macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
θέλεις θαυμά^σαι θεοῦ μακροθυμίαν; | θέλεις θαυμάσαι θεοῦ μακροθυμίαν; |
ἐννόησον τὴν εἰς σὲ γενομένην ὕβρι^ν· | ἐννόησον τὴν εἰς σὲ γενομένην ὕβριν· |
πῶς ἀφόρητός σοι εἶναι νενόμισται. | πῶς ἀφόρητός σοι εἶναι νενόμισται. |
ὑβρίζεταί τι^ς πολλά^κι^ς ὑ^πὸ οἰκέτου, καὶ εὐθέως τῆς ἐλευθερί^α_ς τὴν ὕβρι^ν προβαλλόμενος, δί^κην ἀ^παιτεῖ τοῦ τολμήμα^τος, ἀπαραιτήτῳ θα^νά^τῳ κολάζων τὸν ὑβρίζοντα^· | ὑβρίζεταί τις πολλάκις ὑπὸ οἰκέτου, καὶ εὐθέως τῆς ἐλευθερίας τὴν ὕβριν προβαλλόμενος, δίκην ἀπαιτεῖ τοῦ τολμήματος, ἀπαραιτήτῳ θανάτῳ κολάζων τὸν ὑβρίζοντα· |
ὑβρίζεται πά^λι^ν τι^ς ὑ^πὸ εὐτελοῦς καὶ ἰδιώτου, αὐτὸς ἐν ταῖς τοῦ κόσμου πολι_τείαις ἐξεταζόμενος· | ὑβρίζεται πάλιν τις ὑπὸ εὐτελοῦς καὶ ἰδιώτου, αὐτὸς ἐν ταῖς τοῦ κόσμου πολιτείαις ἐξεταζόμενος· |
καὶ εὐθέως ὑ^πὸ τῆς ὕβρεως δακνόμενος ἐπὶ^ τι_μωρί^α_ν σπεύδει, εἰς μὲν τὴν κοινὴν φύ^σι^ν καὶ τὸ πάντων ἰσότι_μον οὐκ ἀ^φορῶν, εἰς δὲ τὴν περικειμένην ἀ^ξί^α_ν ἀποβλέπων, ἧς περι^αιρεθείσης μί^α^ν ἔστι^ν ἰ^δεῖν τὴν τοῦ γένους ἰσοτιμίαν, ὅτι^ πάντες ἐκ γῆς ἐπλάσθημεν καὶ εἰς γῆν δι^α^λυ_όμεθα^· | καὶ εὐθέως ὑπὸ τῆς ὕβρεως δακνόμενος ἐπὶ τιμωρίαν σπεύδει, εἰς μὲν τὴν κοινὴν φύσιν καὶ τὸ πάντων ἰσότιμον οὐκ ἀφορῶν, εἰς δὲ τὴν περικειμένην ἀξίαν ἀποβλέπων, ἧς περιαιρεθείσης μίαν ἔστιν ἰδεῖν τὴν τοῦ γένους ἰσοτιμίαν, ὅτι πάντες ἐκ γῆς ἐπλάσθημεν καὶ εἰς γῆν διαλυόμεθα· |
μί^α^ δὲ ἡ ὁδὸς ἡ εἰς τὸν βί^ον, ἔξοδός τε ἴ_ση. | μία δὲ ἡ ὁδὸς ἡ εἰς τὸν βίον, ἔξοδός τε ἴση. |
ἐκ πηλοῦ, φησί^, δι^ήρτησαι σύ^, ὡς κ ἀγώ. | ἐκ πηλοῦ, φησί, διήρτησαι σύ, ὡς κ ἀγώ. |
ἀλλ' ὁ μὲν πηλὸς τοιαύτην ἀ^παιτεῖ πα^ρὰ^ τῶν ὁμοτί^μων τὴν ὑπεροχήν· | ἀλλ' ὁ μὲν πηλὸς τοιαύτην ἀπαιτεῖ παρὰ τῶν ὁμοτίμων τὴν ὑπεροχήν· |
ὁ δὲ θεὸς πάντων ὑπερέχων καὶ φύ^σει καὶ νόμῳ, καὶ τοσοῦτον ἀνώτερος ὤν, ὅσον ὑψηλότερον δεῖ νοεῖν τὸν ποιητὴν τῶν ποιημά^των, βλασφημούμενος καὶ ἐξουθενούμενος πα^ρὰ^ τῶν ἀγνωμόνων, οὐ πα^ροξύ_νεται μέν· | ὁ δὲ θεὸς πάντων ὑπερέχων καὶ φύσει καὶ νόμῳ, καὶ τοσοῦτον ἀνώτερος ὤν, ὅσον ὑψηλότερον δεῖ νοεῖν τὸν ποιητὴν τῶν ποιημάτων, βλασφημούμενος καὶ ἐξουθενούμενος παρὰ τῶν ἀγνωμόνων, οὐ παροξύνεται μέν· |
ἀ^πα^θὴς γά^ρ· | ἀπαθὴς γάρ· |
τι_μωρεῖται δὲ μικρὸν ὕστερον τοὺς ἐπι^μένοντα^ς τῇ ἀφροσύνῃ, δι^ό^τι^ δι^καστής ἐστι^ν ἀ^ληθεία_ς καὶ κρι^τὴς ἀδυσώπητος. | τιμωρεῖται δὲ μικρὸν ὕστερον τοὺς ἐπιμένοντας τῇ ἀφροσύνῃ, διότι δικαστής ἐστιν ἀληθείας καὶ κριτὴς ἀδυσώπητος. |
ἵ^να_ μὴ ἀθρόως ἅ^πα^ντες οἱ ἁμαρτάνοντες ἐξολοθρεύωνται, ὑπερτίθεται τὴν τι_μωρί^α_ν, καὶ προσφέρει τὴν ἀνεξικακίαν, ἵ^να_ ἐφελκύ^σηται πρὸς μετάνοια^ν. | ἵνα μὴ ἀθρόως ἅπαντες οἱ ἁμαρτάνοντες ἐξολοθρεύωνται, ὑπερτίθεται τὴν τιμωρίαν, καὶ προσφέρει τὴν ἀνεξικακίαν, ἵνα ἐφελκύσηται πρὸς μετάνοιαν. |
ἀλλ' ἐπὶ^ τὸ προκείμενον ἐπανέλθωμεν. | ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. |
ἐτόλμησεν εἰπεῖν ἄνθρωπος σάρκα^ περικείμενος· | ἐτόλμησεν εἰπεῖν ἄνθρωπος σάρκα περικείμενος· |
τίς ἐστι^ θεός, ὃς ἐξελεῖται ὑ_μᾶς ἐκ τῶν χειρῶν μου; | τίς ἐστι θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; |
οἱ δὲ τρισμα^κάριοι παῖδες τούτων ἀ^κούσα^ντες οὐκ ἐξανέστησα^ν ἐν τῇ βλα^σφημί^ᾳ· | οἱ δὲ τρισμακάριοι παῖδες τούτων ἀκούσαντες οὐκ ἐξανέστησαν ἐν τῇ βλασφημίᾳ· |
σύντροφοι γὰ^ρ ἦσα^ν καὶ αὐτοὶ τῆς θεοῦ μα^κροθυ_μία_ς· | σύντροφοι γὰρ ἦσαν καὶ αὐτοὶ τῆς θεοῦ μακροθυμίας· |
ἀλλὰ^ πρὸς τὰ^ τῆς ἀ^πι^στί^α_ς ῥήμα^τα^ πίστεως φωνὴν ἀναλαβόντες ἀντεφθέγγοντο τῷ τυ^ρά^ννῳ, νόμῳ τὴν ἀνομίαν ἐκλύοντες, καὶ ἐλευθερίᾳ δι^καιοσύ^νης τὴν ἀ^πειλὴν τῆς ἀ^δι^κί^α_ς ἐκνικῶντες· | ἀλλὰ πρὸς τὰ τῆς ἀπιστίας ῥήματα πίστεως φωνὴν ἀναλαβόντες ἀντεφθέγγοντο τῷ τυράννῳ, νόμῳ τὴν ἀνομίαν ἐκλύοντες, καὶ ἐλευθερίᾳ δικαιοσύνης τὴν ἀπειλὴν τῆς ἀδικίας ἐκνικῶντες· |
γνωστόν σοι ἔστω, βα^σι^λεῦ, λέγοντες ὅτι^ τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι^ τῇ χρυ_σῇ, ᾗ ἔστησα^ς, οὐ προσκυ^νοῦμεν. | γνωστόν σοι ἔστω, βασιλεῦ, λέγοντες ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. |
παῦσαι τῆς ἀνοία_ς, ἄνθρωπε· | παῦσαι τῆς ἀνοίας, ἄνθρωπε· |
αἰδέσθητι^ τὴν ἐφύβριστον τῆς εἰκόνος προσκύνησι^ν. | αἰδέσθητι τὴν ἐφύβριστον τῆς εἰκόνος προσκύνησιν. |
εἰ γὰ^ρ σὺ^ τὴν εἰκόνα^ ἔστησα^ς, πῶς προσκυ^νεῖς οἷς ἐποίησα^ς; | εἰ γὰρ σὺ τὴν εἰκόνα ἔστησας, πῶς προσκυνεῖς οἷς ἐποίησας; |
τί^νες τί^νων ὀφείλουσι^ν εἶναι δημι^ουργοί, ἄνθρωποι θεοῦ ἢ θεὸς ἀνθρώπων; | τίνες τίνων ὀφείλουσιν εἶναι δημιουργοί, ἄνθρωποι θεοῦ ἢ θεὸς ἀνθρώπων; |
εἰ γὰ^ρ ἀ^ληθῶς θεοί, αὐτοῖς ἁρμόττει τὸ τῆς δημιουργία_ς ἀξί^ωμα^· | εἰ γὰρ ἀληθῶς θεοί, αὐτοῖς ἁρμόττει τὸ τῆς δημιουργίας ἀξίωμα· |
ἀλλ' ὅπερ πολλά^κι^ς ἔφθημεν εἰπόντες, εἰ τέχνη μὴ προσῆν τοῖς ἀνθρώποις, ἕλληνες θεοὺς οὐκ ἂ^ν εἶχον· | ἀλλ' ὅπερ πολλάκις ἔφθημεν εἰπόντες, εἰ τέχνη μὴ προσῆν τοῖς ἀνθρώποις, ἕλληνες θεοὺς οὐκ ἂν εἶχον· |
μᾶλλον δὲ κ ἀκείνῳ προσχῶμεν, ὅτι^ εἴ τι^ς αἴσθησι^ς ἦν τοῖς εἰδώλοις, αὐτοῖς ἔπρεπε προσκυ^νεῖν τοὺς ἀνθρώπους τοὺς ἐργαζομένους αὐτά^. | μᾶλλον δὲ κ ἀκείνῳ προσχῶμεν, ὅτι εἴ τις αἴσθησις ἦν τοῖς εἰδώλοις, αὐτοῖς ἔπρεπε προσκυνεῖν τοὺς ἀνθρώπους τοὺς ἐργαζομένους αὐτά. |
νόμος γὰ^ρ φύ^σεως τὸ ποίημα^ προσκυ^νεῖν τὸν πεποιηκότα^, οὐ τὸν δημιουργὸν ὑποκύ^πτειν τῇ ἑαυτοῦ δημιουργίᾳ. | νόμος γὰρ φύσεως τὸ ποίημα προσκυνεῖν τὸν πεποιηκότα, οὐ τὸν δημιουργὸν ὑποκύπτειν τῇ ἑαυτοῦ δημιουργίᾳ. |
δι^ὰ^ τοῦτο ἡμεῖς οἱ σύντροφοι τῆς εὐσεβεία_ς θείῳ νόμῳ ἑπόμενοι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι^ τῇ χρυ_σῇ, ᾗ ἔστησα^ς, οὐ προσκυ^νοῦμεν· | διὰ τοῦτο ἡμεῖς οἱ σύντροφοι τῆς εὐσεβείας θείῳ νόμῳ ἑπόμενοι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· |
ἀλλ' ἔστι^ν ὁ θεὸς ἐν οὐρα^νῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου. | ἀλλ' ἔστιν ὁ θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου. |
εἶτα^ ἵ^να_ μὴ δόξωσι^ν ἢ τὸν θεὸν πειράζειν ἢ ἐλπί^δι^ τοῦ ῥυσθήσεσθαι κα^ταθαρρεῖν τοῦ πυ_ρός, εὐθέως ἐπά^γουσι^· | εἶτα ἵνα μὴ δόξωσιν ἢ τὸν θεὸν πειράζειν ἢ ἐλπίδι τοῦ ῥυσθήσεσθαι καταθαρρεῖν τοῦ πυρός, εὐθέως ἐπάγουσι· |
καὶ ἐὰν μή, τουτέστι^, κ ἂ_ν μὴ ῥύ_σηται, ἀλλὰ^ συγχωρήσῃ κατακαῦσαι τὰ^ σώμα^τα^ ἡμῶν τῷ πυρί^, οὐ δὲ οὕτως ἀ^φι^στά^μεθα^ τῆς εὐσεβεία_ς· | καὶ ἐὰν μή, τουτέστι, κ ἂν μὴ ῥύσηται, ἀλλὰ συγχωρήσῃ κατακαῦσαι τὰ σώματα ἡμῶν τῷ πυρί, οὐ δὲ οὕτως ἀφιστάμεθα τῆς εὐσεβείας· |
οὐ γὰ^ρ ἐπὶ^ μισθῷ θεοσεβοῦμεν, ἀλλ' εὐγνωμόνως τὴν ἀ^λήθεια^ν ὁμολογοῦμεν. | οὐ γὰρ ἐπὶ μισθῷ θεοσεβοῦμεν, ἀλλ' εὐγνωμόνως τὴν ἀλήθειαν ὁμολογοῦμεν. |
ὡς δὲ ταύτης ἤκουσε τῆς πίστεως τὴν ἐπαγγελίαν, πυροῦται μᾶλλον ὁ τύ^ρα^ννος καὶ κελεύει τὴν κάμι_νον ἑπταπλασίως ἐξαφθῆναι· | ὡς δὲ ταύτης ἤκουσε τῆς πίστεως τὴν ἐπαγγελίαν, πυροῦται μᾶλλον ὁ τύραννος καὶ κελεύει τὴν κάμινον ἑπταπλασίως ἐξαφθῆναι· |
ἔδει γὰ^ρ τὸ ἀργύ^ρι^ον τὸ δοκιμώτατον ἑπταπλασίως κα^θαρθῆναι· | ἔδει γὰρ τὸ ἀργύριον τὸ δοκιμώτατον ἑπταπλασίως καθαρθῆναι· |
τὰ^ γὰ^ρ λόγι^α^ κυ_ρί^ου λόγι^α^ ἁγνά^, ἀργύ^ρι^ον πεπυρωμένον δοκίμιον τῇ γῇ καὶ κεκα^θα^ρι^σμένον ἑπταπλασίως. | τὰ γὰρ λόγια κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ καὶ κεκαθαρισμένον ἑπταπλασίως. |
διὸ ἑπταπλασίως ἡ κάμι_νος ἐξεκαύθη, ἵ^να_ ἑπταπλασίως οἱ ἅ^γι^οι κα^θαρθῶσι^ν. | διὸ ἑπταπλασίως ἡ κάμινος ἐξεκαύθη, ἵνα ἑπταπλασίως οἱ ἅγιοι καθαρθῶσιν. |
ὅτι^ δὲ ἀργύ^ρι^ον κέκληνται οἱ τοῦ θεοῦ ἄνθρωποι, μνημόνευε ἄργυρος πεπυρωμένος γλῶσσα^ δι^καίου· | ὅτι δὲ ἀργύριον κέκληνται οἱ τοῦ θεοῦ ἄνθρωποι, μνημόνευε ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου· |
καὶ ἀργύ^ρι^ον ἀποδεδοκιμασμένον κα^λέσα^τε αὐτούς, ὅτι^ ἀπεδοκίμασεν αὐτοὺς ὁ θεός. | καὶ ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς ὁ θεός. |
εἰ δὲ οἱ ἀτελεῖς ἀργύριον ἀδόκι^μον, οἱ δὲ τετελειωμένοι δηλονότι^ ἀργύ^ρι^όν εἰσι^ δοκιμώτατον· | εἰ δὲ οἱ ἀτελεῖς ἀργύριον ἀδόκιμον, οἱ δὲ τετελειωμένοι δηλονότι ἀργύριόν εἰσι δοκιμώτατον· |
ὅσον γὰ^ρ ἡ κάμι_νος ἐξήπτετο, τοσοῦτον ὁ τοῦ μαρτυρί^ου πόθος ἐλαμπρύνετο. | ὅσον γὰρ ἡ κάμινος ἐξήπτετο, τοσοῦτον ὁ τοῦ μαρτυρίου πόθος ἐλαμπρύνετο. |
εἰσελθόντες γὰ^ρ οἱ ἅ^γι^οι τρεῖς οὗτοι παῖδες μετὰ^ πίστεως κατεπά^τουν τὴν φλόγα, λεπτὸν ἀ_έρα^ καὶ ἔνδροσον ἐν αὐταῖς μέσαις ταῖς ἀκμαῖς τοῦ πυ_ρὸς ἀναπνέοντες. | εἰσελθόντες γὰρ οἱ ἅγιοι τρεῖς οὗτοι παῖδες μετὰ πίστεως κατεπάτουν τὴν φλόγα, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν αὐταῖς μέσαις ταῖς ἀκμαῖς τοῦ πυρὸς ἀναπνέοντες. |
ὁ γὰ^ρ πά^ντα^ ποιῶν καὶ μετασκευάζων ἤμβλυνε τοῦ πυ_ρὸς τὴν θερμότητα^, καὶ τὴν καυστι^κὴν αὐτοῦ ἐνέργεια^ν περι^έκοψεν, ἐπαληθευούσης τῷ θαύμα^τι^ τῆς ὑμνῳδί^α_ς ἐκείνης· | ὁ γὰρ πάντα ποιῶν καὶ μετασκευάζων ἤμβλυνε τοῦ πυρὸς τὴν θερμότητα, καὶ τὴν καυστικὴν αὐτοῦ ἐνέργειαν περιέκοψεν, ἐπαληθευούσης τῷ θαύματι τῆς ὑμνῳδίας ἐκείνης· |
φωνὴ κυ_ρί^ου διακόπτοντος φλόγα πυ_ρός. | φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός. |
κεκοίμιστο μὲν τὸ πῦρ ἔνδον ἠρεμοῦν, οἱ δὲ ἅ^γι^οι παῖδες ἐχόρευον, μονονουχὶ τῆς ἐπαγγελία_ς ἐκείνης ἀπολαύοντες, ἣν κ ἂ_ν δι^α^βαίνῃς φησὶ^ δι^ὰ^ πυ_ρός, μετὰ^ σοῦ εἰμι^, καὶ φλὸξ οὐ κατακαύσει σε. | κεκοίμιστο μὲν τὸ πῦρ ἔνδον ἠρεμοῦν, οἱ δὲ ἅγιοι παῖδες ἐχόρευον, μονονουχὶ τῆς ἐπαγγελίας ἐκείνης ἀπολαύοντες, ἣν κ ἂν διαβαίνῃς φησὶ διὰ πυρός, μετὰ σοῦ εἰμι, καὶ φλὸξ οὐ κατακαύσει σε. |
καὶ ἦν ἰ^δεῖν τὴν ἐπαγγελίαν δι' ἔργων προχωροῦσα^ν. | καὶ ἦν ἰδεῖν τὴν ἐπαγγελίαν δι' ἔργων προχωροῦσαν. |
οὐ γὰ^ρ ἥψα^το τῶν μελῶν τῶν ἁ^γί^ων τὸ πῦρ· | οὐ γὰρ ἥψατο τῶν μελῶν τῶν ἁγίων τὸ πῦρ· |
οὐκ ἔφλεξεν ὀφθαλμούς, τοὺς ὀρθῶς βλέποντα^ς πρὸς εὐσέβεια^ν, καὶ δι^ὰ^ τῆς εὐκοσμία_ς τῶν ὁρωμένων τὸν κοσμοποιὸν ἐπι^γνόντας· | οὐκ ἔφλεξεν ὀφθαλμούς, τοὺς ὀρθῶς βλέποντας πρὸς εὐσέβειαν, καὶ διὰ τῆς εὐκοσμίας τῶν ὁρωμένων τὸν κοσμοποιὸν ἐπιγνόντας· |
οὐκ ἠδί^κησεν ἀ^κοὰ_ς τὰ_ς θείου νόμου πεπληρωμένας· | οὐκ ἠδίκησεν ἀκοὰς τὰς θείου νόμου πεπληρωμένας· |
οὐ προσῆλθε τῷ στόμα^τι^ οὐ δὲ τῶν χειλέων ἥψα^το, τὰ_ς ὑμνῳδοὺς αὐτῶν καὶ ὑ^μνογρά^φους γλώσσα_ς δυσωπούμενον. | οὐ προσῆλθε τῷ στόματι οὐ δὲ τῶν χειλέων ἥψατο, τὰς ὑμνῳδοὺς αὐτῶν καὶ ὑμνογράφους γλώσσας δυσωπούμενον. |
ἕκαστον τῶν ἁ^γί^ων μέλος εἶχε τὸ ἑαυτοῦ φυ^λα^κτήριον· | ἕκαστον τῶν ἁγίων μέλος εἶχε τὸ ἑαυτοῦ φυλακτήριον· |
αἱ χεῖρες τὴν τῶν εὐχῶν ἔκστασι^ν καὶ τὴν τῆς ἐλεημοσύνης μετάδοσι^ν· | αἱ χεῖρες τὴν τῶν εὐχῶν ἔκστασιν καὶ τὴν τῆς ἐλεημοσύνης μετάδοσιν· |
τὰ^ στήθη τὴν ἐνοικοῦσα^ν αὐτοῖς δύ^να^μι^ν τῆς εὐσεβεία_ς· | τὰ στήθη τὴν ἐνοικοῦσαν αὐτοῖς δύναμιν τῆς εὐσεβείας· |
κοιλί^α_ καὶ τὰ^ ὑπογάστρια^ μέλη τὴν τῆς σωφροσύνης ἄσκησι^ν· | κοιλία καὶ τὰ ὑπογάστρια μέλη τὴν τῆς σωφροσύνης ἄσκησιν· |
οἱ πόδες τὸν τῆς ἀ^ρετῆς δρόμον. | οἱ πόδες τὸν τῆς ἀρετῆς δρόμον. |
καὶ τί^ δεῖ τὰ^ καθ' ἕκαστον λέγοντα^ δι^α^τρί_βειν; | καὶ τί δεῖ τὰ καθ' ἕκαστον λέγοντα διατρίβειν; |
οὐδὲ γὰ^ρ τρι^χῶν κατετόλμησε τὸ πῦρ δι^ὰ^ τὸ μᾶλλον αὐτὰ_ς εὐσεβείᾳ κεκα^λύ^φθαι τιά_ρα_ς· | οὐδὲ γὰρ τριχῶν κατετόλμησε τὸ πῦρ διὰ τὸ μᾶλλον αὐτὰς εὐσεβείᾳ κεκαλύφθαι τιάρας· |
ἐφείσα^το δὲ ἄ^ρα^ καὶ τῆς ἐσθῆτος δι^ὰ^ τὴν τῶν ἁ^γί^ων εὐσχημοσύνην. | ἐφείσατο δὲ ἄρα καὶ τῆς ἐσθῆτος διὰ τὴν τῶν ἁγίων εὐσχημοσύνην. |
τί οὖν; | τί οὖν; |
ἐπὶ^ τούτοις παρακελεύεται ὁ θεὸς τῶν χαλδαίων ἐπι^λαβέσθαι τὸ πῦρ καὶ ἵ^να_ μὴ μαγεία_ν νομί^σα^ντες ἀμαυροῦσθαι τοῦ πυ_ρὸς τὴν ἐνέργεια^ν ἀμβλύνωσι^ τὴν δόξα^ν τῶν μα^ρτύ^ρων καὶ συκοφαντήσωσι^ τὸ θαῦμα^ τῆς ἀ^ληθεία_ς, δι^ὰ^ τοῦτο οἱ μὲν ἔνδον ἠρέμουν, τὸ δὲ πῦρ ἔξω τοὺς χαλδαίους προσενέμετο, ἵ^να_ ἀ^σφα^λῶς πείσῃ ... | ἐπὶ τούτοις παρακελεύεται ὁ θεὸς τῶν χαλδαίων ἐπιλαβέσθαι τὸ πῦρ καὶ ἵνα μὴ μαγείαν νομίσαντες ἀμαυροῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν ἀμβλύνωσι τὴν δόξαν τῶν μαρτύρων καὶ συκοφαντήσωσι τὸ θαῦμα τῆς ἀληθείας, διὰ τοῦτο οἱ μὲν ἔνδον ἠρέμουν, τὸ δὲ πῦρ ἔξω τοὺς χαλδαίους προσενέμετο, ἵνα ἀσφαλῶς πείσῃ τοὺς ὁρῶντας, ὅτι ἐπὶ τ... |
ὥσπερ οἱ λέοντες ἐπὶ^ τοῦ λάκκου τὸν δανιήλ. | ὥσπερ οἱ λέοντες ἐπὶ τοῦ λάκκου τὸν δανιήλ. |
οὕτως ἐντεῦθεν ἀγγελι^κὴν χορείαν ἀ^ληθῶς συ^νεστήσα^ντο καὶ τὸν θεὸν ὕμνουν οἱ τρισμα^κάριοι παῖδες καὶ πᾶσα^ν τὴν κτίσιν, τήν τε ὑπερκόσμιον καὶ τὴν ἐν ὀφθαλμοῖς θεωρουμένην, εἰς ἕνα^ χορὸν ὑμνῳδί^α_ς συ^νήγα^γον. | οὕτως ἐντεῦθεν ἀγγελικὴν χορείαν ἀληθῶς συνεστήσαντο καὶ τὸν θεὸν ὕμνουν οἱ τρισμακάριοι παῖδες καὶ πᾶσαν τὴν κτίσιν, τήν τε ὑπερκόσμιον καὶ τὴν ἐν ὀφθαλμοῖς θεωρουμένην, εἰς ἕνα χορὸν ὑμνῳδίας συνήγαγον. |
ἀναγκαῖον δὲ μη δ' ἐκεῖνο παραλιπεῖν ἀνεξέταστον, τί^νος ἕνεκεν μὴ πᾶσα^ν ὁμοίως ἐμήνυ_σα^ν τὴν κτίσιν, ἀλλὰ^ κα^τὰ^ μέρος ἐξέθεντο τὴν δημιουργίαν. | ἀναγκαῖον δὲ μη δ' ἐκεῖνο παραλιπεῖν ἀνεξέταστον, τίνος ἕνεκεν μὴ πᾶσαν ὁμοίως ἐμήνυσαν τὴν κτίσιν, ἀλλὰ κατὰ μέρος ἐξέθεντο τὴν δημιουργίαν. |
ἤρκει γοῦν εἰπεῖν ὅσον εἰς ἀ^λήθεια^ν· | ἤρκει γοῦν εἰπεῖν ὅσον εἰς ἀλήθειαν· |
εὐλογεῖτε, πά^ντα^ τὰ^ ἔργα^ κυ_ρί^ου, τὸν θεόν. | εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν θεόν. |
ἀλλ' ἐπειδὴ ἐν χώρᾳ τῶν ἀσεβῶν τὸ μέγα^ τοῦτο θέατρον τῆς εὐσεβεία_ς συνεκροτεῖτο, ἔδει παιδευθῆναι τοὺς βαβυλωνίους, τί^να^ μέν εἰσι^ τὰ^ ποιήμα^τα^, τίς δὲ ὁ ποιητὴς τῶν ἁ^πά^ντων. | ἀλλ' ἐπειδὴ ἐν χώρᾳ τῶν ἀσεβῶν τὸ μέγα τοῦτο θέατρον τῆς εὐσεβείας συνεκροτεῖτο, ἔδει παιδευθῆναι τοὺς βαβυλωνίους, τίνα μέν εἰσι τὰ ποιήματα, τίς δὲ ὁ ποιητὴς τῶν ἁπάντων. |
καὶ ἄρχονται μὲν ἀ^πὸ ἀγγέλων, καταλήγουσι^ δὲ εἰς ἀνθρώπους. | καὶ ἄρχονται μὲν ἀπὸ ἀγγέλων, καταλήγουσι δὲ εἰς ἀνθρώπους. |
ἐνομίσθησαν ἄγγελοι θεοί· | ἐνομίσθησαν ἄγγελοι θεοί· |
καὶ παρ' ἕλλησι μυθεύεται, ὅτι^ τούτους φησὶ^ν οὓς προσκυ^νοῦμεν θεούς, ἄγγελοί εἰσι^ τοῦ μεγά^λου θεοῦ. | καὶ παρ' ἕλλησι μυθεύεται, ὅτι τούτους φησὶν οὓς προσκυνοῦμεν θεούς, ἄγγελοί εἰσι τοῦ μεγάλου θεοῦ. |
ἵ^να_ γὰ^ρ παιδευθῶσι^ν οἱ ἄφρονες ὅτι^ οὐ τῶν προσκυνουμένων ἀλλὰ^ τῶν προσκυ^νούντων εἰσὶ^ν οἱ ἄγγελοι, δι^ὰ^ τοῦτο βοῶσι^ν· | ἵνα γὰρ παιδευθῶσιν οἱ ἄφρονες ὅτι οὐ τῶν προσκυνουμένων ἀλλὰ τῶν προσκυνούντων εἰσὶν οἱ ἄγγελοι, διὰ τοῦτο βοῶσιν· |
εὐλογεῖτε, ἄγγελοι κυ_ρί^ου, τὸν κύ_ρι^ον. | εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον. |
προσεκυνήθη ἥλι^ος καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἀστέρων χορός. | προσεκυνήθη ἥλιος καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἀστέρων χορός. |
δι^ὰ^ τοῦτο καὶ τούτους πα^ρα^λαμβά^νουσι^ν εἰς τὴν τῶν ὕμνων προσκύνησι^ν. | διὰ τοῦτο καὶ τούτους παραλαμβάνουσιν εἰς τὴν τῶν ὕμνων προσκύνησιν. |
εὐλογεῖτε, φησί^ν, ἥλι^ος καὶ σελήνη· | εὐλογεῖτε, φησίν, ἥλιος καὶ σελήνη· |
εὐλογεῖτε, ἄ^στρα^ τοῦ οὐρα^νοῦ, τὸν κύ_ρι^ον. | εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον. |
εἶτα μετὰ^ ταῦτα^· | εἶτα μετὰ ταῦτα· |
πᾶς ὄμβρος καὶ δρόσος τὸν κύ_ρι^ον. | πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον. |
τί οὖν βούλεται τὸ πᾶς ὄμβρος καὶ δρόσος καὶ πά^ντα^ τὰ^ πνεύμα^τα^, κα^λὸν ἂ^ν εἴη σκοπῆσαι. | τί οὖν βούλεται τὸ πᾶς ὄμβρος καὶ δρόσος καὶ πάντα τὰ πνεύματα, καλὸν ἂν εἴη σκοπῆσαι. |
γίνονται πολλά^κι^ς ἀ^νομβρίαι καὶ πνευμά^των βί^αι ἄκαιροι· | γίνονται πολλάκις ἀνομβρίαι καὶ πνευμάτων βίαι ἄκαιροι· |
φι^λοῦσι^ δὲ ἀ^εὶ οἱ τοῦ ψεύδους εὑρεταὶ καὶ τῇ ματαιότητι^ χαίροντες ὕ_λῃ τι^νὶ^ καὶ κα^κί^ᾳ ἀταξία_ς πά^ντα^ ἐπιγρά^φειν, οὐκ εἰδότες ὅτι^ οὐδὲν ἀ^δέσποτον, οὐ δὲ μα^ταίως γεγενημένον, ἀλλ' ὅτι^ ταῦτα^ πά^ντα^ οἰκονομεῖ ὁ θεός, καὶ πρὸς παιδείαν ἀνθρώπων καὶ πρὸς ἀποφυγὴν ἀ^σεβεία_ς. | φιλοῦσι δὲ ἀεὶ οἱ τοῦ ψεύδους εὑρεταὶ καὶ τῇ ματαιότητι χαίροντες ὕλῃ τινὶ καὶ κακίᾳ ἀταξίας πάντα ἐπιγράφειν, οὐκ εἰδότες ὅτι οὐδὲν ἀδέσποτον, οὐ δὲ ματαίως γεγενημένον, ἀλλ' ὅτι ταῦτα πάντα οἰκονομεῖ ὁ θεός, καὶ πρὸς παιδείαν ἀνθρώπων καὶ πρὸς ἀποφυγὴν ἀσεβείας. |
ἡ μὲν γὰ^ρ εὐταξία_ τῶν ποιημά^των τὸν δημιουργὸν εἴωθε κηρύττειν, ἡ δὲ ἀταξία_ τὴν προσκύνησι^ν τῶν κτι^σμά^των ἀ^παιτεῖ. | ἡ μὲν γὰρ εὐταξία τῶν ποιημάτων τὸν δημιουργὸν εἴωθε κηρύττειν, ἡ δὲ ἀταξία τὴν προσκύνησιν τῶν κτισμάτων ἀπαιτεῖ. |
εἰ γὰ^ρ ἦν θεῖόν τι^ καὶ σεβάσμιον ὁ ὄμβρος, ἢ τὰ^ πνεύμα^τα^, οὐκ ἂ^ν ἠτάκτουν· | εἰ γὰρ ἦν θεῖόν τι καὶ σεβάσμιον ὁ ὄμβρος, ἢ τὰ πνεύματα, οὐκ ἂν ἠτάκτουν· |
τὸ γὰ^ρ θεῖον ἀταξίαν οὐκ ἐπι^δέχεται. | τὸ γὰρ θεῖον ἀταξίαν οὐκ ἐπιδέχεται. |
δι^ὰ^ τοῦτο λέγουσι^· | διὰ τοῦτο λέγουσι· |
πᾶς ὄμβρος καὶ δρόσος καὶ πά^ντα^ τὰ^ πνεύμα^τα^ τὸν κύ_ρι^ον. | πᾶς ὄμβρος καὶ δρόσος καὶ πάντα τὰ πνεύματα τὸν κύριον. |
προσεκυνήθησα^ν καὶ ὄμβροι καὶ ἄ^νεμοι, οἱ μὲν ὡς τροφεῖς, οἱ δὲ ὡς γεωργοὶ τῆς γῆς τῶν καρπῶν· | προσεκυνήθησαν καὶ ὄμβροι καὶ ἄνεμοι, οἱ μὲν ὡς τροφεῖς, οἱ δὲ ὡς γεωργοὶ τῆς γῆς τῶν καρπῶν· |
προσεκυνήθη δὲ ἡ γῆ, καὶ οἱ ταύτης καρποὶ δι^α^φόροις δαίμοσι^ προσεκληρώθησα^ν, τὴν μὲν ἄμπελον εἰπόντες δῶρον διονύσου, τὴν δὲ ἐλαίαν τῆς ἀθηνᾶς, καὶ ἄλλῳ ἄλλοι καρποί. | προσεκυνήθη δὲ ἡ γῆ, καὶ οἱ ταύτης καρποὶ διαφόροις δαίμοσι προσεκληρώθησαν, τὴν μὲν ἄμπελον εἰπόντες δῶρον διονύσου, τὴν δὲ ἐλαίαν τῆς ἀθηνᾶς, καὶ ἄλλῳ ἄλλοι καρποί. |
καὶ τοῦτο ὁ αὐτὸς λόγος τῆς ἀ^ληθεία_ς ἀσφαλιζόμενός φησι^ν, εὐλογεῖτε, πά^ντα^ τὰ^ φυόμενα^ ἐν τῇ γῇ, τὸν κύ_ρι^ον. | καὶ τοῦτο ὁ αὐτὸς λόγος τῆς ἀληθείας ἀσφαλιζόμενός φησιν, εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν κύριον. |
αὐτὸς γά^ρ ἐστι^ πάντων τῶν φυ^έντων καὶ τῶν φυομένων δημιουργὸς καὶ δεσπότης. | αὐτὸς γάρ ἐστι πάντων τῶν φυέντων καὶ τῶν φυομένων δημιουργὸς καὶ δεσπότης. |
εἶτα μετὰ^ τοῦτο ὄρη καὶ βουνοί. | εἶτα μετὰ τοῦτο ὄρη καὶ βουνοί. |
ἆρ' οὖν ἐκτός εἰσι^ τὰ^ ὄρη καὶ οἱ βουνοί; | ἆρ' οὖν ἐκτός εἰσι τὰ ὄρη καὶ οἱ βουνοί; |
οὐδαμῶς. | οὐδαμῶς. |
ἀλλ' ἐπειδὴ ἐν τοῖς βουνοῖς τὰ^ τῶν δαιμόνων μιαρὰ^ κα^τεσκεύα^στο κ ἀκεῖ τὰ^ ἀ^γά^λμα^τα^ προσεκυνεῖτο, δι^ὰ^ τοῦτό φησι^ν· | ἀλλ' ἐπειδὴ ἐν τοῖς βουνοῖς τὰ τῶν δαιμόνων μιαρὰ κατεσκεύαστο κ ἀκεῖ τὰ ἀγάλματα προσεκυνεῖτο, διὰ τοῦτό φησιν· |
εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύ_ρι^ον. | εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον. |
ἀλλ' ὅμως μνημονεύσα_ς τῶν βουνῶν, μέμνηται καὶ τῶν πηγῶν καὶ ποτα^μῶν καὶ θα^λάσσης. | ἀλλ' ὅμως μνημονεύσας τῶν βουνῶν, μέμνηται καὶ τῶν πηγῶν καὶ ποταμῶν καὶ θαλάσσης. |
καὶ γὰ^ρ καὶ αὐταὶ ἐθεοποιήθησα^ν· | καὶ γὰρ καὶ αὐταὶ ἐθεοποιήθησαν· |
καὶ νύμφας ἐκά^λεσα^ν τὰ_ς πηγά_ς, ποσειδῶνα τὴν θά^λα^σσα^ν, σειρῆνάς τι^να^ς καὶ νηρηΐδας. | καὶ νύμφας ἐκάλεσαν τὰς πηγάς, ποσειδῶνα τὴν θάλασσαν, σειρῆνάς τινας καὶ νηρηΐδας. |
ὅτι^ δὲ καὶ ποτα^μοὶ προσεκυνήθησαν, μα^ρτυ^ρεῖ τὰ^ ἐν αἰγύπτῳ μέχρι^ τῆς δεῦρο· | ὅτι δὲ καὶ ποταμοὶ προσεκυνήθησαν, μαρτυρεῖ τὰ ἐν αἰγύπτῳ μέχρι τῆς δεῦρο· |
ἔθυ_ον τῇ ἀ^να^βά^σει τοῦ νείλου, οὐ θεὸν αὐτὸν ἐπὶ^ τῇ φύ^σει θαυμάζοντες, ἀλλ' αὐτὸ τὸ ὕ^δωρ ὡς θεὸν θερα^πεύοντες. | ἔθυον τῇ ἀναβάσει τοῦ νείλου, οὐ θεὸν αὐτὸν ἐπὶ τῇ φύσει θαυμάζοντες, ἀλλ' αὐτὸ τὸ ὕδωρ ὡς θεὸν θεραπεύοντες. |
διὰ τοῦτο καὶ ποτα^μοὺς καὶ πηγὰ_ς καὶ θά^λα^σσα^ν εἰς τὴν ὑμνῳδίαν κα^λοῦσι^ν. | διὰ τοῦτο καὶ ποταμοὺς καὶ πηγὰς καὶ θάλασσαν εἰς τὴν ὑμνῳδίαν καλοῦσιν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.