηρί^α_ς ψυ_χῆς οὐ κάλλιστον τὴν κα^λὴν ἀναίδεια^ν ἐνδύ_σα^σθαι; | εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς πολλοί, ὑπὲρ σωτηρίας ψυχῆς οὐ κάλλιστον τὴν καλὴν ἀναίδειαν ἐνδύσασθαι; |
κελεύει αὐτὸν ὁ ἰησοῦς ἀχθῆναι. | κελεύει αὐτὸν ὁ ἰησοῦς ἀχθῆναι. |
ἔστησε τὸν κύ_ρι^ον ἰησοῦν ἡ φωνὴ τοῦ μετὰ^ πίστεως ἐπι^καλουμένου· | ἔστησε τὸν κύριον ἰησοῦν ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλουμένου· |
ἐκέλευσε πρὸς αὐτὸν ἀχθῆναι τὸν ἐγγίσαντα^ αὐτῷ τῇ πίστει πρότερον, καὶ πλησι^ά^σαι τῷ σώμα^τι^. | ἐκέλευσε πρὸς αὐτὸν ἀχθῆναι τὸν ἐγγίσαντα αὐτῷ τῇ πίστει πρότερον, καὶ πλησιάσαι τῷ σώματι. |
ἐκέλευσεν αὐτὸν ἀχθῆναι, καί φησι^· | ἐκέλευσεν αὐτὸν ἀχθῆναι, καί φησι· |
τί^ σοι θέλεις ποιήσω; | τί σοι θέλεις ποιήσω; |
οὐκ ἀργῶς ἐρωτᾷ· | οὐκ ἀργῶς ἐρωτᾷ· |
ἠδύνατο γὰ^ρ καὶ κα^θημένῳ τὴν ἴα_σι^ν πέμψαι, ἀλλ' ἰουδαῖοι οἱ τὴν ἀ^λήθεια^ν συκοφαντοῦντες, ἠδύναντο εἰπεῖν, ὡς ἐπὶ^ τοῦ ἐκ γενετῆς τυφλοῦ· | ἠδύνατο γὰρ καὶ καθημένῳ τὴν ἴασιν πέμψαι, ἀλλ' ἰουδαῖοι οἱ τὴν ἀλήθειαν συκοφαντοῦντες, ἠδύναντο εἰπεῖν, ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ· |
οὐκ ἔστι^ν οὗτος, ἀλλ' ὅμοιος αὐτοῦ. | οὐκ ἔστιν οὗτος, ἀλλ' ὅμοιος αὐτοῦ. |
κα^λεῖ οὖν εἰς μέσον τῶν ἀγνωμόνων τὸ θέατρον τὸν εὐεργετούμενον, ἵ^να_ πρῶτον δείξῃ τὸ πήρωμα^ τῆς φύ^σεως, καὶ τότε γνωρί^σῃ τὴν αὐθεντίαν τῆς χά^ρι^τος. | καλεῖ οὖν εἰς μέσον τῶν ἀγνωμόνων τὸ θέατρον τὸν εὐεργετούμενον, ἵνα πρῶτον δείξῃ τὸ πήρωμα τῆς φύσεως, καὶ τότε γνωρίσῃ τὴν αὐθεντίαν τῆς χάριτος. |
τί^ σοι θέλεις ποιήσω; | τί σοι θέλεις ποιήσω; |
ἐρωτᾷ ἐκεῖνον, δι^δά^σκει δὲ τοὺς πα^ρόντα^ς. | ἐρωτᾷ ἐκεῖνον, διδάσκει δὲ τοὺς παρόντας. |
ὁ δέ· | ὁ δέ· |
κύριέ φησι^ν ἵ^να_ ἀ^να^βλέψω. | κύριέ φησιν ἵνα ἀναβλέψω. |
βλέπε, ὅσα^ λα^μβά^νει ἐνέχυρα^ πα^ρὰ^ τοῦ τὴν θεραπείαν δεχομένου, ἵ^να_ ἀποκλείσῃ τὴν συκοφαντίαν τῶν πονηρευομένων. | βλέπε, ὅσα λαμβάνει ἐνέχυρα παρὰ τοῦ τὴν θεραπείαν δεχομένου, ἵνα ἀποκλείσῃ τὴν συκοφαντίαν τῶν πονηρευομένων. |
λέγει οὖν· | λέγει οὖν· |
πορεύου, ἡ πί^στι_ς σου ἔσωσέ σε. | πορεύου, ἡ πίστις σου ἔσωσέ σε. |
ὁρᾷς, πῶς τὸ προειρημένον ἡμῖν κα^τὰ^ τὴν προτεραία_ν δι' αὐτῶν δείκνυ^ται τῶν ἔργων; | ὁρᾷς, πῶς τὸ προειρημένον ἡμῖν κατὰ τὴν προτεραίαν δι' αὐτῶν δείκνυται τῶν ἔργων; |
καὶ ὅτι^ ἄπρα_τοι αἱ εὐεργεσί^αι, καὶ πωλοῦνται τῇ πίστει; | καὶ ὅτι ἄπρατοι αἱ εὐεργεσίαι, καὶ πωλοῦνται τῇ πίστει; |
οὐ δί^δωσι^ν ἀργυρί^ου τὰ_ς εὐεργεσί^α_ς ἰησοῦς, πωλεῖ δὲ αὐτὰ_ς τῇ πίστει. | οὐ δίδωσιν ἀργυρίου τὰς εὐεργεσίας ἰησοῦς, πωλεῖ δὲ αὐτὰς τῇ πίστει. |
ἐὰ^ν μὴ κα^τα^βά^λῃς πίστι^ν, οὐ δέχῃ τὴν εὐεργεσίαν· | ἐὰν μὴ καταβάλῃς πίστιν, οὐ δέχῃ τὴν εὐεργεσίαν· |
ἡ χά^ρι^ς ἥπλωται, ἡ δὲ πί^στι_ς προέρχεται. | ἡ χάρις ἥπλωται, ἡ δὲ πίστις προέρχεται. |
καὶ ὥσπερ πηγὴ μί^α^, ἀντλοῦσι^ δὲ ἐκ τῆς πηγῆς οἱ μὲν μικροῖς ἀγγείοις, οἱ δὲ μείζοσι^, καὶ ὁ μὲν ὀλί^γον ἀρύεται ὕ^δωρ, ὁ δὲ πολύ^, οὐ τῆς πηγῆς μεριζούσης τὰ^ μέτρα^, ἀλλ' ἑκάστου πρὸς τὸ οἰκεῖον ἀγγεῖον ἀρυομένου· | καὶ ὥσπερ πηγὴ μία, ἀντλοῦσι δὲ ἐκ τῆς πηγῆς οἱ μὲν μικροῖς ἀγγείοις, οἱ δὲ μείζοσι, καὶ ὁ μὲν ὀλίγον ἀρύεται ὕδωρ, ὁ δὲ πολύ, οὐ τῆς πηγῆς μεριζούσης τὰ μέτρα, ἀλλ' ἑκάστου πρὸς τὸ οἰκεῖον ἀγγεῖον ἀρυομένου· |
οὕτως ἡ χά^ρι^ς ἥπλωται ὡς πηγή, ἡ πρόθεσι^ς δὲ τοῦ προσερχομένου ἀγγεῖον καὶ σκεῦος γί_νεται τῆς χά^ρι^τος. | οὕτως ἡ χάρις ἥπλωται ὡς πηγή, ἡ πρόθεσις δὲ τοῦ προσερχομένου ἀγγεῖον καὶ σκεῦος γίνεται τῆς χάριτος. |
ἐὰ^ν οὖν προσα^γά^γῃς πίστι^ν ὀλί^γην ὡς σκεῦος μικρόν, μι_κρὰ_ν ἀντλεῖς τὴν χά^ρι^ν· | ἐὰν οὖν προσαγάγῃς πίστιν ὀλίγην ὡς σκεῦος μικρόν, μικρὰν ἀντλεῖς τὴν χάριν· |
ἐὰ^ν δὲ μεγά^λην προσα^γά^γῃς τὴν δι^ά^νοια^ν, μεγά^λην ἀντλεῖς τὴν εὐεργεσίαν. | ἐὰν δὲ μεγάλην προσαγάγῃς τὴν διάνοιαν, μεγάλην ἀντλεῖς τὴν εὐεργεσίαν. |
δι^ὰ^ τοῦτο ὁ σωτὴρ λέγει· | διὰ τοῦτο ὁ σωτὴρ λέγει· |
πιστεύεις, ὅτι^ δύ^να^μαι τοῦτο ποιῆσαι; | πιστεύεις, ὅτι δύναμαι τοῦτο ποιῆσαι; |
ὁ δέ· | ὁ δέ· |
ναί, κύ_ρι^ε. | ναί, κύριε. |
καὶ ὁ σωτήρ· | καὶ ὁ σωτήρ· |
κα^τὰ^ τὴν πίστι^ν σου γενηθήτω σοι. | κατὰ τὴν πίστιν σου γενηθήτω σοι. |
ἐντεῦθεν ὁ ἀ^πόστολος παρακελεύεται κορινθίοις λέγων· | ἐντεῦθεν ὁ ἀπόστολος παρακελεύεται κορινθίοις λέγων· |
πλατύνθητε ὑ_μεῖς, ἵ^να_ δείξῃ ὅτι^ τῇ πλατυνομένῃ δι^α^νοίᾳ πλατυτέρα ἡ χά^ρι^ς ἐπεισέρχεται· | πλατύνθητε ὑμεῖς, ἵνα δείξῃ ὅτι τῇ πλατυνομένῃ διανοίᾳ πλατυτέρα ἡ χάρις ἐπεισέρχεται· |
καὶ ὁ προφήτης· | καὶ ὁ προφήτης· |
ἄνοιξον τὸ στόμα^ σου, καὶ πληρώσω αὐτό. | ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. |
οὐδὲν πα^ρὰ^ τῇ εὐεργεσί^ᾳ τὸ κώλυ_μα^, ἀλλὰ^ πα^ρὰ^ τῇ ἡμετέρᾳ ῥᾳθυ_μί^ᾳ. | οὐδὲν παρὰ τῇ εὐεργεσίᾳ τὸ κώλυμα, ἀλλὰ παρὰ τῇ ἡμετέρᾳ ῥᾳθυμίᾳ. |
φωστὴρ τῆς δι^καιοσύ^νης ἀνέτειλεν ἰησοῦς, ἥπλωται παντα^χοῦ ἡ ἀκτὶς νοητοῦ ἡλί^ου· | φωστὴρ τῆς δικαιοσύνης ἀνέτειλεν ἰησοῦς, ἥπλωται πανταχοῦ ἡ ἀκτὶς νοητοῦ ἡλίου· |
καὶ ὁ μὲν ἐλάττονος ἀπολαύει τῆς χά^ρι^τος, ὁ δὲ μείζονος, οὐ τῆς χά^ρι^τος μεριζούσης, ἀλλὰ^ τῆς δι^α^νοία_ς τὸ μέτρον ὑ^ποβαλλούσης. | καὶ ὁ μὲν ἐλάττονος ἀπολαύει τῆς χάριτος, ὁ δὲ μείζονος, οὐ τῆς χάριτος μεριζούσης, ἀλλὰ τῆς διανοίας τὸ μέτρον ὑποβαλλούσης. |
ὥσπερ γὰ^ρ εἷς ἥλι^ος εἰς πᾶσα^ν τὴν γῆν, καὶ μί^α^ ἀκτίς, καὶ μί^α^ αὐγή, οὐ πᾶς δὲ ὁ κόσμος ὁμοίως πεφώτισται, ἀλλ' ὁ μὲν λαμπρὸν ἔχει τὸ φῶς, ὁ δὲ ἔλαττον, ὁ δὲ μεῖζον, καὶ ὁ μὲν στενόν, ὁ δὲ πλατύτερον, οὐ τοῦ ἡλί^ου μερίζοντος τούτῳ τῷ οἴκῳ τὸ μεῖζον, κ ἀκείνῳ τὸ ἔλαττον, ἀλλὰ^ πρὸς τὰ_ς θυ^ρί^δα^ς, ἃ_ς ἠνέῳξαν οἱ... | ὥσπερ γὰρ εἷς ἥλιος εἰς πᾶσαν τὴν γῆν, καὶ μία ἀκτίς, καὶ μία αὐγή, οὐ πᾶς δὲ ὁ κόσμος ὁμοίως πεφώτισται, ἀλλ' ὁ μὲν λαμπρὸν ἔχει τὸ φῶς, ὁ δὲ ἔλαττον, ὁ δὲ μεῖζον, καὶ ὁ μὲν στενόν, ὁ δὲ πλατύτερον, οὐ τοῦ ἡλίου μερίζοντος τούτῳ τῷ οἴκῳ τὸ μεῖζον, κ ἀκείνῳ τὸ ἔλαττον, ἀλλὰ πρὸς τὰς θυρίδας, ἃς ἠνέῳξαν οἱ οἰκοδομοῦντες... |
οὕτως ἐπειδὴ θυ^ρί^δες ἡμῶν τῆς ψυ_χῆς οἱ λογισμοί, ὅτα^ν πλατυτέρους ἀ^νοίξῃς τοὺς λογισμούς, πλατυτέραν δέχῃ τὴν εὐεργεσίαν· | οὕτως ἐπειδὴ θυρίδες ἡμῶν τῆς ψυχῆς οἱ λογισμοί, ὅταν πλατυτέρους ἀνοίξῃς τοὺς λογισμούς, πλατυτέραν δέχῃ τὴν εὐεργεσίαν· |
ὅτα^ν στενώσῃς τὴν δι^ά^νοια^ν, στενοῖς τὴν χά^ρι^ν. | ὅταν στενώσῃς τὴν διάνοιαν, στενοῖς τὴν χάριν. |
ἀνακάλυψόν σου τὸν λογισμόν, ἵ^να_ δέξῃ τὴν αὐγήν. | ἀνακάλυψόν σου τὸν λογισμόν, ἵνα δέξῃ τὴν αὐγήν. |
ἡμεῖς δὲ πάντες ἀνακεκα^λυ^μμένῳ προσώπῳ τὴν δόξα^ν κυ_ρί^ου κατοπτριζόμεθα^, μετα^μορφούμενοι ἀ^πὸ δόξης εἰς δόξα^ν. | ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα, μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. |
εἷς τυφλὸς ἐθερα^πεύθη δι^ὰ^ τῆς ἱ^στορί^α_ς καὶ πολλῶν ὀφθαλμοὶ διανοίγονται δι^ὰ^ τῆς δι^δα^σκα^λί^α_ς. | εἷς τυφλὸς ἐθεραπεύθη διὰ τῆς ἱστορίας καὶ πολλῶν ὀφθαλμοὶ διανοίγονται διὰ τῆς διδασκαλίας. |
κα^τὰ^ τὴν πίστι^ν σου γενηθήτω σοι. | κατὰ τὴν πίστιν σου γενηθήτω σοι. |
ὁ δὲ τυφλός φησι^ν ἠκολούθει δοξάζων τὸν θεόν· | ὁ δὲ τυφλός φησιν ἠκολούθει δοξάζων τὸν θεόν· |
καὶ οὐ κωλύ_ει ὁ ἰησοῦς. | καὶ οὐ κωλύει ὁ ἰησοῦς. |
ἐνταῦθα^ ἀ^να^γκαῖον θεωρῆσαι, ὅτε τὸν δαιμονιῶντα^ ἐθερά^πευσε, πα^ρεκλήθη ὑ^πὸ τοῦ τὴν εὐεργεσίαν δεξα^μένου, ὥστε ἀκολουθεῖν τῷ ἰησοῦ· | ἐνταῦθα ἀναγκαῖον θεωρῆσαι, ὅτε τὸν δαιμονιῶντα ἐθεράπευσε, παρεκλήθη ὑπὸ τοῦ τὴν εὐεργεσίαν δεξαμένου, ὥστε ἀκολουθεῖν τῷ ἰησοῦ· |
ἐβούλετο γά^ρ φησι^ν ἀκολουθεῖν. | ἐβούλετο γάρ φησιν ἀκολουθεῖν. |
ὁ δὲ σωτὴρ κωλύ_ει καὶ λέγει· | ὁ δὲ σωτὴρ κωλύει καὶ λέγει· |
ὕπαγε εἰς τὸν οἶκόν σου, καὶ διάγγελλε, ὅσα^ ἐποίησέ σοι ὁ θεός. | ὕπαγε εἰς τὸν οἶκόν σου, καὶ διάγγελλε, ὅσα ἐποίησέ σοι ὁ θεός. |
τίνος ἕνεκεν τὸν μὲν θελήσαντα^ ἀκολουθῆσαι κωλύ_ει, τὸν δὲ οὐ κωλύ_ει; | τίνος ἕνεκεν τὸν μὲν θελήσαντα ἀκολουθῆσαι κωλύει, τὸν δὲ οὐ κωλύει; |
δι^ὰ^ τί^ τούτῳ μὲν ἐπιτρέπει τὴν ἀκολούθησι^ν, ἐκείνῳ δὲ οὐκ ἐπιτρέπει; | διὰ τί τούτῳ μὲν ἐπιτρέπει τὴν ἀκολούθησιν, ἐκείνῳ δὲ οὐκ ἐπιτρέπει; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.