macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὁ σωτὴρ ταύτην δεξά^μενος τὴν φωνήν φησι^· | ὁ σωτὴρ ταύτην δεξάμενος τὴν φωνήν φησι· |
σήμερον σωτηρί^α_ τῷ οἴκῳ τούτῳ γέγονεν. | σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν. |
αὐτὸς ἑαυτὸν ἐδι^καίωσεν, οὐκ ἐπειδὴ χριστὸν ἁπλῶς εἶδεν, ἀλλ' ἐπειδὴ τοῖς χριστοῦ ὑ^πήκουσε νόμοις. | αὐτὸς ἑαυτὸν ἐδικαίωσεν, οὐκ ἐπειδὴ χριστὸν ἁπλῶς εἶδεν, ἀλλ' ἐπειδὴ τοῖς χριστοῦ ὑπήκουσε νόμοις. |
σήμερον σωτηρί^α_ τῷ οἴκῳ τούτῳ γέγονεν, ὅτι^ καὶ οὗτος υἱὸς ἀβραάμ ἐστι^. | σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν, ὅτι καὶ οὗτος υἱὸς ἀβραάμ ἐστι. |
πρὶν ποιῆσαι τὰ^ ἔργα^ τοῦ ἀβραάμ, οὐ κα^λεῖ αὐτὸν υἱὸν ἀβραάμ, ἀλλὰ^ ζακχαῖον ψι_λῇ τῇ προσηγορί^ᾳ κα^λεῖ· | πρὶν ποιῆσαι τὰ ἔργα τοῦ ἀβραάμ, οὐ καλεῖ αὐτὸν υἱὸν ἀβραάμ, ἀλλὰ ζακχαῖον ψιλῇ τῇ προσηγορίᾳ καλεῖ· |
ὅτε μέντοι ἐπλήρωσε τὰ^ ἔργα^ τοῦ πατριά^ρχου, φιλοπτωχίαν ἐπαγγειλάμενος, καὶ τῆς ἀ^δι^κί^α_ς τὴν ἀλλοτρίωσι^ν, τότε λέγει· | ὅτε μέντοι ἐπλήρωσε τὰ ἔργα τοῦ πατριάρχου, φιλοπτωχίαν ἐπαγγειλάμενος, καὶ τῆς ἀδικίας τὴν ἀλλοτρίωσιν, τότε λέγει· |
καὶ οὗτος υἱὸς ἀβραάμ ἐστι^. | καὶ οὗτος υἱὸς ἀβραάμ ἐστι. |
καὶ ἡμεῖς τοίνυ^ν, ἀ^δελφοί, εἰ καὶ χριστιανοί ἐσμεν καὶ λεγόμεθα^, οὐδὲν οὕτως ἡμᾶς δείκνυ_σι^ χριστιανοὺς ὡς τὸ ἔργον τῆς ἀ^ληθεία_ς. | καὶ ἡμεῖς τοίνυν, ἀδελφοί, εἰ καὶ χριστιανοί ἐσμεν καὶ λεγόμεθα, οὐδὲν οὕτως ἡμᾶς δείκνυσι χριστιανοὺς ὡς τὸ ἔργον τῆς ἀληθείας. |
μὴ τοίνυ^ν ὑβρί^σωμεν τοῖς ἔργοις τὴν προσηγορίαν, ἀλλὰ^ σεμνύνωμεν τοῖς ἔργοις τὴν πίστι^ν. | μὴ τοίνυν ὑβρίσωμεν τοῖς ἔργοις τὴν προσηγορίαν, ἀλλὰ σεμνύνωμεν τοῖς ἔργοις τὴν πίστιν. |
ἐκλήθημεν υἱοὶ ἀβραὰμ δι^ὰ^ πίστεως, κληθῶμεν υἱοὶ ἀβραὰμ δι^ὰ^ τῶν ἀ^γα^θῶν ἔργων. | ἐκλήθημεν υἱοὶ ἀβραὰμ διὰ πίστεως, κληθῶμεν υἱοὶ ἀβραὰμ διὰ τῶν ἀγαθῶν ἔργων. |
ὃ γὰ^ρ ἔφθην εἰπών, οὐχ ἡ τοῦ σώμα^τος εὐγένεια^ ζητεῖται, ἀλλ' ἡ τῶν τρόπων ἀκολουθία. | ὃ γὰρ ἔφθην εἰπών, οὐχ ἡ τοῦ σώματος εὐγένεια ζητεῖται, ἀλλ' ἡ τῶν τρόπων ἀκολουθία. |
δι^ὰ^ τοῦτο ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ καὶ οἱ πα^τρι^ά^ρχαι πάντες ἠρνήσαντο τὴν συ^ναγωγήν, ἐπειδὴ τῶν πα^τέρων τὴν πίστι^ν οὐκ ἐκληρονόμησα^ν· | διὰ τοῦτο ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ καὶ οἱ πατριάρχαι πάντες ἠρνήσαντο τὴν συναγωγήν, ἐπειδὴ τῶν πατέρων τὴν πίστιν οὐκ ἐκληρονόμησαν· |
ἠρνήσα^το ἀβραὰμ οἰκείους, ἐπειδὴ οὐκ ἠκολούθησα^ν τῇ πίστει· | ἠρνήσατο ἀβραὰμ οἰκείους, ἐπειδὴ οὐκ ἠκολούθησαν τῇ πίστει· |
ἠρνήσα^το αὐτοὺς καὶ ἰσαὰκ καὶ ἰακὼβ καὶ οἱ πα^τρι^ά^ρχαι πάντες· | ἠρνήσατο αὐτοὺς καὶ ἰσαὰκ καὶ ἰακὼβ καὶ οἱ πατριάρχαι πάντες· |
τὸν γὰ^ρ ἀρνησά^μενον θεὸν καὶ ἡ φύ^σι^ς ἀρνεῖται. | τὸν γὰρ ἀρνησάμενον θεὸν καὶ ἡ φύσις ἀρνεῖται. |
καὶ τίς μα^ρτυ^ρήσει λόγος, ὅτι^ ἀβραὰμ ἰουδαίους ἠρνήσα^το, ἵ^να_ μὴ δόξωμεν ὡς ἐπὶ^ ἐχθρῶν θρασύνεσθαι, ἀλλ' ὡς ἡμαρτηκότας ἐλέγχειν; | καὶ τίς μαρτυρήσει λόγος, ὅτι ἀβραὰμ ἰουδαίους ἠρνήσατο, ἵνα μὴ δόξωμεν ὡς ἐπὶ ἐχθρῶν θρασύνεσθαι, ἀλλ' ὡς ἡμαρτηκότας ἐλέγχειν; |
κύ_ρι^ε, ἐλέησον ἡμᾶς· | κύριε, ἐλέησον ἡμᾶς· |
ἐγενήθη τὸ ὄρος καὶ ἡ πόλι^ς, ἣν εὐλόγησα^ν οἱ πα^τέρες ἡμῶν, πυ^ρίκαυστος· | ἐγενήθη τὸ ὄρος καὶ ἡ πόλις, ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, πυρίκαυστος· |
σύ^, κύριε, ἐλέησον ἡμᾶς, ὅτι^ ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· | σύ, κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· |
σύ^, κύριε, φεῖσαι ἡμῶν ἐπειδή φησι^ν ἐκεῖνοι, ἐφ' οἷς σεμνυνόμεθα^, ἠλλοτρι^ώθησα^ν ἡμῶν, καὶ ἠρνήσαντο ἡμῶν τὸ γένος, σὺ^ ἐλέησον ἡμᾶς ὁ πά^ντα^ς φι^λανθρωπί^ᾳ νι_κῶν. | σύ, κύριε, φεῖσαι ἡμῶν ἐπειδή φησιν ἐκεῖνοι, ἐφ' οἷς σεμνυνόμεθα, ἠλλοτριώθησαν ἡμῶν, καὶ ἠρνήσαντο ἡμῶν τὸ γένος, σὺ ἐλέησον ἡμᾶς ὁ πάντας φιλανθρωπίᾳ νικῶν. |
ἐλέησον ἡμᾶς, ὅτι^ ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς. | ἐλέησον ἡμᾶς, ὅτι ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς. |
εἰ γὰ^ρ ᾠκειοῦτο τὰ^ ἡμέτερα^, οὐκ ἂ^ν ἐπρέσβευσεν ὑ^πὲρ τῶν ἰ^δί^ων τέκνων. | εἰ γὰρ ᾠκειοῦτο τὰ ἡμέτερα, οὐκ ἂν ἐπρέσβευσεν ὑπὲρ τῶν ἰδίων τέκνων. |
ὑ^πὲρ σοδομιτῶν ἐπρέσβευσε καὶ ἠκούετο· | ὑπὲρ σοδομιτῶν ἐπρέσβευσε καὶ ἠκούετο· |
καὶ ὑπὲρ τῶν ἰ^δί^ων πρεσβεύων οὐκ ἠκούετο; | καὶ ὑπὲρ τῶν ἰδίων πρεσβεύων οὐκ ἠκούετο; |
ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς. | ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς. |
ἀρνεῖται ἀβραὰμ τοὺς ἀ^λλοτρί^ους τοῖς τρόποις, οἰκειοῦται δέ, ὡς ἔφην, τοὺς ἀ^λλοτρί^ους μὲν τοῦ γένους, οἰκείους δὲ τῆς εὐσεβεία_ς. | ἀρνεῖται ἀβραὰμ τοὺς ἀλλοτρίους τοῖς τρόποις, οἰκειοῦται δέ, ὡς ἔφην, τοὺς ἀλλοτρίους μὲν τοῦ γένους, οἰκείους δὲ τῆς εὐσεβείας. |
δι^ὰ^ τοῦτο ἡ γρα^φὴ βουλομένη δεῖξαι τοῖς ἰουδαίοις, ὅτι^ ὧν τι^ς τοὺς τρόπους αἱρεῖται, τούτων καὶ τὴν προσηγορίαν δέχεται, λέγει· | διὰ τοῦτο ἡ γραφὴ βουλομένη δεῖξαι τοῖς ἰουδαίοις, ὅτι ὧν τις τοὺς τρόπους αἱρεῖται, τούτων καὶ τὴν προσηγορίαν δέχεται, λέγει· |
ὁ πα^τήρ σου ἀμορραῖος, καὶ ἡ μήτηρ σου χετταία, ἡ ἀ^δελφή σου σοδομῖτις. | ὁ πατήρ σου ἀμορραῖος, καὶ ἡ μήτηρ σου χετταία, ἡ ἀδελφή σου σοδομῖτις. |
βλέπε πῶς τὴν συγγένεια^ν ἀ^πὸ τῶν τρόπων κα^τα^σκευά^ζει. | βλέπε πῶς τὴν συγγένειαν ἀπὸ τῶν τρόπων κατασκευάζει. |
ἐπειδὴ τὰ^ τῶν σοδομιτῶν ἐφρόνησεν, ἤκουσεν ἀ^δελφὴ σοδόμων, ἤκουσε θυ^γά^τηρ χαναναίων· | ἐπειδὴ τὰ τῶν σοδομιτῶν ἐφρόνησεν, ἤκουσεν ἀδελφὴ σοδόμων, ἤκουσε θυγάτηρ χαναναίων· |
καὶ οὕτως ἐδείκνυ^το οὐ τὸ γένος δι^καιῶν, ἀλλὰ^ τὸ ἦθος σεμνύνων. | καὶ οὕτως ἐδείκνυτο οὐ τὸ γένος δικαιῶν, ἀλλὰ τὸ ἦθος σεμνύνων. |
ἐγὼ δὲ νομίζω, ὅτι^ ὁ χαναναῖος καὶ ὁ ἀμορραῖος ἀρνεῖται τὴν συγγένεια^ν· | ἐγὼ δὲ νομίζω, ὅτι ὁ χαναναῖος καὶ ὁ ἀμορραῖος ἀρνεῖται τὴν συγγένειαν· |
καὶ ὅτα^ν ἴ^δῃ τοὺς θεομά^χους, καὶ τοὺς ἀ^λλοτρί^ους τῆς εὐσεβεία_ς προσχωροῦντα^ς αὐτῷ, ἀρνεῖται, καὶ οὐ δέχεται ὁ χαναναῖος κληθῆναι πα^τὴρ τῶν ἀσεβῶν. | καὶ ὅταν ἴδῃ τοὺς θεομάχους, καὶ τοὺς ἀλλοτρίους τῆς εὐσεβείας προσχωροῦντας αὐτῷ, ἀρνεῖται, καὶ οὐ δέχεται ὁ χαναναῖος κληθῆναι πατὴρ τῶν ἀσεβῶν. |
δι^ὰ^ τί ἀρνεῖται; | διὰ τί ἀρνεῖται; |
ἐὰ^ν ἐπιτρίψῃς χαναναίῳ, καὶ εἴπῃς ὅτι^ ὁ πα^τήρ σου χαναναῖος, καὶ ἐρεῖ· | ἐὰν ἐπιτρίψῃς χαναναίῳ, καὶ εἴπῃς ὅτι ὁ πατήρ σου χαναναῖος, καὶ ἐρεῖ· |
οὗτός μου υἱὸς ἀρνησά^μενος τὴν πίστι^ν τῶν πα^τέρων; | οὗτός μου υἱὸς ἀρνησάμενος τὴν πίστιν τῶν πατέρων; |
ἐγὼ οὐκ εἰμὶ^ ἄπι^στος, εἰ καὶ χαναναῖος· | ἐγὼ οὐκ εἰμὶ ἄπιστος, εἰ καὶ χαναναῖος· |
μα^ρτυ^ρήσει γά^ρ μου τὴν πίστι^ν ἡ χαναναία βοῶσα^· | μαρτυρήσει γάρ μου τὴν πίστιν ἡ χαναναία βοῶσα· |
υἱὲ δαυίδ, ἐλέησόν με. | υἱὲ δαυίδ, ἐλέησόν με. |
μὴ καλείσθωσα^ν δὲ υἱοὶ χαναναίων· | μὴ καλείσθωσαν δὲ υἱοὶ χαναναίων· |
οὐ γὰ^ρ ἐφύ^λα^ξα^ν τὴν πίστι^ν τῆς χαναναίας· | οὐ γὰρ ἐφύλαξαν τὴν πίστιν τῆς χαναναίας· |
κληθήτωσα^ν υἱοὶ λί^θων καὶ ξύ^λων, οἱ λέγοντες τῷ λί^θῳ, πατήρ μου εἶ σύ^, καὶ τῷ ξύλῳ ὅτι^ σύ^ με ἐγέννησα^ς. | κληθήτωσαν υἱοὶ λίθων καὶ ξύλων, οἱ λέγοντες τῷ λίθῳ, πατήρ μου εἶ σύ, καὶ τῷ ξύλῳ ὅτι σύ με ἐγέννησας. |
ἐγὼ δὲ νομίζω καὶ τοὺς λί^θους ἀρνεῖσθαι, καὶ τὰ^ ξύ^λα^ ἀ^παγορεύειν τὴν οἰκειότητα^ τῶν ἀπί^στων. | ἐγὼ δὲ νομίζω καὶ τοὺς λίθους ἀρνεῖσθαι, καὶ τὰ ξύλα ἀπαγορεύειν τὴν οἰκειότητα τῶν ἀπίστων. |
δύ^να^ται καὶ λί^θος ἀρνεῖσθαι καὶ λέγειν· | δύναται καὶ λίθος ἀρνεῖσθαι καὶ λέγειν· |
οὐκ ἔστι^ μου τέκνον ὁ υἱὸς τῆς ἀ^σεβεία_ς· | οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀσεβείας· |
οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀ^δι^κί^α_ς· | οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀδικίας· |
ἐγὼ γά^ρ, εἰ καὶ λί^θος εἰμί^, ἤκουσα^ δύ^να^ται ὁ θεὸς καὶ ἐκ τῶν λί^θων τούτων ἐγεῖραι τέκνα^ τῷ ἀβραάμ. | ἐγὼ γάρ, εἰ καὶ λίθος εἰμί, ἤκουσα δύναται ὁ θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ἀβραάμ. |
εἶτα ναί φησι^ν προσωποποιῇ ἐκ προσώπου τοῦ λί^θου, καὶ λί^θος λα^λεῖ; | εἶτα ναί φησιν προσωποποιῇ ἐκ προσώπου τοῦ λίθου, καὶ λίθος λαλεῖ; |
ἄ^κουε λί^θος ἐκ τοίχου φθέγξεται αὐτά^, καὶ κάνθα^ρος ἐκ ξύ^λου λα^λήσει. | ἄκουε λίθος ἐκ τοίχου φθέγξεται αὐτά, καὶ κάνθαρος ἐκ ξύλου λαλήσει. |
κ ἂ_ν ὑ_μεῖς σι^ωπήσητε, οἱ λί^θοι κεκράξονται. | κ ἂν ὑμεῖς σιωπήσητε, οἱ λίθοι κεκράξονται. |
τί οὖν κληθῇ τὸ γένος τῶν ἀπί^στων, εἰ μή τε υἱοὶ ἀβραάμ, μή τε χαναναῖοι δι^ὰ^ τὴν χαναναίαν ἤμβλυνε γὰ^ρ αὐτῶν τὴν ἀ^πιστίαν ἡ αὐγὴ τῆς πίστεως τῆς χαναναίας , μή τε υἱοὶ τῶν λί^θων; | τί οὖν κληθῇ τὸ γένος τῶν ἀπίστων, εἰ μή τε υἱοὶ ἀβραάμ, μή τε χαναναῖοι διὰ τὴν χαναναίαν ἤμβλυνε γὰρ αὐτῶν τὴν ἀπιστίαν ἡ αὐγὴ τῆς πίστεως τῆς χαναναίας , μή τε υἱοὶ τῶν λίθων; |
ἀρνοῦνται γὰ^ρ καὶ οἱ λί^θοι τὴν οἰκειότητα^. | ἀρνοῦνται γὰρ καὶ οἱ λίθοι τὴν οἰκειότητα. |
τί ὄνομα^ τοῖς ἀπί^στοις; | τί ὄνομα τοῖς ἀπίστοις; |
ἀργύριον ἀποδεδοκιμασμένον κα^λέσα^τε αὐτούς, ὅτι^ ἀπεδοκίμασεν αὐτοὺς κύριος. | ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος. |
φοβηθῶμεν τοίνυ^ν καὶ ἡμεῖς, ἀ^δελφοί. | φοβηθῶμεν τοίνυν καὶ ἡμεῖς, ἀδελφοί. |
σεμνύνει σε ἡ τοῦ χριστοῦ εὐγένεια^; | σεμνύνει σε ἡ τοῦ χριστοῦ εὐγένεια; |
φοβείτω σε ἡ τοῦ χριστοῦ δι^καιοκρι^σία. | φοβείτω σε ἡ τοῦ χριστοῦ δικαιοκρισία. |
περὶ^ ἐλεημοσύνης χθὲς ἐκηρύττετο, ὅτι^ δεῖ πά^ντα^ δεύτερα^ τί^θεσθαι ἐλεημοσύνης, ὅτι^ δεῖ πάντων προτιμᾶν τὴν ψυ_χήν. | περὶ ἐλεημοσύνης χθὲς ἐκηρύττετο, ὅτι δεῖ πάντα δεύτερα τίθεσθαι ἐλεημοσύνης, ὅτι δεῖ πάντων προτιμᾶν τὴν ψυχήν. |
ἐθαύμασα καὶ ἑτέρα_ν ἀγνωμοσύνην, ὅτι^ πῶς οἱ τέκνα^ μὴ ἔχοντες, υἱοποιητοὺς λα^μβά^νουσι^· | ἐθαύμασα καὶ ἑτέραν ἀγνωμοσύνην, ὅτι πῶς οἱ τέκνα μὴ ἔχοντες, υἱοποιητοὺς λαμβάνουσι· |
καὶ ὁ μὲν πατροποιεῖται, ὁ δὲ ἀδελφοποιεῖται. | καὶ ὁ μὲν πατροποιεῖται, ὁ δὲ ἀδελφοποιεῖται. |
υἱοποιῇ τὸν ἀ^λλότρι^ον καὶ φεύγεις τὸν δεσπότην; | υἱοποιῇ τὸν ἀλλότριον καὶ φεύγεις τὸν δεσπότην; |
υἱοποίησαι τὸν ἀντιδιδόντα^ σοι τὸν μισθόν· | υἱοποίησαι τὸν ἀντιδιδόντα σοι τὸν μισθόν· |
γένηταί σοι χριστὸς υἱός. | γένηταί σοι χριστὸς υἱός. |
φοβερόν φησι^ τὸ ῥῆμα^. | φοβερόν φησι τὸ ῥῆμα. |
βλέπε τί λέγεις· | βλέπε τί λέγεις· |
μὴ προφά^σει τοῦ λόγου ἐκτραπῇς τοῦ λόγου, μὴ εἰς ἀλογίαν κατενεχθῇς. | μὴ προφάσει τοῦ λόγου ἐκτραπῇς τοῦ λόγου, μὴ εἰς ἀλογίαν κατενεχθῇς. |
υἱὸν κα^λεῖς ἀνθρώπου τὸν χριστόν; | υἱὸν καλεῖς ἀνθρώπου τὸν χριστόν; |
ἐγὼ δὲ οὐ μόνον υἱὸν κα^λῶ, ἀλλὰ^ καὶ ἀ^δελφόν, οὐκ ἀπ' ἐμαυτοῦ, ἀλλὰ^ ταῖς αὐτοῦ φωναῖς ἀκολουθῶν. | ἐγὼ δὲ οὐ μόνον υἱὸν καλῶ, ἀλλὰ καὶ ἀδελφόν, οὐκ ἀπ' ἐμαυτοῦ, ἀλλὰ ταῖς αὐτοῦ φωναῖς ἀκολουθῶν. |
λέγουσιν αὐτῷ ποτε· | λέγουσιν αὐτῷ ποτε· |
ἡ μήτηρ σου καὶ οἱ ἀ^δελφοί σου ζητοῦσί^ σε. | ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε. |
λέγει ὁ σωτήρ· | λέγει ὁ σωτήρ· |
τίς ἐστι^ μήτηρ μου, ἢ τί^νες εἰσὶ^ν ἀ^δελφοί μου; | τίς ἐστι μήτηρ μου, ἢ τίνες εἰσὶν ἀδελφοί μου; |
ὃς ἂ_ν ποιῇ τὸ θέλημα^ τοῦ πατρός μου, αὐτός μου ἀ^δελφὸς καὶ ἀ^δελφὴ καὶ μήτηρ ἐστί^ν. | ὃς ἂν ποιῇ τὸ θέλημα τοῦ πατρός μου, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. |
εἰ δὲ μήτηρ αὐτοῦ, ἄ^ρα^ υἱὸς τῆς μητρὸς ὁ τῇ προσηγορί^ᾳ τι_μήσα_ς τὴν δι^καιοσύ^νην. | εἰ δὲ μήτηρ αὐτοῦ, ἄρα υἱὸς τῆς μητρὸς ὁ τῇ προσηγορίᾳ τιμήσας τὴν δικαιοσύνην. |
γενέσθω τοίνυν πᾶσα^ ψυ_χὴ μήτηρ χριστοῦ κα^τὰ^ δι^ά^θεσι^ν. | γενέσθω τοίνυν πᾶσα ψυχὴ μήτηρ χριστοῦ κατὰ διάθεσιν. |
πῶς μήτηρ χριστοῦ; | πῶς μήτηρ χριστοῦ; |
πᾶσα ψυ_χὴ ὠδί^νει ἐν αὐτῇ τὸν χριστόν· | πᾶσα ψυχὴ ὠδίνει ἐν αὐτῇ τὸν χριστόν· |
ἐὰ^ν δὲ μὴ μετα^μορφωθῇ τῇ εὐσεβείᾳ, μήτηρ χριστοῦ κα^λεῖσθαι οὐ δύναται. | ἐὰν δὲ μὴ μεταμορφωθῇ τῇ εὐσεβείᾳ, μήτηρ χριστοῦ καλεῖσθαι οὐ δύναται. |
ὅτα^ν λά^βῃς λόγον χριστοῦ, καὶ πλά^σῃς αὐτὸν ἐν τῇ δι^α^νοίᾳ σου, καὶ ὥσπερ ἐν μήτρᾳ τῷ λογισμῷ μετα^μορφώσῃς, κα^λῇ μήτηρ αὐτοῦ. | ὅταν λάβῃς λόγον χριστοῦ, καὶ πλάσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ὥσπερ ἐν μήτρᾳ τῷ λογισμῷ μεταμορφώσῃς, καλῇ μήτηρ αὐτοῦ. |
καὶ ἵ^να_ μά^θῃς, ὅτι^ ἐν ἑκάστῳ χριστὸς μορφοῦται, καὶ μήτηρ χριστοῦ γί_νεται, λέγω δὴ τοῦ λόγου τοῦ χριστοῦ, ἑκάστου ἡμῶν ἡ ψυ_χή, τεκνία μου, οὓς πά^λι^ν ὠδίνω, ἄχρις οὗ μορφωθῇ χριστὸς ἐν ὑ_μῖν. | καὶ ἵνα μάθῃς, ὅτι ἐν ἑκάστῳ χριστὸς μορφοῦται, καὶ μήτηρ χριστοῦ γίνεται, λέγω δὴ τοῦ λόγου τοῦ χριστοῦ, ἑκάστου ἡμῶν ἡ ψυχή, τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ χριστὸς ἐν ὑμῖν. |
εἰργάσω δι^καιοσύ^νην; | εἰργάσω δικαιοσύνην; |
ἐμόρφωσας ἐν τῇ ψυ^χῇ χριστόν. | ἐμόρφωσας ἐν τῇ ψυχῇ χριστόν. |
ἐπέδωκας ἐλεημοσύνην. | ἐπέδωκας ἐλεημοσύνην. |
ἐμόρφωσας τὸν χαρακτῆρα^ τῆς ἀ^ληθεία_ς· | ἐμόρφωσας τὸν χαρακτῆρα τῆς ἀληθείας· |
οὐχ ὅτι^ καθ' ἕκαστον χριστὸς μορφοῦται· | οὐχ ὅτι καθ' ἕκαστον χριστὸς μορφοῦται· |
χριστὸν γὰ^ρ κα^λεῖ τὸν λόγον τῆς εὐσεβεία_ς, δι' οὗ τὸν χαρακτῆρα^ τῆς ἀ^ληθεία_ς ἀ^να^λα^μβά^νομεν. | χριστὸν γὰρ καλεῖ τὸν λόγον τῆς εὐσεβείας, δι' οὗ τὸν χαρακτῆρα τῆς ἀληθείας ἀναλαμβάνομεν. |
ἐπέδωκας ἐλεημοσύνην; | ἐπέδωκας ἐλεημοσύνην; |
ἐμόρφωσας χριστόν. | ἐμόρφωσας χριστόν. |
ἐποίησας δι^καιοσύ^νην; | ἐποίησας δικαιοσύνην; |
ἐμορφώθη ὁ χα^ρα^κτὴρ τῆς ἀ^ληθεία_ς. | ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας. |
δεῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν χριστόν. | δεῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν χριστόν. |
λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πρα_γμά^των. | λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγμάτων. |
οὐ θέλεις αὐτῷ χα^ρί^σα^σθαι πά^ντα^; | οὐ θέλεις αὐτῷ χαρίσασθαι πάντα; |
κ ἂ^ν τὰ^ ἡμί^ση δὸς αὐτῷ ὡς ὁ ζακχαῖος. | κ ἂν τὰ ἡμίση δὸς αὐτῷ ὡς ὁ ζακχαῖος. |
αὐτῷ γά^ρ φησι^ν ἔδωκεν ὁ ζακχαῖος, οὐ τοῖς πτωχοῖς. | αὐτῷ γάρ φησιν ἔδωκεν ὁ ζακχαῖος, οὐ τοῖς πτωχοῖς. |
ἀλλ' ἄκουε, ὅτι^ ὁ ἐλεῶν πτωχόν, δανείζει θεῷ. | ἀλλ' ἄκουε, ὅτι ὁ ἐλεῶν πτωχόν, δανείζει θεῷ. |
πτωχοῖς δι^δούς, χριστῷ δέδωκα^ς. | πτωχοῖς διδούς, χριστῷ δέδωκας. |
οὐκ οἶδα^ς, ὅτι^ τὰ^ δοθέντα^ εἰς ἑαυτὸν ἀ^να^λα^μβά^νει; | οὐκ οἶδας, ὅτι τὰ δοθέντα εἰς ἑαυτὸν ἀναλαμβάνει; |
οὐκ οἶδα^ς, πῶς φοβερόν σοι κρι^τήριον ἐνέγραψε λέγων· | οὐκ οἶδας, πῶς φοβερόν σοι κριτήριον ἐνέγραψε λέγων· |
ὅτα^ν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἐν τῇ παλιγγενεσίᾳ, στήσει τὰ^ μὲν πρόβα^τα^ ἐκ δεξι^ῶν, τὰ^ δὲ ἐρί^φι^α^ ἐξ εὐωνύ^μων· | ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἐν τῇ παλιγγενεσίᾳ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.