macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
διὰ τί^ οὖν ἐνέβλεψε; | διὰ τί οὖν ἐνέβλεψε; |
τὸ ἐμβλέψας δείκνυ_σι^ν, ὅτι^ οὐκ αὐτὴν βλέπει, ἀλλὰ^ τὸν ἐν αὐτῇ. | τὸ ἐμβλέψας δείκνυσιν, ὅτι οὐκ αὐτὴν βλέπει, ἀλλὰ τὸν ἐν αὐτῇ. |
ἐνέβλεψε τῷ δι^α^βόλῳ ὁ ἰώβ, εἶδε τὸν ἐν τῷ ὄφει λαλήσαντα^ καὶ νῦν ἐν τῇ γυ^ναικὶ^ λαλοῦντα^ καὶ ὡς μί^α^ τῶν ἀφρόνων ἐλά^λησα^ς. | ἐνέβλεψε τῷ διαβόλῳ ὁ ἰώβ, εἶδε τὸν ἐν τῷ ὄφει λαλήσαντα καὶ νῦν ἐν τῇ γυναικὶ λαλοῦντα καὶ ὡς μία τῶν ἀφρόνων ἐλάλησας. |
διὰ τί^ οὐκ εἶπεν· | διὰ τί οὐκ εἶπεν· |
ὡς μί^α^ τῶν ἀσεβῶν, ὡς μί^α^ τῶν ἀ^θέων; | ὡς μία τῶν ἀσεβῶν, ὡς μία τῶν ἀθέων; |
ἤιδει αὐτὴν οὐκ ἄ^θεον οὖσα^ν, ἀλλ' ὑπ' ἀφροσύνης συ^ναρπασθεῖσα^ν. | ἤιδει αὐτὴν οὐκ ἄθεον οὖσαν, ἀλλ' ὑπ' ἀφροσύνης συναρπασθεῖσαν. |
ἄλλως δέ, ἀ^δελφοί, κυ_ρί^ως τῷ τὸν θεὸν ἀρνουμένῳ ἡ τοῦ ἄφρονος δί^δοται φωνή. | ἄλλως δέ, ἀδελφοί, κυρίως τῷ τὸν θεὸν ἀρνουμένῳ ἡ τοῦ ἄφρονος δίδοται φωνή. |
εἶπε γά^ρ φησι^ν ἄφρων ἐν τῇ καρδί^ᾳ· | εἶπε γάρ φησιν ἄφρων ἐν τῇ καρδίᾳ· |
οὐκ ἔστι^ θεός. | οὐκ ἔστι θεός. |
ὡς μί^α^ τῶν ἀφρόνων. | ὡς μία τῶν ἀφρόνων. |
ὡσεί τι^ς ἔλεγεν· | ὡσεί τις ἔλεγεν· |
ὡς ἡ εὔα ἐλά^λησα^ς. | ὡς ἡ εὔα ἐλάλησας. |
εἰ τὰ ἀ^γα^θὰ^ ἐδεξά^μεθα^ ἐκ χειρὸς κυ_ρί^ου, τὰ κα^κὰ^ οὐχ ὑποίσομεν; | εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; |
ὢ γενναία_ς ψυ_χῆς. | ὢ γενναίας ψυχῆς. |
ἐνταῦθά μοι δοκίμασον αὐτοῦ τὴν ψυ_χήν. | ἐνταῦθά μοι δοκίμασον αὐτοῦ τὴν ψυχήν. |
οὐκ ᾔδει ἰώβ, ὅτι^ ὑ^πὲρ ἀ^ρετῆς ἠγωνίζετο· | οὐκ ᾔδει ἰώβ, ὅτι ὑπὲρ ἀρετῆς ἠγωνίζετο· |
οὐκ ᾔδει ὅτι^ ὑ^πὲρ ὑπομονῆς στέφεται· | οὐκ ᾔδει ὅτι ὑπὲρ ὑπομονῆς στέφεται· |
ἀλλ' ἐνόμιζεν ἁπλῶς συ^μφορὰν εἶναι θεήλα^τον· | ἀλλ' ἐνόμιζεν ἁπλῶς συμφορὰν εἶναι θεήλατον· |
κα^κὰ^ εἶναι ἐνόμι^σε καὶ κα^κὰ^ νομί^σα_ς οὐχ ὡς ὑ^πὲρ κα^κῶν ἐβλασφήμησεν. | κακὰ εἶναι ἐνόμισε καὶ κακὰ νομίσας οὐχ ὡς ὑπὲρ κακῶν ἐβλασφήμησεν. |
εἰ δὲ κα^κὰ^ νομί^σα_ς οὕτως ἠγωνί^σα^το, εἰ ᾔδει τὸν στέφα^νον, οὐ πολλῷ μᾶλλον ἠγωνίζετο; | εἰ δὲ κακὰ νομίσας οὕτως ἠγωνίσατο, εἰ ᾔδει τὸν στέφανον, οὐ πολλῷ μᾶλλον ἠγωνίζετο; |
ἀλλὰ^ διὰ τί^ οὐ προλαβὼν εἶπεν αὐτῷ ὁ θεός· | ἀλλὰ διὰ τί οὐ προλαβὼν εἶπεν αὐτῷ ὁ θεός· |
ὅρα τί^ ποιεῖς; | ὅρα τί ποιεῖς; |
ὁ δι^ά^βολος μέλλει παρατάττεσθαί σοι, μέλλει κα^τὰ^ σοῦ ὁπλίζεσθαι· | ὁ διάβολος μέλλει παρατάττεσθαί σοι, μέλλει κατὰ σοῦ ὁπλίζεσθαι· |
ἀγωνί^ζου, ἴσχυ_ε, ἵ^να_ μή σου παρατρέψῃ τὴν δι^ά^νοια^ν, ἵ^να_ μή σου συ_λήσῃ τοὺς λογισμούς· | ἀγωνίζου, ἴσχυε, ἵνα μή σου παρατρέψῃ τὴν διάνοιαν, ἵνα μή σου συλήσῃ τοὺς λογισμούς· |
ἵ^να_ μή σου πολι^ορκήσῃ τὴν ψυ_χήν· | ἵνα μή σου πολιορκήσῃ τὴν ψυχήν· |
ἴσχυ_ε. | ἴσχυε. |
καὶ μὴ νομί^σῃς, ὅτι^ ἀ^νοίκειον θεῷ τὸ πα^ραγγεῖλαι τῷ ἀθλητῇ τὴν πάλην. | καὶ μὴ νομίσῃς, ὅτι ἀνοίκειον θεῷ τὸ παραγγεῖλαι τῷ ἀθλητῇ τὴν πάλην. |
πέτρε, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑ_μᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον. | πέτρε, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον. |
τοῖς ἀ^ποστόλοις προλέγει τοὺς πειρασμούς, τῷ δὲ ἰὼβ οὐ προλέγει τοὺς πειρασμοὺς οὐ δὲ τὴν ἄθλησι^ν. | τοῖς ἀποστόλοις προλέγει τοὺς πειρασμούς, τῷ δὲ ἰὼβ οὐ προλέγει τοὺς πειρασμοὺς οὐ δὲ τὴν ἄθλησιν. |
μὴ ἀ^δι^κί^α_ πα^ρὰ^ τῷ θεῷ; | μὴ ἀδικία παρὰ τῷ θεῷ; |
μὴ γένοιτο. | μὴ γένοιτο. |
τοὺς μὲν παραθαρσύ^νει, τοὺς δὲ καταλιμπά^νει. | τοὺς μὲν παραθαρσύνει, τοὺς δὲ καταλιμπάνει. |
διὰ τί^ μὴ λέγει αὐτῷ, ὡς τοῖς ἀ^ποστόλοις; | διὰ τί μὴ λέγει αὐτῷ, ὡς τοῖς ἀποστόλοις; |
ἤιδει ὁ θεὸς τοῦ δι^α^βόλου τὴν κακουργίαν, ᾔδει τὸν φθόνον, ᾔδει τὴν ὑπόνοια^ν δυ^να^μένην ἀμβλῦναι τὴν ἀ^ρετήν. | ἤιδει ὁ θεὸς τοῦ διαβόλου τὴν κακουργίαν, ᾔδει τὸν φθόνον, ᾔδει τὴν ὑπόνοιαν δυναμένην ἀμβλῦναι τὴν ἀρετήν. |
εἰ εἶπεν αὐτῷ ὁ θεός· | εἰ εἶπεν αὐτῷ ὁ θεός· |
πρόσεχε σεαυτῷ, καὶ ἀγώνι^σαι. | πρόσεχε σεαυτῷ, καὶ ἀγώνισαι. |
ἐὰν ὑπομείνῃς εἰς τέλος, τὰ ὑ^πάρχοντά^ σοι εἰς τὸ δι^πλά^σι^ον ἀποδί^δωμι^, βα^σι^λεία_ν οὐρα^νῶν κληρονομήσεις, στεφά^νους ἀθανασία_ς δέξῃ, μεστὴ τῶν ἐγκωμί^ων τῶν σῶν καὶ τῶν ἐπαίνων ἡ οἰκουμένη πᾶσα^ γενήσεται. | ἐὰν ὑπομείνῃς εἰς τέλος, τὰ ὑπάρχοντά σοι εἰς τὸ διπλάσιον ἀποδίδωμι, βασιλείαν οὐρανῶν κληρονομήσεις, στεφάνους ἀθανασίας δέξῃ, μεστὴ τῶν ἐγκωμίων τῶν σῶν καὶ τῶν ἐπαίνων ἡ οἰκουμένη πᾶσα γενήσεται. |
εἰ ταῦτα^ εἶπεν, ἠγωνίζετο μὲν ἂ^ν ὁ δί^καιος; | εἰ ταῦτα εἶπεν, ἠγωνίζετο μὲν ἂν ὁ δίκαιος; |
ὁ δὲ δι^ά^βολος πάλιν ἀ^φορμὴν ἐλά^μβα^νε· | ὁ δὲ διάβολος πάλιν ἀφορμὴν ἐλάμβανε· |
καὶ εἰ μὲν ἀγωνι^σά^μενος οὕτως ἐνί_κησεν, ἔλεγε τῷ θεῷ· | καὶ εἰ μὲν ἀγωνισάμενος οὕτως ἐνίκησεν, ἔλεγε τῷ θεῷ· |
μὴ γὰ^ρ δωρεὰν ἠγωνί^σα^το; | μὴ γὰρ δωρεὰν ἠγωνίσατο; |
ἐπηγγείλω αὐτῷ ἀθανασίαν, ἐπηγγείλω βα^σι^λεία_ν, ἐπηγγείλω στεφά^νους. | ἐπηγγείλω αὐτῷ ἀθανασίαν, ἐπηγγείλω βασιλείαν, ἐπηγγείλω στεφάνους. |
εἰ τοίνυ^ν τῶν προσκαίρων λα^βὼν τὴν ἀπόλαυσι^ν, ὑπενοήθη οὐχ ὡς δί^καιος, ἀλλ' ὡς ὑπομίσθιος· | εἰ τοίνυν τῶν προσκαίρων λαβὼν τὴν ἀπόλαυσιν, ὑπενοήθη οὐχ ὡς δίκαιος, ἀλλ' ὡς ὑπομίσθιος· |
εἰ ἔλα^βε τῶν αἰωνί^ων τὴν ὑπόσχεσι^ν, οὐ πολλῷ μᾶλλον ὁ διάβολος ἀ^φορμὴν ἐλά^μβα^νεν; | εἰ ἔλαβε τῶν αἰωνίων τὴν ὑπόσχεσιν, οὐ πολλῷ μᾶλλον ὁ διάβολος ἀφορμὴν ἐλάμβανεν; |
ἀλλὰ^ κρύπτει τοὺς στεφά^νους, ἵ^να_ γυμνώσῃ τοὺς ἄθλους· | ἀλλὰ κρύπτει τοὺς στεφάνους, ἵνα γυμνώσῃ τοὺς ἄθλους· |
κρύπτει τὸ βρα^βεῖον, ἵ^να_ δείξῃ τὸν ἀθλητήν. | κρύπτει τὸ βραβεῖον, ἵνα δείξῃ τὸν ἀθλητήν. |
διὰ τί^ οὖν, φησί^, καὶ τοῖς ἀ^ποστόλοις οὐκ ἔκρυψεν; | διὰ τί οὖν, φησί, καὶ τοῖς ἀποστόλοις οὐκ ἔκρυψεν; |
εἰ γὰ^ρ διὰ τοῦτο οὐκ εἶπε τῷ ἰώβ, διὰ τί^ μὴ τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ^ τῶν ἀ^ποστόλων ἐσι^ώπησε τὸν ἆθλον; | εἰ γὰρ διὰ τοῦτο οὐκ εἶπε τῷ ἰώβ, διὰ τί μὴ τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν ἀποστόλων ἐσιώπησε τὸν ἆθλον; |
ἰὼβ μόνος ἠγωνίζετο, ὑ^πὲρ ἑαυτοῦ ἔκαμνεν, ὑ^πὲρ ἑαυτοῦ ἠγωνίζετο· | ἰὼβ μόνος ἠγωνίζετο, ὑπὲρ ἑαυτοῦ ἔκαμνεν, ὑπὲρ ἑαυτοῦ ἠγωνίζετο· |
οἱ δὲ ἀ^πόστολοι, κήρυ_κες ἦσαν τῆς γῆς καὶ δι^δά^σκα^λοι τῆς οἰκουμένης. | οἱ δὲ ἀπόστολοι, κήρυκες ἦσαν τῆς γῆς καὶ διδάσκαλοι τῆς οἰκουμένης. |
αὐτοῖς μὲν οὖν κρύψαι ἠδύνατο, ἀλλὰ τῷ κόσμῳ ζημί^α_ τὸ πρᾶγμα^ ἐγί_νετο. | αὐτοῖς μὲν οὖν κρύψαι ἠδύνατο, ἀλλὰ τῷ κόσμῳ ζημία τὸ πρᾶγμα ἐγίνετο. |
ἠδύνατο παῦλος ἄ^νευ στεφά^νων ἐπαγγελία_ς ἀγωνί^σα^σθαι, ἠδύνατο πέτρος ἄ^νευ ἐπαγγελία_ς ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀ^πόστολοι μὴ δεξά^μενοι ἐπαγγελίαν ἀ^γα^θῶν ὑ^πὲρ ἀ^ρετῆς ἀγωνί^σα^σθαι· | ἠδύνατο παῦλος ἄνευ στεφάνων ἐπαγγελίας ἀγωνίσασθαι, ἠδύνατο πέτρος ἄνευ ἐπαγγελίας ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀπόστολοι μὴ δεξάμενοι ἐπαγγελίαν ἀγαθῶν ὑπὲρ ἀρετῆς ἀγωνίσασθαι· |
ἀλλ' οὐ παντα^χοῦ παῦλος, οὐ πανταχοῦ πέτρος· | ἀλλ' οὐ πανταχοῦ παῦλος, οὐ πανταχοῦ πέτρος· |
πολλῶν ἀσθενοῦσι^ν αἱ ψυ_χαί, πολλῶν ὀκλάζουσι^ν αἱ δι^ά^νοιαι. | πολλῶν ἀσθενοῦσιν αἱ ψυχαί, πολλῶν ὀκλάζουσιν αἱ διάνοιαι. |
εἰ γὰ^ρ σήμερον βα^σι^λεία_ς κηρυττομένης μελλόντων ἀ^γα^θῶν ἀπολαύσεως, συ^νδιαιτήσεως ἀγγελι^κῆς, τῆς ἐν παραδείσῳ τρυφῆς κα^ταφρονοῦσι^ τῶν ἐπηγγελμένων πολλοὶ προστετηκότες πρὸς τὰ πα^ρόντα^· | εἰ γὰρ σήμερον βασιλείας κηρυττομένης μελλόντων ἀγαθῶν ἀπολαύσεως, συνδιαιτήσεως ἀγγελικῆς, τῆς ἐν παραδείσῳ τρυφῆς καταφρονοῦσι τῶν ἐπηγγελμένων πολλοὶ προστετηκότες πρὸς τὰ παρόντα· |
εἰ πάντως ἐσιωπήθη, τίς ἂ^ν προσέδραμε τῇ εὐσεβείᾳ; | εἰ πάντως ἐσιωπήθη, τίς ἂν προσέδραμε τῇ εὐσεβείᾳ; |
εἰκότως οὖν, ἀ^δελφοί, τῷ μὲν ἰὼβ οὐ δείκνυ_σι^ τὰ μέλλοντα^, ἵ^να_ στερεωτέραν δείξῃ τὴν πρόθεσι^ν, τοῖς δὲ ἀ^ποστόλοις ἐπαγγέλλεται τὰ μέλλοντα^, ἵνα τῶν ἀκροατῶν δι^εγείρῃ τὰ_ς ψυ_χά_ς, ἵνα τῆς οἰκουμένης νευρώσῃ τὴν δι^ά^νοια^ν. | εἰκότως οὖν, ἀδελφοί, τῷ μὲν ἰὼβ οὐ δείκνυσι τὰ μέλλοντα, ἵνα στερεωτέραν δείξῃ τὴν πρόθεσιν, τοῖς δὲ ἀποστόλοις ἐπαγγέλλεται τὰ μέλλοντα, ἵνα τῶν ἀκροατῶν διεγείρῃ τὰς ψυχάς, ἵνα τῆς οἰκουμένης νευρώσῃ τὴν διάνοιαν. |
πολλοὶ νῦν ἀ^κούουσι^ περὶ^ βα^σι^λεία_ς καὶ κα^ταφρονοῦσι^, πολλοὶ χριστὸν ἐκδέχονται καὶ πονηρίαν ἐνδύ^ονται, πολλοὶ κα^κί^α_ς οὐκ ἀ^να^χωροῦσι^, τι_μῶσι^ πολλοὶ σήμερον τὰ_ς νηστεία_ς καὶ λέγουσι^· | πολλοὶ νῦν ἀκούουσι περὶ βασιλείας καὶ καταφρονοῦσι, πολλοὶ χριστὸν ἐκδέχονται καὶ πονηρίαν ἐνδύονται, πολλοὶ κακίας οὐκ ἀναχωροῦσι, τιμῶσι πολλοὶ σήμερον τὰς νηστείας καὶ λέγουσι· |
σήμερον οὐδὲν λέγω τῷ ἀντιδί^κῳ μου· | σήμερον οὐδὲν λέγω τῷ ἀντιδίκῳ μου· |
πα^ρέλθοι ἡ ἡμέρα_ τοῦ πά^θους τοῦ χριστοῦ, καὶ γυμνάζω τὴν δί^κην, ἐκδικῶ τὴν ὕβρι^ν, ποιῶ πολλά^. | παρέλθοι ἡ ἡμέρα τοῦ πάθους τοῦ χριστοῦ, καὶ γυμνάζω τὴν δίκην, ἐκδικῶ τὴν ὕβριν, ποιῶ πολλά. |
οὐκοῦν ἀ^δελφὸς εἶ τοῦ ἡσαῦ ταῦτα^ ἐνθυ_μούμενος· | οὐκοῦν ἀδελφὸς εἶ τοῦ ἡσαῦ ταῦτα ἐνθυμούμενος· |
τ αὐτὰ^ λέγεις, ἃ^ εἶπεν ἠσαῦ. | τ αὐτὰ λέγεις, ἃ εἶπεν ἠσαῦ. |
καὶ γὰ^ρ ἠσαῦ ἠθέλησε φονεῦσαι τὸν ἀ^δελφόν, ἀλλὰ τὸν πα^τέρα^ ᾐδεῖτο. | καὶ γὰρ ἠσαῦ ἠθέλησε φονεῦσαι τὸν ἀδελφόν, ἀλλὰ τὸν πατέρα ᾐδεῖτο. |
καὶ τί^ εἶπεν; | καὶ τί εἶπεν; |
ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου καὶ τότε φονεύσω τὸν ἀ^δελφόν μου. | ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου καὶ τότε φονεύσω τὸν ἀδελφόν μου. |
παρέλθῃ ὁ θά^να^τος τοῦ πατρός μου καὶ τότε ἀ^ναιρῶ. | παρέλθῃ ὁ θάνατος τοῦ πατρός μου καὶ τότε ἀναιρῶ. |
καὶ σὺ τί λέγεις; | καὶ σὺ τί λέγεις; |
παρέλθῃ τὸ πά^θος τοῦ χριστοῦ καὶ τότε στρα^τεύσομαι κα^τὰ^ τοῦ ἐχθροῦ μου. | παρέλθῃ τὸ πάθος τοῦ χριστοῦ καὶ τότε στρατεύσομαι κατὰ τοῦ ἐχθροῦ μου. |
βλέπε, μὴ ἀ^δελφὸς εἶ τοῦ ἠσαῦ. | βλέπε, μὴ ἀδελφὸς εἶ τοῦ ἠσαῦ. |
ἄκουσον, μή τι^ς πόρνος, μὴ βέβηλος, ὡς ἠσαῦ· | ἄκουσον, μή τις πόρνος, μὴ βέβηλος, ὡς ἠσαῦ· |
ἵνα μὴ δι' αὐτοῦ μιανθῶσι^ν οἱ πολλοί. | ἵνα μὴ δι' αὐτοῦ μιανθῶσιν οἱ πολλοί. |
ταῦτα εἴρηταί μοι οὐκ εἰς παροξυσμόν, ἀλλ' εἰς ἀντίληψι^ν τῶν ἀ^δελφῶν καὶ σωτηρί^α_ν. | ταῦτα εἴρηταί μοι οὐκ εἰς παροξυσμόν, ἀλλ' εἰς ἀντίληψιν τῶν ἀδελφῶν καὶ σωτηρίαν. |
γένοιτο δὲ ἡμᾶς καὶ λόγῳ παιδευομένους καὶ ἱ^στορί^αις παιδαγωγουμένους, ταῖς τῶν ἁ^γί^ων πα^τέρων καὶ προφητῶν ἀθλήσεσι^ κα^τορθοῦντα^ς, δόξα^ν πάντοτε τῷ θεῷ ἀναπέμπειν, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | γένοιτο δὲ ἡμᾶς καὶ λόγῳ παιδευομένους καὶ ἱστορίαις παιδαγωγουμένους, ταῖς τῶν ἁγίων πατέρων καὶ προφητῶν ἀθλήσεσι κατορθοῦντας, δόξαν πάντοτε τῷ θεῷ ἀναπέμπειν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
ἐξῆλθεν ὁ κύ_ρι^ος ἡμῶν ἰησοῦς χριστὸς καὶ σωτὴρ εἰς τὴν ἔρημον ὁπλιζόμενος κα^τὰ^ τοῦ δι^α^βόλου. | ἐξῆλθεν ὁ κύριος ἡμῶν ἰησοῦς χριστὸς καὶ σωτὴρ εἰς τὴν ἔρημον ὁπλιζόμενος κατὰ τοῦ διαβόλου. |
αὐτοῦ γά^ρ ἐστι^ν ἡ φωνὴ ἡ λέγουσα^· | αὐτοῦ γάρ ἐστιν ἡ φωνὴ ἡ λέγουσα· |
οὐδεὶς δύ^να^ται τὰ^ σκεύη τοῦ ἰσχυ_ροῦ δι^α^ρπά^σαι, ἐὰ^ν μὴ πρῶτον τὸν ἰσχυ_ρὸν τόλμῃ δήσῃ, καὶ τότε τὰ^ σκεύη αὐτοῦ δι^α^ρπά^σει. | οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν τόλμῃ δήσῃ, καὶ τότε τὰ σκεύη αὐτοῦ διαρπάσει. |
εἰσάγει τοίνυ^ν τὴν ἀνθρωπότητα^ καὶ τὸ πλάσμα^ ὅπερ ἐνεδύ_σα^το. | εἰσάγει τοίνυν τὴν ἀνθρωπότητα καὶ τὸ πλάσμα ὅπερ ἐνεδύσατο. |
εἰσάγει εἰς τὴν ἔρημον ἐμπολιτεύων τῇ νί_κῃ κα^τὰ^ τοῦ δι^α^βόλου εἰς τὸ σῶ^μα^ ὅπλον κα^τὰ^ δαιμόνων. | εἰσάγει εἰς τὴν ἔρημον ἐμπολιτεύων τῇ νίκῃ κατὰ τοῦ διαβόλου εἰς τὸ σῶμα ὅπλον κατὰ δαιμόνων. |
καὶ πρόσεχε ἀ^κρι_βῶς. | καὶ πρόσεχε ἀκριβῶς. |
ὅτε ἠγωνίζετο, οὐδα^μοῦ ἔδειξε τὸ πρόσωπον τῆς ἀ^ξί^α_ς. | ὅτε ἠγωνίζετο, οὐδαμοῦ ἔδειξε τὸ πρόσωπον τῆς ἀξίας. |
εἰ δὲ θέλεις γνωρί^σαι τῷ δι^α^βόλῳ ὅτι^ οὐ πρὸς υἱὸν θεοῦ μονογενῆ ἔχει, ἀλλὰ^ πρὸς τὸν ἄνθρωπον καὶ ὃ πά_σαις ἀ^κοαῖς λέγει ὁ δι^ά^βολος· | εἰ δὲ θέλεις γνωρίσαι τῷ διαβόλῳ ὅτι οὐ πρὸς υἱὸν θεοῦ μονογενῆ ἔχει, ἀλλὰ πρὸς τὸν ἄνθρωπον καὶ ὃ πάσαις ἀκοαῖς λέγει ὁ διάβολος· |
εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵ^να_ οἱ λί^θοι οὗτοι ἄρτοι γένωνται. | εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. |
ὁ δὲ σωτὴρ κρύβων τὴν ἀ^ξί^α_ν, καὶ προφέρων τὴν οἰκονομίαν παντα^χοῦ γὰ^ρ αὐτῷ ὁ σκοπὸς τοῦτο ἦν, δεῖξαι ἑαυτὸν ἀγωνι^ζόμενον καὶ τὸν πεσόντα^ τοῦτον στεφα^νούμενον. | ὁ δὲ σωτὴρ κρύβων τὴν ἀξίαν, καὶ προφέρων τὴν οἰκονομίαν πανταχοῦ γὰρ αὐτῷ ὁ σκοπὸς τοῦτο ἦν, δεῖξαι ἑαυτὸν ἀγωνιζόμενον καὶ τὸν πεσόντα τοῦτον στεφανούμενον. |
λέγει αὐτῷ· | λέγει αὐτῷ· |
οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ^ ῥήμα^τι^ ἐκπορευομένῳ δι^ὰ^ στόμα^τος θεοῦ. | οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. |
ὡς ἐκ προσώπου τῆς ἀνθρωπότητος ἀγωνί^ζεται. | ὡς ἐκ προσώπου τῆς ἀνθρωπότητος ἀγωνίζεται. |
εἰ γὰ^ρ περὶ^ τῆς ἀ^ξί^α_ς δι^ελέγετο, ἔλεγεν ἄ^ν· | εἰ γὰρ περὶ τῆς ἀξίας διελέγετο, ἔλεγεν ἄν· |
οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεταιὁ υἱὸς τοῦ θεοῦ. | οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεταιὁ υἱὸς τοῦ θεοῦ. |
ἀλλὰ^ καὶ τὸν ἄνθρωπον βουλόμενος δεῖξαι στεφανίτην, καὶ τοῦτον τοίνυ^ν ἀγωνι^ζόμενον καὶ εἰς αὐτὸν φέρων τὰ^ βραβεῖα^ τῆς νί_κης, λέγει· | ἀλλὰ καὶ τὸν ἄνθρωπον βουλόμενος δεῖξαι στεφανίτην, καὶ τοῦτον τοίνυν ἀγωνιζόμενον καὶ εἰς αὐτὸν φέρων τὰ βραβεῖα τῆς νίκης, λέγει· |
οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος. | οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος. |
καὶ ἄνθρωπός εἰμι^, φησί^ν, καὶ οὐ χρεία_ν ἔχω ἄρτου. | καὶ ἄνθρωπός εἰμι, φησίν, καὶ οὐ χρείαν ἔχω ἄρτου. |
ἀρκεῖ γὰ^ρ καὶ ὁ λόγος θεοῦ θρέψαι. | ἀρκεῖ γὰρ καὶ ὁ λόγος θεοῦ θρέψαι. |
βλέπε τὸν πονηρόν. | βλέπε τὸν πονηρόν. |
ὁ δι^ά^βολος ἀ^πὸ λογισμῶν, ὁ δὲ χριστὸς ἀ^πὸ γρα^φῶν. | ὁ διάβολος ἀπὸ λογισμῶν, ὁ δὲ χριστὸς ἀπὸ γραφῶν. |
δι^α^φορὰ_ν ἐκκλησί^α_ς καὶ αἱρετι^κῶν σημαίνει· | διαφορὰν ἐκκλησίας καὶ αἱρετικῶν σημαίνει· |
οἱ αἱρετι^κοὶ δι^α^λεκτι^κοί· | οἱ αἱρετικοὶ διαλεκτικοί· |
ἡ ἐκκλησί^α_ πιστή. | ἡ ἐκκλησία πιστή. |
τῷ δὲ υἱῷ τοῦ θεοῦ εἶπεν ὅτι^ οἱ λί^θοι οὗτοι ἄρτοι γένωνται ἀκόλουθον ἦν τῷ λογισμῷ, τῷ δὲ υἱῷ τοῦ θεοῦ ἁρμόζει καὶ μετα^βά^λλειν. | τῷ δὲ υἱῷ τοῦ θεοῦ εἶπεν ὅτι οἱ λίθοι οὗτοι ἄρτοι γένωνται ἀκόλουθον ἦν τῷ λογισμῷ, τῷ δὲ υἱῷ τοῦ θεοῦ ἁρμόζει καὶ μεταβάλλειν. |
ὁ δὲ σωτὴρ προκρίνας τῷ λογισμῷ τὴν ἀ^λήθεια^ν ἔρχεται ἐπὶ^ τὴν τῶν γρα^φῶν μαρτυρίαν καὶ λέγει αὐτῷ· | ὁ δὲ σωτὴρ προκρίνας τῷ λογισμῷ τὴν ἀλήθειαν ἔρχεται ἐπὶ τὴν τῶν γραφῶν μαρτυρίαν καὶ λέγει αὐτῷ· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.