macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
εἶτα τὰ^ πετεινὰ^ τοῦ οὐρα^νοῦ καὶ τὰ^ κτήνη· | εἶτα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ κτήνη· |
οὐδὲ γὰ^ρ ταῦτα^ θεοποιία_ς ἐκτός. | οὐδὲ γὰρ ταῦτα θεοποιίας ἐκτός. |
καὶ γὰ^ρ ἀετὸς προσεκυνεῖτο, καὶ ἱ^έρα_ξ· | καὶ γὰρ ἀετὸς προσεκυνεῖτο, καὶ ἱέραξ· |
καὶ τὰ^ θηρί^α^ καὶ τὰ κτήνη καὶ τῇ τῶν θεῶν προσηγορί^ᾳ τετι_μήκα_σι^ν αἰγύπτιοι· | καὶ τὰ θηρία καὶ τὰ κτήνη καὶ τῇ τῶν θεῶν προσηγορίᾳ τετιμήκασιν αἰγύπτιοι· |
καὶ τοσοῦτον ἴσχυ_σεν ἡ πλά^νη, ὅτι^ καὶ ἀ^πὸ τῶν προσκυνουμένων ζῴων καὶ τὰ_ς πόλεις ὠνόμα^σα^ν· | καὶ τοσοῦτον ἴσχυσεν ἡ πλάνη, ὅτι καὶ ἀπὸ τῶν προσκυνουμένων ζῴων καὶ τὰς πόλεις ὠνόμασαν· |
καὶ λέγεται παρ' αὐτοῖς κυ^νῶν καὶ προβάτων καὶ λύκων καὶ λεόντων. | καὶ λέγεται παρ' αὐτοῖς κυνῶν καὶ προβάτων καὶ λύκων καὶ λεόντων. |
ἀλλὰ^ μετὰ^ ταῦτα^ πά^ντα^ πα^ρά^γεται λοιπὸν τὸ ἀ^νθρώπι^νον γένος. | ἀλλὰ μετὰ ταῦτα πάντα παράγεται λοιπὸν τὸ ἀνθρώπινον γένος. |
εὐλογεῖτε, φησί^ν, υἱοὶ τῶν ἀνθρώπων, τὸν κύ_ρι^ον. | εὐλογεῖτε, φησίν, υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον. |
τελευταῖον τάσσεται τὸ ἀ^νθρώπι^νον γένος, οὐ κα^τὰ^ τὴν ἀ^ξί^α_ν, ἀλλὰ^ διὰ τὴν δημιουργίαν. | τελευταῖον τάσσεται τὸ ἀνθρώπινον γένος, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν δημιουργίαν. |
εὐλογεῖτε, ἰσραήλ, τὸν κύ_ρι^ον. | εὐλογεῖτε, ἰσραήλ, τὸν κύριον. |
ὅπερ ἦν τῶν ἐπὶ^ τῆς γῆς ἀνθρώπων ἐξαίρετον γένος, τοῦτο τοίνυ^ν πα^ρά^γει καὶ τὸ τηνι^καῦτα^ ἐν τῷ ἔθνει πολλὰ_ς ἐκτίθεται δι^α^φορά_ς καὶ πα^ρά^γει τοὺς ἱ^ερέα_ς τοῦ κυ_ρί^ου εἰς ἔλεγχον τῶν ἱ^ερέων τῶν ψευδωνύ^μων θεῶν. | ὅπερ ἦν τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων ἐξαίρετον γένος, τοῦτο τοίνυν παράγει καὶ τὸ τηνικαῦτα ἐν τῷ ἔθνει πολλὰς ἐκτίθεται διαφοράς καὶ παράγει τοὺς ἱερέας τοῦ κυρίου εἰς ἔλεγχον τῶν ἱερέων τῶν ψευδωνύμων θεῶν. |
εἶτά φησι^· | εἶτά φησι· |
δοῦ λοι κυ_ρί^ου. | δοῦ λοι κυρίου. |
εἶτα ἵ^να_ μὴ δόξωσι^ν οἱ προελθόντες ταύτης τῆς χορεία_ς ἀ^λλότρι^οι εἶναι, μετὰ^ τῶν ζώντων αὐτοὺς ἀριθμοῦσι^ πα^ρὰ^ τῷ θεῷ, λέγοντες· | εἶτα ἵνα μὴ δόξωσιν οἱ προελθόντες ταύτης τῆς χορείας ἀλλότριοι εἶναι, μετὰ τῶν ζώντων αὐτοὺς ἀριθμοῦσι παρὰ τῷ θεῷ, λέγοντες· |
εὐλογεῖτε, πνεύμα^τα^ καὶ ψυ_χαὶ τῶν δι^καίων, τὸν κύ_ρι^ον· | εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ τῶν δικαίων, τὸν κύριον· |
εἶτα ὅσιοι καὶ τα^πεινοὶ τῇ καρδί^ᾳ, τὸν κύ_ρι^ον. | εἶτα ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν κύριον. |
διὰ τί ὁσί^ων καὶ τα^πεινῶν μέμνηται; | διὰ τί ὁσίων καὶ ταπεινῶν μέμνηται; |
ἵ^να_ δείξῃ, ὅτι^ ὁ θεὸς ὑπερηφά^νοις ἀντιτάττεται, τοῖς δὲ τα^πεινοῖς χά^ρι^ν δί^δωσι^, τοὺς ἀ^λα_ζόνα^ς ἔξω τῆς καμί^νου κατέφλεγε, τοὺς ὁσί^ους καὶ τα^πεινοὺς ἐν μέσῳ τοῦ πυ_ρὸς διεφύλαξεν. | ἵνα δείξῃ, ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάττεται, τοῖς δὲ ταπεινοῖς χάριν δίδωσι, τοὺς ἀλαζόνας ἔξω τῆς καμίνου κατέφλεγε, τοὺς ὁσίους καὶ ταπεινοὺς ἐν μέσῳ τοῦ πυρὸς διεφύλαξεν. |
διὸ καὶ συνεχόρευσε τοῖς ἁ^γί^οις τὸ πῦρ· | διὸ καὶ συνεχόρευσε τοῖς ἁγίοις τὸ πῦρ· |
μετὰ^ γὰ^ρ πάντων καὶ αὐτὸ ὑμνεῖν προσετάχθη τὸν δημιουργόν· | μετὰ γὰρ πάντων καὶ αὐτὸ ὑμνεῖν προσετάχθη τὸν δημιουργόν· |
εὐλογεῖτε, πῦρ καὶ καῦμα^, τὸν κύ_ρι^ον· | εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον· |
ἵ^να_ παιδεύωνται οἱ βαβυλώνιοι μά^γοι, παρ' οἷς τι_μᾶται τὸ πῦρ, ὅτι τοῦτο οὐκ ἔστι^ τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυ^νούντων. | ἵνα παιδεύωνται οἱ βαβυλώνιοι μάγοι, παρ' οἷς τιμᾶται τὸ πῦρ, ὅτι τοῦτο οὐκ ἔστι τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων. |
ἀλλ' ὅμως ἐπὶ τὸ τελευταῖον ἐλθόντες καταπαύσωμεν τὸν λόγον. | ἀλλ' ὅμως ἐπὶ τὸ τελευταῖον ἐλθόντες καταπαύσωμεν τὸν λόγον. |
εὐλογεῖτε, φησί^ν, ἀνανία, ἀζαρία, μισαήλ, τὸν κύ_ρι^ον. | εὐλογεῖτε, φησίν, ἀνανία, ἀζαρία, μισαήλ, τὸν κύριον. |
τίς ἦν χρεία_ τοσούτων τα^γμά^των ἠριθμημένων τῷ τελευταίῳ αὐτοὺς ὀνόμα^τι^ προστεθῆναι; | τίς ἦν χρεία τοσούτων ταγμάτων ἠριθμημένων τῷ τελευταίῳ αὐτοὺς ὀνόματι προστεθῆναι; |
αὐτοὶ γὰ^ρ οὐκ ἦσα^ν ἐν τοῖς υἱοῖς ἰσραὴλ εὐλογήσαντες; | αὐτοὶ γὰρ οὐκ ἦσαν ἐν τοῖς υἱοῖς ἰσραὴλ εὐλογήσαντες; |
αὐτοὶ οὐκ ἦσα^ν τοῖς δούλοις τοῦ κυ_ρί^ου συνηριθμημένοι, ὅτε ἔλεγον· | αὐτοὶ οὐκ ἦσαν τοῖς δούλοις τοῦ κυρίου συνηριθμημένοι, ὅτε ἔλεγον· |
εὐλογεῖτε, δοῦλοι κυ_ρί^ου, τὸν κύ_ρι^ον; | εὐλογεῖτε, δοῦλοι κυρίου, τὸν κύριον; |
ἢ ὅτε ὅσιοι καὶ τα^πεινοὶ τῇ καρδί^ᾳ, οὐ ἐν τοῖς ὁσί^οις ἠριθμημένοι; | ἢ ὅτε ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, οὐ ἐν τοῖς ὁσίοις ἠριθμημένοι; |
τί οὖν βούλεται τὸ ἐκ προσ θήκης εὐλογεῖτε, ἀνανία, ἀζαρία, μισαήλ, τὸν κύ_ρι^ον; | τί οὖν βούλεται τὸ ἐκ προσ θήκης εὐλογεῖτε, ἀνανία, ἀζαρία, μισαήλ, τὸν κύριον; |
ἀλλ' ἐπειδὴ ὑπερφυὲς ἦν θαῦμα^, ἐπειδὴ πα^ρὰ^ φύ^σι^ν ἀ^νθρωπί^νην ἐν σώμα^τι^ γὰ^ρ τὴν κάμι_νον εἰσελθόντες κατεπάτησα^ν. | ἀλλ' ἐπειδὴ ὑπερφυὲς ἦν θαῦμα, ἐπειδὴ παρὰ φύσιν ἀνθρωπίνην ἐν σώματι γὰρ τὴν κάμινον εἰσελθόντες κατεπάτησαν. |
, ἵ^να_ μή τι^ς τῶν πεπλανημένων διὰ τὸ ξένον τοῦ θαύμα^τος θεοὺς αὐτοὺς προσειπεῖν τολμήσειε, καὶ προσκυ^νεῖν οὕτω μᾶλλον δι^καίως, ἢ τὸ πῦρ, τοὺς τοῦ πυ_ρὸς περι^γεγονότας, ἵνα μηδὲν τοιοῦτο πά^θωσι^ν οἱ βλέποντες, διὰ τοῦτο μηνύ^ουσι^ τὴν ἑαυτῶν δουλείαν, καὶ ὁμολογοῦσι^ τὴν προσκύνησι^ν, λέγοντες· | , ἵνα μή τις τῶν πεπλανημένων διὰ τὸ ξένον τοῦ θαύματος θεοὺς αὐτοὺς προσειπεῖν τολμήσειε, καὶ προσκυνεῖν οὕτω μᾶλλον δικαίως, ἢ τὸ πῦρ, τοὺς τοῦ πυρὸς περιγεγονότας, ἵνα μηδὲν τοιοῦτο πάθωσιν οἱ βλέποντες, διὰ τοῦτο μηνύουσι τὴν ἑαυτῶν δουλείαν, καὶ ὁμολογοῦσι τὴν προσκύνησιν, λέγοντες· |
εὐλογεῖτε, ἀνανία, ἀζαρία, μισαήλ, τὸν κύ_ρι^ον. | εὐλογεῖτε, ἀνανία, ἀζαρία, μισαήλ, τὸν κύριον. |
λέγεται δέ, ὅτι τὸν δανιὴλ ὁ θεὸς διὰ τοῦτο οὐ συνεχώρησεν εἰς τὸ μαρτύριον τοῦτο παραληφθῆναι. | λέγεται δέ, ὅτι τὸν δανιὴλ ὁ θεὸς διὰ τοῦτο οὐ συνεχώρησεν εἰς τὸ μαρτύριον τοῦτο παραληφθῆναι. |
ἐπειδὴ γὰ^ρ τὸ ὄνα^ρ τοῦ βα^σι^λέως ἡρμήνευσε, καὶ ὡς θεὸς ὑπ' αὐτοῦ τοῦ βα^σι^λέως προσεκυνήθη καὶ ἐκλήθη βαλτασὰρ τῷ ὀνόμα^τι^ τοῦ θεοῦ τοῦ πα^ρὰ^ πέρσαις, ἵνα μὴ νομισθῇ διὰ τὸ ἐνεγκά^μενον αὐτῷ ὄνομα^ τοῦ βαλτασὰρ πεπαῦσθαι τοῦ πυ_ρὸς τὴν ἐνέργεια^ν, οἰκονομεῖ θεὸς μὴ προαχθῆναι τὸν δανιὴλ εἰς μέσον, ἵνα ἀκέραιον ᾖ... | ἐπειδὴ γὰρ τὸ ὄναρ τοῦ βασιλέως ἡρμήνευσε, καὶ ὡς θεὸς ὑπ' αὐτοῦ τοῦ βασιλέως προσεκυνήθη καὶ ἐκλήθη βαλτασὰρ τῷ ὀνόματι τοῦ θεοῦ τοῦ παρὰ πέρσαις, ἵνα μὴ νομισθῇ διὰ τὸ ἐνεγκάμενον αὐτῷ ὄνομα τοῦ βαλτασὰρ πεπαῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν, οἰκονομεῖ θεὸς μὴ προαχθῆναι τὸν δανιὴλ εἰς μέσον, ἵνα ἀκέραιον ᾖ τῆς εὐσεβείας... |
καὶ ταῦτα^ μὲν εἰς τοσοῦτον. | καὶ ταῦτα μὲν εἰς τοσοῦτον. |
εἴη δ' ἡμᾶς, εὐχαῖς καὶ πρεσβείαις τῶν μα^ρτυ^ρησά^ντων, τὸν αὐτὸν ζῆλον ἀναλαβόντας, τῶν αὐτῶν ἐπαίνων ἀ^ξι^ωθῆναι, καὶ τῆς αὐτῆς βα^σι^λεία_ς τυ^χεῖν, χάριτι^ καὶ φι^λανθρωπί^ᾳ τοῦ κυ_ρί^ου ἡμῶν ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | εἴη δ' ἡμᾶς, εὐχαῖς καὶ πρεσβείαις τῶν μαρτυρησάντων, τὸν αὐτὸν ζῆλον ἀναλαβόντας, τῶν αὐτῶν ἐπαίνων ἀξιωθῆναι, καὶ τῆς αὐτῆς βασιλείας τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
ἀπαρξώμεθα τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὸν περὶ^ τοῦ σταυροῦ λόγον καὶ στέψωμεν τὴν ἡμέρα_ν, μᾶλλον δὲ στεφθῶμεν ὑ^πὸ τῆς μνήμης τῆς ἡμέρα_ς· | ἀπαρξώμεθα τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὸν περὶ τοῦ σταυροῦ λόγον καὶ στέψωμεν τὴν ἡμέραν, μᾶλλον δὲ στεφθῶμεν ὑπὸ τῆς μνήμης τῆς ἡμέρας· |
οὐ γὰ^ρ ἐξ ὧν φθεγγόμεθα^ σταυρὸς στεφα^νοῦται, ἀλλ' ἐξ ὧν εὐγνωμόνως ὁμολογοῦμεν τοὺς στεφά^νους παρ' αὐτοῦ κομι^ζόμεθα^. | οὐ γὰρ ἐξ ὧν φθεγγόμεθα σταυρὸς στεφανοῦται, ἀλλ' ἐξ ὧν εὐγνωμόνως ὁμολογοῦμεν τοὺς στεφάνους παρ' αὐτοῦ κομιζόμεθα. |
σήμερον, ἀ^δελφοί, σταυρὸς ἐπά^γη καὶ κόσμος ἡγιάσθη, σήμερον σταυρὸς ἐπά^γη καὶ θά^να^τος ἀνετρά^πη, σήμερον σταυρὸς ἔλαμψεν καὶ δαίμονες ἐσκορπί^σθησα^ν, σήμερον σταυρὸς ἐβράβευσεν καὶ δι^ά^βολος κα^τῃσχύνθη, σήμερον σταυρὸς ἔλαμψεν καὶ θά^να^τος ἐνι_κήθη καὶ ἄνθρωπος ἐλευθερώθη καὶ ὁ θεὸς ἐδοξάσθη. | σήμερον, ἀδελφοί, σταυρὸς ἐπάγη καὶ κόσμος ἡγιάσθη, σήμερον σταυρὸς ἐπάγη καὶ θάνατος ἀνετράπη, σήμερον σταυρὸς ἔλαμψεν καὶ δαίμονες ἐσκορπίσθησαν, σήμερον σταυρὸς ἐβράβευσεν καὶ διάβολος κατῃσχύνθη, σήμερον σταυρὸς ἔλαμψεν καὶ θάνατος ἐνικήθη καὶ ἄνθρωπος ἐλευθερώθη καὶ ὁ θεὸς ἐδοξάσθη. |
σήμερον πα^ρὰ^ ἰουδαίοις γῆ ἐσα^λεύσα^το, παρ' ἡμῖν δὲ ἡ οἰκουμένη στηρίζεται, σήμερον ἡ θεομά^χος τόλμα_ τῶν ἰουδαίων πέτρα_ς ἔσχι^σεν, σήμερον ἡ φι^λόθεος εὐσέβεια^ τὴν οἰκουμένην ἥνωσεν. | σήμερον παρὰ ἰουδαίοις γῆ ἐσαλεύσατο, παρ' ἡμῖν δὲ ἡ οἰκουμένη στηρίζεται, σήμερον ἡ θεομάχος τόλμα τῶν ἰουδαίων πέτρας ἔσχισεν, σήμερον ἡ φιλόθεος εὐσέβεια τὴν οἰκουμένην ἥνωσεν. |
ἔπρεπεν γὰ^ρ τὰ^ μὲν τῆς εὐσεβεία_ς συ^ναφθῆναι, τὰ^ δὲ τῆς ἀ^σεβεία_ς σχισθῆναι, κα^θὼς διεσχίσθησαν καὶ οὐ κατηνύγησα^ν. | ἔπρεπεν γὰρ τὰ μὲν τῆς εὐσεβείας συναφθῆναι, τὰ δὲ τῆς ἀσεβείας σχισθῆναι, καθὼς διεσχίσθησαν καὶ οὐ κατηνύγησαν. |
σήμερον πα^ρὰ^ ἰουδαίοις ὁ ἥλι^ος ἀ^πὸ ἕκτης ὥρα_ς ἕως ἐννάτης σκότος εἰργά^σα^το· | σήμερον παρὰ ἰουδαίοις ὁ ἥλιος ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης σκότος εἰργάσατο· |
οὐ γὰ^ρ ἤνεγκεν τὸ ποίημα^ τὴν ὕβρι^ν τοῦ ποιήσαντος. | οὐ γὰρ ἤνεγκεν τὸ ποίημα τὴν ὕβριν τοῦ ποιήσαντος. |
συνέστειλε γὰ^ρ τὰ_ς ἀκτῖνα^ς ἵ^να_ ἐπόπτης μὴ γένηται τοῦ θεομά^χου μί^σους, οὐκ ἐπειδὴ τῆς θεότητος ὕ^βρις ἥπτετο, ἀλλ' ἐπειδὴ πα^ρὰ^ τῶν τολμησάντων τὸ γι_νόμενον εἰς ὕβρι^ν ἐγί_νετο. | συνέστειλε γὰρ τὰς ἀκτῖνας ἵνα ἐπόπτης μὴ γένηται τοῦ θεομάχου μίσους, οὐκ ἐπειδὴ τῆς θεότητος ὕβρις ἥπτετο, ἀλλ' ἐπειδὴ παρὰ τῶν τολμησάντων τὸ γινόμενον εἰς ὕβριν ἐγίνετο. |
σήμερον πα^ρὰ^ ἰουδαίοις ὁ ἥλι^ος τὴν ἀκτῖνα^ μετεποίησεν· | σήμερον παρὰ ἰουδαίοις ὁ ἥλιος τὴν ἀκτῖνα μετεποίησεν· |
σήμερον ἡ χά^ρι^ς παρ' ἡμῖν τὴν νύκτα^ εἰς ἡμέρα_ν ποιεῖ. | σήμερον ἡ χάρις παρ' ἡμῖν τὴν νύκτα εἰς ἡμέραν ποιεῖ. |
φίλον γὰ^ρ τῇ εὐσεβείᾳ καὶ ἐν σκότει φῶς ἀπολαύειν, τῇ δὲ ἀ^σεβείᾳ καὶ ἐν φωτὶ^ σκότους ἀ ναπληροῦσθαι. | φίλον γὰρ τῇ εὐσεβείᾳ καὶ ἐν σκότει φῶς ἀπολαύειν, τῇ δὲ ἀσεβείᾳ καὶ ἐν φωτὶ σκότους ἀ ναπληροῦσθαι. |
τοῖς πιστοῖς καὶ ἡ νὺξ εἰς ἡμέρα_ν λογίζεται, τοῖς δὲ ἀπί^στοις καὶ ἡ ἡμέρα_ μετα^ποιεῖται εἰς νύκτα^. | τοῖς πιστοῖς καὶ ἡ νὺξ εἰς ἡμέραν λογίζεται, τοῖς δὲ ἀπίστοις καὶ ἡ ἡμέρα μεταποιεῖται εἰς νύκτα. |
δι^ὰ^ τοῦτο περὶ^ μὲν τῶν πιστῶν καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυ^φῇ μου, ὅτι^ τὸ σκότος οὐ σκοτισθήσεται ἀ^πὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα_ φωτισθήσεται. | διὰ τοῦτο περὶ μὲν τῶν πιστῶν καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, ὅτι τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. |
τῷ οὖν πιστῷ καὶ ἡ νὺξ εἰς ἡμέρα_ν μετα^βά^λλεται, τῷ δὲ ἀπί^στῳ καὶ ἡ ἡμέρα_ εἰς νύκτα^ μετα^τίθεται, κα^θὼς βοᾷ ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ περι^πα^τήσουσι^ν ἐν ἡμέρᾳ ὡς ἐν μεσονυκτίῳ. | τῷ οὖν πιστῷ καὶ ἡ νὺξ εἰς ἡμέραν μεταβάλλεται, τῷ δὲ ἀπίστῳ καὶ ἡ ἡμέρα εἰς νύκτα μετατίθεται, καθὼς βοᾷ ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ περιπατήσουσιν ἐν ἡμέρᾳ ὡς ἐν μεσονυκτίῳ. |
σήμερον ἀ^δελφοὶ ἀδὰμ ἐξεβλήθη τοῦ παραδείσου δι^ὰ^ τὴν πα^ρακοήν, σήμερον πά^λι^ν εἰσάγεται εἰς τὸν πα^ρά^δεισον. | σήμερον ἀδελφοὶ ἀδὰμ ἐξεβλήθη τοῦ παραδείσου διὰ τὴν παρακοήν, σήμερον πάλιν εἰσάγεται εἰς τὸν παράδεισον. |
καὶ μάρτυ^ς ὁ λῃστής. | καὶ μάρτυς ὁ λῃστής. |
ἐξῆλθεν κλέπτης καὶ εἰσῆλθεν κλέπτης, ἐξῆλθεν ὁ κλέψα_ς πα^ρὰ^ τὸ βούλημα^ τῆς ἐντολῆς καὶ εἰσῆλθεν ὁ κλέψα_ς ἀ^πὸ τοῦ σταυροῦ τὴν σωτηρί^α_ν. | ἐξῆλθεν κλέπτης καὶ εἰσῆλθεν κλέπτης, ἐξῆλθεν ὁ κλέψας παρὰ τὸ βούλημα τῆς ἐντολῆς καὶ εἰσῆλθεν ὁ κλέψας ἀπὸ τοῦ σταυροῦ τὴν σωτηρίαν. |
οἶδα καὶ πρώην εἰρηκὼς περὶ^ τοῦ λῃστοῦ, ἀλλ' ἔχει δι^α^φόρους ἱ^στορί^α_ς ὁ τοῦ σταυροῦ λόγος. | οἶδα καὶ πρώην εἰρηκὼς περὶ τοῦ λῃστοῦ, ἀλλ' ἔχει διαφόρους ἱστορίας ὁ τοῦ σταυροῦ λόγος. |
ἐκεῖνος ὁ λῃστὴς δι^ὰ^ ξύ^λου θανατοῦται, οὗτος ὁ λῃστὴς ἀ^πὸ ξύ^λου τρυγᾷ τὴν σωτηρί^α_ν. | ἐκεῖνος ὁ λῃστὴς διὰ ξύλου θανατοῦται, οὗτος ὁ λῃστὴς ἀπὸ ξύλου τρυγᾷ τὴν σωτηρίαν. |
οὐκ ἤρκει αὐτῷ τὰ^ ἐπί^γεια^ ἀλλὰ^ καὶ τὰ^ ἐπουρά^νι^α^ ἐσύ_λησεν, οὐ περι^γράφων τῇ δυ^νά^μει, ἀλλὰ^ νι_κῶν τῇ πίστει. | οὐκ ἤρκει αὐτῷ τὰ ἐπίγεια ἀλλὰ καὶ τὰ ἐπουράνια ἐσύλησεν, οὐ περιγράφων τῇ δυνάμει, ἀλλὰ νικῶν τῇ πίστει. |
ἡ βα^σι^λεία_ τῶν οὐρα^νῶν βι^ά^ζεται καὶ βιασταὶ ἁρπά^ζουσι^ν αὐτήν. | ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. |
ἐπὶ^ σταυροῦ δύ^ο λῃσταί, εἰκὼν ἰουδαίων τε καὶ ἑλλήνων, τῶν ἐν ἀ^σεβείᾳ τὰ^ πρῶτα^ ὁδευσάντων καὶ μετὰ^ ταῦτα^ τὴν ἀ^λήθεια^ν ἐπεγνωκότων. | ἐπὶ σταυροῦ δύο λῃσταί, εἰκὼν ἰουδαίων τε καὶ ἑλλήνων, τῶν ἐν ἀσεβείᾳ τὰ πρῶτα ὁδευσάντων καὶ μετὰ ταῦτα τὴν ἀλήθειαν ἐπεγνωκότων. |
εἰκὼν ἰουδαίων ὁ λῃστὴς ὁ μέχρι^ τέλους λῃστής· | εἰκὼν ἰουδαίων ὁ λῃστὴς ὁ μέχρι τέλους λῃστής· |
ἕως τοῦ σταυροῦ, συ^νέδραμον ἀλλήλοις τὴν ὁδὸν τῆς πονηρία_ς καὶ ὁ σταυρὸς ἐμέρισεν τὰ_ς ὁδούς· | ἕως τοῦ σταυροῦ, συνέδραμον ἀλλήλοις τὴν ὁδὸν τῆς πονηρίας καὶ ὁ σταυρὸς ἐμέρισεν τὰς ὁδούς· |
ἀ^πὸ γὰ^ρ τοῦ σταυροῦ μερίζονται οἱ δύ^ο, ὁδὸς ἀπωλεία_ς τοῖς ἀ^πι^στοῦσι^ καὶ ὁδὸς σωτηρί^α_ς τοῖς πιστεύουσι^ν. | ἀπὸ γὰρ τοῦ σταυροῦ μερίζονται οἱ δύο, ὁδὸς ἀπωλείας τοῖς ἀπιστοῦσι καὶ ὁδὸς σωτηρίας τοῖς πιστεύουσιν. |
ἐκεῖ ἔμα^θεν ὁ λῃστὴς τὴν δι^α^φορὰ_ν τῶν ὁδῶν ὅτι^ γι^νώσκει κύριος ὁδὸν δι^καίων καὶ ὁδὸς ἀσεβῶν ἀ^πολεῖται. | ἐκεῖ ἔμαθεν ὁ λῃστὴς τὴν διαφορὰν τῶν ὁδῶν ὅτι γινώσκει κύριος ὁδὸν δικαίων καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. |
καὶ βλέπε τοῦ θεοῦ τὴν διακρισίαν ἵ^να_ εἴπῃς καὶ σὺ^ μετὰ^ τοῦ προφήτου· | καὶ βλέπε τοῦ θεοῦ τὴν διακρισίαν ἵνα εἴπῃς καὶ σὺ μετὰ τοῦ προφήτου· |
δίκαιος εἶ κύριε, καὶ εὐθεῖς αἱ κρί^σεις σου. | δίκαιος εἶ κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. |
δι^ὰ^ μί^α^ν ἁ^μαρτί^α_ν ἐξορίζεται ἀδὰμ τοῦ παραδείσου, δι^ὰ^ μί^α^ν φωνὴν πίστεως ὁ λῃστὴς σῴζεται· | διὰ μίαν ἁμαρτίαν ἐξορίζεται ἀδὰμ τοῦ παραδείσου, διὰ μίαν φωνὴν πίστεως ὁ λῃστὴς σῴζεται· |
μί^α^ ἐκεῖνον ἁμαρτία ἐκβάλλει τῆς τρυφῆς, μί^α^ τοῦτον δι^καιοσύ^νη εἰσοικίζει εἰς τὴν τρυφήν. | μία ἐκεῖνον ἁμαρτία ἐκβάλλει τῆς τρυφῆς, μία τοῦτον δικαιοσύνη εἰσοικίζει εἰς τὴν τρυφήν. |
εἰσῆλθεν ὁ λῃστὴς εἰς τὸν πα^ρά^δεισον. | εἰσῆλθεν ὁ λῃστὴς εἰς τὸν παράδεισον. |
ὢ τοῦ θαύμα^τος. | ὢ τοῦ θαύματος. |
οὔ τε τῷ ἀβραὰμ ἐδόθη ἐπαγγελία_ παραδείσου δι^ὰ^ φωνῆς· | οὔ τε τῷ ἀβραὰμ ἐδόθη ἐπαγγελία παραδείσου διὰ φωνῆς· |
κληρονομεῖ γὰ^ρ δι^ὰ^ πίστεως ἀλλ' ἐπαγγελίαν παραδείσου οὐ δὲ γὰ^ρ πρὸ τοῦ λῃστοῦ ἔλα^βεν. | κληρονομεῖ γὰρ διὰ πίστεως ἀλλ' ἐπαγγελίαν παραδείσου οὐ δὲ γὰρ πρὸ τοῦ λῃστοῦ ἔλαβεν. |
ἐνταῦθα πρόσεχε ἀ^κρι_βῶς καὶ τὴν πα^λαιὰ_ν ἐρευνήσα_ς γραφὴν πᾶσα^ν καὶ τὴν νέα_ν· | ἐνταῦθα πρόσεχε ἀκριβῶς καὶ τὴν παλαιὰν ἐρευνήσας γραφὴν πᾶσαν καὶ τὴν νέαν· |
εὑρήσεις ὅτι^ οὐδεὶς φαίνεται τῶν δι^καίων πρὸ τοῦ λῃστοῦ δι^ὰ^ φωνῆς τὴν ἐπαγγελίαν δεξά^μενος, οὐκ ἀβραάμ, οὐ μωϋσῆς, οὐχ οἱ προφῆται, οὐκ ἀ^πόστολοι, ἀλλὰ^ πρὸ πάντων ὁ λῃστὴς ἀ^κούει· | εὑρήσεις ὅτι οὐδεὶς φαίνεται τῶν δικαίων πρὸ τοῦ λῃστοῦ διὰ φωνῆς τὴν ἐπαγγελίαν δεξάμενος, οὐκ ἀβραάμ, οὐ μωϋσῆς, οὐχ οἱ προφῆται, οὐκ ἀπόστολοι, ἀλλὰ πρὸ πάντων ὁ λῃστὴς ἀκούει· |
ἀμὴν ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. | ἀμὴν ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. |
ἐκάλεσεν ὁ θεὸς τὸν ἀβραὰμ λέγων· | ἐκάλεσεν ὁ θεὸς τὸν ἀβραὰμ λέγων· |
ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενεία_ς σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ οὐκ εἶπεν· | ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ οὐκ εἶπεν· |
ἵ^να_ κληρονομήσῃς πα^ρά^δεισον, ἀλλὰ^ δεῦρο εἰς γῆν ἣν ἄ_ν σοι δείξω. | ἵνα κληρονομήσῃς παράδεισον, ἀλλὰ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. |
μωϋσῇ τὸν νόμον δέδωκεν ὁ θεὸς καὶ καρπὸν ἐντολῶν ἐπαγγέλλεται τὰ^ ἐπὶ^ γῆς ἀ^γα^θά^· | μωϋσῇ τὸν νόμον δέδωκεν ὁ θεὸς καὶ καρπὸν ἐντολῶν ἐπαγγέλλεται τὰ ἐπὶ γῆς ἀγαθά· |
ἐὰ^ν φυ^λά^ξῃς τὸν νόμον κυρίου τοῦ θεοῦ σου. | ἐὰν φυλάξῃς τὸν νόμον κυρίου τοῦ θεοῦ σου. |
οὐδαμοῦ ἐπαγγελία_ παραδείσου πρὸ τοῦ λῃστοῦ. | οὐδαμοῦ ἐπαγγελία παραδείσου πρὸ τοῦ λῃστοῦ. |
ἀναγκαῖον δὲ ζητῆσαι τί^νος ἕνεκεν τούτῳ πρὸ τῶν ἄλλων καὶ πρὸ τοιούτων ἀ^ξι^οπί^στων ἀνδρῶν ἐπηγγείλατο. | ἀναγκαῖον δὲ ζητῆσαι τίνος ἕνεκεν τούτῳ πρὸ τῶν ἄλλων καὶ πρὸ τοιούτων ἀξιοπίστων ἀνδρῶν ἐπηγγείλατο. |
ἐπίστευσεν μὲν θεῷ ὁ ἀβραάμ, ἀλλ' ἐπίστευσεν οὐκ ἐν τοιαύτῃ ὕβρει αὐτῷ φανέντι^, ἐπίστευσεν ἀπ' οὐρα^νοῦ φθεγγομένῳ, ἐπίστευσεν αὐτῷ δι' ἀγγέλων ἁ^γί^ων τὸν λόγον ἐκπέμποντι^ καὶ ἀ^πὸ τῆς οἰκεία_ς αὐθεντία_ς τὴν ἐντολὴν προσφέροντι^. | ἐπίστευσεν μὲν θεῷ ὁ ἀβραάμ, ἀλλ' ἐπίστευσεν οὐκ ἐν τοιαύτῃ ὕβρει αὐτῷ φανέντι, ἐπίστευσεν ἀπ' οὐρανοῦ φθεγγομένῳ, ἐπίστευσεν αὐτῷ δι' ἀγγέλων ἁγίων τὸν λόγον ἐκπέμποντι καὶ ἀπὸ τῆς οἰκείας αὐθεντίας τὴν ἐντολὴν προσφέροντι. |
ἐπίστευσεν καὶ ἠσαΐας, ἀλλ' ἰ^δὼν αὐτὸν ἐν δόξῃ· | ἐπίστευσεν καὶ ἠσαΐας, ἀλλ' ἰδὼν αὐτὸν ἐν δόξῃ· |
ἐπίστευσεν καὶ ἰεζεκιήλ, ἀλλὰ^ θεα_σά^μενος αὐτὸν ἐπὶ^ τῶν χερουβίμ· | ἐπίστευσεν καὶ ἰεζεκιήλ, ἀλλὰ θεασάμενος αὐτὸν ἐπὶ τῶν χερουβίμ· |
ἐπί^στευσα^ν καὶ οἱ προφῆται, ἀλλὰ^ δι^α^φόρως ἕκαστος ἐν δόξῃ τὸν ἑαυτοῦ δεσπότην εἶδεν, ὡς ἰ^δεῖν δυ^να^τὸν ἦν ἀνθρώπου φύ^σι^ν. | ἐπίστευσαν καὶ οἱ προφῆται, ἀλλὰ διαφόρως ἕκαστος ἐν δόξῃ τὸν ἑαυτοῦ δεσπότην εἶδεν, ὡς ἰδεῖν δυνατὸν ἦν ἀνθρώπου φύσιν. |
ἐπίστευσεν μωϋσῆς ἀλλ' ἐπίστευσεν θεῷ λαλοῦντι^ ἐκ μέσου τοῦ πυ_ρὸς καὶ τοῦ γνόφου καὶ τῶν σαλπίγγων καὶ τῶν βροντῶν· | ἐπίστευσεν μωϋσῆς ἀλλ' ἐπίστευσεν θεῷ λαλοῦντι ἐκ μέσου τοῦ πυρὸς καὶ τοῦ γνόφου καὶ τῶν σαλπίγγων καὶ τῶν βροντῶν· |
ἱκανὰ^ ἦν ταῦτα^ καὶ τὸν ἄπι^στον νευρῶσαι. | ἱκανὰ ἦν ταῦτα καὶ τὸν ἄπιστον νευρῶσαι. |
ταῦτα^ δὲ λέγω οὐ τοὺς προφήτα_ς ἐξουθενῶν ἀλλ' ὑ^πὲρ τοῦ λα^βόντος τὸν παράδεισον ἀπολογούμενος. | ταῦτα δὲ λέγω οὐ τοὺς προφήτας ἐξουθενῶν ἀλλ' ὑπὲρ τοῦ λαβόντος τὸν παράδεισον ἀπολογούμενος. |
αὐτὸς δὲ βλέπει σωτῆρα^ οὐκ ἐπὶ^ θρόνου βα^σι^λι^κοῦ, οὐκ ἐν οὐρα^νοῖς φθεγγόμενον, οὐ δι' ἀγγέλου διαταττόμενον· | αὐτὸς δὲ βλέπει σωτῆρα οὐκ ἐπὶ θρόνου βασιλικοῦ, οὐκ ἐν οὐρανοῖς φθεγγόμενον, οὐ δι' ἀγγέλου διαταττόμενον· |
εἶδεν ἐν ὕβρει καὶ προσκυ^νεῖ ἐν δόξῃ· | εἶδεν ἐν ὕβρει καὶ προσκυνεῖ ἐν δόξῃ· |
εἶδεν ἐπὶ^ σταυροῦ καὶ πα^ρα^κα^λεῖ ὡς ἐν οὐρα^νῷ κα^θήμενον. | εἶδεν ἐπὶ σταυροῦ καὶ παρακαλεῖ ὡς ἐν οὐρανῷ καθήμενον. |
βλέπει αὐτὸν κα^τα^κρι_νόμενον καὶ βα^σι^λέα^ κα^λεῖ τὸν ἐσταυρωμένον καὶ φησί^· | βλέπει αὐτὸν κατακρινόμενον καὶ βασιλέα καλεῖ τὸν ἐσταυρωμένον καὶ φησί· |
μνήσθητί μου ὅτα^ν ἔλθῃ ἐν τῇ βα^σι^λείᾳ σου. | μνήσθητί μου ὅταν ἔλθῃ ἐν τῇ βασιλείᾳ σου. |
ἐσταυρωμένον βλέπεις καὶ βα^σι^λέα^ κα^λεῖς τὸν ἐν δόξῃ κατακρίσεως; | ἐσταυρωμένον βλέπεις καὶ βασιλέα καλεῖς τὸν ἐν δόξῃ κατακρίσεως; |
μὴ γὰ^ρ νόμον ἀ^νέγνως ὁ τῇ ἀνομίᾳ σχολά^σα_ς, μὴ προφήτα_ς ἀ^νέγνως ὁ φόνοις ἐσχολα^κὼς, μὴ ἀ^νέγνως τὸν θεῖον νόμον τὴν μάχαιρα^ν ἀκονῶν. | μὴ γὰρ νόμον ἀνέγνως ὁ τῇ ἀνομίᾳ σχολάσας, μὴ προφήτας ἀνέγνως ὁ φόνοις ἐσχολακὼς, μὴ ἀνέγνως τὸν θεῖον νόμον τὴν μάχαιραν ἀκονῶν. |
πόθεν ἐπαιδεύθης περὶ^ χριστοῦ τοιαῦτα^ φι^λοσοφεῖν; | πόθεν ἐπαιδεύθης περὶ χριστοῦ τοιαῦτα φιλοσοφεῖν; |
ἰουδαῖοι σταυρῶσι^ν, οἱ τὸν νόμον εἰδότες, σὺ^ ὁ τούτου ἄ^πειρος θεὸν λέγεις τὸν κα^τάκρι^τον, προσκυ^νεῖς τὸν ἐσταυρωμένον. | ἰουδαῖοι σταυρῶσιν, οἱ τὸν νόμον εἰδότες, σὺ ὁ τούτου ἄπειρος θεὸν λέγεις τὸν κατάκριτον, προσκυνεῖς τὸν ἐσταυρωμένον. |
τίνας εἰσήγαγεν εἰς τὴν δόξα^ν τῆς βα^σι^λεία_ς. | τίνας εἰσήγαγεν εἰς τὴν δόξαν τῆς βασιλείας. |
εἴπομεν ὑ^πὲρ τοῦ τολμήσαντος διὰ τῶν πρα_γμά^των· | εἴπομεν ὑπὲρ τοῦ τολμήσαντος διὰ τῶν πραγμάτων· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.