macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
κἀκείνῳ χρησί^μως, καὶ τούτῳ συμφερόντως. | κἀκείνῳ χρησίμως, καὶ τούτῳ συμφερόντως. |
τὸν μὲν ἀκολουθεῖν οὐ συνεχώρει δι' ἑτέρα_ν αἰτί^α_ν, ἐπειδὴ δαιμονι^ῶν ἦν· | τὸν μὲν ἀκολουθεῖν οὐ συνεχώρει δι' ἑτέραν αἰτίαν, ἐπειδὴ δαιμονιῶν ἦν· |
τοῦ δὲ δαιμονιῶντος καὶ ἡ λέξι^ς καὶ ἡ γλῶσσα^ δι^έστραπτο. | τοῦ δὲ δαιμονιῶντος καὶ ἡ λέξις καὶ ἡ γλῶσσα διέστραπτο. |
ἀποστέλλει οὖν αὐτὸν κήρυκα^, ἵ^να_ ἐκ τῆς καταστάσεως κηρύξῃ τὸν εὐεργέτην. | ἀποστέλλει οὖν αὐτὸν κήρυκα, ἵνα ἐκ τῆς καταστάσεως κηρύξῃ τὸν εὐεργέτην. |
ξένον γὰ^ρ ἦν θέα_μα^ ἰ^δεῖν τόν ποτε μὴ κα^θεστηκότα^, κα^θεστηκότας κηρύττειν λόγους. | ξένον γὰρ ἦν θέαμα ἰδεῖν τόν ποτε μὴ καθεστηκότα, καθεστηκότας κηρύττειν λόγους. |
ποιεῖ οὖν αὐτὸ τὸ ὄργα^νον τοῦ εὐεργετηθέντος κήρυκα^ τοῦ σώσαντος. | ποιεῖ οὖν αὐτὸ τὸ ὄργανον τοῦ εὐεργετηθέντος κήρυκα τοῦ σώσαντος. |
καὶ βλέπε τὸ θαυμαστόν, βλέπε τὴν τοῦ σωτῆρος ταπεινοφροσύνην, βλέπε τοῦ δαιμονιῶντος τὴν εὐγνωμοσύνην. | καὶ βλέπε τὸ θαυμαστόν, βλέπε τὴν τοῦ σωτῆρος ταπεινοφροσύνην, βλέπε τοῦ δαιμονιῶντος τὴν εὐγνωμοσύνην. |
ὁ μὲν σωτὴρ λέγει· | ὁ μὲν σωτὴρ λέγει· |
πορεύου, καὶ ἀνάγγελλε, ὅσα^ ἐποίησέ σοι ὁ θεός. | πορεύου, καὶ ἀνάγγελλε, ὅσα ἐποίησέ σοι ὁ θεός. |
οὐ λέγει· | οὐ λέγει· |
ὅσα^ ἐποίησά^ σοι ἐγώ, ἀλλὰ^ ταπεινοφρονῶν τῇ τοῦ θεοῦ προσηγορί^ᾳ ἐπιγρά^φει. | ὅσα ἐποίησά σοι ἐγώ, ἀλλὰ ταπεινοφρονῶν τῇ τοῦ θεοῦ προσηγορίᾳ ἐπιγράφει. |
ὁ δὲ δαιμονι^ῶν περιῄει κηρύττων, ὅσα ἐποίησεν αὐτῷ ὁ θεὸς ἰησοῦς. | ὁ δὲ δαιμονιῶν περιῄει κηρύττων, ὅσα ἐποίησεν αὐτῷ ὁ θεὸς ἰησοῦς. |
τὸν μὲν οὖν ἀποστέλλει κηρύττειν, ἵ^να_ ἀ^πὸ τῆς καταστάσεως δείξῃ τὸ μέγεθος τῆς εὐεργεσί^α_ς· | τὸν μὲν οὖν ἀποστέλλει κηρύττειν, ἵνα ἀπὸ τῆς καταστάσεως δείξῃ τὸ μέγεθος τῆς εὐεργεσίας· |
τὸν δὲ τυφλὸν ἐπιτρέπει ἀκολουθεῖν. | τὸν δὲ τυφλὸν ἐπιτρέπει ἀκολουθεῖν. |
δι^ὰ^ τί; | διὰ τί; |
ἐπειδὴ εἰς ἱεροσόλυμα ἀνῄει ἐπι^τελέσων τὸ μέγα^ μυστήριον, καὶ τὴν ὑ^πὲρ τοῦ κόσμου οἰκονομίαν ἀναδεξόμενος, καὶ σταυρὸς ἔμελλεν ἀκολουθεῖν, καὶ ὕ^βρις, καὶ πά^ντα^ τὰ^ ὑ^πὸ τῶν θεομά^χων καινοτομηθέντα^· | ἐπειδὴ εἰς ἱεροσόλυμα ἀνῄει ἐπιτελέσων τὸ μέγα μυστήριον, καὶ τὴν ὑπὲρ τοῦ κόσμου οἰκονομίαν ἀναδεξόμενος, καὶ σταυρὸς ἔμελλεν ἀκολουθεῖν, καὶ ὕβρις, καὶ πάντα τὰ ὑπὸ τῶν θεομάχων καινοτομηθέντα· |
δι^ὰ^ τοῦτο ποιεῖ ἀκολουθεῖν τὸν τυφλόν, ἵ^να_ πρόσφα^τον ἔχωσι^ τὴν μνήμην τοῦ θαύμα^τος, ἵ^να_ ἡ μνήμη τῆς ἰάσεως στηρίξῃ τὴν δι^ά^νοια^ν τῶν μελλόντων δι^ολισθαίνειν. | διὰ τοῦτο ποιεῖ ἀκολουθεῖν τὸν τυφλόν, ἵνα πρόσφατον ἔχωσι τὴν μνήμην τοῦ θαύματος, ἵνα ἡ μνήμη τῆς ἰάσεως στηρίξῃ τὴν διάνοιαν τῶν μελλόντων διολισθαίνειν. |
ποιεῖ ἀκολουθεῖν τὸν τυφλόν, ἵ^να_ μή τι^ς ἀρνήσηται τὴν θαυματουργίαν, ἐπειδὴ ἔμελλε σα^λεύεσθαι ὡς ἐν χειμῶνι^ τῶν ἀ^ποστόλων ἡ δι^ά^νοια^, καὶ τῶν ὁρώντων ἡ κατάστα^σι^ς ἔμελλε χειμάζεσθαι, ὁρώντων τὸν μονογενῆ τοῦ θεοῦ ἐπὶ^ σταυροῦ. | ποιεῖ ἀκολουθεῖν τὸν τυφλόν, ἵνα μή τις ἀρνήσηται τὴν θαυματουργίαν, ἐπειδὴ ἔμελλε σαλεύεσθαι ὡς ἐν χειμῶνι τῶν ἀποστόλων ἡ διάνοια, καὶ τῶν ὁρώντων ἡ κατάστασις ἔμελλε χειμάζεσθαι, ὁρώντων τὸν μονογενῆ τοῦ θεοῦ ἐπὶ σταυροῦ. |
ἵ^να_ οὖν μὴ πρὸς τὸ πά^θος βλέποντες ὀκλάσωσι^, συγχωρεῖ τῷ τυφλῷ ἀκολουθεῖν, ἵ^να_ πρόσφα^τον ἔχοντες τὴν μνήμην τῆς εὐεργεσί^α_ς, ἀσά^λευτον ἔχωσι^ τὸν λογισμὸν τῆς ἀ^ληθεία_ς. | ἵνα οὖν μὴ πρὸς τὸ πάθος βλέποντες ὀκλάσωσι, συγχωρεῖ τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα πρόσφατον ἔχοντες τὴν μνήμην τῆς εὐεργεσίας, ἀσάλευτον ἔχωσι τὸν λογισμὸν τῆς ἀληθείας. |
πολλὰ γὰ^ρ τοιαῦτα^ ποιεῖ ὁ χριστός, ἐπειδὴ ἦλθε τὴν ὑ^πὲρ τῶν ἀνθρώπων οἰκονομίαν ἀναδέξασθαι. | πολλὰ γὰρ τοιαῦτα ποιεῖ ὁ χριστός, ἐπειδὴ ἦλθε τὴν ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν ἀναδέξασθαι. |
καὶ ἵ^να_ μή τι^ς αὐτὸν ὑ^πολά^βῃ δι' ἀσθένεια^ν πάσχειν, καὶ οὐ δι^ὰ^ φιλανθρωπίαν ὑπομένειν, πρὶ^ν εἰσέλθῃ εἰς ἱεροσόλυμα, βλέπει συκῆν. | καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ δι' ἀσθένειαν πάσχειν, καὶ οὐ διὰ φιλανθρωπίαν ὑπομένειν, πρὶν εἰσέλθῃ εἰς ἱεροσόλυμα, βλέπει συκῆν. |
καὶ ἀ^πῆλθέ φησι^ ζητῶν παρ' αὐτῆς καρπόν, καὶ οὐχ εὗρεν. | καὶ ἀπῆλθέ φησι ζητῶν παρ' αὐτῆς καρπόν, καὶ οὐχ εὗρεν. |
ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων· | ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων· |
μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα^. | μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. |
τί ἥμαρτεν ἡ συκῆ; | τί ἥμαρτεν ἡ συκῆ; |
μὴ γὰ^ρ ἐξουσί^ᾳ λογι^κῇ ἔχει τὴν καρποφορίαν; | μὴ γὰρ ἐξουσίᾳ λογικῇ ἔχει τὴν καρποφορίαν; |
οὐχ ὅτε βούλεται ὁ κτίστης, πα^ρέχει ἐνέργεια^ν τῇ καρποφορίᾳ; | οὐχ ὅτε βούλεται ὁ κτίστης, παρέχει ἐνέργειαν τῇ καρποφορίᾳ; |
εἶτα οὔ τε ὁ καιρὸς ἦν τῶν σύ_κων· | εἶτα οὔ τε ὁ καιρὸς ἦν τῶν σύκων· |
τοῦτο γὰ^ρ ἐπι^μαρτύρεται τὸ εὐαγγέλιον. | τοῦτο γὰρ ἐπιμαρτύρεται τὸ εὐαγγέλιον. |
τί^ς δὲ οὕτω τῶν κοινῶν ἀνθρώπων, μήτι^ γε ὁ θεός, ἐν ἀκαίρῳ καιρῷ καρπὸν ἀ^παιτεῖ; | τίς δὲ οὕτω τῶν κοινῶν ἀνθρώπων, μήτι γε ὁ θεός, ἐν ἀκαίρῳ καιρῷ καρπὸν ἀπαιτεῖ; |
τοὺς καιροὺς οὐ σὺ^ ἔπηξα^ς, ὁ δημιουργός; | τοὺς καιροὺς οὐ σὺ ἔπηξας, ὁ δημιουργός; |
οὐ σὺ^ ἔδωκα^ς καιροὺς καὶ χρόνους τῇ καρποφορίᾳ; | οὐ σὺ ἔδωκας καιροὺς καὶ χρόνους τῇ καρποφορίᾳ; |
τί τοίνυ^ν ἀ^παιτεῖς πα^ρὰ^ τὸν καιρόν, ὃν ἔτα^ξα^ς; | τί τοίνυν ἀπαιτεῖς παρὰ τὸν καιρόν, ὃν ἔταξας; |
εἰ δὲ καὶ καιρὸς ἦν σύ_κων, μὴ ἤνεγκε δὲ ἡ συκῆ καρπόν, ἔγκλημα^ ἦν τῆς φύ^σεως; | εἰ δὲ καὶ καιρὸς ἦν σύκων, μὴ ἤνεγκε δὲ ἡ συκῆ καρπόν, ἔγκλημα ἦν τῆς φύσεως; |
μή, ὅτε βούλεται, προσφέρει; | μή, ὅτε βούλεται, προσφέρει; |
οὐχ, ὅτε κελεύεται, προσά^γει καρποφορία_ς; | οὐχ, ὅτε κελεύεται, προσάγει καρποφορίας; |
τίνος οὖν ἕνεκεν ἐπι^τι_μᾷ τῇ συκῇ; | τίνος οὖν ἕνεκεν ἐπιτιμᾷ τῇ συκῇ; |
ἐπειδὴ ἔμελλε τὸ πά^θος ὑ^φί^στα^σθαι, ἵ^να_ μὴ νομί^σωσι^ν αὐτὸν δι' ἀσθένεια^ν πάσχειν, ἐν τῷ ἀψύ^χῳ ἐνδείκνυται τὴν δύ^να^μι^ν, ἵ^να_ δείξῃ ὅτι^ πά^ντα^ς ἠδύνατο ξηρᾶναι τοὺς ἀντιλέγοντα^ς, πά^ντα^ς ἀφα^νί^σαι τοὺς θεομά^χους. | ἐπειδὴ ἔμελλε τὸ πάθος ὑφίστασθαι, ἵνα μὴ νομίσωσιν αὐτὸν δι' ἀσθένειαν πάσχειν, ἐν τῷ ἀψύχῳ ἐνδείκνυται τὴν δύναμιν, ἵνα δείξῃ ὅτι πάντας ἠδύνατο ξηρᾶναι τοὺς ἀντιλέγοντας, πάντας ἀφανίσαι τοὺς θεομάχους. |
ἀλλ' ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ^ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύ^να^μι^ν ἐνδείκνυται ἐπὶ^ τῆς ἀψύ^χου, τὴν δὲ φιλανθρωπίαν ταμιεύεται τοῖς ἀνθρώποις. | ἀλλ' ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου, τὴν δὲ φιλανθρωπίαν ταμιεύεται τοῖς ἀνθρώποις. |
οὕτω καὶ ἐνταῦθα συνεχώρει τῷ τυφλῷ ἀκολουθεῖν, ἵ^να_ νεάζουσα^ ἡ μνήμη δι^α^λύ_σῃ τὸ σκάνδαλον, ἵ^να_ ἔχωσι^ τὴν θαυματουργίαν ἀ^παστράπτουσα^ν. | οὕτω καὶ ἐνταῦθα συνεχώρει τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα νεάζουσα ἡ μνήμη διαλύσῃ τὸ σκάνδαλον, ἵνα ἔχωσι τὴν θαυματουργίαν ἀπαστράπτουσαν. |
ἀλλὰ^ διεδέξατο τὸ θαῦμα^ ἕτερον· | ἀλλὰ διεδέξατο τὸ θαῦμα ἕτερον· |
μετὰ^ γὰ^ρ τὴν ἀνάβλεψι^ν τοῦ τυφλοῦ, ἀνέβλεψεν ἄλλος τυφλὸς τὴν ψυ_χήν. | μετὰ γὰρ τὴν ἀνάβλεψιν τοῦ τυφλοῦ, ἀνέβλεψεν ἄλλος τυφλὸς τὴν ψυχήν. |
τί^ς οὗτος; | τίς οὗτος; |
ὁ ἀρχιτελώνης ὁ τυφλώττων περὶ^ τὰ^ χρήμα^τα^, ὁ τῇ πλεονεξί^ᾳ τυφλὴν τὴν ψυ_χὴν ἔχων· | ὁ ἀρχιτελώνης ὁ τυφλώττων περὶ τὰ χρήματα, ὁ τῇ πλεονεξίᾳ τυφλὴν τὴν ψυχὴν ἔχων· |
οὐδὲν γὰ^ρ οὕτως ἀποτυφλοῖ τὴν ψυ_χήν, ὡς τὰ^ χρήμα^τα^. | οὐδὲν γὰρ οὕτως ἀποτυφλοῖ τὴν ψυχήν, ὡς τὰ χρήματα. |
δῶρα γὰ^ρ ἀποτυφλοῖ ὀφθαλμοὺς ἀνθρώπων, καὶ λυμαίνεται ῥήμα^τα^ δί^καια^. | δῶρα γὰρ ἀποτυφλοῖ ὀφθαλμοὺς ἀνθρώπων, καὶ λυμαίνεται ῥήματα δίκαια. |
ἦλθεν ὁ ἀρχιτελώνης, καὶ πα^ρῄει ὁ ἰησοῦς, ὁ πᾶσα^ν ἁ^μαρτί^α_ν δι^α^λύ_ων, ὁ πᾶσα^ν κα^κί^α_ν ἀφα^νί^ζων, ὁ μετα^βά^λλων τὸ σκότος εἰς φῶς καὶ τὰ^ σκολιὰ^ εἰς εὐθεῖα^ν ἄ^γων. | ἦλθεν ὁ ἀρχιτελώνης, καὶ παρῄει ὁ ἰησοῦς, ὁ πᾶσαν ἁμαρτίαν διαλύων, ὁ πᾶσαν κακίαν ἀφανίζων, ὁ μεταβάλλων τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ἄγων. |
ὁ ζακχαῖος βρα^χὺ^ς ἦν τὴν ἡλι^κί^α_ν, ἐκτεταμένος δὲ τὸν πόθον· | ὁ ζακχαῖος βραχὺς ἦν τὴν ἡλικίαν, ἐκτεταμένος δὲ τὸν πόθον· |
βρα^χὺ^ς τὸ σῶ^μα^, μέγα^ς δὲ τὸ φρόνημα^· | βραχὺς τὸ σῶμα, μέγας δὲ τὸ φρόνημα· |
ἐζήτει γὰ^ρ τὸν ἰησοῦν ἰ^δεῖν, καὶ οὐκ ἠδύνατο δι^ὰ^ τὸ βρα^χὺ^ τῆς ἡλι^κί^α_ς· | ἐζήτει γὰρ τὸν ἰησοῦν ἰδεῖν, καὶ οὐκ ἠδύνατο διὰ τὸ βραχὺ τῆς ἡλικίας· |
καὶ προλαβών, μηχα^νῇ πορίζεται τὸ ἐλλεῖπον τῆς ἡλι^κί^α_ς· | καὶ προλαβών, μηχανῇ πορίζεται τὸ ἐλλεῖπον τῆς ἡλικίας· |
ἀνατρέχει γὰ^ρ ἐπὶ^ συκομορέαν καὶ πα^ρι^όντα^ τὸν ἰησοῦν ἑώρα_. | ἀνατρέχει γὰρ ἐπὶ συκομορέαν καὶ παριόντα τὸν ἰησοῦν ἑώρα. |
ἀλλ' ὁ κύ_ρι^ος ἡμῶν ἰησοῦς χριστός, ὁ εἰδὼς ἐκ περισσοῦ ποιεῖν ὧν αἰτούμεθα^ ἢ νοοῦμεν, οὐ τοσοῦτον αὐτῷ ἔδωκεν, ὅσον ἐπόθησεν, ἀλλ' ὑ^πὲρ ὃ προσεδόκησεν. | ἀλλ' ὁ κύριος ἡμῶν ἰησοῦς χριστός, ὁ εἰδὼς ἐκ περισσοῦ ποιεῖν ὧν αἰτούμεθα ἢ νοοῦμεν, οὐ τοσοῦτον αὐτῷ ἔδωκεν, ὅσον ἐπόθησεν, ἀλλ' ὑπὲρ ὃ προσεδόκησεν. |
ὁ μὲν γὰ^ρ ἰ^δεῖν μόνον ἐπόθησεν, ὁ δὲ καὶ τῆς δεξιώσεως αὐτὸν ἠξί^ωσε. | ὁ μὲν γὰρ ἰδεῖν μόνον ἐπόθησεν, ὁ δὲ καὶ τῆς δεξιώσεως αὐτὸν ἠξίωσε. |
καί φησι^ πρὸς αὐτὸν ὁ θεα_σά^μενος αὐτοῦ τὴν δι^ά^νοια^ν πρὶ^ν γὰ^ρ ἀ^να^βῇ εἰς τὴν συκῆν, οἶδεν αὐτοῦ τὴν δι^ά^νοια^ν · | καί φησι πρὸς αὐτὸν ὁ θεασάμενος αὐτοῦ τὴν διάνοιαν πρὶν γὰρ ἀναβῇ εἰς τὴν συκῆν, οἶδεν αὐτοῦ τὴν διάνοιαν · |
ζακχαῖε, σπεύσα_ς κα^τά^βηθι^. | ζακχαῖε, σπεύσας κατάβηθι. |
καλὸς ἰξευτὴς ὁ σωτήρ, ἀ^πὸ δένδρου ψυ_χὴν καταφέρων. | καλὸς ἰξευτὴς ὁ σωτήρ, ἀπὸ δένδρου ψυχὴν καταφέρων. |
ζακχαῖε, σπεύσα_ς κα^τά^βηθι^. | ζακχαῖε, σπεύσας κατάβηθι. |
ἐξέτεινεν αὐτῷ τὸν κά^λα^μον τοῦ λόγου, περι^έθηκε τὸν ἰξὸν τῆς ἀγάπης, ἔλα^βεν αὐτὸν ἀ^πὸ τῶν πτερύ^γων τῆς δι^α^νοία_ς, καὶ συ^νά^γει αὐτὸν ὑ^πὸ τὴν ἑαυτοῦ ἐκκλησί^α_ν. | ἐξέτεινεν αὐτῷ τὸν κάλαμον τοῦ λόγου, περιέθηκε τὸν ἰξὸν τῆς ἀγάπης, ἔλαβεν αὐτὸν ἀπὸ τῶν πτερύγων τῆς διανοίας, καὶ συνάγει αὐτὸν ὑπὸ τὴν ἑαυτοῦ ἐκκλησίαν. |
καὶ ὅρα_, τί ποιεῖ. | καὶ ὅρα, τί ποιεῖ. |
ἵ^να_ δὲ μὴ νομί^σῃς τὸ ῥῆμα^ εἶναι τὸ βι^α^σά^μενον, ἀλλ' ὅτι^ ὁ λόγος τοῦ θεοῦ ὡς ἰξευτής ἐστι^, καὶ ἔδειξέ μοι κύ_ρι^ος ἄγγος ἰξευτοῦ, καὶ εἶπέ μοι· | ἵνα δὲ μὴ νομίσῃς τὸ ῥῆμα εἶναι τὸ βιασάμενον, ἀλλ' ὅτι ὁ λόγος τοῦ θεοῦ ὡς ἰξευτής ἐστι, καὶ ἔδειξέ μοι κύριος ἄγγος ἰξευτοῦ, καὶ εἶπέ μοι· |
οὐ μὴ πα^ρέλθω τὸν λαόν μου, ἕως ἂ_ν, φησί^ν, ἰξεύσω αὐτόν. | οὐ μὴ παρέλθω τὸν λαόν μου, ἕως ἂν, φησίν, ἰξεύσω αὐτόν. |
οὕτως ἀ^λήθεια^ μεμα^ρτυ^ρημένη, ὅτι^ ὁ λόγος τοῦ θεοῦ ἰξός ἐστι^, τῇ ἀγάπῃ ὡς ἰξῷ τὰ_ς ψυ_χὰ_ς περιπλέκων· | οὕτως ἀλήθεια μεμαρτυρημένη, ὅτι ὁ λόγος τοῦ θεοῦ ἰξός ἐστι, τῇ ἀγάπῃ ὡς ἰξῷ τὰς ψυχὰς περιπλέκων· |
καὶ ὥσπερ ἐκείνη ἡ κόλλα_ οὐ δύ^να^ται λοιπὸν τὸ κα^τεχόμενον δι^α^στῆσαι τοῦ κα^τέχοντος, οὕτω καὶ αἱ ψυ_χαὶ αἱ τῷ σωτῆρι^ ἡνωμέναι κολλῶνται ὥσπερ τῇ κόλλῃ τοῦ ἰξευτοῦ. | καὶ ὥσπερ ἐκείνη ἡ κόλλα οὐ δύναται λοιπὸν τὸ κατεχόμενον διαστῆσαι τοῦ κατέχοντος, οὕτω καὶ αἱ ψυχαὶ αἱ τῷ σωτῆρι ἡνωμέναι κολλῶνται ὥσπερ τῇ κόλλῃ τοῦ ἰξευτοῦ. |
δι^ὰ^ τοῦτο ἐκολλήθη ἡ ψυ_χή μου ὀπί^σω σου· | διὰ τοῦτο ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· |
ὁ δὲ κολλώμενος τῷ κυ_ρί^ῳ ἓν πνεῦμά^ ἐστι^ν. | ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. |
ἰξεύει τὸν ζακχαῖον, καὶ κα^τά^γει αὐτὸν ἀ^πὸ τοῦ δένδρου, καὶ εἰσά^γει ἑαυτὸν εἰς τὴν σκηνὴν αὐτοῦ, ἣν ποτὲ μὲν αὐτὸς ταῖς ἁμαρτί^αις ἐγνόφωσε, σήμερον δὲ ὁ φωστὴρ τῆς εὐσεβεία_ς κα^τηύγασεν. | ἰξεύει τὸν ζακχαῖον, καὶ κατάγει αὐτὸν ἀπὸ τοῦ δένδρου, καὶ εἰσάγει ἑαυτὸν εἰς τὴν σκηνὴν αὐτοῦ, ἣν ποτὲ μὲν αὐτὸς ταῖς ἁμαρτίαις ἐγνόφωσε, σήμερον δὲ ὁ φωστὴρ τῆς εὐσεβείας κατηύγασεν. |
ὡς οὖν εἰσῆλθεν ὁ σωτήρ, ὑπεδέξα^το αὐτὸν ὁ τελώνης χαίρων. | ὡς οὖν εἰσῆλθεν ὁ σωτήρ, ὑπεδέξατο αὐτὸν ὁ τελώνης χαίρων. |
ὢ τῆς πολλῆς ἀγαθότητος τοῦ δεσπότου· | ὢ τῆς πολλῆς ἀγαθότητος τοῦ δεσπότου· |
ὁ ἀναμάρτητος μετὰ^ ἁμαρτωλῶν, ἡ πηγὴ τῆς δι^καιοσύ^νης μετὰ^ τῆς ὕ_λης τῆς ἀ^δι^κί^α_ς· | ὁ ἀναμάρτητος μετὰ ἁμαρτωλῶν, ἡ πηγὴ τῆς δικαιοσύνης μετὰ τῆς ὕλης τῆς ἀδικίας· |
ὕ_λη γὰ^ρ ἀ^δι^κί^α_ς πλεονεξί^α_. | ὕλη γὰρ ἀδικίας πλεονεξία. |
εἰσῆλθεν εἰς τὴν οἰκί^α_ν τοῦ τελώνου, οὐ τῷ γνόφῳ τῆς πλεονεξί^α_ς ὑβριζόμενος, ἀλλὰ^ τῇ αὐγῇ τῆς δι^καιοσύ^νης τὴν πλεονεξίαν ἀφα^νί^ζων. | εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ τελώνου, οὐ τῷ γνόφῳ τῆς πλεονεξίας ὑβριζόμενος, ἀλλὰ τῇ αὐγῇ τῆς δικαιοσύνης τὴν πλεονεξίαν ἀφανίζων. |
καὶ ὅρα_ τὸ θαυμαστόν· | καὶ ὅρα τὸ θαυμαστόν· |
εὐθέως ὁ ζακχαῖος στὰ_ς πρὸ τοῦ προθύ^ρου λέγει· | εὐθέως ὁ ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέγει· |
κύ_ρι^ε, τὰ^ ἡμί^ση τῶν ὑ^πα^ρχόντων μοι δί^δωμι^ τοῖς πτωχοῖς. | κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. |
οὐδέπω ἐδι^δά^χθης καὶ ὑ^πα^κούεις; | οὐδέπω ἐδιδάχθης καὶ ὑπακούεις; |
οὐδέπω ἔμα^θες καὶ ἐφύ^λα^ξα^ς; | οὐδέπω ἔμαθες καὶ ἐφύλαξας; |
οὐδὲν εἶπεν ὁ σωτήρ, οὐδὲν ἐδί^δα^ξεν, οὐ περὶ^ ἐλεημοσύνης ὑπέθετο, οὐ φιλοπτωχίαν ὑπηγόρευσε τότε, ἀλλ' ἐσι^ώπα_ καὶ ἠρέμα^ κα^τηύγαζε· | οὐδὲν εἶπεν ὁ σωτήρ, οὐδὲν ἐδίδαξεν, οὐ περὶ ἐλεημοσύνης ὑπέθετο, οὐ φιλοπτωχίαν ὑπηγόρευσε τότε, ἀλλ' ἐσιώπα καὶ ἠρέμα κατηύγαζε· |
καὶ ὥσπερ ἥλι^ος εἰσχεόμενος δι^ὰ^ τῶν ἀκτί_νων εἰς οἶκον, οὐ ῥήμα^τι^ φωτίζει, ἀλλ' αὐτῇ τῇ ἐνεργείᾳ κα^ταλά^μπει· | καὶ ὥσπερ ἥλιος εἰσχεόμενος διὰ τῶν ἀκτίνων εἰς οἶκον, οὐ ῥήματι φωτίζει, ἀλλ' αὐτῇ τῇ ἐνεργείᾳ καταλάμπει· |
οὕτω καὶ ὁ σωτὴρ εἰσελθών, ταῖς ἀκτῖσι^ τῆς δι^καιοσύ^νης τὸν δρόμον τῆς ἀ^δι^κί^α_ς ἐξώρισε· | οὕτω καὶ ὁ σωτὴρ εἰσελθών, ταῖς ἀκτῖσι τῆς δικαιοσύνης τὸν δρόμον τῆς ἀδικίας ἐξώρισε· |
τὸ γὰ^ρ φῶς ἐν τῇ σκοτί^ᾳ φαίνει κύ_ρι^ε, τὰ^ ἡμί^ση τῶν ὑ^πα^ρχόντων μοι δί^δωμι^ τοῖς πτωχοῖς. | τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. |
κα^λῶς μερίζει τὴν πλεονεξίαν, τέμνει τὴν ἀδικίαν. | καλῶς μερίζει τὴν πλεονεξίαν, τέμνει τὴν ἀδικίαν. |
τὰ^ ἡμί^ση τῶν ὑ^πα^ρχόντων μοι. | τὰ ἡμίση τῶν ὑπαρχόντων μοι. |
πᾶν ὁλόκληρον ἰσχυ_ρόν, τεμνόμενον δὲ ἀσθενές. | πᾶν ὁλόκληρον ἰσχυρόν, τεμνόμενον δὲ ἀσθενές. |
τὰ^ ἡμί^ση τῶν ὑ^πα^ρχόντων μοι. | τὰ ἡμίση τῶν ὑπαρχόντων μοι. |
ὢ τῆς κα^λῆς φωνῆς, νι_κώσης τὴν φύ^σι^ν, μᾶλλον δὲ νι_κώσης τὴν συνήθεια^ν· | ὢ τῆς καλῆς φωνῆς, νικώσης τὴν φύσιν, μᾶλλον δὲ νικώσης τὴν συνήθειαν· |
δευτέρα_ γὰ^ρ φύ^σι^ς ἡ συνήθεια^. | δευτέρα γὰρ φύσις ἡ συνήθεια. |
ἐξώρισε τὴν ἀπληστίαν, ἐπέγνω τὴν ἀ^λήθεια^ν. | ἐξώρισε τὴν ἀπληστίαν, ἐπέγνω τὴν ἀλήθειαν. |
τὰ^ ἡμί^ση τῶν ὑ^πα^ρχόντων μοι δί^δωμι^ τοῖς πτωχοῖς, καὶ εἴ τι^νός τι^ ἠδί^κησα^ ἢ ἐσυκοφάντησα^, ἀποδί^δωμι^ τετραπλοῦν. | τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἠδίκησα ἢ ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. |
ἐνταῦθα προσέχειν ἀ^κρι_βῶς χρή, ὅτι^ ὁ πλοῦτος τοῦ ζακχαίου οὐκ ἦν ἐξ ἀ^δι^κί^α_ς μόνον, ἀλλὰ^ καὶ ἐκ πατρι^κῆς περι^ουσί^α_ς· | ἐνταῦθα προσέχειν ἀκριβῶς χρή, ὅτι ὁ πλοῦτος τοῦ ζακχαίου οὐκ ἦν ἐξ ἀδικίας μόνον, ἀλλὰ καὶ ἐκ πατρικῆς περιουσίας· |
εἰ γὰ^ρ ἦν ἐξ ἀ^δι^κί^α_ς, πῶς τετραπλασίονα^ ἠδύνατο ἀ^ποδοῦναι, ἃ^ ἔλα^βε; | εἰ γὰρ ἦν ἐξ ἀδικίας, πῶς τετραπλασίονα ἠδύνατο ἀποδοῦναι, ἃ ἔλαβε; |
δι^ὰ^ τί γὰ^ρ λέγει· | διὰ τί γὰρ λέγει· |
εἴ τι^νός τι^ ἠδί^κησα^, ἀποδί^δωμι^ τετραπλοῦν; | εἴ τινός τι ἠδίκησα, ἀποδίδωμι τετραπλοῦν; |
εἰ καὶ τῇ πα^ρα^νομί^ᾳ συ^νέζησεν, ἀλλὰ^ καὶ τὸν νόμον ἐγνώριζεν· | εἰ καὶ τῇ παρανομίᾳ συνέζησεν, ἀλλὰ καὶ τὸν νόμον ἐγνώριζεν· |
κελεύει γὰ^ρ ὁ νόμος τὸν κλέπτην εἰς τετρα^πλά^σιον ἀποδι^δόναι τὴν κλοπήν. | κελεύει γὰρ ὁ νόμος τὸν κλέπτην εἰς τετραπλάσιον ἀποδιδόναι τὴν κλοπήν. |
ἐάν τί^ς φησι^ κλέψῃ πρόβα^τον καὶ γνωρισθῇ, ἀ^ποδῷ τέσσα^ρα^ πρόβα^τα^. | ἐάν τίς φησι κλέψῃ πρόβατον καὶ γνωρισθῇ, ἀποδῷ τέσσαρα πρόβατα. |
τετραπλασιάζει τὴν τι_μωρί^α_ν ὁ θεός, μᾶλλον δὲ τὴν ζημίαν, ἵ^να_ κ ἂ_ν ὁ νόμος μὴ φοβήσῃ, ἡ ζημί^α_ δυσωπήσῃ· | τετραπλασιάζει τὴν τιμωρίαν ὁ θεός, μᾶλλον δὲ τὴν ζημίαν, ἵνα κ ἂν ὁ νόμος μὴ φοβήσῃ, ἡ ζημία δυσωπήσῃ· |
πολλοὶ γὰ^ρ πολλά^κι^ς νόμον μὴ αἰδούμενοι, ζημίαν αἰδοῦνται. | πολλοὶ γὰρ πολλάκις νόμον μὴ αἰδούμενοι, ζημίαν αἰδοῦνται. |
ἑαυτὸν τοίνυ^ν καταδικά^ζει, οὐκ ἐκδεχόμενος τὴν ψῆφον τοῦ νόμου, ἀλλ' αὐτὸς ἐφ' ἑαυτὸν νόμος γενόμενος· | ἑαυτὸν τοίνυν καταδικάζει, οὐκ ἐκδεχόμενος τὴν ψῆφον τοῦ νόμου, ἀλλ' αὐτὸς ἐφ' ἑαυτὸν νόμος γενόμενος· |
δικαίῳ γὰ^ρ νόμος οὐ κεῖται. | δικαίῳ γὰρ νόμος οὐ κεῖται. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.