macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
τί_μησον αὐτόν, πάτερ.
τίμησον αὐτόν, πάτερ.
ὅταν δὲ ταῦτα λέγωμεν ἠθοποιοῦντες, οὐ μερίζομεν τὴν ἀ^ξί^α_ν, οὔ τε λύ_ομεν τὴν ἐξουσί^α_ν, ἀλλὰ^ τῷ σχήμα^τι^ τῆς κα^τηγορί^α_ς δείκνυ^ται ἡ ἀγα^νάκτησι^ς τοῦ κριτοῦ·
ὅταν δὲ ταῦτα λέγωμεν ἠθοποιοῦντες, οὐ μερίζομεν τὴν ἀξίαν, οὔ τε λύομεν τὴν ἐξουσίαν, ἀλλὰ τῷ σχήματι τῆς κατηγορίας δείκνυται ἡ ἀγανάκτησις τοῦ κριτοῦ·
καὶ γί_νεται ταῦτα πά^ντα^ εἰς σωτηρί^α_ν μὲν τῶν ὁμολογούντων, εἰς κατάκρισι^ν δὲ τῶν ἀ^πι^στούντων.
καὶ γίνεται ταῦτα πάντα εἰς σωτηρίαν μὲν τῶν ὁμολογούντων, εἰς κατάκρισιν δὲ τῶν ἀπιστούντων.
τὸ δὲ πάντων φοβερώτερον, ὅταν ἐννοήσῃς ἑστῶτα^ μὲν τὸν μιχαὴλ καὶ γαβριήλ, καὶ πά_σα_ς τὰ_ς ἀγγελικὰ_ς στρα^τι^ά_ς, κα^θεζομένους δὲ τοὺς υἱοὺς ζεβεδαίου, κα^θεζόμενον παῦλον καὶ πέτρον, τοὺς ἐξ ἀνθρώπων, ἀγγέλους δὲ φόβῳ πα^ρεστῶτα^ς, καὶ ἀνθρώπους πα^ρρησί^ᾳ κα^θεζομένους.
τὸ δὲ πάντων φοβερώτερον, ὅταν ἐννοήσῃς ἑστῶτα μὲν τὸν μιχαὴλ καὶ γαβριήλ, καὶ πάσας τὰς ἀγγελικὰς στρατιάς, καθεζομένους δὲ τοὺς υἱοὺς ζεβεδαίου, καθεζόμενον παῦλον καὶ πέτρον, τοὺς ἐξ ἀνθρώπων, ἀγγέλους δὲ φόβῳ παρεστῶτας, καὶ ἀνθρώπους παρρησίᾳ καθεζομένους.
ἐννόησον πα^ρεστῶτα^ς ἀγγέλους καὶ τοὺς ἁλιεῖς καὶ τοὺς τελώνα_ς κα^θεζομένους, καὶ εἴπωμεν καὶ ἡμεῖς μετ' αὐτῶν.
ἐννόησον παρεστῶτας ἀγγέλους καὶ τοὺς ἁλιεῖς καὶ τοὺς τελώνας καθεζομένους, καὶ εἴπωμεν καὶ ἡμεῖς μετ' αὐτῶν.
ὡς πολὺ^ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε.
ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε.
κάθηται ζακχαῖος, κάθηται παῦλος καὶ πέτρος, καὶ πα^ρέστηκεν ὁ μιχαήλ.
κάθηται ζακχαῖος, κάθηται παῦλος καὶ πέτρος, καὶ παρέστηκεν ὁ μιχαήλ.
οὐκ ὀνόμα^τα^ ξένα_ λέγομεν, ἀλλὰ^ τοῖς γεγραμμένοις στοιχοῦμεν·
οὐκ ὀνόματα ξένα λέγομεν, ἀλλὰ τοῖς γεγραμμένοις στοιχοῦμεν·
οὐ γὰ^ρ ἀγγέλων ὀνόμα^τα^ μεμα^θήκα^μεν, ἀλλὰ τοῖς γεγραμμένοις ἀκολουθοῦμεν.
οὐ γὰρ ἀγγέλων ὀνόματα μεμαθήκαμεν, ἀλλὰ τοῖς γεγραμμένοις ἀκολουθοῦμεν.
οὐδεὶς φθόνος, οὐδεὶς ζῆλος·
οὐδεὶς φθόνος, οὐδεὶς ζῆλος·
οὐ γά^ρ ἐστι^ γήϊ^να^ πρά_γμα^τα^·
οὐ γάρ ἐστι γήϊνα πράγματα·
οὐ λυ_ποῦνται ἄγγελοι δι^ό^τι^ μὲν αὐτοὶ ἑστήκα_σι^ν, ἄνθρωποι δὲ κα^θέζονται·
οὐ λυποῦνται ἄγγελοι διότι μὲν αὐτοὶ ἑστήκασιν, ἄνθρωποι δὲ καθέζονται·
κοινωνοὶ γά^ρ εἰσι^ τῆς δόξης τῶν ἁ^γί^ων.
κοινωνοὶ γάρ εἰσι τῆς δόξης τῶν ἁγίων.
ἀμὴν λέγω ὑ_μῖν, ὅτι^ χα^ρά_ ἐστι^ν ἐνώπι^ον πάντων τῶν ἀγγέλων ἐφ' ἑνὶ^ ἁμαρτωλῷ μετα^νοοῦντι^.
ἀμὴν λέγω ὑμῖν, ὅτι χαρά ἐστιν ἐνώπιον πάντων τῶν ἀγγέλων ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
ἀγαπήσωμεν οὖν τὴν δόξα^ν τοῦ χριστοῦ, τὴν δὲ δόξα^ν τὴν πα^ρερχομένην ὡς ὄνα^ρ διαπτύσωμεν.
ἀγαπήσωμεν οὖν τὴν δόξαν τοῦ χριστοῦ, τὴν δὲ δόξαν τὴν παρερχομένην ὡς ὄναρ διαπτύσωμεν.
εἴρηται γὰ^ρ καὶ χθὲς ὑ_μῖν, πῶς ὁ προφήτης τὴν δόξα^ν τοῦ κόσμου ἐνύπνιον ἐκά^λεσεν.
εἴρηται γὰρ καὶ χθὲς ὑμῖν, πῶς ὁ προφήτης τὴν δόξαν τοῦ κόσμου ἐνύπνιον ἐκάλεσεν.
ἔσται γά^ρ φησι^ν ὁ πλοῦτος τῶν ἀσεβῶν ὡς ἐνύπνιον.
ἔσται γάρ φησιν ὁ πλοῦτος τῶν ἀσεβῶν ὡς ἐνύπνιον.
οὐδὲν γὰ^ρ δι^α^φέρει φα^ντα^σμά^των ἡ πα^ροῦσα^ κατάστα^σι^ς.
οὐδὲν γὰρ διαφέρει φαντασμάτων ἡ παροῦσα κατάστασις.
ὁ χθὲς ἐν ὑγι^είᾳ, σήμερον ἐν νόσῳ·
ὁ χθὲς ἐν ὑγιείᾳ, σήμερον ἐν νόσῳ·
ὁ χθὲς ἐν ἐξουσί^ᾳ, σήμερον ἐν ταπεινώσει·
ὁ χθὲς ἐν ἐξουσίᾳ, σήμερον ἐν ταπεινώσει·
ὁ χθὲς ἐν πλούτῳ, σήμερον ἐν πενί^ᾳ·
ὁ χθὲς ἐν πλούτῳ, σήμερον ἐν πενίᾳ·
ὁ χθὲς ἐν ὑ^περηφα_νί^ᾳ, σήμερον ἐν ἐξουθενώσει.
ὁ χθὲς ἐν ὑπερηφανίᾳ, σήμερον ἐν ἐξουθενώσει.
πά^ντα^ σα^λεύεται, πάντα μετα^βά^λλεται·
πάντα σαλεύεται, πάντα μεταβάλλεται·
καὶ οὐ λέγω τὰ ἀ^νθρώπι^να^ μόνον, ἀλλὰ καὶ ὁ οὐρα^νός φησι^ καὶ ἡ γῆ πα^ρελεύ σονται, οἱ δὲ λόγοι μου οὐ μὴ πα^ρέλθωσι^.
καὶ οὐ λέγω τὰ ἀνθρώπινα μόνον, ἀλλὰ καὶ ὁ οὐρανός φησι καὶ ἡ γῆ παρελεύ σονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
διὰ τοῦτο μα^κά^ριοι οἱ χριστιανοί, οἱ καὶ ἐν τῇ ἀ^ξί^ᾳ ταπεινοφρονοῦντες.
διὰ τοῦτο μακάριοι οἱ χριστιανοί, οἱ καὶ ἐν τῇ ἀξίᾳ ταπεινοφρονοῦντες.
ἐταπεινοφρόνησας ἐν τῇ ἀ^ξί^ᾳ;
ἐταπεινοφρόνησας ἐν τῇ ἀξίᾳ;
ἡ τα^πεινοφροσύνη οὐδέν σε ἀδι^κεῖ·
ἡ ταπεινοφροσύνη οὐδέν σε ἀδικεῖ·
τοιοῦτον γὰ^ρ εὑρίσκει, οἷος ὀφείλεις γενέσθαι.
τοιοῦτον γὰρ εὑρίσκει, οἷος ὀφείλεις γενέσθαι.
ἐὰν προλαβὼν ταπεινώσῃς σεαυτὸν πρὸ τῆς ταπεινώσεως, οὐδὲν ξένον καινοτομήσει κατὰ σοῦ ἡ τα^πείνωσι^ς, ἀλλ' ἑτοιμασθεὶς τὴν δι^ά^νοια^ν πα^ρα^σκευά^ζῃ πρὸς τὴν μά^χην.
ἐὰν προλαβὼν ταπεινώσῃς σεαυτὸν πρὸ τῆς ταπεινώσεως, οὐδὲν ξένον καινοτομήσει κατὰ σοῦ ἡ ταπείνωσις, ἀλλ' ἑτοιμασθεὶς τὴν διάνοιαν παρασκευάζῃ πρὸς τὴν μάχην.
ἡτοιμάσθην, καὶ οὐκ ἐτα^ρά^χθην.
ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην.
φύγωμεν οὖν ἀλαζονείαν, φύγωμεν κενοδοξίαν, ἀγαπήσωμεν χριστόν, καὶ διὰ χριστὸν πένητα^ς, ἵνα ὁ πά^ντα^ς πλουτίζων, ὁ πά^ντα^ς ἐλεῶν, χα^ρί^ζηται πλῆθος τῇ ἐκκλησί^ᾳ, ὥστε κομᾶν ἐν εὐσεβείᾳ, ὥστε ἔχειν τὸν γεωργὸν τῆς δι^καιοσύ^νης, τὸν χθὲς ἀπολειφθέντα^ δι' ἑτέρα_ν οἰκονομίαν, μεθ' ἡμῶν δὲ ὄντα^ διὰ τὴν πνευματικὴν ἐ...
φύγωμεν οὖν ἀλαζονείαν, φύγωμεν κενοδοξίαν, ἀγαπήσωμεν χριστόν, καὶ διὰ χριστὸν πένητας, ἵνα ὁ πάντας πλουτίζων, ὁ πάντας ἐλεῶν, χαρίζηται πλῆθος τῇ ἐκκλησίᾳ, ὥστε κομᾶν ἐν εὐσεβείᾳ, ὥστε ἔχειν τὸν γεωργὸν τῆς δικαιοσύνης, τὸν χθὲς ἀπολειφθέντα δι' ἑτέραν οἰκονομίαν, μεθ' ἡμῶν δὲ ὄντα διὰ τὴν πνευματικὴν ἐπιστασίαν.
οὐ γὰ^ρ ἦν ὁ λα_ὸς ἰουδαῖος, ἵνα εἴπω, ὅτι ἦν ὁ λα_ὸς ὡς πρόβα^τα^ μὴ ἔχοντα^ ποιμένα^·
οὐ γὰρ ἦν ὁ λαὸς ἰουδαῖος, ἵνα εἴπω, ὅτι ἦν ὁ λαὸς ὡς πρόβατα μὴ ἔχοντα ποιμένα·
ἀλλ' ἀποστολι^κὸς ἦν, ἔχων εὐαγγελι^κὸν ποιμένα^ λέγοντα^·
ἀλλ' ἀποστολικὸς ἦν, ἔχων εὐαγγελικὸν ποιμένα λέγοντα·
εἰ καὶ τῷ σώμα^τι^ ἄ^πειμι^, ἀλλὰ τῷ πνεύμα^τι^ σὺ^ν ὑ_μῖν εἰμι^, χαίρων καὶ βλέπων τὸ στερέωμα^ τῆς εἰς χριστὸν πίστεως·
εἰ καὶ τῷ σώματι ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων τὸ στερέωμα τῆς εἰς χριστὸν πίστεως·
ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
καινὸν ὡς ἀ^ληθῶς καὶ μέγιστον εὐσεβεία_ς θέατρον ἡ τῶν τρι^ῶν παίδων συ^νεστήσα^το χορεία_, ἐν βαβυλῶνι μὲν τὸν ἀ^γῶνα^ τὸν κα^λὸν ἠγωνισμένη, κα^τὰ^ πᾶσα^ν δὲ τὴν οἰκουμένην συγκροτοῦσα^ τὸ θαῦμα^ τοῦ μαρτυρί^ου.
καινὸν ὡς ἀληθῶς καὶ μέγιστον εὐσεβείας θέατρον ἡ τῶν τριῶν παίδων συνεστήσατο χορεία, ἐν βαβυλῶνι μὲν τὸν ἀγῶνα τὸν καλὸν ἠγωνισμένη, κατὰ πᾶσαν δὲ τὴν οἰκουμένην συγκροτοῦσα τὸ θαῦμα τοῦ μαρτυρίου.
οὐ γὰ^ρ περι^γράφεται τόπῳ ἡ τῶν ἁ^γί^ων δόξα_, οὐ δὲ περι^ορίζεται χρόνοις ἡ τῶν δι^καίων μνήμη·
οὐ γὰρ περιγράφεται τόπῳ ἡ τῶν ἁγίων δόξα, οὐ δὲ περιορίζεται χρόνοις ἡ τῶν δικαίων μνήμη·
εἰς μνημόσυ^νον γὰ^ρ αἰώνι^ον ἔσται δί^καιος.
εἰς μνημόσυνον γὰρ αἰώνιον ἔσται δίκαιος.
ὅθεν εἰ καὶ ἐν τοῖς παλαιοτά^τοις χρόνοις ἐτελειώθη τὸ μαρτύριον, ἀλλ' εἰς πά^ντα^ τὸν αἰῶνα^ τῆς ὑπομονῆς ᾄδεται τὸ στρα^τήγημα^.
ὅθεν εἰ καὶ ἐν τοῖς παλαιοτάτοις χρόνοις ἐτελειώθη τὸ μαρτύριον, ἀλλ' εἰς πάντα τὸν αἰῶνα τῆς ὑπομονῆς ᾄδεται τὸ στρατήγημα.
οἴδα^μεν δι^ὰ^ τῶν ἀναγνωσμάτων τὰ^ πρά_γμα^τα^, οἴδα^μεν δι^ὰ^ τῆς μνήμης τὴν ἱστορίαν, οἴδαμεν ὡς ἐν εἰκόνι^ τῷ λόγῳ καὶ τοῦ τυ^ρά^ννου τὴν πα^ρανομίαν, καὶ τῶν ἁ^γί^ων τὴν ὁμολογίαν, καὶ φλεγομένην μὲν τῷ πυ_ρὶ^ τὴν κάμι_νον, ἀντιλάμπουσα^ν δὲ τῷ θυ_μῷ τοῦ τυ^ρά^ννου, καὶ τῇ ἀ^πειλῇ τοῦ πυ_ρὸς ἄσβεστον τὴν τῶν μα^ρτ...
οἴδαμεν διὰ τῶν ἀναγνωσμάτων τὰ πράγματα, οἴδαμεν διὰ τῆς μνήμης τὴν ἱστορίαν, οἴδαμεν ὡς ἐν εἰκόνι τῷ λόγῳ καὶ τοῦ τυράννου τὴν παρανομίαν, καὶ τῶν ἁγίων τὴν ὁμολογίαν, καὶ φλεγομένην μὲν τῷ πυρὶ τὴν κάμινον, ἀντιλάμπουσαν δὲ τῷ θυμῷ τοῦ τυράννου, καὶ τῇ ἀπειλῇ τοῦ πυρὸς ἄσβεστον τὴν τῶν μαρτύρων ὁμολογίαν ἐπιδεικνυμέ...
μᾶλλον δὲ τί^ τὸ κωλῦον ἄ^νωθεν ἀναλαβόντας τῶν θεοφιλῶν ὡς ἀ^ληθῶς καὶ τρισμακαρίων τοὺς ἀ^γῶνα^ς εἰπεῖν;
μᾶλλον δὲ τί τὸ κωλῦον ἄνωθεν ἀναλαβόντας τῶν θεοφιλῶν ὡς ἀληθῶς καὶ τρισμακαρίων τοὺς ἀγῶνας εἰπεῖν;
ναβουχοδονόσορ ὁ βα^σι^λεύς, μᾶλλον δὲ ὁ τύ^ρα^ννος τοῦτο γὰ^ρ οἰκεῖον ὄνομα^ τῷ πα^ρα^νόμῳ , ἐκρά^τει μὲν τῆς βαβυλωνίας·
ναβουχοδονόσορ ὁ βασιλεύς, μᾶλλον δὲ ὁ τύραννος τοῦτο γὰρ οἰκεῖον ὄνομα τῷ παρανόμῳ , ἐκράτει μὲν τῆς βαβυλωνίας·
ἦν δὲ καὶ τῇ ψυ^χῇ βά^ρβα^ρος καὶ τὸν τρόπον ἀ^νήμερος.
ἦν δὲ καὶ τῇ ψυχῇ βάρβαρος καὶ τὸν τρόπον ἀνήμερος.
οὗτος ἀ^δι^κί^ᾳ πολλῇ καὶ πλούτῳ καὶ ἀ^σεβείᾳ μεθύων ἠγνόησε μὲν τὴν ἑαυτοῦ φύ^σι^ν, καὶ οὐ δὲ ἄνθρωπον ἑαυτὸν ὑ^πονοήσα_ς, ὡς θεὸς προσκυ^νεῖσθαι προσεδόκησεν.
οὗτος ἀδικίᾳ πολλῇ καὶ πλούτῳ καὶ ἀσεβείᾳ μεθύων ἠγνόησε μὲν τὴν ἑαυτοῦ φύσιν, καὶ οὐ δὲ ἄνθρωπον ἑαυτὸν ὑπονοήσας, ὡς θεὸς προσκυνεῖσθαι προσεδόκησεν.
ἔθρεψαν δὲ αὐτῷ τὴν ὑπέρογκον ἀλαζονείαν ἥ τε σύντροφος αὐτοῦ μα^νία καὶ ἡ τοῦ θεοῦ μα^κροθυ_μία_, φέρουσα^ μὲν ἀνεξικάκως τοὺς ἀσεβοῦντα^ς, συγχωροῦσα^ δὲ πά^ντα^ γενέσθαι πρὸς γυμνασίαν τῶν εὐσεβούντων.
ἔθρεψαν δὲ αὐτῷ τὴν ὑπέρογκον ἀλαζονείαν ἥ τε σύντροφος αὐτοῦ μανία καὶ ἡ τοῦ θεοῦ μακροθυμία, φέρουσα μὲν ἀνεξικάκως τοὺς ἀσεβοῦντας, συγχωροῦσα δὲ πάντα γενέσθαι πρὸς γυμνασίαν τῶν εὐσεβούντων.
ἐποίησε δὲ ὁ πα^ρά^νομος εἰκόνα^ χρυ_σῆν, τουτ έστι^ν ἀνδριά^ντα^ χρυ_σοῦν, καὶ τοὺς κατ' εἰκόνα^ θεοῦ γενομένους προσκυ^νεῖν ἠνάγκαζεν ἣν ἐποίησεν εἰκόνα^.
ἐποίησε δὲ ὁ παράνομος εἰκόνα χρυσῆν, τουτ έστιν ἀνδριάντα χρυσοῦν, καὶ τοὺς κατ' εἰκόνα θεοῦ γενομένους προσκυνεῖν ἠνάγκαζεν ἣν ἐποίησεν εἰκόνα.
πολλῇ δὲ τῇ φι^λοτι_μίᾳ χρησά^μενος, ὕψος μὲν αὐτῇ δί^δωσι^ πηχῶν ἑξήκοντα^, εὖρος δὲ πηχῶν ἕξ·
πολλῇ δὲ τῇ φιλοτιμίᾳ χρησάμενος, ὕψος μὲν αὐτῇ δίδωσι πηχῶν ἑξήκοντα, εὖρος δὲ πηχῶν ἕξ·
εὐάρμοστον δὲ καὶ εὔρυθμον τὸ ἄ^γα^λμα^ κα^τα^σκευά^ζει, ἵ^να_ ἢ τῷ μεγέθει ἢ τῷ κάλλει τῆς συνθέσεως ἐκνι_κήσῃ τὸ ψεῦδος, βι^α^σά^μενον τὴν ἀ^λήθεια^ν.
εὐάρμοστον δὲ καὶ εὔρυθμον τὸ ἄγαλμα κατασκευάζει, ἵνα ἢ τῷ μεγέθει ἢ τῷ κάλλει τῆς συνθέσεως ἐκνικήσῃ τὸ ψεῦδος, βιασάμενον τὴν ἀλήθειαν.
ἔστιλβε μὲν οὖν ἡ τέχνη, ἔλαμπεν ὁ χρυ_σός, ὁ κῆρυξ ἐβόα_, ὁ τύ^ρα^ννος ἠπείλει, ἡ κάμι_νος ἐφλέγετο, καὶ πρὸς τούτοις πᾶσι^ τὰ^ λεγόμενα^ τῆς μουσι^κῆς ὄργα^να^ τοὺς ἄ^φρονα^ς δεινῶς εἰς ἀθείαν ἐξεβάκχευε, καὶ ὅλως πάντων ἔκλεπτε τῶν ὁρώντων τὴν ἔννοια^ν ἡ φα^ντα^σί^α_ τῶν ὁρωμένων.
ἔστιλβε μὲν οὖν ἡ τέχνη, ἔλαμπεν ὁ χρυσός, ὁ κῆρυξ ἐβόα, ὁ τύραννος ἠπείλει, ἡ κάμινος ἐφλέγετο, καὶ πρὸς τούτοις πᾶσι τὰ λεγόμενα τῆς μουσικῆς ὄργανα τοὺς ἄφρονας δεινῶς εἰς ἀθείαν ἐξεβάκχευε, καὶ ὅλως πάντων ἔκλεπτε τῶν ὁρώντων τὴν ἔννοιαν ἡ φαντασία τῶν ὁρωμένων.
ἀλλ' οὐκ ἔμελλε καὶ τῶν ἁ^γί^ων ἐπι^κρατέστερον εἶναι τὸ τῆς ἀ^σεβεία_ς πρόσταγμα^·
ἀλλ' οὐκ ἔμελλε καὶ τῶν ἁγίων ἐπικρατέστερον εἶναι τὸ τῆς ἀσεβείας πρόσταγμα·
πάντων δέ, ὡς εἰπεῖν, ὥσπερ ὑ^πό τι^νος χειμάρρου τοῦ σφοδροῦ τῆς ἀ^πάτης ῥεύμα^τος εἰς τὸν τῆς εἰδωλολατρεία_ς κρημνὸν κατασυρομένων, οἱ τρεῖς οὗτοι καὶ κα^λοὶ νεα_νί^αι ὥσπερ ἐπί^ τι^να^ πέτραν τὴν εὐσέβεια^ν πιστῶς ἑαυτοὺς ἐπερείσαντες, οὐχ ὑπεσύρησα^ν τῷ ῥεύμα^τι^ τῆς ἀ^δι^κί^α_ς.
πάντων δέ, ὡς εἰπεῖν, ὥσπερ ὑπό τινος χειμάρρου τοῦ σφοδροῦ τῆς ἀπάτης ῥεύματος εἰς τὸν τῆς εἰδωλολατρείας κρημνὸν κατασυρομένων, οἱ τρεῖς οὗτοι καὶ καλοὶ νεανίαι ὥσπερ ἐπί τινα πέτραν τὴν εὐσέβειαν πιστῶς ἑαυτοὺς ἐπερείσαντες, οὐχ ὑπεσύρησαν τῷ ῥεύματι τῆς ἀδικίας.
ἔπρεπε γὰ^ρ λέγειν αὐτοῖς·
ἔπρεπε γὰρ λέγειν αὐτοῖς·
εἰ μὴ ὅτι^ κύ_ρι^ος ἦν ἐν ἡμῖν, ἄ^ρα^ ζῶντα^ς ἂ^ν κατέπιον ἡμᾶς.
εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς.
ἐν τῷ ὀργισθῆναι τὸν θυ_μὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄ^ρα^ τὸ ὕ^δωρ ἂ^ν κατεπόντισεν ἡμᾶς.
ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς.
χείμαρρον δι^ῆλθεν ἡ ψυ_χὴ ἡμῶν·
χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·
ἄ^ρα^ δι^ῆλθεν ἡ ψυ_χὴ ἡμῶν τὸ ὕ^δωρ τὸ ἀ^νυπόστα^τον.
ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.
ἀλλ' οὔ τε τῷ ῥεύμα^τι^ κατεποντίσθησα^ν, οὔ τε τοῖς βρόχοις ἑά_λωσα^ν, ἀλλὰ^ κα^λῶς δραμόντες εἰς εὐσέβεια^ν, καὶ ὑψηλῷ τῷ πτερῷ τῆς πίστεως κεχρημένοι διεσώζοντο, κα^τὰ^ τὸν παροιμιαστήν·
ἀλλ' οὔ τε τῷ ῥεύματι κατεποντίσθησαν, οὔ τε τοῖς βρόχοις ἑάλωσαν, ἀλλὰ καλῶς δραμόντες εἰς εὐσέβειαν, καὶ ὑψηλῷ τῷ πτερῷ τῆς πίστεως κεχρημένοι διεσώζοντο, κατὰ τὸν παροιμιαστήν·
ὥσπερ δορκὰ^ς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγί^δος..
ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος..
καὶ μονονουχὶ τὰ^ τοῦ δι^α^βόλου δίκτυα^ κα^τὰ^ πά_σης ἡπλωμένα^ τῆς ἀνθρωπότητος ὁρῶντες, τὴν εὐσεβῆ φωνὴν ἐδευτέρουν κα^τὰ^ τοῦ ὑμνογρά^φου λέγοντες·
καὶ μονονουχὶ τὰ τοῦ διαβόλου δίκτυα κατὰ πάσης ἡπλωμένα τῆς ἀνθρωπότητος ὁρῶντες, τὴν εὐσεβῆ φωνὴν ἐδευτέρουν κατὰ τοῦ ὑμνογράφου λέγοντες·
πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί.
πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί.
καὶ οὐκ ἀπέβλεψα^ν εἰς τὴν ἑαυτῶν βραχύτητα^ οἱ τρεῖς αἰχμά^λωτοι, καὶ ὑ^πὸ τοσούτων ἐλαυνόμενοι, ἀλλ' ᾔδεισαν ἀ^κρι_βῶς, ὅτι^ καὶ ὁ βρα^χύ^τα^τος τῆς εὐσεβεία_ς σπινθὴρ ἱ^κα^νός ἐστι^ν ἅ^πα_σα^ν τὴν ἀσέβεια^ν καταφλέξαι καὶ ἀφα^νί^σαι.
καὶ οὐκ ἀπέβλεψαν εἰς τὴν ἑαυτῶν βραχύτητα οἱ τρεῖς αἰχμάλωτοι, καὶ ὑπὸ τοσούτων ἐλαυνόμενοι, ἀλλ' ᾔδεισαν ἀκριβῶς, ὅτι καὶ ὁ βραχύτατος τῆς εὐσεβείας σπινθὴρ ἱκανός ἐστιν ἅπασαν τὴν ἀσέβειαν καταφλέξαι καὶ ἀφανίσαι.
δι^ὰ^ τοῦτο καίτοι τρεῖς ὄντες ἀλλήλοις ἐστερεοῦντο καὶ συνεσφίγγοντο.
διὰ τοῦτο καίτοι τρεῖς ὄντες ἀλλήλοις ἐστερεοῦντο καὶ συνεσφίγγοντο.
ἤιδεισαν γά^ρ, ὅτι^ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀ^πά^γουσα^ εἰς τὴν ζωήν, καὶ ὀλί^γοι εἰσὶ^ν οἱ εὑρίσκοντες αὐτήν.
ἤιδεισαν γάρ, ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
ἐμέμνηντο τοῦ πατριά^ρχου ἀβραάμ, ὅτι^ μόνος ὢν ἐν πά^σῃ τῇ γῇ προσκυ^νητὴς τοῦ θεοῦ, οὐκ ἠκολούθησε τῷ πλήθει τῶν ἀσεβούντων, ἀλλὰ^ νόμος ἦν αὐτῷ εὐσεβεία_ς καὶ δι^καιοσύ^νης ἔπαθλον·
ἐμέμνηντο τοῦ πατριάρχου ἀβραάμ, ὅτι μόνος ὢν ἐν πάσῃ τῇ γῇ προσκυνητὴς τοῦ θεοῦ, οὐκ ἠκολούθησε τῷ πλήθει τῶν ἀσεβούντων, ἀλλὰ νόμος ἦν αὐτῷ εὐσεβείας καὶ δικαιοσύνης ἔπαθλον·
ὅθεν εἰκότως ἐξ αὐτοῦ τε οἷον ἔκ τι^νος ῥίζης ἀ^γα^θῆς ἐβλάστησα^ν οὗτοι οἱ τῆς εὐσεβεία_ς καρποί.
ὅθεν εἰκότως ἐξ αὐτοῦ τε οἷον ἔκ τινος ῥίζης ἀγαθῆς ἐβλάστησαν οὗτοι οἱ τῆς εὐσεβείας καρποί.
ἐξ αὐτοῦ γὰ^ρ καὶ πα^τρι^ά^ρχαι, καὶ ὁ νομοθέτης μωϋσῆς, καὶ οἱ προφῆται, καὶ πάντες οἱ θεολόγοι·
ἐξ αὐτοῦ γὰρ καὶ πατριάρχαι, καὶ ὁ νομοθέτης μωϋσῆς, καὶ οἱ προφῆται, καὶ πάντες οἱ θεολόγοι·
ἐξ αὐτοῦ δὲ προηγουμένως καὶ τὸ σωτήριον ἐκεῖνο καὶ ἀ_θά^να^τον τῆς δι^καιοσύ^νης ἄνθος, ἡ τοῦ σωτῆρος ἐνανθρώπησι^ς·
ἐξ αὐτοῦ δὲ προηγουμένως καὶ τὸ σωτήριον ἐκεῖνο καὶ ἀθάνατον τῆς δικαιοσύνης ἄνθος, ἡ τοῦ σωτῆρος ἐνανθρώπησις·
ἐξ ἐκείνης καὶ οἱ τρεῖς παῖδες οὗτοι οὐκ ἠρνήσαντο τὴν εὐγένεια^ν·
ἐξ ἐκείνης καὶ οἱ τρεῖς παῖδες οὗτοι οὐκ ἠρνήσαντο τὴν εὐγένειαν·
ἐμέμνηντο καὶ τοῦ λὼτ πα^ροικοῦντος μὲν ἐν σοδόμοις, μα^κρὰ_ν δὲ τοῖς τρόποις ἀ^πῳκισμένου·
ἐμέμνηντο καὶ τοῦ λὼτ παροικοῦντος μὲν ἐν σοδόμοις, μακρὰν δὲ τοῖς τρόποις ἀπῳκισμένου·
ἐλά^μβα^νον ἐν νῷ καὶ τὸν ἰωσὴφ μόνον ἐν αἰγύπτῳ σωφροσύνης ἀντι^ποιούμενον, καὶ εὐσεβεία_ς ὄντα^ φροντιστήριον.
ἐλάμβανον ἐν νῷ καὶ τὸν ἰωσὴφ μόνον ἐν αἰγύπτῳ σωφροσύνης ἀντιποιούμενον, καὶ εὐσεβείας ὄντα φροντιστήριον.
ὅθεν καὶ οὗτοι ἐν τοσαύταις μυ_ρι^ά^σι^ν ἀπειλημμένοι τοὺς πολλοὺς μὲν ὁρῶντες ἐλογίζοντο ὅτι^ πλα^τεῖα^ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀ^πά^γουσα^ εἰς τὴν ἀπώλεια^ν, καὶ πολλοί εἰσι^ν οἱ εὑρίσκοντες αὐτήν·
ὅθεν καὶ οὗτοι ἐν τοσαύταις μυριάσιν ἀπειλημμένοι τοὺς πολλοὺς μὲν ὁρῶντες ἐλογίζοντο ὅτι πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εὑρίσκοντες αὐτήν·
πρὸς ἑαυτοὺς δὲ πά^λι^ν βλέποντες καὶ τὴν κάμι_νον, ἐμέμνηντο καὶ τῆς σοφί^α_ς ὧδέ που λεγούσης, ὅτι^ ὥσπερ δοκιμάζεται ἐν καμί^νῳ χρυ_σός, οὕτως ἐκλέγεται κα^ρδί^α_ς ὁ θεός.
πρὸς ἑαυτοὺς δὲ πάλιν βλέποντες καὶ τὴν κάμινον, ἐμέμνηντο καὶ τῆς σοφίας ὧδέ που λεγούσης, ὅτι ὥσπερ δοκιμάζεται ἐν καμίνῳ χρυσός, οὕτως ἐκλέγεται καρδίας ὁ θεός.
δι^ὰ^ τοῦτο οὔ τε σάλπιγξ αὐτοὺς τὸ πολεμι^κὸν ἠχοῦσα^ μέλος ἐφόβησεν, οὔ τε λύ^ρα_ τὰ_ς ἀ^κοὰ_ς θέλγουσα^ τοὺς τόνους τῆς εὐσεβεία_ς δι^έλυ_σεν, οὔ τε μὴν ἡ λοιπὴ πᾶσα^ συ^μφωνί^α_ τῆς μουσι^κῆς τὴν κα^λὴν καὶ ἐναρμόνιον τῆς εὐσεβεία_ς συμφωνίαν δι^έλυ_σεν, ἀλλ' ἀ^ντέστησα^ν τῇ κα^λῇ συ^μφωνί^ᾳ τὴν κα^λὴν ὁμολογίαν.
διὰ τοῦτο οὔ τε σάλπιγξ αὐτοὺς τὸ πολεμικὸν ἠχοῦσα μέλος ἐφόβησεν, οὔ τε λύρα τὰς ἀκοὰς θέλγουσα τοὺς τόνους τῆς εὐσεβείας διέλυσεν, οὔ τε μὴν ἡ λοιπὴ πᾶσα συμφωνία τῆς μουσικῆς τὴν καλὴν καὶ ἐναρμόνιον τῆς εὐσεβείας συμφωνίαν διέλυσεν, ἀλλ' ἀντέστησαν τῇ καλῇ συμφωνίᾳ τὴν καλὴν ὁμολογίαν.
ὁ δὲ κα^κόφρων ἐκεῖνος καὶ δυσσεβὴς τύ^ρα^ννος, ὡς προηγγέλθησα^ν οἱ περὶ^ τὸν ἀνανίαν ἀπειθοῦντες τῷ προστάγμα^τι^ τῆς ἀνομία_ς, διαβολι^κῷ τύ^φῳ τὴν ψυ_χὴν πεπι^εσμένος, καὶ αὐτήν, ὡς εἰπεῖν, τοῦ ἄρχοντος τῆς κα^κί^α_ς τὴν ὄψι^ν ἀ^να^λα^βών, προσκαλεσάμενος αὐτούς φησι^ν·
ὁ δὲ κακόφρων ἐκεῖνος καὶ δυσσεβὴς τύραννος, ὡς προηγγέλθησαν οἱ περὶ τὸν ἀνανίαν ἀπειθοῦντες τῷ προστάγματι τῆς ἀνομίας, διαβολικῷ τύφῳ τὴν ψυχὴν πεπιεσμένος, καὶ αὐτήν, ὡς εἰπεῖν, τοῦ ἄρχοντος τῆς κακίας τὴν ὄψιν ἀναλαβών, προσκαλεσάμενος αὐτούς φησιν·
εἰ ἀ^ληθῶς, σιδράχ, μισάχ, καὶ ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνι^ τῇ χρυ_σῇ ᾗ ἔστησα^ οὐ προσκυ^νεῖτε;
εἰ ἀληθῶς, σιδράχ, μισάχ, καὶ ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε;
ἐνόμισε σχῆμα^ εἶναι τὴν εὐσέβεια^ν, καὶ ἐρωτᾷ εἰ ἀ^ληθῶς βα^σι^λι^κοῖς προστά^γμα^σι^ν ἀντιπί^πτειν τολμῶσι^ν οἱ τὴν εὐσέβεια^ν ἐπαγγελλόμενοι·
ἐνόμισε σχῆμα εἶναι τὴν εὐσέβειαν, καὶ ἐρωτᾷ εἰ ἀληθῶς βασιλικοῖς προστάγμασιν ἀντιπίπτειν τολμῶσιν οἱ τὴν εὐσέβειαν ἐπαγγελλόμενοι·
ἔμελλε δὲ παρ' αὐτῆς τῆς πείρα_ς δι^δά^σκεσθαι, ὅτι^ οἱ τοῦ θεοῦ ἄνθρωποι οὐ μόνον τοῦ τυ^ρά^ννου τὰ_ς ἀ^πειλὰ_ς διαπτύουσι^ν, ἀλλὰ^ καὶ αὐτοῦ τοῦ πυ_ρὸς τὴν ἀκμὴν τῇ δυ^νά^μει τῆς εὐσεβεία_ς καταπατήσουσι^.
ἔμελλε δὲ παρ' αὐτῆς τῆς πείρας διδάσκεσθαι, ὅτι οἱ τοῦ θεοῦ ἄνθρωποι οὐ μόνον τοῦ τυράννου τὰς ἀπειλὰς διαπτύουσιν, ἀλλὰ καὶ αὐτοῦ τοῦ πυρὸς τὴν ἀκμὴν τῇ δυνάμει τῆς εὐσεβείας καταπατήσουσι.
νῦν οὖν ὡς ἂ_ν ἀ^κούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κι^θά^ρα_ς, σαμβύκης τε καὶ ψαλτηρί^ου καὶ συ^μφωνί^α_ς, καὶ παντὸς γένους μουσι^κῶν, πίπτοντες προσκυ^νεῖτε τῇ εἰκόνι^ χρυ_σῇ, ᾗ ἔστησα^.
νῦν οὖν ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι χρυσῇ, ᾗ ἔστησα.
καλῶς ἡρμήνευσε τὴν τῶν δαιμόνων προσκύνησι^ν, πεσόντες προσκυ^νεῖτε.
καλῶς ἡρμήνευσε τὴν τῶν δαιμόνων προσκύνησιν, πεσόντες προσκυνεῖτε.
ἀμήχανον τοὺς δαίμονα^ς προσκυνοῦντα^ς μὴ πεσεῖν μὲν εἰς ὄλεθρον, ἐκπεσεῖν δὲ τῆς ἀ^ληθεία_ς.
ἀμήχανον τοὺς δαίμονας προσκυνοῦντας μὴ πεσεῖν μὲν εἰς ὄλεθρον, ἐκπεσεῖν δὲ τῆς ἀληθείας.
ἐὰ^ν δὲ μή, φησί^, προσκυ^νήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμι_νον τοῦ πυ_ρὸς τὴν καιομένην.
ἐὰν δὲ μή, φησί, προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
πάντως εἰ κάμι_νός ἐστι^, δῆλον ὅτι^ πῦρ ἐστι^ν·
πάντως εἰ κάμινός ἐστι, δῆλον ὅτι πῦρ ἐστιν·
εἰ δὲ πῦρ ἐστι^ν, δῆλον καὶ καιομένη·
εἰ δὲ πῦρ ἐστιν, δῆλον καὶ καιομένη·
ἀλλὰ^ μεγαλύ^νει καὶ πλα^τύ^νει τὴν ἀ^πειλήν, ἵ^να_ κάμψῃ τὴν γνώμην τῆς εὐσεβεία_ς·
ἀλλὰ μεγαλύνει καὶ πλατύνει τὴν ἀπειλήν, ἵνα κάμψῃ τὴν γνώμην τῆς εὐσεβείας·
αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμι_νον τοῦ πυ_ρὸς τὴν καιομένην.
αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
καὶ φορητὰ^ μὲν μέχρι^ τούτου τὰ^ τῆς ἀλαζονεία_ς.
καὶ φορητὰ μὲν μέχρι τούτου τὰ τῆς ἀλαζονείας.
ὅρα δὲ τί^ μετὰ^ ταῦτα^ προστί^θησι^·
ὅρα δὲ τί μετὰ ταῦτα προστίθησι·
καὶ τί^ς ἐστι^ θεός, ὃς ἐξελεῖται ὑ_μᾶς ἐκ τῶν χειρῶν μου;
καὶ τίς ἐστι θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
ἄλλος οὗτος φαραώ·
ἄλλος οὗτος φαραώ·
καὶ γὰ^ρ ἐκεῖνος πρὸς τὸν μωϋσῆν φησι^·
καὶ γὰρ ἐκεῖνος πρὸς τὸν μωϋσῆν φησι·
τί^ς ἐστι^ θεός, οὗ ἐπα^κούσομαι;
τίς ἐστι θεός, οὗ ἐπακούσομαι;
οὐκ οἶδα^, φησὶ^ν ὁ δυσσεβής, τὸν κύ_ρι^ον, καὶ τὸν λα_ὸν οὐκ ἐξαποστελῶ.
οὐκ οἶδα, φησὶν ὁ δυσσεβής, τὸν κύριον, καὶ τὸν λαὸν οὐκ ἐξαποστελῶ.
ὢ τῆς πολλῆς τῶν ἀνθρώπων ἀλαζονεία_ς·
ὢ τῆς πολλῆς τῶν ἀνθρώπων ἀλαζονείας·
ὢ τῆς μεγά^λης τοῦ θεοῦ μα^κροθυ_μία_ς.
ὢ τῆς μεγάλης τοῦ θεοῦ μακροθυμίας.
φθέγγεται ἄνθρωπος καὶ ἀ^νέχεται θεός·
φθέγγεται ἄνθρωπος καὶ ἀνέχεται θεός·
λα^λεῖ ὁ πηλὸς καὶ μακροθυμεῖ ὁ πλαστουργός·
λαλεῖ ὁ πηλὸς καὶ μακροθυμεῖ ὁ πλαστουργός·
φθέγγεται γλῶσσα^ σα^ρκί^νη καὶ σπλαγχνίζεται ὁ τῶν ἀσωμά^των ἀγγέλων δεσπότης.
φθέγγεται γλῶσσα σαρκίνη καὶ σπλαγχνίζεται ὁ τῶν ἀσωμάτων ἀγγέλων δεσπότης.
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύμα^τα^, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυ_ρὸς φλόγα.
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
εὔκαιρον ἐπὶ^ τούτου μνησθῆναι τί^ ἀλαζονεύεται γῆ καὶ σποδός;
εὔκαιρον ἐπὶ τούτου μνησθῆναι τί ἀλαζονεύεται γῆ καὶ σποδός;