macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
οὐδὲ γὰ^ρ κα^τὰ^ χοίρων ἔχει ἐξουσί^α_ν. | οὐδὲ γὰρ κατὰ χοίρων ἔχει ἐξουσίαν. |
εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμᾶς ἀ^πελθεῖν εἰς τοὺς χοίρους. | εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμᾶς ἀπελθεῖν εἰς τοὺς χοίρους. |
εἰ δὲ χοίρων οὐκ ἔχει ἐξουσί^α_ν μὴ ἐπιτρεπόμενος, τῶν κατ' εἰκόνα^ θεοῦ γενομένων πῶς ἔχει ἐξουσί^α_ν μὴ κελευόμενος; | εἰ δὲ χοίρων οὐκ ἔχει ἐξουσίαν μὴ ἐπιτρεπόμενος, τῶν κατ' εἰκόνα θεοῦ γενομένων πῶς ἔχει ἐξουσίαν μὴ κελευόμενος; |
ἐγένετό φησι^ν ὡς ἡ ἡμέρα_ αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ πα^ρα^στῆναι τῷ κυ_ρί^ῳ, καὶ ὁ δι^ά^βολος ἔστη ἐν μέσῳ αὐτῶν. | ἐγένετό φησιν ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι τῷ κυρίῳ, καὶ ὁ διάβολος ἔστη ἐν μέσῳ αὐτῶν. |
ἆρα οὖν σὺ^ν τῇ ἀγγελι^κῇ λειτουργί^ᾳ πα^ρί^στα^ται καὶ ὁ δι^ά^βολος καὶ ἐν μέσῳ τῶν ἁ^γί^ων πνευμά^των τὸ ἀ^κά^θα^ρτον πνεῦμα^ πα^ρί^στα^ται; | ἆρα οὖν σὺν τῇ ἀγγελικῇ λειτουργίᾳ παρίσταται καὶ ὁ διάβολος καὶ ἐν μέσῳ τῶν ἁγίων πνευμάτων τὸ ἀκάθαρτον πνεῦμα παρίσταται; |
ἀλλ' οὔ τε οἱ ἅ^γι^οι ἄγγελοι τῷ θεῷ πα^ρέστησα^ν σωμα^τι^κῶς οὐ δὲ ὁ σατανᾶς σωμα^τι^κῶς, ἀλλὰ^ πᾶσα^ ὑπουργία παράστα^σι^ς λέγεται. | ἀλλ' οὔ τε οἱ ἅγιοι ἄγγελοι τῷ θεῷ παρέστησαν σωματικῶς οὐ δὲ ὁ σατανᾶς σωματικῶς, ἀλλὰ πᾶσα ὑπουργία παράστασις λέγεται. |
ὥσπερ γὰ^ρ ὁ ἠλίας ἐπὶ^ τῆς γῆς πολι_τευόμενος τῷ θεῷ πα^ρεστάναι ἐλέγετο, ζῇ κύ_ρι^ος, ᾧ πα^ρέστην ἐνώπι^ον αὐτοῦ σήμερον, οὐχ ὅτι^ ἐν οὐρα^νοῖς ἀ^νελθὼν πα^ρέστη, ἀλλ' ὅτι^ τῷ θείῳ κελεύσματι^ διηκονεῖτο. | ὥσπερ γὰρ ὁ ἠλίας ἐπὶ τῆς γῆς πολιτευόμενος τῷ θεῷ παρεστάναι ἐλέγετο, ζῇ κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον, οὐχ ὅτι ἐν οὐρανοῖς ἀνελθὼν παρέστη, ἀλλ' ὅτι τῷ θείῳ κελεύσματι διηκονεῖτο. |
οὕτω καὶ δι^ά^βολος ἔστη, οὐκ ἐν τῷ οὐρα^νί^ῳ χωρίῳ οὐ δὲ ἐν ταῖς ὑπερκοσμίαις δυ^νά^μεσι^ν, ἀλλ' ὡς κτίσμα^ θεοῦ κελεύεται ποιεῖν τὰ^ κα^θήκοντα^· | οὕτω καὶ διάβολος ἔστη, οὐκ ἐν τῷ οὐρανίῳ χωρίῳ οὐ δὲ ἐν ταῖς ὑπερκοσμίαις δυνάμεσιν, ἀλλ' ὡς κτίσμα θεοῦ κελεύεται ποιεῖν τὰ καθήκοντα· |
καὶ ὅπως, ἄ^κουε. | καὶ ὅπως, ἄκουε. |
μὴ γά^ρ μου ἁρπά^σῃς τὸ ῥῆμα^ καὶ εἴπῃς· | μὴ γάρ μου ἁρπάσῃς τὸ ῥῆμα καὶ εἴπῃς· |
ὑπηρέτῃ κέχρηται δι^α^βόλῳ ὁ θεός; | ὑπηρέτῃ κέχρηται διαβόλῳ ὁ θεός; |
ὥσπερ ἐπὶ^ τῶν ἀ^νθρωπί^νων ἐξουσι^ῶν εἰσὶ^ φα^νεροὶ στρα^τι^ῶται, οἱ ταῖς τι_μαῖς διακονούμενοι, καὶ εἰσὶ^ ὁμολογούμενοι στρα^τι^ῶται, οἱ πρὸς τὰ_ς τι_μωρί^α_ς ἀ^φωρι^σμένοι, οὕτω καὶ ἐνταῦθα^ πρὸς μὲν τὰ_ς λειτουργί^α_ς τὰ_ς ἀ^γα^θά_ς καὶ τὰ_ς ὑ^πὲρ τῶν ἀνθρώ πων οἰκονομί^α_ς ἄγγελοι ἅ^γι^οι ἀποστέλλονται, πρὸς δὲ τὰ... | ὥσπερ ἐπὶ τῶν ἀνθρωπίνων ἐξουσιῶν εἰσὶ φανεροὶ στρατιῶται, οἱ ταῖς τιμαῖς διακονούμενοι, καὶ εἰσὶ ὁμολογούμενοι στρατιῶται, οἱ πρὸς τὰς τιμωρίας ἀφωρισμένοι, οὕτω καὶ ἐνταῦθα πρὸς μὲν τὰς λειτουργίας τὰς ἀγαθάς καὶ τὰς ὑπὲρ τῶν ἀνθρώ πων οἰκονομίας ἄγγελοι ἅγιοι ἀποστέλλονται, πρὸς δὲ τὰς κατὰ τῶν ἀνόμων ἀνθρώπων τιμωρ... |
καὶ ὅπως, ἄ^κουε· | καὶ ὅπως, ἄκουε· |
οὐχὶ πάντες λειτουργικὰ^ πνεύμα^τά^ εἰσι^ν, εἰς διακονίαν ἀποστελλόμενα^ δι^ὰ^ τοὺς μέλλοντα^ς κληρονομεῖν σωτηρί^α_ν; | οὐχὶ πάντες λειτουργικὰ πνεύματά εἰσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; |
ὅθεν δῆλον ὅτι^ οἱ μὲν ἅ^γι^οι ἄγγελοι ὑπηρετοῦσι^ ταῖς τῶν ἀνθρώπων σωτηρί^αις, οἱ δὲ πικροὶ δαίμονες ταῖς κα^τὰ^ τῶν ἁμαρτωλῶν τι_μωρί^αις. | ὅθεν δῆλον ὅτι οἱ μὲν ἅγιοι ἄγγελοι ὑπηρετοῦσι ταῖς τῶν ἀνθρώπων σωτηρίαις, οἱ δὲ πικροὶ δαίμονες ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις. |
ἐξαπέστειλε γά^ρ, φησὶ^ν ὁ δαυίδ, εἰς τὴν αἴγυπτον θυ_μὸν καὶ ὀργὴν καὶ θλῖψι^ν, ἀποστολὴν δι^ὰ^ ἀγγέλων πονηρῶν. | ἐξαπέστειλε γάρ, φησὶν ὁ δαυίδ, εἰς τὴν αἴγυπτον θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν διὰ ἀγγέλων πονηρῶν. |
οἱ τοίνυ^ν πονηροὶ καὶ ἀ^κά^θα^ρτοι δαίμονες, εἰ καὶ ἀφηνίασα^ν τῇ προθέσει, ἀλλ' ὑ^πὸ τὸν ζυ^γὸν κεῖνται τῆς δουλεία_ς καὶ κελεύονται ὡς δήμι^οι πρᾶξαι τὰ^ προσταττόμενα^. | οἱ τοίνυν πονηροὶ καὶ ἀκάθαρτοι δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ' ὑπὸ τὸν ζυγὸν κεῖνται τῆς δουλείας καὶ κελεύονται ὡς δήμιοι πρᾶξαι τὰ προσταττόμενα. |
καὶ μὴ θαυμά^σῃς, εἰ θεὸς κελεύει δαίμοσι^ν. | καὶ μὴ θαυμάσῃς, εἰ θεὸς κελεύει δαίμοσιν. |
οἱ ἀ^πόστολοι ὡς δημί^ῳ κέχρηνται τῷ δι^α^βόλῳ. | οἱ ἀπόστολοι ὡς δημίῳ κέχρηνται τῷ διαβόλῳ. |
ἐπειδή τι^νες περὶ^ τὴν πίστι^ν ἠστόχησα^ν, τούτους παρέδωκα^ τῷ σατανᾷ, ἵ^να_ παιδευθῶσι^ μὴ βλασφημεῖν. | ἐπειδή τινες περὶ τὴν πίστιν ἠστόχησαν, τούτους παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. |
καὶ πά^λι^ν περί^ τι^νος ἐκπορνεύσαντος καὶ δί^κην ὀφείλοντος, συναχθέντων ὑ_μῶν καὶ τοῦ ἐμοῦ πνεύμα^τος, σὺ^ν τῇ δυ^νά^μει τοῦ κυ_ρί^ου ἰησοῦ ἔκρι_να^ τὸν οὕτω τοῦτο κα^τεργα^σά^μενον, τοῦτον πα^ρα^δοῦναι τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵ^να_ τὸ πνεῦμα^ σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυ_ρί^ου. | καὶ πάλιν περί τινος ἐκπορνεύσαντος καὶ δίκην ὀφείλοντος, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ κυρίου ἰησοῦ ἔκρινα τὸν οὕτω τοῦτο κατεργασάμενον, τοῦτον παραδοῦναι τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. |
ἵ^να_ γὰ^ρ μὴ νομί^σωσι^ν οἱ δαίμονες, ὅτι^ πάντη κα^τὰ^ τῆς θεία_ς αὐθεντία_ς ἐτυ^ρά^ννησα^ν, κελεύονται καὶ ἄ_κοντες ποιεῖν τὰ^ προσταττόμενα^, οὐ πρά_γμα^τα^ εἰς εὐθηνίαν συντείνοντα^, ἀλλὰ^ πρά_γμα^τα^ εἰς τι_μωρί^α_ν φέροντα^. | ἵνα γὰρ μὴ νομίσωσιν οἱ δαίμονες, ὅτι πάντη κατὰ τῆς θείας αὐθεντίας ἐτυράννησαν, κελεύονται καὶ ἄκοντες ποιεῖν τὰ προσταττόμενα, οὐ πράγματα εἰς εὐθηνίαν συντείνοντα, ἀλλὰ πράγματα εἰς τιμωρίαν φέροντα. |
οὐκ εἶδες καὶ τοὺς παρ' ἡμῖν ἄ^ρχοντα^ς, ὅτα^ν μὲν μετὰ^ τι_μῆς τι^να^ κα^λῶσι^, πῶς ἀ^ποστέλλουσι^ τοὺς δρομεῖς, κούρσωρα^ς κα^λουμένους ῥωμαϊστί, ὅτα^ν δὲ μετ' ἀ^τι_μί^α_ς τι^νὰ^ς ἕλκωσι^ν, ἑτέρους ἐκπέμπουσι^ν ἀπηνεῖς καὶ σκληροὺς στρα^τι^ώτα_ς; | οὐκ εἶδες καὶ τοὺς παρ' ἡμῖν ἄρχοντας, ὅταν μὲν μετὰ τιμῆς τινα καλῶσι, πῶς ἀποστέλλουσι τοὺς δρομεῖς, κούρσωρας καλουμένους ῥωμαϊστί, ὅταν δὲ μετ' ἀτιμίας τινὰς ἕλκωσιν, ἑτέρους ἐκπέμπουσιν ἀπηνεῖς καὶ σκληροὺς στρατιώτας; |
οὕτω καὶ ὁ θεὸς τοῖς μὲν ἁ^γί^οις ἀποστέλλει δι^α_κόνους ἀγγέλους εἰς σωτηρί^α_ν, ὅτα^ν δὲ τι_μωρήσα^σθαι βούληται, τοῖς δαίμοσι^ν ἐπιτρέπει. | οὕτω καὶ ὁ θεὸς τοῖς μὲν ἁγίοις ἀποστέλλει διακόνους ἀγγέλους εἰς σωτηρίαν, ὅταν δὲ τιμωρήσασθαι βούληται, τοῖς δαίμοσιν ἐπιτρέπει. |
τί^ς πορεύσεται καὶ ἀ^πα^τήσει τὸν ἀχαάβ, καὶ πεσεῖται; | τίς πορεύσεται καὶ ἀπατήσει τὸν ἀχαάβ, καὶ πεσεῖται; |
καὶ ἀ^πεκρί^θη πνεῦμα^ πονηρόν· | καὶ ἀπεκρίθη πνεῦμα πονηρόν· |
ἰ^δοὺ ἐγώ. | ἰδοὺ ἐγώ. |
ἤιδει γά^ρ, ὅτι^ εἰς τοῦτο τέτακται ὁ δι^ά^βολος. | ἤιδει γάρ, ὅτι εἰς τοῦτο τέτακται ὁ διάβολος. |
οἱ τοίνυ^ν δαίμονες σύγγνωτε δέ μοι, πα^ρα^κα^λῶ· | οἱ τοίνυν δαίμονες σύγγνωτε δέ μοι, παρακαλῶ· |
περὶ^ πρα_γμά^των γὰ^ρ ἀορά^των καὶ οὐκ αἰσθητῶν δι^α^λέγομαι· | περὶ πραγμάτων γὰρ ἀοράτων καὶ οὐκ αἰσθητῶν διαλέγομαι· |
ἀλλ' οὐδ' ἂ^ν ἀπ' ἀρχῆς ἐπεχείρησά^ τι^ περὶ^ τῶν τοιούτων εἰπεῖν, εἰ μὴ τὰ_ς ἀ^φορμὰς ἐκ τῆς ἁγί^α_ς γρα^φῆς ἐδανειζόμην· | ἀλλ' οὐδ' ἂν ἀπ' ἀρχῆς ἐπεχείρησά τι περὶ τῶν τοιούτων εἰπεῖν, εἰ μὴ τὰς ἀφορμὰς ἐκ τῆς ἁγίας γραφῆς ἐδανειζόμην· |
οὐ γὰ^ρ ἀ^νθρωπί^νης ἐστὶ^ν ἐννοία_ς μερίζειν τὰ^ ἀόρα_τα^ ἀ^πὸ τῶν αἰσθητῶν, ἀλλ' ἐπειδὴ οἷς εἶπεν ὁ θεὸς ἀντειπεῖν οὐκ ἔστι^, τοῖς γεγραμμένοις οὖν στοιχοῦμεν, κ ἂ_ν θέλωμεν, κ ἂ_ν μή. | οὐ γὰρ ἀνθρωπίνης ἐστὶν ἐννοίας μερίζειν τὰ ἀόρατα ἀπὸ τῶν αἰσθητῶν, ἀλλ' ἐπειδὴ οἷς εἶπεν ὁ θεὸς ἀντειπεῖν οὐκ ἔστι, τοῖς γεγραμμένοις οὖν στοιχοῦμεν, κ ἂν θέλωμεν, κ ἂν μή. |
οἱ τοίνυ^ν πονηρότατοι δαίμονες ἀποστέλλονται μὲν ἰδικῶς εἰσπράξασθαι πα^ρὰ^ τῶν πονηρῶν τι_μωρί^α_ν, ἀποστέλλονται δὲ καὶ πρὸς δι^καίους, οὐχ ἵ^να_ τι_μωρήσωνται, ἀλλ' ἵ^να_ πειρά_σωσι^ν. | οἱ τοίνυν πονηρότατοι δαίμονες ἀποστέλλονται μὲν ἰδικῶς εἰσπράξασθαι παρὰ τῶν πονηρῶν τιμωρίαν, ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσωνται, ἀλλ' ἵνα πειράσωσιν. |
ἐπειδὴ γὰ^ρ ἄγγελος ἅγι^ος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται, οὐ δὲ γὰ^ρ ὁ θεὸς κελεύει τι^ ἀ^νάξιον ἀγγέλῳ, δι^ὰ^ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖρα^ν. | ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται, οὐ δὲ γὰρ ὁ θεὸς κελεύει τι ἀνάξιον ἀγγέλῳ, διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. |
καὶ μὴ θαυμά^σῃς, εἰ πρὸς δι^καίους δαίμονες ἀποστέλλονται· | καὶ μὴ θαυμάσῃς, εἰ πρὸς δικαίους δαίμονες ἀποστέλλονται· |
ἀ^νήχθη γά^ρ ποτε ὁ δεσπότης τῶν ἁ^πά^ντων ἀ^πὸ τοῦ ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑ^πὸ τοῦ δι^α^βόλου. | ἀνήχθη γάρ ποτε ὁ δεσπότης τῶν ἁπάντων ἀπὸ τοῦ ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. |
εἰ τοίνυ^ν τὸν κύ_ρι^ον καὶ τὸν σωτῆρα^ τῶν ἁ^πά^ντων δι^ά^βολος ἐπείρα_σε, τί^ θαυμά^σεις, εἰ κα^τὰ^ δι^καίου εἰς γυμνά^σιον ὑπομονῆς δαίμων ἀποστέλλεται; | εἰ τοίνυν τὸν κύριον καὶ τὸν σωτῆρα τῶν ἁπάντων διάβολος ἐπείρασε, τί θαυμάσεις, εἰ κατὰ δικαίου εἰς γυμνάσιον ὑπομονῆς δαίμων ἀποστέλλεται; |
ἀποστέλλεται δὲ οὐ τοῦ θεοῦ κελεύοντος, ἀλλὰ^ συγχωροῦντος. | ἀποστέλλεται δὲ οὐ τοῦ θεοῦ κελεύοντος, ἀλλὰ συγχωροῦντος. |
σχηματίζει δὲ ἡ γρα^φὴ ὡς ἐν προσωποποιί^ᾳ τὸν λόγον. | σχηματίζει δὲ ἡ γραφὴ ὡς ἐν προσωποποιίᾳ τὸν λόγον. |
οὐ γὰ^ρ φωνὴ πα^ρὰ^ τοῦ θεοῦ χωρεῖ πρὸς πονηρὸν δαίμονα^, οὐ δὲ κα^ταξιοῦται ταύτης ἡ παραβάτις ἐκείνη πρόθεσι^ς. | οὐ γὰρ φωνὴ παρὰ τοῦ θεοῦ χωρεῖ πρὸς πονηρὸν δαίμονα, οὐ δὲ καταξιοῦται ταύτης ἡ παραβάτις ἐκείνη πρόθεσις. |
φύσις γὰ^ρ ἀ^γα^θή, πρόθεσι^ς δὲ κα^κή· | φύσις γὰρ ἀγαθή, πρόθεσις δὲ κακή· |
οὐ κα^ταξιοῦται τῆς ἀχράντου φωνῆς. | οὐ καταξιοῦται τῆς ἀχράντου φωνῆς. |
ἐὰ^ν δὲ εἴπῃς εἶπεν ὁ κύ_ρι^ος τῷ δι^α^βόλῳ, ἐρῶ σοι τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· | ἐὰν δὲ εἴπῃς εἶπεν ὁ κύριος τῷ διαβόλῳ, ἐρῶ σοι τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· |
ἵ^να_ τί^ σὺ^ ἐκδιηγῇ τὰ^ δι^καιώμα^τά^ μου; | ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; |
ἆρα φωνὴν ἔρρηξε πρὸς τὸν ἁμαρτωλόν; | ἆρα φωνὴν ἔρρηξε πρὸς τὸν ἁμαρτωλόν; |
οὐχί· | οὐχί· |
ἀλλὰ^ δι' ὧν φθέγγεται, δι' αὐτῶν τῶν πρα_γμά^των λα^λεῖ πρὸς τοὺς ἀ^ναξί^ους. | ἀλλὰ δι' ὧν φθέγγεται, δι' αὐτῶν τῶν πραγμάτων λαλεῖ πρὸς τοὺς ἀναξίους. |
ἐπέταξεν ὁ θεὸς τῷ κήτει. | ἐπέταξεν ὁ θεὸς τῷ κήτει. |
ἆρα φωνὴν ἐκπέμψα_ς ἢ πρόσταγμά^ τι^ νευρώσα_ς; | ἆρα φωνὴν ἐκπέμψας ἢ πρόσταγμά τι νευρώσας; |
ἐκέλευσεν ὁ θεὸς σκώληκι^ ἑωθινῇ. | ἐκέλευσεν ὁ θεὸς σκώληκι ἑωθινῇ. |
οὕτως ἐὰν σχηματίσῃ ὁ λόγος, ὅτι^ ὁ θεὸς ἐφθέγξα^το πρὸς τὸν δι^ά^βολον, μὴ ἐξ ἰσοτιμία_ς πα^ρα^γά^γῃς τὴν ἄτι_μον ταύτην καὶ πα^ραβεβηκυῖα^ν πρόθεσι^ν εἰσαγομένην εἰς πρόσωπον τοῦ δεσπότου. | οὕτως ἐὰν σχηματίσῃ ὁ λόγος, ὅτι ὁ θεὸς ἐφθέγξατο πρὸς τὸν διάβολον, μὴ ἐξ ἰσοτιμίας παραγάγῃς τὴν ἄτιμον ταύτην καὶ παραβεβηκυῖαν πρόθεσιν εἰσαγομένην εἰς πρόσωπον τοῦ δεσπότου. |
ἀλλ' ἑστήκα_σι^ν οἱ ἄγγελοι κα^τὰ^ τὴν διατεταγμένην ἀκολουθίαν, ἦλθε δὲ ὁ δι^ά^βολος καὶ πα^ρέστη ἐν μέσῳ τῶν ἀγγέλων, ἵ^να_ μά^θῃς, ὅτι^ ἀγγέλου μὲν φύ^σι^ν ἔλα^βε, προδότου δὲ πρόθεσι^ν ἐπεδείξα^το. | ἀλλ' ἑστήκασιν οἱ ἄγγελοι κατὰ τὴν διατεταγμένην ἀκολουθίαν, ἦλθε δὲ ὁ διάβολος καὶ παρέστη ἐν μέσῳ τῶν ἀγγέλων, ἵνα μάθῃς, ὅτι ἀγγέλου μὲν φύσιν ἔλαβε, προδότου δὲ πρόθεσιν ἐπεδείξατο. |
δι^ά^βολος γά^ρ, ἀ^δελφοί, οὐ φύ^σεως ὄνομα^, ἀλλὰ^ προαιρέσεως. | διάβολος γάρ, ἀδελφοί, οὐ φύσεως ὄνομα, ἀλλὰ προαιρέσεως. |
δι^ὰ^ τί^ δι^ά^βολος; | διὰ τί διάβολος; |
οὐ γὰ^ρ δι^ά^βολος ἐγένετο ἀπ' ἀρχῆς, ἀλλὰ^ ἄγγελος ἐκτίσθη· | οὐ γὰρ διάβολος ἐγένετο ἀπ' ἀρχῆς, ἀλλὰ ἄγγελος ἐκτίσθη· |
δι^ά^βολος δὲ ὠνομάσθη, ὡς διαβάλλων καὶ θεὸν ἀνθρώποις καὶ ἄνθρωπον θεῷ καὶ ὡς συγκρούων δεσπότην πρὸς οἰκέτην καὶ οἰκέτην πρὸς δεσπότην. | διάβολος δὲ ὠνομάσθη, ὡς διαβάλλων καὶ θεὸν ἀνθρώποις καὶ ἄνθρωπον θεῷ καὶ ὡς συγκρούων δεσπότην πρὸς οἰκέτην καὶ οἰκέτην πρὸς δεσπότην. |
ὅταν γὰ^ρ ὑ^ποβάλλῃ ἡμῖν ὁ δι^ά^βολος καὶ εἴπῃ· | ὅταν γὰρ ὑποβάλλῃ ἡμῖν ὁ διάβολος καὶ εἴπῃ· |
πόσα κα^κὰ^ ἐν τῷ κόσμῳ; | πόσα κακὰ ἐν τῷ κόσμῳ; |
ποῦ ὁ θεός; | ποῦ ὁ θεός; |
δι^ὰ^ τί^ μὴ προΐσταται; | διὰ τί μὴ προΐσταται; |
, διαβά^λλει τὸν δημιουργὸν πρὸς ἡμᾶς· | , διαβάλλει τὸν δημιουργὸν πρὸς ἡμᾶς· |
ἔργον γὰ^ρ τοῦτο ἐξ ἀρχῆς τῷ δι^α^βόλῳ. | ἔργον γὰρ τοῦτο ἐξ ἀρχῆς τῷ διαβόλῳ. |
διαβά^λλει θεὸν πρὸς τὸν ἀδὰμ ἤιδει ὁ θεός, ὅτι^ ᾗ ἂ^ν ἡμέρᾳ φά^γησθε ἀ^πὸ τοῦ ξύ^λου, ἔσεσθε ὡς θεοί. | διαβάλλει θεὸν πρὸς τὸν ἀδὰμ ἤιδει ὁ θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, ἔσεσθε ὡς θεοί. |
βασκαίνων φησὶ^ν ἐκώλυ_σεν ὑ_μᾶς ὁ θεὸς τῆς βρώσεως. | βασκαίνων φησὶν ἐκώλυσεν ὑμᾶς ὁ θεὸς τῆς βρώσεως. |
ἐκεῖ τὸν θεὸν διαβά^λλει πρὸς τὸν ἀδάμ, ὧδε τὸν ἰὼβ πρὸς τὸν θεόν· | ἐκεῖ τὸν θεὸν διαβάλλει πρὸς τὸν ἀδάμ, ὧδε τὸν ἰὼβ πρὸς τὸν θεόν· |
μὴ γὰ^ρ δωρεὰν σέβεται ἰὼβ τὸν θεόν; | μὴ γὰρ δωρεὰν σέβεται ἰὼβ τὸν θεόν; |
, τουτ έστι^ν, ὑπομίσθιός ἐστι^ν, οὐκ ἐνά^ρετος· | , τουτ έστιν, ὑπομίσθιός ἐστιν, οὐκ ἐνάρετος· |
μισθόν σοι τελεῖ τῆς εὐπραγία_ς· | μισθόν σοι τελεῖ τῆς εὐπραγίας· |
περίελε τὰ^ χρήμα^τα^, καὶ γυμνοῦται αὐτοῦ ἡ πρόθεσι^ς. | περίελε τὰ χρήματα, καὶ γυμνοῦται αὐτοῦ ἡ πρόθεσις. |
ἐπεὶ οὖν εἶδεν ὁ θεὸς τὸν δί^καιον τῇ ὑπονοίᾳ ἐκείνου ὑβριζόμενον, περι^αιρεῖ τὰ^ κτήμα^τα^, ἵ^να_ περι^έλῃ τὴν ὑ^ποψίαν καὶ γυμνὴν δείξῃ τὴν εὐσέβεια^ν. | ἐπεὶ οὖν εἶδεν ὁ θεὸς τὸν δίκαιον τῇ ὑπονοίᾳ ἐκείνου ὑβριζόμενον, περιαιρεῖ τὰ κτήματα, ἵνα περιέλῃ τὴν ὑποψίαν καὶ γυμνὴν δείξῃ τὴν εὐσέβειαν. |
καὶ βλέπε τοῦ πονηροῦ δαίμονος τὴν πρόθεσι^ν· | καὶ βλέπε τοῦ πονηροῦ δαίμονος τὴν πρόθεσιν· |
εἶπέ φησι^ ὁ κύ_ρι^ος τῷ δι^α^βόλῳ· | εἶπέ φησι ὁ κύριος τῷ διαβόλῳ· |
πόθεν παραγέγονα^ς; | πόθεν παραγέγονας; |
εἶτα ὁ ὑπερήφα^νος καὶ ἀ^λα_ζὼν καὶ μή τε τὴν ἑαυτοῦ τάξι^ν εἰδώς μή τε τοῦ ἐρωτῶντος τὴν ἀ^ξί^α_ν λέγει· | εἶτα ὁ ὑπερήφανος καὶ ἀλαζὼν καὶ μή τε τὴν ἑαυτοῦ τάξιν εἰδώς μή τε τοῦ ἐρωτῶντος τὴν ἀξίαν λέγει· |
περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσα_ς τὴν ὑπ' οὐρα^νόν, πά^ρειμι^· | περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν, πάρειμι· |
μονονουχὶ βοῶν καὶ βουλόμενος δεῖξαι, ὅτι^ κρα^τεῖ τῆς ὑπ' οὐρα^νόν, ὅτι^ πά^ντα^ αὐτῷ πεπά^τηται γήϊ^να^, ὅτι^ πά^ντα^ς ὑ^πὸ πόδα^ς ἔχει τοὺς ἀνθρώπους. | μονονουχὶ βοῶν καὶ βουλόμενος δεῖξαι, ὅτι κρατεῖ τῆς ὑπ' οὐρανόν, ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀνθρώπους. |
περιελθών, ἔφη, τὴν γῆν καὶ ἐμπεριπατήσα_ς τὴν ὑπ' οὐρα^νὸν πά^ρειμι^. | περιελθών, ἔφη, τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι. |
ἐκκόπτεται τοῦ δι^α^βόλου ἡ ἀλαζονεία. | ἐκκόπτεται τοῦ διαβόλου ἡ ἀλαζονεία. |
ἐπειδὴ γὰ^ρ ἐνόμι^σε κρα^τεῖν τῆς τοῦ θεοῦ εἰκόνος, ἐκβάλλεται τῆς γῆς, ὥστε μηκέτι^ ἐμπεριπατεῖν, καὶ ἐξορίζει αὐτὸν ὁ πάντων δεσπότης. | ἐπειδὴ γὰρ ἐνόμισε κρατεῖν τῆς τοῦ θεοῦ εἰκόνος, ἐκβάλλεται τῆς γῆς, ὥστε μηκέτι ἐμπεριπατεῖν, καὶ ἐξορίζει αὐτὸν ὁ πάντων δεσπότης. |
αὐτὸς γά^ρ ἐστι^ν ὁ ἐπαγγειλάμενος ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός. | αὐτὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός. |
τὰ^ πρῶτα^ ἐμπεριεπά^τει ὁ δι^ά^βολος. | τὰ πρῶτα ἐμπεριεπάτει ὁ διάβολος. |
ὅτε μὲν γὰ^ρ ἡ εἰδωλολατρεία ἐκέχυτο, ὅτε ἡ ἀσέβεια^ ἐκρά^τει, ὅτε πά^ντα^ τὰ^ τῆς κα^κί^α_ς ἤκμαζεν, ὁ δι^ά^βολος ἐμπεριεπά^τει, ὅτε δὲ ἁγιωσύνη καὶ δι^καιοσύ^νη καὶ ἀ^λήθεια^ πα^ρὰ^ τοῖς φυλάττουσι^ τὴν ἀ^λήθεια^ν, ὁ θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ. | ὅτε μὲν γὰρ ἡ εἰδωλολατρεία ἐκέχυτο, ὅτε ἡ ἀσέβεια ἐκράτει, ὅτε πάντα τὰ τῆς κακίας ἤκμαζεν, ὁ διάβολος ἐμπεριεπάτει, ὅτε δὲ ἁγιωσύνη καὶ δικαιοσύνη καὶ ἀλήθεια παρὰ τοῖς φυλάττουσι τὴν ἀλήθειαν, ὁ θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ. |
προσέσχες οὖν τῇ δι^α^νοίᾳ σου, φησί^, κα^τὰ^ τοῦ θεράποντός μου ἰώβ, ὅτι^ οὐκ ἔστι^ κατ' αὐτὸν τῶν ἐπὶ^ τῆς γῆς, ἄμεμπτος, δί^καιος, ἀ^ληθι^νός, ἀ^πεχόμενος ἀ^πὸ παντὸς πονηροῦ; | προσέσχες οὖν τῇ διανοίᾳ σου, φησί, κατὰ τοῦ θεράποντός μου ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς, ἄμεμπτος, δίκαιος, ἀληθινός, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ; |
ἐπειδὴ εἶπε πᾶσα^ν περι^ῆλθον τὴν ὑπ' οὐρα^νόν καὶ ἠλαζονεύετο ὡς πάντων κρα^τῶν, πα^ραλύ_ων αὐτοῦ τὴν ἀλαζονείαν ὁ λόγος τῆς ἀ^ληθεία_ς, φησὶ^ πρὸς αὐτόν· | ἐπειδὴ εἶπε πᾶσαν περιῆλθον τὴν ὑπ' οὐρανόν καὶ ἠλαζονεύετο ὡς πάντων κρατῶν, παραλύων αὐτοῦ τὴν ἀλαζονείαν ὁ λόγος τῆς ἀληθείας, φησὶ πρὸς αὐτόν· |
εἶδες τὸν ἄνθρωπον τὸν ὑ^πὸ σοῦ μὴ πεπα^τημένον, ἐπειδὴ πάντων, ὡς ἔφης, κρα^τεῖς; | εἶδες τὸν ἄνθρωπον τὸν ὑπὸ σοῦ μὴ πεπατημένον, ἐπειδὴ πάντων, ὡς ἔφης, κρατεῖς; |
εἶδες τὸν πά_σης σου τῆς κα^κί^α_ς κρα^τήσα^ντα^; | εἶδες τὸν πάσης σου τῆς κακίας κρατήσαντα; |
εἶδες τὸν πατήσαντά^ σε τὸν πατοῦντα^ πά^ντα^ς; | εἶδες τὸν πατήσαντά σε τὸν πατοῦντα πάντας; |
εἶδες τὸν ἐκλύσαντά^ σου τὴν τυραννίδα, καὶ τὴν ἀδικίαν ἐκλύσαντα^ τῇ δι^καιοσύ^νῃ, καὶ τὴν ἀσέβεια^ν τῇ εὐσεβείᾳ; | εἶδες τὸν ἐκλύσαντά σου τὴν τυραννίδα, καὶ τὴν ἀδικίαν ἐκλύσαντα τῇ δικαιοσύνῃ, καὶ τὴν ἀσέβειαν τῇ εὐσεβείᾳ; |
ὁ δὲ ἀ^νθί^στα^ται τῷ θεῷ καὶ λέγει· | ὁ δὲ ἀνθίσταται τῷ θεῷ καὶ λέγει· |
οὐ δωρεὰν σέβεται. | οὐ δωρεὰν σέβεται. |
προσέθηκε τὰ^ κτήμα^τα^, ἵ^να_ ὑβρί^σῃ αὐτοῦ τὸν τρόπον, ἵ^να_ ὑβρί^σῃ αὐτοῦ καὶ τὸ ἦθος, ἵ^να_ ταῖς ὑπονοίαις νόθον δείξῃ τὴν ἀ^ρετήν. | προσέθηκε τὰ κτήματα, ἵνα ὑβρίσῃ αὐτοῦ τὸν τρόπον, ἵνα ὑβρίσῃ αὐτοῦ καὶ τὸ ἦθος, ἵνα ταῖς ὑπονοίαις νόθον δείξῃ τὴν ἀρετήν. |
σὺ^ δέδωκα^ς αὐτῷ, φησί^, τὴν ἀφθονίαν· | σὺ δέδωκας αὐτῷ, φησί, τὴν ἀφθονίαν· |
περίελε τὴν ἀφθονίαν καὶ γυμνοῦται ἡ ὑπόκρισι^ς. | περίελε τὴν ἀφθονίαν καὶ γυμνοῦται ἡ ὑπόκρισις. |
λέγει αὐτῷ ὁ θεός· | λέγει αὐτῷ ὁ θεός· |
ἅψαι πάντων ὧν ἔχει. | ἅψαι πάντων ὧν ἔχει. |
ἤιδει γὰ^ρ ὁ θεός, ὅτι^ ἀκόρεστον ἔχει τὴν πρόθεσι^ν εἰς πλεονεξίαν, καὶ λέγει· | ἤιδει γὰρ ὁ θεός, ὅτι ἀκόρεστον ἔχει τὴν πρόθεσιν εἰς πλεονεξίαν, καὶ λέγει· |
ἰδού, πάντων δί^δωμί^ σοι τὴν ἐξουσί^α_ν, αὐτοῦ δὲ μόνον μὴ ἅψῃ. | ἰδού, πάντων δίδωμί σοι τὴν ἐξουσίαν, αὐτοῦ δὲ μόνον μὴ ἅψῃ. |
ὅροις περι^ορί^ζει τὴν κα^κί^α_ν τοῦ δι^α^βόλου. | ὅροις περιορίζει τὴν κακίαν τοῦ διαβόλου. |
βλέπε λοιπὸν οἷον ἀποτείνει τόξον κα^τὰ^ τοῦ δι^καίου, οἷα^ πέμπει βέλη. | βλέπε λοιπὸν οἷον ἀποτείνει τόξον κατὰ τοῦ δικαίου, οἷα πέμπει βέλη. |
ἐξῆλθε καὶ πρῶτον σχηματίζεται αὐτὸς ὁ τῶν κα^κῶν ἐργάτης, αὐτὸς ἑαυτὸν ἄγγελον τῶν κα^κῶν πα^ρα^στήσα_ς, αὐτὸς ἔπληξε τὰ^ κτήνη καὶ αὐτὸς ἀ^πα^γγέλλει τὴν πληγήν. | ἐξῆλθε καὶ πρῶτον σχηματίζεται αὐτὸς ὁ τῶν κακῶν ἐργάτης, αὐτὸς ἑαυτὸν ἄγγελον τῶν κακῶν παραστήσας, αὐτὸς ἔπληξε τὰ κτήνη καὶ αὐτὸς ἀπαγγέλλει τὴν πληγήν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.