macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ^ ῥήμα^τι^ ἐκπορευομένῳ δι^ὰ^ στόμα^τος θεοῦ.
οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
μετὰ^ ταῦτα^, ὅτε ἠλέγχθη ὁ δι^ά^βολος.
μετὰ ταῦτα, ὅτε ἠλέγχθη ὁ διάβολος.
μετέρχεται καὶ αὐτὸς εἰς τὰ_ς γρα^φὰ_ς καὶ λέγει πρὸς αὐτόν·
μετέρχεται καὶ αὐτὸς εἰς τὰς γραφὰς καὶ λέγει πρὸς αὐτόν·
ἀ^να^γα^γὼν αὐτὸν εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ·
ἀναγαγὼν αὐτὸν εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ·
εἰ υἱὸς εἶ τοῦ θεοῦ, βά^λε σεαυτὸν ἄ^νωθεν κά^τω.
εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἄνωθεν κάτω.
καὶ μετὰ^ τοῦτο, μὴ πληγῇς, φησί^ν.
καὶ μετὰ τοῦτο, μὴ πληγῇς, φησίν.
τοῦτο γὰ^ρ γέγραπται.
τοῦτο γὰρ γέγραπται.
βλέπε τὸν δι^ά^βολον, πῶς τοῖς ἀ^λλοτρί^οις ὅπλοις κέχρηται καὶ ἔχε ταῦτα^ ἐν τῇ δι^α^νοίᾳ.
βλέπε τὸν διάβολον, πῶς τοῖς ἀλλοτρίοις ὅπλοις κέχρηται καὶ ἔχε ταῦτα ἐν τῇ διανοίᾳ.
γέγραπται ὅτι^ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ^ σοῦ, καὶ ἐπὶ^ χειρῶν ἀροῦσί^ σε, μήποτε προσκόψῃς πρὸς λί^θον τὸν πόδα^ σου.
γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
εἰπέ, δι^ά^βολε, καὶ τὸ ἑξῆς.
εἰπέ, διάβολε, καὶ τὸ ἑξῆς.
οὐκ ἐπι^γινώσκεις τὴν ἀκολουθίαν;
οὐκ ἐπιγινώσκεις τὴν ἀκολουθίαν;
δι^ὰ^ τί^ κρύπτεις ὥσπερ ὁ αἱρετι^κὸς προσφέρων τὰ^ συμφωνοῦντα^ αὐτῷ τῇ δι^α^νοίᾳ;
διὰ τί κρύπτεις ὥσπερ ὁ αἱρετικὸς προσφέρων τὰ συμφωνοῦντα αὐτῷ τῇ διανοίᾳ;
κρύπτει δὲ τὴν ἀκολουθίαν δι' ἧς ἡ κα^θαίρεσι^ς αὐτοῦ ἑρμηνεύεται.
κρύπτει δὲ τὴν ἀκολουθίαν δι' ἧς ἡ καθαίρεσις αὐτοῦ ἑρμηνεύεται.
γέγραπται ὅτι^ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ^ σοῦ, καὶ ἐπὶ^ χειρῶν ἀροῦσί^ σε, μήποτε προσκόψῃς πρὸς λί^θον τὸν πόδα^ σου.
γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
ἀνάγνωθι καὶ τὰ^ ἀ^κόλουθα^.
ἀνάγνωθι καὶ τὰ ἀκόλουθα.
ἐπὶ^ ἀσπίδα καὶ βα^σι^λί^σκον ἐπι^βήσῃ καὶ καταπατήσεις λέοντα^ καὶ δράκοντα^.
ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
ἀλλ' ἐπειδὴ ἡ προφητεία_ κα^τὰ^ τοῦ δι^α^βόλου, οὐ προφέρει τὸ κατ' αὐτοῦ, ἀλλὰ^ τὰ^ νομισθέντα^ ὑ^πὲρ αὐτοῦ.
ἀλλ' ἐπειδὴ ἡ προφητεία κατὰ τοῦ διαβόλου, οὐ προφέρει τὸ κατ' αὐτοῦ, ἀλλὰ τὰ νομισθέντα ὑπὲρ αὐτοῦ.
ὁ σωτὴρ πρὸς αὐτόν·
ὁ σωτὴρ πρὸς αὐτόν·
γέγραπται·
γέγραπται·
οὐκ ἐκπειρά^σεις κύ_ρι^ον τὸν θεόν σου.
οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
πολλοὶ νομί^ζουσι^ν ὅτι^ αὐτῷ τῷ δι^α^βόλῳ ἔλεγεν·
πολλοὶ νομίζουσιν ὅτι αὐτῷ τῷ διαβόλῳ ἔλεγεν·
μὴ πειρά_σῃς κύ_ρι^ον τὸν θεόν σου, καὶ βούλονται ἐπα^γα^γεῖν τῇ ἀ^ξί^ᾳ τοῦ μονογενοῦς τὸ ῥῆμα^.
μὴ πειράσῃς κύριον τὸν θεόν σου, καὶ βούλονται ἐπαγαγεῖν τῇ ἀξίᾳ τοῦ μονογενοῦς τὸ ῥῆμα.
ἡμεῖς δὲ οὐ δεχόμεθα^ αὐτὸ εἰς τὴν ἀ^ξί^α_ν, οὐ τὴν ἀ^ξί^α_ν ἀρνούμενοι, ἀλλὰ^ τὴν δύ^να^μι^ν ὁμολογοῦντες.
ἡμεῖς δὲ οὐ δεχόμεθα αὐτὸ εἰς τὴν ἀξίαν, οὐ τὴν ἀξίαν ἀρνούμενοι, ἀλλὰ τὴν δύναμιν ὁμολογοῦντες.
οὐκ ἐκ τούτου δείκνυ^ται ὅτι^ κύ_ρι^ος ὁ θεὸς ὁ μονογενής·
οὐκ ἐκ τούτου δείκνυται ὅτι κύριος ὁ θεὸς ὁ μονογενής·
εἰσὶ γὰ^ρ μα^ρτυ^ρί^αι ἄ^πειροι τὴν ἀ^ξί^α_ν κηρύττουσαι.
εἰσὶ γὰρ μαρτυρίαι ἄπειροι τὴν ἀξίαν κηρύττουσαι.
ἀλλὰ^ νῦν ἐκ προσώπου τῆς ἀνθρωπότητος φθέγγεται, ἐπειδὴ ἐκεῖνος εἶπε·
ἀλλὰ νῦν ἐκ προσώπου τῆς ἀνθρωπότητος φθέγγεται, ἐπειδὴ ἐκεῖνος εἶπε·
βάλε σεαυτὸν ἄ^νωθεν κά^τω.
βάλε σεαυτὸν ἄνωθεν κάτω.
ἴδωμεν, εἰ οὖν ἀδικεῖσαι.
ἴδωμεν, εἰ οὖν ἀδικεῖσαι.
γέγραπται ὅτι^ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ^ σοῦ, ἐκ προσώπου τῆς ἀνθρωπότητος λέγει·
γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, ἐκ προσώπου τῆς ἀνθρωπότητος λέγει·
οὐκ ἐκπειρά^σεις κύ_ρι^ον τὸν θεόν σου.
οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
ἀντὶ^ τοῦ γέγραπται ἐμοὶ τῷ ἀνθρώπῳ μὴ πειράζειν τὸν θεόν.
ἀντὶ τοῦ γέγραπται ἐμοὶ τῷ ἀνθρώπῳ μὴ πειράζειν τὸν θεόν.
οὐ βάλλω ἐμαυτόν, ἵ^να_ μὴ πειρά_σω τὸν θεόν·
οὐ βάλλω ἐμαυτόν, ἵνα μὴ πειράσω τὸν θεόν·
οὐ πειράζω, οὐ δοκι^μάζω.
οὐ πειράζω, οὐ δοκιμάζω.
εἰ δυ^να^τὸς βοηθεῖν ἤμην, τοῦτο εὐσεβεία_ς ἀ^λλότρι^ον.
εἰ δυνατὸς βοηθεῖν ἤμην, τοῦτο εὐσεβείας ἀλλότριον.
ταῦτα^ λέγει οὐκ ἀ^πὸ τῆς ἀ^ξί^α_ς, ἀλλ' ἀ^πὸ τῆς ἀ^νθρωπί^νης ὄψεως.
ταῦτα λέγει οὐκ ἀπὸ τῆς ἀξίας, ἀλλ' ἀπὸ τῆς ἀνθρωπίνης ὄψεως.
ἀλλὰ καὶ ἄνθρωπός εἰμι^ καὶ δί^καιός εἰμι^, καὶ θεὸν οὐ πειράζω.
ἀλλὰ καὶ ἄνθρωπός εἰμι καὶ δίκαιός εἰμι, καὶ θεὸν οὐ πειράζω.
οὐδέπω γὰ^ρ οἱ δί^καιοι πειρά^ζουσι^ τὸν θεόν, ἀλλ' ἐπερχομένην ἀ^νάγκην φέρουσι^ καὶ κ ἂ_ν θέλῃ ὁ θεὸς πειρά_σαι, δέχονται.
οὐδέπω γὰρ οἱ δίκαιοι πειράζουσι τὸν θεόν, ἀλλ' ἐπερχομένην ἀνάγκην φέρουσι καὶ κ ἂν θέλῃ ὁ θεὸς πειράσαι, δέχονται.
μὴ γὰ^ρ οἱ ῥυσθέντες ἀ^πὸ πυ_ρὸς καμί^νου ἢ ἑτέρου τι^νὸς πειρατηρί^ου πειράζοντες τὸν θεὸν ἑαυτοὺς ἐνέβα^λον;
μὴ γὰρ οἱ ῥυσθέντες ἀπὸ πυρὸς καμίνου ἢ ἑτέρου τινὸς πειρατηρίου πειράζοντες τὸν θεὸν ἑαυτοὺς ἐνέβαλον;
μὴ εἶπε δανιὴλ·
μὴ εἶπε δανιὴλ·
ἔμβαλέ με εἰς τὸν λάκκον τὸν λεόντων.
ἔμβαλέ με εἰς τὸν λάκκον τὸν λεόντων.
ἢ οἱ τρεῖς παῖδες εἶπον·
ἢ οἱ τρεῖς παῖδες εἶπον·
ἔμβαλε ἡμᾶς εἰς τὴν κάμι_νον τοῦ πυ_ρός, ῥύεται γὰ^ρ ἡμᾶς ὁ θεός.
ἔμβαλε ἡμᾶς εἰς τὴν κάμινον τοῦ πυρός, ῥύεται γὰρ ἡμᾶς ὁ θεός.
εἰ γὰ^ρ τοὺς προσέχοντα^ς ἑαυτῷ παραδέδωκεν, ἡ ἀμεριμνία αὐτοὺς ὥπλισεν, οὐχ ἡ εὐσέβεια^ πα^ρεσκεύα^σεν.
εἰ γὰρ τοὺς προσέχοντας ἑαυτῷ παραδέδωκεν, ἡ ἀμεριμνία αὐτοὺς ὥπλισεν, οὐχ ἡ εὐσέβεια παρεσκεύασεν.
ἀπεκρίνατο ναβουχοδονόσορ τοῖς τρισὶ^ μάρτυ^σι^ λέγων·
ἀπεκρίνατο ναβουχοδονόσορ τοῖς τρισὶ μάρτυσι λέγων·
ἣν ἂ_ν ὥρα_ν ἀ^κούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κι^θά^ρα_ς, σαμβούκης τε καὶ ψαλτηρί^ου καὶ συ^μφωνί^α_ς καὶ παντὸς γένους μουσι^κοῦ, πίπτοντες προσκυ^νεῖτε τῇ εἰκόνι^.
ἣν ἂν ὥραν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβούκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικοῦ, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι.
ὅτε ταῦτα εἶπεν ἐπήγα^γεν·
ὅτε ταῦτα εἶπεν ἐπήγαγεν·
καὶ τί^ς ἐστι^ θεὸς ὃς ἐξελεῖται ὑ_μᾶς ἐκ τῶν χειρῶν μου;.
καὶ τίς ἐστι θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;.
λέγουσιν οἱ μά^ρτυ^ρες·
λέγουσιν οἱ μάρτυρες·
γνωστὸν ἔστω σοι, βα^σι^λεῦ, ὅτι^ τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι^, ᾗ ἔστησα^ς, οὐ προσκυ^νοῦμεν.
γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν.
ἔστι^ γὰ^ρ θεὸς ὃς δυ^νήσεται ἡμᾶς ἐξελέσθαι, καὶ οὐκ εἶπον·
ἔστι γὰρ θεὸς ὃς δυνήσεται ἡμᾶς ἐξελέσθαι, καὶ οὐκ εἶπον·
ὃς ἐξελεῖται, ἀλλ' ὃς δύ^να^ται.
ὃς ἐξελεῖται, ἀλλ' ὃς δύναται.
βλέπετε εὐσεβῆ γνώμην;
βλέπετε εὐσεβῆ γνώμην;
δύ^να^ται μὲν ἐξελέσθαι φησί^ν.
δύναται μὲν ἐξελέσθαι φησίν.
ἐὰ^ν δὲ μὴ θέλῃ, οὐ πα^ρὰ^ τούτου τὴν εὐσέβεια^ν ἀρνούμεθα^.
ἐὰν δὲ μὴ θέλῃ, οὐ παρὰ τούτου τὴν εὐσέβειαν ἀρνούμεθα.
τῷ δυ^να^τῷ γὰ^ρ μα^ρτυ^ροῦμεν τὴν γνώμην·
τῷ δυνατῷ γὰρ μαρτυροῦμεν τὴν γνώμην·
οὐ πειράζομεν δέ.
οὐ πειράζομεν δέ.
μαρτυροῦμεν τῇ δυ^νά^μει.
μαρτυροῦμεν τῇ δυνάμει.
οἶδα ὅτι^ δύ^να^ται·
οἶδα ὅτι δύναται·
οὐ βι^ά^ζομαι δὲ τῇ γνώμῃ.
οὐ βιάζομαι δὲ τῇ γνώμῃ.
ἔστι θεὸς ὃς δύναται ἡμᾶς ἐξελέσθαι, καὶ ἐὰ^ν μή, γνωστόν σοι ἔστω, βα^σι^λεῦ, ὅτι^ τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι^ τῇ χρυ_σῇ ᾗ ἔστησα^ς οὐ προσκυ^νοῦμεν.
ἔστι θεὸς ὃς δύναται ἡμᾶς ἐξελέσθαι, καὶ ἐὰν μή, γνωστόν σοι ἔστω, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν.
οὕτως οὐκ ἐπείρα_σα^ν οἱ δί^καιοι τὸν θεόν, ἀλλ' ἐπενεχθεῖσα^ν τὴν συ^μφορὰν ἐδέχοντο καὶ ἐκ πα^ρα^δόξου τῆς εὐεργεσί^α_ς ἀπήλαυον.
οὕτως οὐκ ἐπείρασαν οἱ δίκαιοι τὸν θεόν, ἀλλ' ἐπενεχθεῖσαν τὴν συμφορὰν ἐδέχοντο καὶ ἐκ παραδόξου τῆς εὐεργεσίας ἀπήλαυον.
λέγει οὖν ὁ σωτὴρ ἐκ προσώπου τῆς ἀνθρωπότητος·
λέγει οὖν ὁ σωτὴρ ἐκ προσώπου τῆς ἀνθρωπότητος·
οὐ πειρά_σεις κύ_ρι^ον τὸν θεόν σου.
οὐ πειράσεις κύριον τὸν θεόν σου.
ἐπαγαγὼν ἔδειξεν ὅτι^ οὐ πρὸς τὸν δαίμονα^ ὁ λόγος, ἀλλὰ πρὸς οἰκονομίαν τὸ ὄνομα^·
ἐπαγαγὼν ἔδειξεν ὅτι οὐ πρὸς τὸν δαίμονα ὁ λόγος, ἀλλὰ πρὸς οἰκονομίαν τὸ ὄνομα·
γέγραπται·
γέγραπται·
οὐκ ἐκπειρά^σεις κύ_ρι^ον τὸν θεόν σου.
οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
ὁ πειράζων τὸν θεὸν ἔλα^βεν οὖν δεύτερον βέλος μετὰ^ τοῦ πρώτου καὶ ἀ^πῆλθεν, μᾶλλον οὐκ ἀ^πῆλθεν, ἀλλ' ἔμεινεν ἐν τῇ ἀναισχυντίᾳ.
ὁ πειράζων τὸν θεὸν ἔλαβεν οὖν δεύτερον βέλος μετὰ τοῦ πρώτου καὶ ἀπῆλθεν, μᾶλλον οὐκ ἀπῆλθεν, ἀλλ' ἔμεινεν ἐν τῇ ἀναισχυντίᾳ.
ἴδιον γὰ^ρ τῆς κα^κί^α_ς ἐπαγωνίζεσθαι τὴν ἰ^δί^α_ν μανίαν.
ἴδιον γὰρ τῆς κακίας ἐπαγωνίζεσθαι τὴν ἰδίαν μανίαν.
παραλαμβάνει τὸν κύ_ρι^ον πά^λι^ν εἰς ὄρος ὑψηλὸν λί_α_ν καὶ δείκνυ_σι^ν αὐτῷ πά_σα_ς τὰ_ς βα^σι^λεία_ς τοῦ κόσμου καὶ τὴν δόξα^ν αὐτῶν, ἐν στιγμῇ χρόνου.
παραλαμβάνει τὸν κύριον πάλιν εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, ἐν στιγμῇ χρόνου.
πῶς ἔδειξε;
πῶς ἔδειξε;
θεῷ μὲν γὰ^ρ πά^ντα^ δυνατά^.
θεῷ μὲν γὰρ πάντα δυνατά.
τῷ δὲ δι^α^βόλῳ πῶς εὔπορον ἐφά^νη δεῖξαι;
τῷ δὲ διαβόλῳ πῶς εὔπορον ἐφάνη δεῖξαι;
οὐ γὰ^ρ εἶπεν·
οὐ γὰρ εἶπεν·
εἶδεν ὁ ἰησοῦς.
εἶδεν ὁ ἰησοῦς.
ἠδύνατο γὰ^ρ ἐν ἑνὶ^ τόπῳ καὶ μι^ᾷ γωνί^ᾳ ἑστὼς τὰ^ πά^ντα^ ἰ^δεῖν ὁ τὰ^ πά^ντα^ περι^λαμβάνων.
ἠδύνατο γὰρ ἐν ἑνὶ τόπῳ καὶ μιᾷ γωνίᾳ ἑστὼς τὰ πάντα ἰδεῖν ὁ τὰ πάντα περιλαμβάνων.
ἀλλὰ ζητῶ τὸ πῶς ὁ δι^ά^βολος ἔδειξε τὰ_ς βα^σι^λεία_ς.
ἀλλὰ ζητῶ τὸ πῶς ὁ διάβολος ἔδειξε τὰς βασιλείας.
καὶ ἐὰ^ν γά^ρ τι^ς εἰς ὑψηλὸν τόπον ἀ^νέλθοι καὶ ἴ^δοι πά_σα_ς τὰ_ς πόλεις, ὁρᾷ τὰ^ κτήνη τὰ^ ἐν μέσῳ τρεφόμενα^.
καὶ ἐὰν γάρ τις εἰς ὑψηλὸν τόπον ἀνέλθοι καὶ ἴδοι πάσας τὰς πόλεις, ὁρᾷ τὰ κτήνη τὰ ἐν μέσῳ τρεφόμενα.
πῶς οὖν τοσαύτην καὶ τηλι^καύτην ποικιλίαν ἔδειξεν ἐν στιγμῇ χρόνου ὁ δι^ά^βολος;
πῶς οὖν τοσαύτην καὶ τηλικαύτην ποικιλίαν ἔδειξεν ἐν στιγμῇ χρόνου ὁ διάβολος;
εὔκοπον γὰ^ρ τῷ δι^α^βόλῳ εἰς κα^κί^α_ν μετα^σχηματίζεσθαι.
εὔκοπον γὰρ τῷ διαβόλῳ εἰς κακίαν μετασχηματίζεσθαι.
εἰ γὰ^ρ μετα^σχηματίζεται εἰς ἄγγελον φωτός, πολλῷ μᾶλλον καὶ εἰς τὴν ὁρωμένην φαντα^σί^α_ν.
εἰ γὰρ μετασχηματίζεται εἰς ἄγγελον φωτός, πολλῷ μᾶλλον καὶ εἰς τὴν ὁρωμένην φαντασίαν.
εἶτά φησι^·
εἶτά φησι·
ταῦτα πά^ντα^ σοι δώσω, ἐὰ^ν πεσὼν προσκυ^νήσῃς με.
ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς με.
οὕτω, ὅτι^ πρὸς ἀνθρωπότητα^ ἐλά^λει, προβάλλει καὶ τὴν τρί^την πεῖρα^ν καὶ λέγει·
οὕτω, ὅτι πρὸς ἀνθρωπότητα ἐλάλει, προβάλλει καὶ τὴν τρίτην πεῖραν καὶ λέγει·
ταῦτα πά^ντα^ σοι δώσω, ἐὰ^ν πεσὼν προσκυ^νήσῃς με.
ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς με.
εἰ καὶ πικρὰ^ τὰ^ τοῦ δι^α^βόλου ῥήμα^τα^, ἀλλ' ἀ^σφα^λῆ, οὐκ αὐτῷ τῷ λέγοντι^, ἀλλ' ἡμῖν τοῖς ἀ^κούουσι^ν·
εἰ καὶ πικρὰ τὰ τοῦ διαβόλου ῥήματα, ἀλλ' ἀσφαλῆ, οὐκ αὐτῷ τῷ λέγοντι, ἀλλ' ἡμῖν τοῖς ἀκούουσιν·
ἐὰν πεσὼν προσκυ^νήσῃς με.
ἐὰν πεσὼν προσκυνήσῃς με.
οὐκοῦν οὐκ ἔστι σοι προσκυ^νῆσαι μὴ πρότερον πεσόντα^;
οὐκοῦν οὐκ ἔστι σοι προσκυνῆσαι μὴ πρότερον πεσόντα;
ταῦτα πά^ντα^ σοι δώσω, ἐὰν πεσὼν προσκυ^νήσῃς με.
ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς με.
ἐπαγγέλλεται πτῶσι^ν, εἶτα^ δόσιν.
ἐπαγγέλλεται πτῶσιν, εἶτα δόσιν.
ὁ δὲ σωτὴρ τὸ μέτρον αὐτοῦ τῆς μανία_ς δι^α^λύ_ων φησὶ^ν πρὸς αὐτόν·
ὁ δὲ σωτὴρ τὸ μέτρον αὐτοῦ τῆς μανίας διαλύων φησὶν πρὸς αὐτόν·
ὕπαγε, σατανᾶ.
ὕπαγε, σατανᾶ.
καὶ φωνεῖ θεοῦ ἀ^πόφα^σι^ς τὸ ὕπαγε, σατανᾶ.
καὶ φωνεῖ θεοῦ ἀπόφασις τὸ ὕπαγε, σατανᾶ.
γέγραπται γά^ρ·
γέγραπται γάρ·
κύ_ρι^ον τὸν θεόν σου προσκυ^νήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
καὶ ἀ^πῆλθεν ἀπ' αὐτοῦ ὁ δι^ά^βολος.
καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ ὁ διάβολος.
φωνῇ αὐτὸν δι^ώκει, ὥσπερ τοὺς υἱοὺς αὐτοῦ τοὺς ἰουδαίους καὶ θεομά^χους τότε δι^ὰ^ φωνῆς ὀπί^σω βέβληκε.
φωνῇ αὐτὸν διώκει, ὥσπερ τοὺς υἱοὺς αὐτοῦ τοὺς ἰουδαίους καὶ θεομάχους τότε διὰ φωνῆς ὀπίσω βέβληκε.
λεγόντων γὰ^ρ αὐτῶν·
λεγόντων γὰρ αὐτῶν·
ποῦ ὁ ἰησοῦς;
ποῦ ὁ ἰησοῦς;
λέγει αὐτοῖς·
λέγει αὐτοῖς·
ἐγώ εἰμι^ καὶ ἡ φωνὴ πά^ντα^ς εἰς τὰ^ ὀπί^σω κα^τέβα^λεν, οὕτω καὶ τῷ δι^α^βόλῳ·
ἐγώ εἰμι καὶ ἡ φωνὴ πάντας εἰς τὰ ὀπίσω κατέβαλεν, οὕτω καὶ τῷ διαβόλῳ·