macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
τὰ^ ζεύγη τῶν βοῶν σου ἠροτρί^α^ καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες καὶ κατέσφαξα^ν τοὺς παῖδά^ς σου καὶ ὑπελείφθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀ^παγγεῖλαί σοι.
τὰ ζεύγη τῶν βοῶν σου ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες καὶ κατέσφαξαν τοὺς παῖδάς σου καὶ ὑπελείφθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
πρώτη πεῖρα^ τοῦ δι^α^βόλου, πρῶτον βέλος κα^τὰ^ τοῦ γενναίου ἀγωνιστοῦ.
πρώτη πεῖρα τοῦ διαβόλου, πρῶτον βέλος κατὰ τοῦ γενναίου ἀγωνιστοῦ.
ἀλλ' ἀντέστησεν ἰὼβ τὸν θυ^ρεὸν τῆς πίστεως τὸν δυ^νά^μενον πά^ντα^ τὰ^ βέλη τοῦ πονηροῦ τὰ^ πεπυρωμένα^ σβέσαι.
ἀλλ' ἀντέστησεν ἰὼβ τὸν θυρεὸν τῆς πίστεως τὸν δυνάμενον πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.
τὰ^ ζεύγη τῶν βοῶν ἀ^πώλετο καὶ ἡ ψυ_χὴ οὐκ ἐμερίζετο.
τὰ ζεύγη τῶν βοῶν ἀπώλετο καὶ ἡ ψυχὴ οὐκ ἐμερίζετο.
αἱ ὄνοι ἀ^πώλοντο καὶ ὁ εὐγενὴς πῶλος τὸν χα^λι_νὸν τῆς εὐσεβεία_ς οὐκ ἠρνήσα^το.
αἱ ὄνοι ἀπώλοντο καὶ ὁ εὐγενὴς πῶλος τὸν χαλινὸν τῆς εὐσεβείας οὐκ ἠρνήσατο.
εἶδεν ἀγγελίαν πι^κρὰ_ν τῆς ἀπωλεία_ς τῶν κτημά^των καὶ ἔμεινεν ὡς ἀ^σφα^λὴς πύργος καὶ ἀκαταγώνιστος.
εἶδεν ἀγγελίαν πικρὰν τῆς ἀπωλείας τῶν κτημάτων καὶ ἔμεινεν ὡς ἀσφαλὴς πύργος καὶ ἀκαταγώνιστος.
ὁ δι^ά^βολος πικρὸς ὢν τῇ κα^κί^ᾳ καὶ πικρὸς ὢν τὴν προαίρεσι^ν μετεμελήθη οὕτως ἀ^πα^γγείλα_ς.
ὁ διάβολος πικρὸς ὢν τῇ κακίᾳ καὶ πικρὸς ὢν τὴν προαίρεσιν μετεμελήθη οὕτως ἀπαγγείλας.
καὶ πρόσεχε ἀ^κρι_βῶς, πα^ρα^κα^λῶ, μή σε διαφύγῃ ἡ τοῦ πονηροῦ ἔννοια^, οὐ γὰ^ρ αὐ τοῦ τὰ^ νοήμα^τα^ ἀγνοοῦμεν.
καὶ πρόσεχε ἀκριβῶς, παρακαλῶ, μή σε διαφύγῃ ἡ τοῦ πονηροῦ ἔννοια, οὐ γὰρ αὐ τοῦ τὰ νοήματα ἀγνοοῦμεν.
ὡς οὖν ἀ^πήγγειλεν αὐτῷ ὅτι^ τὰ^ ζεύγη τῶν βοῶν ἠροτρί^α^ καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες, εἶδε δὲ τὸν ἰὼβ ψυ^χῇ γενναίᾳ φέροντα^ τὴν ἀγγελίαν, μετεμελήθη ὅτι^ κα^κῶς ἀ^πήγγειλε καὶ μονονουχὶ εἶπε πρὸς ἑαυτὸν ὁ δι^ά^βολος·
ὡς οὖν ἀπήγγειλεν αὐτῷ ὅτι τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες, εἶδε δὲ τὸν ἰὼβ ψυχῇ γενναίᾳ φέροντα τὴν ἀγγελίαν, μετεμελήθη ὅτι κακῶς ἀπήγγειλε καὶ μονονουχὶ εἶπε πρὸς ἑαυτὸν ὁ διάβολος·
κακῶς ἀ^πήγγειλα^ εἰπὼν αὐτῷ, ὅτι^ ἄνθρωποι αὐτῷ ἐπολέμησα^ν·
κακῶς ἀπήγγειλα εἰπὼν αὐτῷ, ὅτι ἄνθρωποι αὐτῷ ἐπολέμησαν·
δύ^να^ται λογί^σα^σθαι, ὅτι^ εἰ ἄνθρωποι ἐπολέμησα^ν καί με ἠδί^κησα^ν, τί^ πρὸς τὸν θεόν;
δύναται λογίσασθαι, ὅτι εἰ ἄνθρωποι ἐπολέμησαν καί με ἠδίκησαν, τί πρὸς τὸν θεόν;
κακῶς φησι^ν ἐτόξευσα^, οὐ κα^τὰ^ σκοποῦ ἔβα^λον, ἀπέτυχον τῆς τοξεία_ς, ἀπεπλανήθη τὰ^ βέλη.
κακῶς φησιν ἐτόξευσα, οὐ κατὰ σκοποῦ ἔβαλον, ἀπέτυχον τῆς τοξείας, ἀπεπλανήθη τὰ βέλη.
εἶπον, ὅτι^ ἄνθρωποι ᾐχμαλώτευσαν·
εἶπον, ὅτι ἄνθρωποι ᾐχμαλώτευσαν·
δύ^να^ται οὗτος εἰπεῖν·
δύναται οὗτος εἰπεῖν·
τί^ οὖν τὴν τῶν ἀνθρώπων ἀδικίαν θεῷ ἐπιγράψω;
τί οὖν τὴν τῶν ἀνθρώπων ἀδικίαν θεῷ ἐπιγράψω;
ἄλλοι οἱ ἠδικηκότες καὶ ἄλλος ἔσται ὁ βλασφημούμενος;
ἄλλοι οἱ ἠδικηκότες καὶ ἄλλος ἔσται ὁ βλασφημούμενος;
ἵ^να_ οὖν μεταγάγῃ αὐτοῦ τὴν δι^ά^νοια^ν ἀ^πὸ τῶν ἀνθρώπων εἰς θεόν καὶ δείξῃ αὐτῷ οὐκ ἀνθρώπους καταβλάπτοντα^ς, ἀλλὰ^ θεὸν πολεμοῦντα^, λέγει αὐτῷ·
ἵνα οὖν μεταγάγῃ αὐτοῦ τὴν διάνοιαν ἀπὸ τῶν ἀνθρώπων εἰς θεόν καὶ δείξῃ αὐτῷ οὐκ ἀνθρώπους καταβλάπτοντας, ἀλλὰ θεὸν πολεμοῦντα, λέγει αὐτῷ·
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρα^νοῦ.
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ.
μὴ δύ_νῃ εἰπεῖν, ὅτι^ ἐχθροὶ ἔρρι_ψα^ν ἄ^νωθεν;
μὴ δύνῃ εἰπεῖν, ὅτι ἐχθροὶ ἔρριψαν ἄνωθεν;
ὕβρισον τὸν ἀδικήσαντα^, βλασφήμησον τὸν πολεμήσαντα^.
ὕβρισον τὸν ἀδικήσαντα, βλασφήμησον τὸν πολεμήσαντα.
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρα^νοῦ.
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ.
δι^ὰ^ τί^ λατρεύεις τῷ ἀδικήσαντι^, δι^ὰ^ τί^ προσκυ^νεῖς τὸν ἀναλίσκοντά^ σου τὰ^ κτήμα^τα^;
διὰ τί λατρεύεις τῷ ἀδικήσαντι, διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα;
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρα^νοῦ.
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ.
ἤκουσεν ὁ ἰὼβ καὶ πά^λι^ν ἤνεγκε γενναίως.
ἤκουσεν ὁ ἰὼβ καὶ πάλιν ἤνεγκε γενναίως.
ἡ γὰ^ρ ὑπομονὴ ἐκείνου ἀ^ληθῶς ὑπομονὴ ἦν μέχρι^ τέλους παρατετα^μένη, ὁ δὲ ὑπομείνα_ς εἰς τέλος, οὗτος σωθήσεται.
ἡ γὰρ ὑπομονὴ ἐκείνου ἀληθῶς ὑπομονὴ ἦν μέχρι τέλους παρατεταμένη, ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρα^νοῦ.
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ.
καθ' ἡμέρα_ν ἔκαμνε προσφέρων θυ^σί^α_ς ὑ^πὲρ τῶν τέκνων·
καθ' ἡμέραν ἔκαμνε προσφέρων θυσίας ὑπὲρ τῶν τέκνων·
ἃ^ καθ' ἡμέρα_ν κάμνων προσέφερεν, ἀθρόως ὁ θεὸς εἰς θυ^σί^α_ν ἔλα^βε.
ἃ καθ' ἡμέραν κάμνων προσέφερεν, ἀθρόως ὁ θεὸς εἰς θυσίαν ἔλαβε.
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρα^νοῦ.
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ.
εἰ ἐγὼ μόνος ἐνεδυ^όμην, δι^καίως ἤλγουν, εἰ δὲ πένητες ἐνεδύ^οντο, μὴ δύ^να^ται ὁ δεσπότης ἀμελῆσαι τῶν πτωχῶν;
εἰ ἐγὼ μόνος ἐνεδυόμην, δικαίως ἤλγουν, εἰ δὲ πένητες ἐνεδύοντο, μὴ δύναται ὁ δεσπότης ἀμελῆσαι τῶν πτωχῶν;
οἶδα, ὅτι^ ἃ^ ἔλα^βεν εἰς θυ^σί^α_ν, ἀποδί^δωσι^ν εἰς τὸ πενταπλάσιον.
οἶδα, ὅτι ἃ ἔλαβεν εἰς θυσίαν, ἀποδίδωσιν εἰς τὸ πενταπλάσιον.
μὴ γὰ^ρ ἐξ ἀ^δι^κί^α_ς συ^νήχθη τὰ^ κτήμα^τα^;
μὴ γὰρ ἐξ ἀδικίας συνήχθη τὰ κτήματα;
μὴ γὰ^ρ ἀ^πὸ πλεονεξί^α_ς ἐκτησά^μην τὰ^ πρόβα^τα^;
μὴ γὰρ ἀπὸ πλεονεξίας ἐκτησάμην τὰ πρόβατα;
ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησα^ν ὦμοι πενήτων καὶ στόμα^ χήρα_ς εὐλόγησέ με.
ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων καὶ στόμα χήρας εὐλόγησέ με.
οἶδε, τί^ ποιεῖ ὁ θεός.
οἶδε, τί ποιεῖ ὁ θεός.
νῦν ἐλαβέ μου τὴν ὕπαρξι^ν ὡς θυ^σί^α_ν, πολλαπλασιά^ζει δέ μου τὴν οὐσί^α_ν εἰς πλεονασμὸν ἀ^ρετῆς.
νῦν ἐλαβέ μου τὴν ὕπαρξιν ὡς θυσίαν, πολλαπλασιάζει δέ μου τὴν οὐσίαν εἰς πλεονασμὸν ἀρετῆς.
οὐ σα^λεύει με τὰ^ ἔξωθεν βέλη τοῖς ἔσωθεν ὀχυρούμενον, στηρίζει δέ με μᾶλλον ἔνδοθεν τὰ^ τοῦ θεοῦ βέλη.
οὐ σαλεύει με τὰ ἔξωθεν βέλη τοῖς ἔσωθεν ὀχυρούμενον, στηρίζει δέ με μᾶλλον ἔνδοθεν τὰ τοῦ θεοῦ βέλη.
τὰ^ γὰ^ρ βέλη τοῦ δυ^να^τοῦ ἠκονημένα^·
τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα·
περὶ^ ὧν τὰ^ βέλη σου ἐνεπάγησά^ν μοι.
περὶ ὧν τὰ βέλη σου ἐνεπάγησάν μοι.
τὰ^ βέλη, ποῖα;
τὰ βέλη, ποῖα;
βέλος εὐσεβεία_ς, βέλος δι^καιοσύ^νης, βέλος πόθου πρὸς θεόν, βέλος ζήλου ἀ^ρετῆς·
βέλος εὐσεβείας, βέλος δικαιοσύνης, βέλος πόθου πρὸς θεόν, βέλος ζήλου ἀρετῆς·
τούτοις τοῖς θείοις βέλεσι^ν ἡ ψυ_χὴ τιτρώσκεται.
τούτοις τοῖς θείοις βέλεσιν ἡ ψυχὴ τιτρώσκεται.
ὡς οὖν πᾶσα^ν πεῖρα^ν προσα^γα^γὼν ὁ δι^ά^βολος καὶ τῶν κτημά^των γυμνώσα_ς, τῆς ἀ^ρετῆς οὐκ ἐγύμνωσε·
ὡς οὖν πᾶσαν πεῖραν προσαγαγὼν ὁ διάβολος καὶ τῶν κτημάτων γυμνώσας, τῆς ἀρετῆς οὐκ ἐγύμνωσε·
χωρεῖ λοιπὸν ἐπὶ^ τὴν φύ^σι^ν καὶ τὴν γεωργίαν τῆς φύ^σεως βι^ά^ζεται καὶ ἀποσπᾷ τοὺς κλά^δους ἀ^πὸ τῆς ῥίζης καὶ συ^ντρί_βει τοὺς παῖδα^ς τοῦ κα^λοῦ ἀγωνιστοῦ·
χωρεῖ λοιπὸν ἐπὶ τὴν φύσιν καὶ τὴν γεωργίαν τῆς φύσεως βιάζεται καὶ ἀποσπᾷ τοὺς κλάδους ἀπὸ τῆς ῥίζης καὶ συντρίβει τοὺς παῖδας τοῦ καλοῦ ἀγωνιστοῦ·
περι^αιρεῖ τὸν καρπόν, ἵ^να_ λυπήσῃ τὸν γεννήσα^ντα^.
περιαιρεῖ τὸν καρπόν, ἵνα λυπήσῃ τὸν γεννήσαντα.
καὶ τί^ ποιεῖ;
καὶ τί ποιεῖ;
βλέπε καὶ τὴν ἀγγελίαν τοῦ πονηροῦ, πῶς μεστὴ μέν ἐστι^ν εἰρωνεία_ς καὶ εἰς γοητείαν ῥέπουσα^ καὶ κα^τακλά^σαι τὴν ψυ_χὴν τοῦ γενναίου δυ^να^μένη.
βλέπε καὶ τὴν ἀγγελίαν τοῦ πονηροῦ, πῶς μεστὴ μέν ἐστιν εἰρωνείας καὶ εἰς γοητείαν ῥέπουσα καὶ κατακλάσαι τὴν ψυχὴν τοῦ γενναίου δυναμένη.
τῶν υἱῶν σου καὶ τῶν θυ^γα^τέρων σου ἐσθι^όντων καὶ πι_νόντων ἐν τῇ οἰκί^ᾳ τοῦ πρεσβυ^τέρου σου υἱοῦ, ἦλθε πνεῦμα^ μέγα^ ἐκ τῆς ἐρήμου καὶ συνέσεισε τὸν οἶκον καὶ ἔπεσεν ἐπὶ^ τὰ^ παιδί^α^ σου καὶ ἐτελεύτησα^ν.
τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων ἐν τῇ οἰκίᾳ τοῦ πρεσβυτέρου σου υἱοῦ, ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου καὶ συνέσεισε τὸν οἶκον καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν.
καὶ τὸ ῥῆμα^ ὑποκορι^στι^κὸν δυ^νά^μενον ἐγεῖραι πένθος.
καὶ τὸ ῥῆμα ὑποκοριστικὸν δυνάμενον ἐγεῖραι πένθος.
οὐκ εἶπεν ἐπὶ^ τὰ^ τέκνα^ σου, ἀλλὰ^ ἐπὶ^ τὰ^ παιδί^α^, ἵ^να_ τῶν παίδων ἀ^κούσα_ς εἰς οἶκτον ἔλθῃ, ἵ^να_ καμφθῇ πρὸς συμπάθεια^ν.
οὐκ εἶπεν ἐπὶ τὰ τέκνα σου, ἀλλὰ ἐπὶ τὰ παιδία, ἵνα τῶν παίδων ἀκούσας εἰς οἶκτον ἔλθῃ, ἵνα καμφθῇ πρὸς συμπάθειαν.
ἦλθε πνεῦμα^ μέγα^ ἐκ τῆς ἐρήμου.
ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου.
πά^λι^ν τὸν κριτὴν διαβάλλει.
πάλιν τὸν κριτὴν διαβάλλει.
πνεῦμα γὰ^ρ οὐκ ἀνθρώποις ὑ^πα^κούει, ἀλλὰ^ τῷ θεῷ.
πνεῦμα γὰρ οὐκ ἀνθρώποις ὑπακούει, ἀλλὰ τῷ θεῷ.
ἔπεσεν ἐπὶ^ τὰ^ παιδί^α^ σου καὶ ἐτελεύτησα^ν τότε ἰὼβ ἀ^νέστη·
ἔπεσεν ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν τότε ἰὼβ ἀνέστη·
καλὸν τὸ ἀ^νέστη.
καλὸν τὸ ἀνέστη.
οὐ γὰ^ρ κα^τέπεσε τῇ πληγῇ, ἀλλ' ἀνέστη τῇ δυ^νά^μει τῆς εὐσεβεία_ς·
οὐ γὰρ κατέπεσε τῇ πληγῇ, ἀλλ' ἀνέστη τῇ δυνάμει τῆς εὐσεβείας·
ἀνέστη καὶ προσεκύνησε.
ἀνέστη καὶ προσεκύνησε.
μισθὸς συμφορῶν ἡ προσκύ^νησι^ς.
μισθὸς συμφορῶν ἡ προσκύνησις.
τυπτόμενος εὐλόγει, συμφοραῖς βαλλόμενος εὐχα^ρί^στει.
τυπτόμενος εὐλόγει, συμφοραῖς βαλλόμενος εὐχαρίστει.
καὶ περι^εκείρατο τὴν κόμην.
καὶ περιεκείρατο τὴν κόμην.
νῦν ἐφ' ἡμῶν τῶν πενθούντων πολλοὶ τρέφουσι^ κόμην, ἐκεῖνος δὲ περι^ῄρει.
νῦν ἐφ' ἡμῶν τῶν πενθούντων πολλοὶ τρέφουσι κόμην, ἐκεῖνος δὲ περιῄρει.
δι^ὰ^ τί^;
διὰ τί;
τῷ πενθοῦντι^ τὸ σπουδαζόμενον, εἰς τὸ ἐνα^ντί^ον σχῆμα^ περιστῆσαι τὴν κατάστασι^ν.
τῷ πενθοῦντι τὸ σπουδαζόμενον, εἰς τὸ ἐναντίον σχῆμα περιστῆσαι τὴν κατάστασιν.
ὅπου οὖν τι_μᾶται κόμη, σημεῖον πένθους τὸ μὴ κείρεσθαι.
ὅπου οὖν τιμᾶται κόμη, σημεῖον πένθους τὸ μὴ κείρεσθαι.
παντα^χοῦ γὰ^ρ τὸ ἐνα^ντί^ον ζητεῖται σχῆμα^ ἀ^πὸ τῶν πενθούντων.
πανταχοῦ γὰρ τὸ ἐναντίον ζητεῖται σχῆμα ἀπὸ τῶν πενθούντων.
καὶ διέρρηξε τὰ^ ἱ_μά^τι^α^·
καὶ διέρρηξε τὰ ἱμάτια·
τῷ μὲν σχήμα^τι^ πρὸς τὸ πά^θος ἀποσυρόμενος, τῷ δὲ πράγμα^τι^ πρὸς τὴν ἀ^ρετὴν ἀποδυ^όμενος.
τῷ μὲν σχήματι πρὸς τὸ πάθος ἀποσυρόμενος, τῷ δὲ πράγματι πρὸς τὴν ἀρετὴν ἀποδυόμενος.
ἀποδύεται τὸ ἱ_μά^τι^ον, ἵ^να_ ὡς γυμνὸς ἀθλητὴς περι^πλακῇ τῷ ἀ^ντι^πά^λῳ καὶ ἐξ ἀναντιρρήτου πάλης βραβεύσῃ τὴν δι^καιοσύ^νην.
ἀποδύεται τὸ ἱμάτιον, ἵνα ὡς γυμνὸς ἀθλητὴς περιπλακῇ τῷ ἀντιπάλῳ καὶ ἐξ ἀναντιρρήτου πάλης βραβεύσῃ τὴν δικαιοσύνην.
ἀπεδύσατο τὸ ἱ_μά^τι^ον ὁ ἐνδεδυμένος τὴν δι^καιοσύ^νην καί ὁ κύ_ρι^ος ἔδωκεν, ὁ κύ_ρι^ος ἀ^φείλετο·
ἀπεδύσατο τὸ ἱμάτιον ὁ ἐνδεδυμένος τὴν δικαιοσύνην καί ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο·
ὡς τῷ κυ_ρί^ῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο·
ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο·
εἴη τὸ ὄνομα^ κυ_ρί^ου εὐλογημένον εἰς τοὺς αἰῶνα^ς.
εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.
ὢ γενναία_ς ψυ_χῆς.
ὢ γενναίας ψυχῆς.
αὕτη ἡ φωνὴ βέλος ἐγένετο κα^τὰ^ τοῦ δι^α^βόλου, αὕτη ἡ φωνὴ βέλη κα^τὰ^ τῶν δαιμόνων ἀ^πέστειλεν, ἔρρηξε τὴν φάλαγγα^ τῶν ἐνα^ντί^ων.
αὕτη ἡ φωνὴ βέλος ἐγένετο κατὰ τοῦ διαβόλου, αὕτη ἡ φωνὴ βέλη κατὰ τῶν δαιμόνων ἀπέστειλεν, ἔρρηξε τὴν φάλαγγα τῶν ἐναντίων.
γυμνὸς ἐξῆλθον ἐκ κοιλί^α_ς μητρός μου, γυμνὸς καὶ ἀ^πελεύσομαι.
γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι.
ἀποστολικὴ ἡ φωνὴ πρὸ τῶν ἀποστολι^κῶν χρόνων ἀνδριζομένη·
ἀποστολικὴ ἡ φωνὴ πρὸ τῶν ἀποστολικῶν χρόνων ἀνδριζομένη·
γυμνὸς ἐξῆλθον ἐκ κοιλί^α_ς μητρός, γυμνὸς καὶ ἀ^πελεύσομαι·
γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός, γυμνὸς καὶ ἀπελεύσομαι·
οὐδὲν ἐπηνέγκα^μεν εἰς τὸν κόσμον·
οὐδὲν ἐπηνέγκαμεν εἰς τὸν κόσμον·
δῆλον, ὅτι^ οὐ δὲ ἐξενεγκεῖν τι^ δυ^νά^μεθα^.
δῆλον, ὅτι οὐ δὲ ἐξενεγκεῖν τι δυνάμεθα.
ὁ κύ_ρι^ος ἔδωκεν, ὁ κύ_ρι^ος ἀ^φείλετο.
ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο.
πάντων περι^ῃρέθη, ἵ^να_ συντέμω, καὶ ἡ γυ^νὴ μόνη ὑπελέλειπτο, τὸ ἀρχαῖον ὄργα^νον τοῦ δι^α^βόλου.
πάντων περιῃρέθη, ἵνα συντέμω, καὶ ἡ γυνὴ μόνη ὑπελέλειπτο, τὸ ἀρχαῖον ὄργανον τοῦ διαβόλου.
ἡ γυ^νὴ ὑπελέλειπτο οὐ φεισαμένου τοῦ δι^α^βόλου, ἀλλ' ἑαυτῷ τὸ ὅπλον τηρήσαντος.
ἡ γυνὴ ὑπελέλειπτο οὐ φεισαμένου τοῦ διαβόλου, ἀλλ' ἑαυτῷ τὸ ὅπλον τηρήσαντος.
ἐπειδὴ γὰ^ρ ᾔδει, ὅτι^ δι^ὰ^ γυ^ναικὸς τὸν πρῶτον ἄνθρωπον κα^τηγωνίσατο, φυλά^ττει τὴν γυ^ναῖκα^, ἵ^να_ τῷ ὁμοίῳ ὅπλῳ χρήσηται πρὸς τὴν ἐπι^βουλήν.
ἐπειδὴ γὰρ ᾔδει, ὅτι διὰ γυναικὸς τὸν πρῶτον ἄνθρωπον κατηγωνίσατο, φυλάττει τὴν γυναῖκα, ἵνα τῷ ὁμοίῳ ὅπλῳ χρήσηται πρὸς τὴν ἐπιβουλήν.
ἀλλ' ἐκεῖ μὲν εὗρε τὸν ἀδάμ, ὧδε δὲ τὸν ἀδὰμ οὐχ εὑρίσκει.
ἀλλ' ἐκεῖ μὲν εὗρε τὸν ἀδάμ, ὧδε δὲ τὸν ἀδὰμ οὐχ εὑρίσκει.
ἐκεῖ τὸν ἀδὰμ εὗρε καὶ τὴν εὔαν, ὧδε δὲ τὴν μὲν εὔαν εὗρε, τὸν δὲ ἀδὰμ οὐχ εὗρε.
ἐκεῖ τὸν ἀδὰμ εὗρε καὶ τὴν εὔαν, ὧδε δὲ τὴν μὲν εὔαν εὗρε, τὸν δὲ ἀδὰμ οὐχ εὗρε.
ἕως τί^νος καρτερήσεις;
ἕως τίνος καρτερήσεις;
τὰ^ ῥήμα^τα^ ἀληθῶς τοῦ δι^α^βόλου.
τὰ ῥήματα ἀληθῶς τοῦ διαβόλου.
τὸ γὰ^ρ ἕως τί^νος βασανιζομένου ἦν ἡ φωνή.
τὸ γὰρ ἕως τίνος βασανιζομένου ἦν ἡ φωνή.
ἐγὼ βασανίζομαι, καὶ σὺ^ λέγεις·
ἐγὼ βασανίζομαι, καὶ σὺ λέγεις·
ἕως τί^νος;
ἕως τίνος;
ἐγὼ τύπτομαι, καὶ σὺ^ ναρκᾷς πρὸς τὰ_ς πληγὰ_ς τοῦ βασανιζομένου;
ἐγὼ τύπτομαι, καὶ σὺ ναρκᾷς πρὸς τὰς πληγὰς τοῦ βασανιζομένου;
ἕως τί^νος κάθησαι περι^μένων ἡμέρα_ν ἐξ ἡμέρα_ς τὴν σωτηρί^α_ν;
ἕως τίνος κάθησαι περιμένων ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν;
ἄκων ὁ δι^ά^βολος τὴν ἀ^ρετὴν τοῦ δι^καίου ἀ^νυμνεῖ, κηρύττει αὐτοῦ τὴν ὑπομονήν, ὅτι^ ἐλπί^δι^ ἠγωνίζετο.
ἄκων ὁ διάβολος τὴν ἀρετὴν τοῦ δικαίου ἀνυμνεῖ, κηρύττει αὐτοῦ τὴν ὑπομονήν, ὅτι ἐλπίδι ἠγωνίζετο.
ἕως τί^νος;
ἕως τίνος;
καὶ ἐμβλέψας αὐτῇ φησι^ν ἰὼβ εἶπεν.
καὶ ἐμβλέψας αὐτῇ φησιν ἰὼβ εἶπεν.
οὐκ εἶπε προσχὼν αὐτῇ, ἀλλ ' ἐμβλέψας.
οὐκ εἶπε προσχὼν αὐτῇ, ἀλλ ' ἐμβλέψας.
ἐμβλέψας.
ἐμβλέψας.
διὰ τί^;
διὰ τί;
ἠγνόει γὰ^ρ τὴν ἑαυτοῦ γυ^ναῖκα^;
ἠγνόει γὰρ τὴν ἑαυτοῦ γυναῖκα;
οὐκ αὐτῇ συ^νέζησεν;
οὐκ αὐτῇ συνέζησεν;
οὐκ ἐξ αὐτῆς ἐτεκνώσατο;
οὐκ ἐξ αὐτῆς ἐτεκνώσατο;