macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
καὶ ἐρεῖ τοῖς ἐκ δεξι^ῶν, δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑ_μῖν βα^σι^λεία_ν, ὅτι^ ἐπείνα_σα^, καὶ ἐδώκα^τέ μοι φα^γεῖν; | καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν, δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν; |
βλέπε, πῶς ὁ διὰ τῶν πτωχῶν δανειζόμενος, ὁμολογεῖ τὸ χρέος. | βλέπε, πῶς ὁ διὰ τῶν πτωχῶν δανειζόμενος, ὁμολογεῖ τὸ χρέος. |
ἐδίψησα καὶ ἐποτίσατέ με· | ἐδίψησα καὶ ἐποτίσατέ με· |
γυμνὸς ἤμην καὶ περι^εβά^λετέ με. | γυμνὸς ἤμην καὶ περιεβάλετέ με. |
οὐκοῦν τῷ μὲν φαινομένῳ σχήμα^τι^ γυμνὸν ἐνδύ^εις, τῇ δὲ ἀ^ληθείᾳ χριστὸν περι^βά^λλεις. | οὐκοῦν τῷ μὲν φαινομένῳ σχήματι γυμνὸν ἐνδύεις, τῇ δὲ ἀληθείᾳ χριστὸν περιβάλλεις. |
ἔνδυσον χριστόν, ἵ^να_ ἐνδύ_σῃ σε ἐν ἡμέρᾳ κρί^σεως· | ἔνδυσον χριστόν, ἵνα ἐνδύσῃ σε ἐν ἡμέρᾳ κρίσεως· |
σκέπασον αὐτόν, ἵ^να_ σκεπάσῃ σε ἐν ἡμέρᾳ ὀργῆς· | σκέπασον αὐτόν, ἵνα σκεπάσῃ σε ἐν ἡμέρᾳ ὀργῆς· |
ἐσκέπασέ με ἐν ἀποκρύ^φῳ τῆς σκηνῆς αὐτοῦ. | ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. |
χρεία σκέπης· | χρεία σκέπης· |
κα^τα^λα^μβά^νει τὸ πῦρ ἐκεῖνο τὸ φοβερόν, ἡ γέεννα^ ἡ ἀπαραίτητος· | καταλαμβάνει τὸ πῦρ ἐκεῖνο τὸ φοβερόν, ἡ γέεννα ἡ ἀπαραίτητος· |
καὶ ἐὰν μὴ ἡ χριστοῦ χεὶρ σκεπάσῃ, τὸ πῦρ τὸ ἀ^λλότρι^ον γνωρί^σει. | καὶ ἐὰν μὴ ἡ χριστοῦ χεὶρ σκεπάσῃ, τὸ πῦρ τὸ ἀλλότριον γνωρίσει. |
οἶδεν ἐπι^λαβέσθαι ἀ^λλοτρί^ων, οἶδε τι_μᾶν ἁ^γί^ους, αἰδεῖται τὴν εὐσέβεια^ν, ἐπι^λα^μβά^νεται τῆς ἀ^σεβεία_ς. | οἶδεν ἐπιλαβέσθαι ἀλλοτρίων, οἶδε τιμᾶν ἁγίους, αἰδεῖται τὴν εὐσέβειαν, ἐπιλαμβάνεται τῆς ἀσεβείας. |
ἐκεῖ οὐ πλοῦτος, οὐ χρήμα^τα^ πείθει, οὐκ ἐξουσί^α_, οὐ δυ^να^στεία_· | ἐκεῖ οὐ πλοῦτος, οὐ χρήματα πείθει, οὐκ ἐξουσία, οὐ δυναστεία· |
πά^ντα^ ἐξ ἰσοτιμία_ς πα^ρί^στα^ται τῷ βήμα^τι^ τοῦ χριστοῦ. | πάντα ἐξ ἰσοτιμίας παρίσταται τῷ βήματι τοῦ χριστοῦ. |
κ ἂ_ν γὰ^ρ αἱ δι^α^φοραὶ ὦσι^ περὶ^ τοὺς ἀνθρώπους, ἀλλὰ^ πρὸς τὸν δεσπότην ὁμότιμα^ πά^ντα^, κ ἂ_ν πολλὴν ἔχῃ τὴν διαφοράν. | κ ἂν γὰρ αἱ διαφοραὶ ὦσι περὶ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν δεσπότην ὁμότιμα πάντα, κ ἂν πολλὴν ἔχῃ τὴν διαφοράν. |
ἀγγέλου καὶ ἀνθρώπου πόση διαφορά_; | ἀγγέλου καὶ ἀνθρώπου πόση διαφορά; |
πολλὴ καὶ οὐχ ἡ τυ^χοῦσα^. | πολλὴ καὶ οὐχ ἡ τυχοῦσα. |
ἡλίου καὶ σελήνης καὶ ἀστέρων πόση διαφορά_; | ἡλίου καὶ σελήνης καὶ ἀστέρων πόση διαφορά; |
ἀλλ' εἰς τὸν νόμον τῆς προσκυνήσεως ὁμοῦ κα^λεῖται. | ἀλλ' εἰς τὸν νόμον τῆς προσκυνήσεως ὁμοῦ καλεῖται. |
πόση δι^α^φορὰ_ βοτάνης καὶ ἀγγέλων καὶ ζῴων; | πόση διαφορὰ βοτάνης καὶ ἀγγέλων καὶ ζῴων; |
τὰ^ μὲν ἀ_θά^να^τα^, τὰ^ δὲ θνητά^· | τὰ μὲν ἀθάνατα, τὰ δὲ θνητά· |
ἀλλ' ἕκαστον ἐν τῷ ζυγῷ τῆς δουλεία_ς ἐπι^γινώσκει τὴν δεσποτείαν. | ἀλλ' ἕκαστον ἐν τῷ ζυγῷ τῆς δουλείας ἐπιγινώσκει τὴν δεσποτείαν. |
αἰνεῖτε τὸν κύ_ρι^ον ἐκ τῶν οὐρα^νῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι αὐτοῦ, πᾶσαι αἱ δυ^νά^μεις αὐτοῦ, ἥλι^ος καὶ σελήνη. | αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι αὐτοῦ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ἥλιος καὶ σελήνη. |
εἰ γὰ^ρ καὶ ὑποβέβηκε τῇ τάξει, ἀλλ' ἥνωται τῇ δουλείᾳ. | εἰ γὰρ καὶ ὑποβέβηκε τῇ τάξει, ἀλλ' ἥνωται τῇ δουλείᾳ. |
καὶ ὥσπερ, ἀ^δελφοί, τὰ^ ἐν τῷ κόσμῳ ἀξι^ώμα^τα^ δι^ῄρηται μὲν πρὸς ἑαυτά^, ἥνωται δὲ πρὸς τὸν ζυ^γὸν τῆς δουλεία_ς. | καὶ ὥσπερ, ἀδελφοί, τὰ ἐν τῷ κόσμῳ ἀξιώματα διῄρηται μὲν πρὸς ἑαυτά, ἥνωται δὲ πρὸς τὸν ζυγὸν τῆς δουλείας. |
πάντες γὰ^ρ ὑποκύπτουσι^ τῷ βα^σι^λεῖ, πάντες τρέμουσι^ τὴν ἐξουσί^α_ν. | πάντες γὰρ ὑποκύπτουσι τῷ βασιλεῖ, πάντες τρέμουσι τὴν ἐξουσίαν. |
καὶ ἡ μὲν δι^α^φορὰ_ περὶ τὰ^ ἀξι^ώμα^τα^, ἡ δὲ συ^μφωνί^α_ πα^ρὰ^ τοῖς δούλοις. | καὶ ἡ μὲν διαφορὰ περὶ τὰ ἀξιώματα, ἡ δὲ συμφωνία παρὰ τοῖς δούλοις. |
οὕτω κ ἀκεῖ πάντες οἱ ἄνθρωποι ἴ^σοι, μόνοι δὲ ἄ^νι^σοι οἱ ὑπερέχοντες, οἱ τῇ εὐσεβείᾳ διαλάμποντες. | οὕτω κ ἀκεῖ πάντες οἱ ἄνθρωποι ἴσοι, μόνοι δὲ ἄνισοι οἱ ὑπερέχοντες, οἱ τῇ εὐσεβείᾳ διαλάμποντες. |
διὰ τοῦτο καλῶς ἔλεγεν ὁ δανιήλ· | διὰ τοῦτο καλῶς ἔλεγεν ὁ δανιήλ· |
ἐθεώρουν ἐν ὁράμα^τι^ τῆς νυκτός, καὶ· | ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ· |
ἰ^δοὺ ὡς πα^λαιὸς ἡμερῶν ἐκαθέζετο. | ἰδοὺ ὡς παλαιὸς ἡμερῶν ἐκαθέζετο. |
ἐνταῦθα πρόσεχε ἀ^κρι_βῶς, πα^ρα^κα^λῶ, πῶς τὸν κριτὴν τῆς ἀ^ληθεία_ς ἱστορεῖ ὡς ἐν εἰκόνι^ σωμα^τι^κῇ. | ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, πῶς τὸν κριτὴν τῆς ἀληθείας ἱστορεῖ ὡς ἐν εἰκόνι σωματικῇ. |
ἐπειδὴ γὰ^ρ ὁ θεὸς ἀσώμα^τός ἐστι^ τὴν φύ^σι^ν, ὡς ἐν εἰκόνι^ τοῖς αἰσθητοῖς διαγρά^φει τὰ^ νοητά^. | ἐπειδὴ γὰρ ὁ θεὸς ἀσώματός ἐστι τὴν φύσιν, ὡς ἐν εἰκόνι τοῖς αἰσθητοῖς διαγράφει τὰ νοητά. |
φησὶ γοῦν ὡς παλαιὸς ἡμερῶν, οὐ χρόνῳ πεπαλαιωμένος, ἀλλὰ^ τῇ ἀρχαιότητι^ τετι_μημένος· | φησὶ γοῦν ὡς παλαιὸς ἡμερῶν, οὐ χρόνῳ πεπαλαιωμένος, ἀλλὰ τῇ ἀρχαιότητι τετιμημένος· |
ἡ στολὴ αὐτοῦ ὡς χιὼν λευκή, ἡ θρὶξ τῆς κεφα^λῆς αὐτοῦ ὡσεὶ ἔριον κα^θα^ρόν· | ἡ στολὴ αὐτοῦ ὡς χιὼν λευκή, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· |
ὁ θρόνος αὐτοῦ φλὸξ πυ_ρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. | ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. |
ποταμὸς πυ_ρὸς ἑλκόμενος ἔμπροσθεν αὐτοῦ· | ποταμὸς πυρὸς ἑλκόμενος ἔμπροσθεν αὐτοῦ· |
χί_λιαι χι_λι^ά^δες πα^ρειστήκεισα^ν αὐτῷ, καὶ μύριαι μυ_ρι^ά^δες λειτουργοῦσι^ν αὐτῷ. | χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες λειτουργοῦσιν αὐτῷ. |
ὢ φοβεροῦ κριτηρί^ου· | ὢ φοβεροῦ κριτηρίου· |
ὢ μνήμης ἱ^κα^νῆς φοβῆσαι τοὺς ἀγνώμονα^ς. | ὢ μνήμης ἱκανῆς φοβῆσαι τοὺς ἀγνώμονας. |
εἰ ἀκουόμενα^ οὕτω φοβερά^, θεωρούμενα^ πόσῳ φοβερώτερα^; | εἰ ἀκουόμενα οὕτω φοβερά, θεωρούμενα πόσῳ φοβερώτερα; |
καὶ ἐθεώρουν ἐν ὁράμα^τι^ τῆς νυκτός, καὶ ἰδοὺ βίβλοι ἀ^νεῴχθησα^ν, καὶ θρόνοι ἐτέθησα^ν. | καὶ ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ βίβλοι ἀνεῴχθησαν, καὶ θρόνοι ἐτέθησαν. |
θρόνοι, τί^νων; | θρόνοι, τίνων; |
ἦ δῆλον ὅτι^ τῶν ἁ^γί^ων ἀ^ποστόλων, πρὸς οὓς ἔλεγεν ὁ σωτήρ· | ἦ δῆλον ὅτι τῶν ἁγίων ἀποστόλων, πρὸς οὓς ἔλεγεν ὁ σωτήρ· |
ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, κα^θίσεσθε καὶ ὑ_μεῖς ἐπὶ^ δώδεκα^ θρόνους, κρί_νοντες τὰ_ς δώδεκα^ φυλὰς τοῦ ἰσραήλ. | ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ. |
βίβλοι ἠνεῴχθησαν. | βίβλοι ἠνεῴχθησαν. |
βί βλοι, αἷς ἐγγέγραπται τὰ^ φαῦλα^, αἷς ἐγγέγραπται τὰ^ ἀ^γα^θά^, ἐν αἷς ἀναγέγρα^πται ὁ ἑκάστου βί^ος. | βί βλοι, αἷς ἐγγέγραπται τὰ φαῦλα, αἷς ἐγγέγραπται τὰ ἀγαθά, ἐν αἷς ἀναγέγραπται ὁ ἑκάστου βίος. |
βιβλί^ον δὲ καλεῖ, οὐκ ἐπειδὴ δέρμα^ ἐστὶ^ πα^ρὰ^ θεῷ καὶ γρά^μμα^τα^· | βιβλίον δὲ καλεῖ, οὐκ ἐπειδὴ δέρμα ἐστὶ παρὰ θεῷ καὶ γράμματα· |
ἀλλ' ἐπειδὴ πα^ρὰ^ σοὶ τὸ βιβλίον μνήμης ἐστὶ^ν ὄργα^νον, τὴν τοῦ θεοῦ μνήμην ἱστορεῖ ὡς ἐν βι^βλί^ῳ· | ἀλλ' ἐπειδὴ παρὰ σοὶ τὸ βιβλίον μνήμης ἐστὶν ὄργανον, τὴν τοῦ θεοῦ μνήμην ἱστορεῖ ὡς ἐν βιβλίῳ· |
βιβλί^ου γὰ^ρ θεὸς οὐ χρῄζει· | βιβλίου γὰρ θεὸς οὐ χρῄζει· |
βίβλος γὰ^ρ θεῷ ἡ μνήμη. | βίβλος γὰρ θεῷ ἡ μνήμη. |
οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτα_ς, ἀ^ποστόλους, εὐαγγέλια^, ἐν καρδί^ᾳ οὐ περι^φέρομεν τὴν μνήμην ἄ^νευ βιβλί^ου, ὁ θεὸς βιβλί^ου δεῖται· | οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτας, ἀποστόλους, εὐαγγέλια, ἐν καρδίᾳ οὐ περιφέρομεν τὴν μνήμην ἄνευ βιβλίου, ὁ θεὸς βιβλίου δεῖται· |
βιβλί^ου οὐ δεῖται ἡ πηγὴ τῆς μνήμης. | βιβλίου οὐ δεῖται ἡ πηγὴ τῆς μνήμης. |
ἐκεῖ γρά^φεται τὰ^ ἐνάρετα^ ἔργα^, ἐκεῖ γρά^φεται τὰ^ φαῦλα^. | ἐκεῖ γράφεται τὰ ἐνάρετα ἔργα, ἐκεῖ γράφεται τὰ φαῦλα. |
μὴ φοβηθῇς τὸ πρόκρι^μα^· | μὴ φοβηθῇς τὸ πρόκριμα· |
κ ἂ_ν καταγραφῇ σου τὰ^ ἔργα^ τὰ^ πονηρά^, δύναται ἐξαλειφθῆναι διὰ τῶν ἔργων τῶν ἀ^γα^θῶν· | κ ἂν καταγραφῇ σου τὰ ἔργα τὰ πονηρά, δύναται ἐξαλειφθῆναι διὰ τῶν ἔργων τῶν ἀγαθῶν· |
ὥσπερ πά^λι^ν ἐὰν γρα^φῇ τι^νος τὸ ὄνομα^ δι' εὐσέβεια^ν, ἀρνήσηται δὲ τοῖς τρόποις, πρόκρι^μα^ οὐ ποιεῖ τὸ γρα^φῆναι. | ὥσπερ πάλιν ἐὰν γραφῇ τινος τὸ ὄνομα δι' εὐσέβειαν, ἀρνήσηται δὲ τοῖς τρόποις, πρόκριμα οὐ ποιεῖ τὸ γραφῆναι. |
ἀ^παλείφεται γά^ρ. | ἀπαλείφεται γάρ. |
ἵ^να_ δὲ μά^θῃς, ὅτι^ ἀπαλείφεται ὁ δι' εὐσέβεια^ν γρα^φείς, καὶ διὰ ῥᾳθυμίαν ἐκβληθείς, ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ^ δι^καίων μὴ γραφήτωσα^ν. | ἵνα δὲ μάθῃς, ὅτι ἀπαλείφεται ὁ δι' εὐσέβειαν γραφείς, καὶ διὰ ῥᾳθυμίαν ἐκβληθείς, ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. |
ὥσπερ ἐξαλείφονται οἱ ἄπι^στοι, οὕτω γρά^φονται οἱ πιστοί. | ὥσπερ ἐξαλείφονται οἱ ἄπιστοι, οὕτω γράφονται οἱ πιστοί. |
ἄκουε ἀσπάζεσθε τοὺς ἠγαπημένους ἡμῖν ἀ^δελφούς, καὶ τὸν σύζυ^γον μετὰ^ κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν, ὧν τὰ^ ὀνόμα^τα^ ἐν βίβλῳ ζωῆς. | ἄκουε ἀσπάζεσθε τοὺς ἠγαπημένους ἡμῖν ἀδελφούς, καὶ τὸν σύζυγον μετὰ κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. |
φοβηθῶμεν τὴν βίβλον ἐκείνην· | φοβηθῶμεν τὴν βίβλον ἐκείνην· |
φοβήθητι^, μὴ καταγραφῇ σου τὰ^ ἁ^μα^ρτήμα^τα^· | φοβήθητι, μὴ καταγραφῇ σου τὰ ἁμαρτήματα· |
ἐννόει, πῶς διατίθεσαι ἐπὶ^ κριτοῦ, ἐὰν ἀνεῳχθῇ κατὰ σοῦ τὰ^ ὑ^πομνήμα^τα^ ἐπὶ^ ἄρχοντος, ἐλέγχοντά^ σου τὴν ἀδικίαν, στηλιτεύοντά^ σου τὴν μανίαν· | ἐννόει, πῶς διατίθεσαι ἐπὶ κριτοῦ, ἐὰν ἀνεῳχθῇ κατὰ σοῦ τὰ ὑπομνήματα ἐπὶ ἄρχοντος, ἐλέγχοντά σου τὴν ἀδικίαν, στηλιτεύοντά σου τὴν μανίαν· |
ἐννόησον ὅσος φόβος, ὅσος τρόμος, πῶς κλονεῖται τὰ^ μέλη, πῶς ἀναβράσσεται πά^ντα^ τὰ^ ἐντός, ἀνθρώπου δικάζοντος. | ἐννόησον ὅσος φόβος, ὅσος τρόμος, πῶς κλονεῖται τὰ μέλη, πῶς ἀναβράσσεται πάντα τὰ ἐντός, ἀνθρώπου δικάζοντος. |
εἰ δὲ ἀνθρώπου δικάζοντος τοσοῦτος φόβος, τίς δυ^νήσεται τὸν φόβον ἐκεῖνον ἱστορῆσαι, καθ' ὃν μέλλει κρί_νειν τὴν οἰκουμένην ὁ πάντων δεσπότης; | εἰ δὲ ἀνθρώπου δικάζοντος τοσοῦτος φόβος, τίς δυνήσεται τὸν φόβον ἐκεῖνον ἱστορῆσαι, καθ' ὃν μέλλει κρίνειν τὴν οἰκουμένην ὁ πάντων δεσπότης; |
ταῦτα^ λέγομεν, οὐχ ἵ^να_ φοβήσωμεν, ἀλλ' ἵ^να_ σωφρονίσωμεν. | ταῦτα λέγομεν, οὐχ ἵνα φοβήσωμεν, ἀλλ' ἵνα σωφρονίσωμεν. |
μὴ προτιμάσθω τοῦ χριστοῦ χρήμα^τα^· | μὴ προτιμάσθω τοῦ χριστοῦ χρήματα· |
μὴ προτιμάσθω τοῦ θεοῦ ἀ^δι^κί^α_ καὶ πλεονεξί^α_. | μὴ προτιμάσθω τοῦ θεοῦ ἀδικία καὶ πλεονεξία. |
ἤκουσας τῶν προειρημένων, ὅτι^ μέχρι^ τοῦ τά^φου ἡ εὐπρα_γία; | ἤκουσας τῶν προειρημένων, ὅτι μέχρι τοῦ τάφου ἡ εὐπραγία; |
ταῦτα^ ἡμῖν χθὲς ἐγυμνάζετο. | ταῦτα ἡμῖν χθὲς ἐγυμνάζετο. |
τί ἀναμένεις τὸν τά^φον τέλος γενέσθαι σοι τοῦ βί^ου; | τί ἀναμένεις τὸν τάφον τέλος γενέσθαι σοι τοῦ βίου; |
ἀνάμεινον τὸν τά^φον τέλος γενέσθαι σοι τῆς ζωῆς, ἵνα διὰ τῆς πα^ρούσης εἰς τὴν μέλλουσα^ν διαπορθμευθῇς· | ἀνάμεινον τὸν τάφον τέλος γενέσθαι σοι τῆς ζωῆς, ἵνα διὰ τῆς παρούσης εἰς τὴν μέλλουσαν διαπορθμευθῇς· |
ἀγάπησον ἔργα^ δι^καιοσύ^νης· | ἀγάπησον ἔργα δικαιοσύνης· |
τά^φος ἐστί^ν, ἐν ᾧ δι^α^λυ_όμεθα^ τά^φος ἐν ᾧ ἀφα^νί^ζεται τὸ γήϊ^νον σκεῦος. | τάφος ἐστίν, ἐν ᾧ διαλυόμεθα τάφος ἐν ᾧ ἀφανίζεται τὸ γήϊνον σκεῦος. |
φύ^γωμεν τὴν μέλλουσα^ν κρί^σιν, ἀ^δελφοί, δέομαι. | φύγωμεν τὴν μέλλουσαν κρίσιν, ἀδελφοί, δέομαι. |
ταῦτα^ πά^σχοντα^ς δεῖ λέγειν, καὶ πά^σχοντα^ς ἀ^κούειν· | ταῦτα πάσχοντας δεῖ λέγειν, καὶ πάσχοντας ἀκούειν· |
ἀ^να^λά^βωμεν πόθον δι^καιοσύ^νης. | ἀναλάβωμεν πόθον δικαιοσύνης. |
βλέπε, οἴμοι ἐγὼ εἰς τὴν ἡμέρα_ν τοῦ κυ_ρί^ου, ὅτι^ ἐγγὺ^ς ἡ ἡμέρα_ κυ_ρί^ου. | βλέπε, οἴμοι ἐγὼ εἰς τὴν ἡμέραν τοῦ κυρίου, ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου. |
εἰ προφήτης μεμνημένος τῆς ἡμέρα_ς τρέμει, ἡμεῖς οἱ ὑ^πεύθυ_νοι μυ_ρί^οις ἁ^μα^ρτήμα^σι^ν, ἄ^νευ φόβου μνημονεύσομεν; | εἰ προφήτης μεμνημένος τῆς ἡμέρας τρέμει, ἡμεῖς οἱ ὑπεύθυνοι μυρίοις ἁμαρτήμασιν, ἄνευ φόβου μνημονεύσομεν; |
δυσωπήσωμεν τὸν κριτὴν διὰ μετα^νοία_ς, ἐξαλείψωμεν ἡμῶν τὰ ἁ^μα^ρτήμα^τα^, φοβηθῶμεν ἐκείνην τὴν φοβερὰν φωνὴν τὴν λέγουσα^ν· | δυσωπήσωμεν τὸν κριτὴν διὰ μετανοίας, ἐξαλείψωμεν ἡμῶν τὰ ἁμαρτήματα, φοβηθῶμεν ἐκείνην τὴν φοβερὰν φωνὴν τὴν λέγουσαν· |
ὃς ἂ_ν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων οὐχ ὁ λόγῳ δὲ ἀρνούμενος, ἀλλ' ὁ τοῖς τρόποις ἀρνούμενος, ἀρνεῖται. | ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων οὐχ ὁ λόγῳ δὲ ἀρνούμενος, ἀλλ' ὁ τοῖς τρόποις ἀρνούμενος, ἀρνεῖται. |
, ἀρνήσομαι αὐτὸν κ ἀγὼ ἔμπροσθεν τοῦ πατρός μου. | , ἀρνήσομαι αὐτὸν κ ἀγὼ ἔμπροσθεν τοῦ πατρός μου. |
ὃς ἂ^ν ἐξομολογήσειεν ἐμέ, ὁμολογήσω κ ἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου. | ὃς ἂν ἐξομολογήσειεν ἐμέ, ὁμολογήσω κ ἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου. |
εἰ τὰ ῥήμα^τα^ ἐξεταζόμενα^ φοβερά^, τὰ πρά_γμα^τα^ ὁρώμενα^ οὐ μᾶλλον φοβερώτερα^; | εἰ τὰ ῥήματα ἐξεταζόμενα φοβερά, τὰ πράγματα ὁρώμενα οὐ μᾶλλον φοβερώτερα; |
ἐννόησον, ἀ^δελφέ, τὸν κριτὴν τῆς οἰκουμένης κα^θήμενον, ἀγγέλους πα^ρεστῶτα^ς, ἀρχαγγέλους δορυφοροῦντα^ς, τὰ χερουβὶμ δοξάζοντα^, τὰ_ς ὑπερκοσμί^ους δυ^νά^μεις, τὰ_ς ὑπερουρα^νί^ους στρα^τι^ά_ς, καὶ ἐν τούτοις πᾶσι^ πα^τρι^ά^ρχα_ς, προφήτα_ς, ἀ^ποστόλους, εὐα^γγελι^στά_ς, μά^ρτυ^ρα^ς, καὶ τοὺς ἐν τῷ κόσμῳ βα^σι^λεῖς,... | ἐννόησον, ἀδελφέ, τὸν κριτὴν τῆς οἰκουμένης καθήμενον, ἀγγέλους παρεστῶτας, ἀρχαγγέλους δορυφοροῦντας, τὰ χερουβὶμ δοξάζοντα, τὰς ὑπερκοσμίους δυνάμεις, τὰς ὑπερουρανίους στρατιάς, καὶ ἐν τούτοις πᾶσι πατριάρχας, προφήτας, ἀποστόλους, εὐαγγελιστάς, μάρτυρας, καὶ τοὺς ἐν τῷ κόσμῳ βασιλεῖς, ἄρχοντας, κριτάς, δυνάστας, πλ... |
ἀρνήσομαι γὰ^ρ αὐτόν φησι^ τὸν ἀρνούμενόν με, ἔμπροσθεν τοῦ πατρός μου ἐννόησον αὐτὸν λέγοντα^· | ἀρνήσομαι γὰρ αὐτόν φησι τὸν ἀρνούμενόν με, ἔμπροσθεν τοῦ πατρός μου ἐννόησον αὐτὸν λέγοντα· |
πά^τερ, οὗτός μου τὴν πίστι^ν ἐξουθένησεν, οὗτός μου τοὺς ἰ^δί^ους ἐδί^ωξεν, οὗτός μου τὴν ἐκκλησί^α_ν ὕβρι^σεν, οὗτός μου τοὺς ἰ^δί^ους ἐστηλίτευσεν, οὗτός μου τὸν λόγον διέπτυσεν, οὗτός μου τὸ κήρυγμα^ κατεπάτησε. | πάτερ, οὗτός μου τὴν πίστιν ἐξουθένησεν, οὗτός μου τοὺς ἰδίους ἐδίωξεν, οὗτός μου τὴν ἐκκλησίαν ὕβρισεν, οὗτός μου τοὺς ἰδίους ἐστηλίτευσεν, οὗτός μου τὸν λόγον διέπτυσεν, οὗτός μου τὸ κήρυγμα κατεπάτησε. |
λέγει δὲ ταῦτα, οὐκ ἀ^γνοοῦντα^ τὸν πα^τέρα^ δι^δά^σκων, ἀλλὰ^ τῇ κατηγορίᾳ τὸν ἐχθρὸν στηλιτεύων. | λέγει δὲ ταῦτα, οὐκ ἀγνοοῦντα τὸν πατέρα διδάσκων, ἀλλὰ τῇ κατηγορίᾳ τὸν ἐχθρὸν στηλιτεύων. |
ἐννόησον λέγοντα^ τὸν κριτήν, ὅταν κα^λέσῃ τοὺς ἐνδόξους τῆς γῆς δεδεμένους χειροπέδαις τοῦ δῆσαι γά^ρ φησι^ τοὺς ἄ^ρχοντα^ς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. | ἐννόησον λέγοντα τὸν κριτήν, ὅταν καλέσῃ τοὺς ἐνδόξους τῆς γῆς δεδεμένους χειροπέδαις τοῦ δῆσαι γάρ φησι τοὺς ἄρχοντας αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
πα^ρεστῶτα^ς μετὰ^ φόβου τοὺς κρινομένους, τοὺς δυ^νά^στα_ς, καὶ τὸν σωτῆρα^ λέγοντα^· | παρεστῶτας μετὰ φόβου τοὺς κρινομένους, τοὺς δυνάστας, καὶ τὸν σωτῆρα λέγοντα· |
οὗτοί μου τὸν λόγον τῆς ἀ^ληθεία_ς διέπτυσα^ν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα^ ἠκύρωσα^ν, οὗτοι τοὺς ἀ^ποστόλους ἐκόλα^σα^ν, οὗτοι τοὺς μά^ρτυ^ρα^ς ἐβασάνισα^ν. | οὗτοί μου τὸν λόγον τῆς ἀληθείας διέπτυσαν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα ἠκύρωσαν, οὗτοι τοὺς ἀποστόλους ἐκόλασαν, οὗτοι τοὺς μάρτυρας ἐβασάνισαν. |
ταῦτα λέγει καὶ ἐννόησον. | ταῦτα λέγει καὶ ἐννόησον. |
βασιλέως φθεγγομένου, πῶς οἱ πα^ρεστῶτες ἄγγελοι νεύουσι^ φοβερόν, ἀ^πειλοῦσι^ φρικτόν, τῷ βλέμμα^τι^ ἤδη τὸν ἁμαρτωλὸν ἀναλίσκοντες· | βασιλέως φθεγγομένου, πῶς οἱ παρεστῶτες ἄγγελοι νεύουσι φοβερόν, ἀπειλοῦσι φρικτόν, τῷ βλέμματι ἤδη τὸν ἁμαρτωλὸν ἀναλίσκοντες· |
ἐννόησον τοὺς ἀγγέλους ἀγανακτοῦντα^ς, ἀρχαγγέλους κινουμένους, τὰ_ς δυ^νά^μεις σαλευομένας, τὸν πα^τέρα^ ἀγανακτοῦντα^, τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ὀργιζόμενον, ἐκεῖνον μετὰ^ μεγά^λης αἰσχύνης ἐκβαλλόμενον, ἐκβαλλόμενον δὲ οὐ τῆς σωτηρί^α_ς μόνον, ἀλλὰ^ καὶ εἰς κατάκρισι^ν ἐξοριζόμενον. | ἐννόησον τοὺς ἀγγέλους ἀγανακτοῦντας, ἀρχαγγέλους κινουμένους, τὰς δυνάμεις σαλευομένας, τὸν πατέρα ἀγανακτοῦντα, τὸ πνεῦμα τὸ ἅγιον ὀργιζόμενον, ἐκεῖνον μετὰ μεγάλης αἰσχύνης ἐκβαλλόμενον, ἐκβαλλόμενον δὲ οὐ τῆς σωτηρίας μόνον, ἀλλὰ καὶ εἰς κατάκρισιν ἐξοριζόμενον. |
ἀλλὰ^ γὰ^ρ οὐ φοβερὸν τὸ μὴ σωθῆναι μόνον, μη δὲ βα^σι^λεῦσαι, ἀλλὰ^ καὶ τῷ πυ_ρὶ^ πα^ρα^δοθῆναι. | ἀλλὰ γὰρ οὐ φοβερὸν τὸ μὴ σωθῆναι μόνον, μη δὲ βασιλεῦσαι, ἀλλὰ καὶ τῷ πυρὶ παραδοθῆναι. |
ὃς δ' ἂ_ν ἐξομολογήσῃ ἐν ἐμοί, ὁμολογήσω ἐν αὐτῷ. | ὃς δ' ἂν ἐξομολογήσῃ ἐν ἐμοί, ὁμολογήσω ἐν αὐτῷ. |
ἐννόησον πόση δόξα_, πόσον καύχημα^, πόσος στέφα^νος, ὅταν εἴπῃ ὁ κρι^τής· | ἐννόησον πόση δόξα, πόσον καύχημα, πόσος στέφανος, ὅταν εἴπῃ ὁ κριτής· |
οὗτός μου τὸν λόγον ἐτήρησεν, οὗτός μου τὴν πίστι^ν ἐκήρυξεν, οὗτός μου τὸν λόγον ἐβεβαίωσεν, οὗτός μου τὸν πτωχὸν οὐ πα^ρεῖδεν, οὗτος τὴν πλεονεξίαν ἐπά^τησε, καὶ τὴν δι^καιοσύ^νην προετίμησεν, οὗτος κατεγέλασε τοῦ κόσμου ὡς μὴ ὄντος, καὶ ἠγάπησε τὸν μέλλοντα^ κόσμον, οὗτός μου τὴν βα^σι^λεία_ν διεπόρθμευσεν· | οὗτός μου τὸν λόγον ἐτήρησεν, οὗτός μου τὴν πίστιν ἐκήρυξεν, οὗτός μου τὸν λόγον ἐβεβαίωσεν, οὗτός μου τὸν πτωχὸν οὐ παρεῖδεν, οὗτος τὴν πλεονεξίαν ἐπάτησε, καὶ τὴν δικαιοσύνην προετίμησεν, οὗτος κατεγέλασε τοῦ κόσμου ὡς μὴ ὄντος, καὶ ἠγάπησε τὸν μέλλοντα κόσμον, οὗτός μου τὴν βασιλείαν διεπόρθμευσεν· |
οὗτός μου τὸν λόγον ἐτί_μησε· | οὗτός μου τὸν λόγον ἐτίμησε· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.