macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὕπαγε, σατανᾶ. | ὕπαγε, σατανᾶ. |
καὶ ὁ λόγος αὐτὸν ἐξώθησε καὶ εἰ τὰ^ ὀπί^σω ἀπέρριφε καὶ ἀπέστη ἀπ' αὐτοῦ ὁ δι^ά^βολος ἄ^χρι^ καιροῦ. | καὶ ὁ λόγος αὐτὸν ἐξώθησε καὶ εἰ τὰ ὀπίσω ἀπέρριφε καὶ ἀπέστη ἀπ' αὐτοῦ ὁ διάβολος ἄχρι καιροῦ. |
τοῦτο δὲ γέγραπται εἰς ἀσφάλεια^ν ἡμῶν, ἐπειδὴ πανταχοῦ διὰ τῆς εἰκόνος ἧς ἀ^νέλα^βε, χαρακτῆρα^ ἡμῖν πολι_τεία_ς καταλιμπάνων δι^δά^σκει σε. | τοῦτο δὲ γέγραπται εἰς ἀσφάλειαν ἡμῶν, ἐπειδὴ πανταχοῦ διὰ τῆς εἰκόνος ἧς ἀνέλαβε, χαρακτῆρα ἡμῖν πολιτείας καταλιμπάνων διδάσκει σε. |
ἐπειδὰν παλαίσῃς τῷ δι^α^βόλῳ καὶ νι_κήσῃς, χρή σε μὴ εἰς ἀμεριμνίαν ἐλθεῖν, ἀλλ' εἰδέναι ὅτι^ ἀνακύ^πτει πά^λι^ν μετὰ^ τὴν νί_κην. | ἐπειδὰν παλαίσῃς τῷ διαβόλῳ καὶ νικήσῃς, χρή σε μὴ εἰς ἀμεριμνίαν ἐλθεῖν, ἀλλ' εἰδέναι ὅτι ἀνακύπτει πάλιν μετὰ τὴν νίκην. |
πολλῆς οὖν πολλά^κι^ς εἰκότως προσβαλλόμενος ἡμῖν ὀρέξεως ἢ ἐπι^θυ_μί^α_ς ἢ ἄλλου τι^νὸς τῶν πα^θημά^των καὶ συ^μπλακέντος ἡμῖν ὡς πά^λῃ ὁ νοῦς ἐρρωμένον φέρων τὸν λογισμὸν κα^τηγωνίσατο πά^θη, καὶ αὐτὸς ὁ νι_κήσα_ς νῦν, ἑτέρᾳ προσβολῇ ἡττᾶται. | πολλῆς οὖν πολλάκις εἰκότως προσβαλλόμενος ἡμῖν ὀρέξεως ἢ ἐπιθυμίας ἢ ἄλλου τινὸς τῶν παθημάτων καὶ συμπλακέντος ἡμῖν ὡς πάλῃ ὁ νοῦς ἐρρωμένον φέρων τὸν λογισμὸν κατηγωνίσατο πάθη, καὶ αὐτὸς ὁ νικήσας νῦν, ἑτέρᾳ προσβολῇ ἡττᾶται. |
διὸ χρὴ ἡμᾶς εἰς ἀμεριμνίαν μὴ ἔρχεσθαι, ἀλλ' εἰδέναι ὅτι^ ἄ^χρι^ καιροῦ ἡ νί_κη καὶ ἄ^χρι^ καιροῦ ἡ ἀμεριμνία. | διὸ χρὴ ἡμᾶς εἰς ἀμεριμνίαν μὴ ἔρχεσθαι, ἀλλ' εἰδέναι ὅτι ἄχρι καιροῦ ἡ νίκη καὶ ἄχρι καιροῦ ἡ ἀμεριμνία. |
ἡ δὲ τῶν πα^θῶν νί_κη πρόσκαιρος. | ἡ δὲ τῶν παθῶν νίκη πρόσκαιρος. |
ἕως ἐσμὲν ἐν τῷ κόσμῳ καὶ νι_κῶμεν καὶ παλαίομεν. | ἕως ἐσμὲν ἐν τῷ κόσμῳ καὶ νικῶμεν καὶ παλαίομεν. |
ἡ δὲ τελεία_ νί_κη ἐν τέλει τῶν ἀ^γώνων. | ἡ δὲ τελεία νίκη ἐν τέλει τῶν ἀγώνων. |
διὰ τοῦτο ὁ παῦλος νι_κῶν οὐκ ἀμέριμνος ἦν, ἀλλ' ἠγωνία τὸ μέλλον καὶ ἔλεγεν· | διὰ τοῦτο ὁ παῦλος νικῶν οὐκ ἀμέριμνος ἦν, ἀλλ' ἠγωνία τὸ μέλλον καὶ ἔλεγεν· |
οὕτω τρέχω, οὐχ ὡς ἀ^δήλως· | οὕτω τρέχω, οὐχ ὡς ἀδήλως· |
οὕτω πυκτεύω, οὐχ ὡς ἀ_έρα^ δέρων, ἀλλ' ὑποπιάζω μου τὸ σῶ^μα^ καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύ^ξα_ς αὐτὸς ἀδόκι^μος γένωμαι. | οὕτω πυκτεύω, οὐχ ὡς ἀέρα δέρων, ἀλλ' ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. |
ὅτε δὲ εἰς τέλος ἔδρα^με τῶν ἀ^γώνων καὶ ἔμελλεν στεφα^νοῦσθαι, ἔλεγε· | ὅτε δὲ εἰς τέλος ἔδραμε τῶν ἀγώνων καὶ ἔμελλεν στεφανοῦσθαι, ἔλεγε· |
τὸν κα^λὸν ἀ^γῶνα^ ἠγώνισμαι καὶ τὸν δρόμον τετέλεκα^, τὴν πίστι^ν τετήρηκα^. | τὸν καλὸν ἀγῶνα ἠγώνισμαι καὶ τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. |
οὕτως, ἀ^δελφοί, τελείωσι^ς τῶν ἀ^γώνων ἡ τελείωσι^ς τοῦ βί^ου ἐστί^ν. | οὕτως, ἀδελφοί, τελείωσις τῶν ἀγώνων ἡ τελείωσις τοῦ βίου ἐστίν. |
καὶ μὴ νομί^σῃς ἄνθρωπον πρὸ τελευτῆς στεφα^νοῦσθαι τῆς γρα^φῆς λεγούσης· | καὶ μὴ νομίσῃς ἄνθρωπον πρὸ τελευτῆς στεφανοῦσθαι τῆς γραφῆς λεγούσης· |
μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τελευτῆς αὐτοῦ. | μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τελευτῆς αὐτοῦ. |
ὁ σωτὴρ τέλειος ἐν πᾶσι^ν· | ὁ σωτὴρ τέλειος ἐν πᾶσιν· |
ὁ δόλος οὐ συνεπολιτεύσατο, ὁ δόλος οὐ συ^νέζησεν, ἡ κα^κί^α_ οὐ συ^μπαρῆν. | ὁ δόλος οὐ συνεπολιτεύσατο, ὁ δόλος οὐ συνέζησεν, ἡ κακία οὐ συμπαρῆν. |
εἴπατε τῇ ἀλώπεκι^ ταύτῃ, σήμερον καὶ αὔριον ποιῶ σημεῖα^, καὶ τῇ τρί^τῃ τελειοῦμαι. | εἴπατε τῇ ἀλώπεκι ταύτῃ, σήμερον καὶ αὔριον ποιῶ σημεῖα, καὶ τῇ τρίτῃ τελειοῦμαι. |
εἰ ὁ χριστὸς τὸν ἑαυτοῦ θά^να^τον τελείωσι^ν ἐκά^λεσεν, τί^ς πρὸ θα^νά^του τελείωσι^ν φαντάζεται; | εἰ ὁ χριστὸς τὸν ἑαυτοῦ θάνατον τελείωσιν ἐκάλεσεν, τίς πρὸ θανάτου τελείωσιν φαντάζεται; |
καὶ ἀπέστη ἄ^χρι^ καιροῦ καὶ λοιπὸν προσῆλθον οἱ ἄγγελοι καὶ διηκόνουν αὐτῷ. | καὶ ἀπέστη ἄχρι καιροῦ καὶ λοιπὸν προσῆλθον οἱ ἄγγελοι καὶ διηκόνουν αὐτῷ. |
τέλος τῆς ἀσκήσεως τὸ ὑπ' ἀγγέλων διακονεῖσθαι. | τέλος τῆς ἀσκήσεως τὸ ὑπ' ἀγγέλων διακονεῖσθαι. |
ὃ μὲν κα^κῶς καὶ ἀκαίρως πα^ρήγα^γεν ὁ δι^ά^βολος, εὐθέως ἐδί^δα^ξεν ὁ φι^λάνθρωπος. | ὃ μὲν κακῶς καὶ ἀκαίρως παρήγαγεν ὁ διάβολος, εὐθέως ἐδίδαξεν ὁ φιλάνθρωπος. |
ἔλεγε γὰ^ρ ὁ δι^ά^βολος ὅτι^ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ^ σοῦ. | ἔλεγε γὰρ ὁ διάβολος ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. |
σὺ ἀκαίρως πα^ρήγα^γες· | σὺ ἀκαίρως παρήγαγες· |
ὁ θεὸς εὐκαίρως καὶ οἰκονομι^κῶς, ἵ^να_ δειχθῇ ὅτι^ τέλος μένει τοῖς ἀγωνιζομένοις· | ὁ θεὸς εὐκαίρως καὶ οἰκονομικῶς, ἵνα δειχθῇ ὅτι τέλος μένει τοῖς ἀγωνιζομένοις· |
προσῆλθον οἱ ἄγγελοι καὶ διηκόνουν αὐτῷ. | προσῆλθον οἱ ἄγγελοι καὶ διηκόνουν αὐτῷ. |
τίνι; | τίνι; |
τῷ σχήμα^τι^ τῆς ἀνθρωπότητος, τῷ καταπατήσαντι^ τοὺς δαίμονα^ς, τῷ πατήσαντι^ ἐπὶ^ ἀσπίδα καὶ βα^σι^λί^σκον, τῷ ἐπι^βά^ντι^ ἐπὶ^ λέοντα^ καὶ δράκοντα^. | τῷ σχήματι τῆς ἀνθρωπότητος, τῷ καταπατήσαντι τοὺς δαίμονας, τῷ πατήσαντι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, τῷ ἐπιβάντι ἐπὶ λέοντα καὶ δράκοντα. |
εἰ μὴ γὰ^ρ πρῶτος αὐτὸς ἐπά^τησεν, οὐκ ἂ^ν ἡμῖν ἐξουσί^α_ν ἔδωκε πα^τεῖν ἐπὶ λέοντα^ καὶ δράκοντα^. | εἰ μὴ γὰρ πρῶτος αὐτὸς ἐπάτησεν, οὐκ ἂν ἡμῖν ἐξουσίαν ἔδωκε πατεῖν ἐπὶ λέοντα καὶ δράκοντα. |
πρῶτος ἀ^γὼν ὁ κα^τὰ^ δαιμόνων εστίν ἐπειδὴ μωϋσῆς καὶ ἠλίας ἵστανται τεσσα^ρά^κοντα^ ἡμέρα_ς. | πρῶτος ἀγὼν ὁ κατὰ δαιμόνων εστίν ἐπειδὴ μωϋσῆς καὶ ἠλίας ἵστανται τεσσαράκοντα ἡμέρας. |
μωϋσῆς ἐνήστευσεν, οὐχ ἵ^να_ κα^τορθώσῃ ὃ ὁ χριστὸς κα^τώρθωσεν. | μωϋσῆς ἐνήστευσεν, οὐχ ἵνα κατορθώσῃ ὃ ὁ χριστὸς κατώρθωσεν. |
οὐ γὰ^ρ μωϋσῆς νηστεύσα_ς τοὺς δαίμονα^ς ἐχώρησεν. | οὐ γὰρ μωϋσῆς νηστεύσας τοὺς δαίμονας ἐχώρησεν. |
οὐδὲ ἠλίας ἐνήστευσεν, ἵ^να_ τὸν δι^ά^βολον κα^θέλῃ, μᾶλλον δὲ ἰησοῦς ἡττήσατο τῶν πρα_γμά^των. | οὐδὲ ἠλίας ἐνήστευσεν, ἵνα τὸν διάβολον καθέλῃ, μᾶλλον δὲ ἰησοῦς ἡττήσατο τῶν πραγμάτων. |
κατορθοῖ τὰ^ πρά_γμα^τα^, ὡς ἔλεγε προειπών. | κατορθοῖ τὰ πράγματα, ὡς ἔλεγε προειπών. |
παρέστησε μωϋσῆν καὶ ἠλίαν ὁ δεσπότης νόμου καὶ προφητῶν. | παρέστησε μωϋσῆν καὶ ἠλίαν ὁ δεσπότης νόμου καὶ προφητῶν. |
παρέστησε πέτρον καὶ ἰωάννην καὶ ἰάκωβον ὁ δεσπότης τῶν εὐαγγελιστῶν. | παρέστησε πέτρον καὶ ἰωάννην καὶ ἰάκωβον ὁ δεσπότης τῶν εὐαγγελιστῶν. |
καὶ γί_νεται μί^α^ νεφέλη εἰς τύ^πον τῆς ἐκκλησί^α_ς, ἐκείνῳ δὲ ἐπι^σημήνα_ς ἐν ἀ^ξί^ῳ, τί^ ἂ^ν εἶπε μωϋσῆς φωνὴν ζῶσα^ν. | καὶ γίνεται μία νεφέλη εἰς τύπον τῆς ἐκκλησίας, ἐκείνῳ δὲ ἐπισημήνας ἐν ἀξίῳ, τί ἂν εἶπε μωϋσῆς φωνὴν ζῶσαν. |
ταύτην ὁ πα^τὴρ ἐκύ_ρωσεν ἐν τῷ ὄρει λέγων· | ταύτην ὁ πατὴρ ἐκύρωσεν ἐν τῷ ὄρει λέγων· |
οὗτός ἐστι^ν ὁ υἱός μου ὁ ἀ^γα^πητός, ἀ^κούετε αὐτοῦ. | οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ. |
μωϋσῆς γὰ^ρ προανεφώνησε λέγων· | μωϋσῆς γὰρ προανεφώνησε λέγων· |
προφήτην ὑ_μῖν ἀ^να^στήσει κύ_ρι^ος ὁ θεὸς ἡμῶν ὡς ἐμέ· | προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ὡς ἐμέ· |
αὐτοῦ ἀ^κούετε, ἵ^να_ δείξῃ ὅτι^ ἡ χά^ρι^ς οὐκ ἐβι^ά^σα^το τὸν νόμον, ἀλλ' ἐπλήρωσε τὸν νόμον, οὐχ ὑβρίζων μωϋσῆν, ἀλλὰ πληρῶν τὸ ῥῆμα^. | αὐτοῦ ἀκούετε, ἵνα δείξῃ ὅτι ἡ χάρις οὐκ ἐβιάσατο τὸν νόμον, ἀλλ' ἐπλήρωσε τὸν νόμον, οὐχ ὑβρίζων μωϋσῆν, ἀλλὰ πληρῶν τὸ ῥῆμα. |
οὐ χρείᾳ, ἀλλ' ὑ^πὸ νόμου καὶ προφητῶν βα^σί^λεια^ τῆς ἀ^ληθεία_ς λα^μβά^νονται. | οὐ χρείᾳ, ἀλλ' ὑπὸ νόμου καὶ προφητῶν βασίλεια τῆς ἀληθείας λαμβάνονται. |
ὥσπερ γὰ^ρ εἰκόνες βα^σι^λέως πρὸ ἐπι^δημία_ς τι_μῶνται, μετὰ^ δὲ τὸ φα^νῆναι τὸν βα^σι^λέα^ ἀργεῖ πᾶσα^ ἡ ὄψι^ς τῆς εἰκόνος καὶ ἀντιμεταστρέφει τὸ ὄνομα^, οὕτω πρὸς τὸν πρωτότυ^πον. | ὥσπερ γὰρ εἰκόνες βασιλέως πρὸ ἐπιδημίας τιμῶνται, μετὰ δὲ τὸ φανῆναι τὸν βασιλέα ἀργεῖ πᾶσα ἡ ὄψις τῆς εἰκόνος καὶ ἀντιμεταστρέφει τὸ ὄνομα, οὕτω πρὸς τὸν πρωτότυπον. |
καὶ πρὸ χριστοῦ νόμος καὶ προφῆ ται, μετὰ δὲ χριστοῦ λάμπει τὰ^ τῆς θεότητος καὶ ἀργεῖ τὰ^ τῆς ἀνθρωπότητος, ἐν ᾗ γεγένηται πά^ντα^ς ἡμᾶς σωθῆναι, ἐν αὐτῷ τῷ χριστῷ, ᾧ ἡ δόξα_, κρά^τος καὶ τι_μὴ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | καὶ πρὸ χριστοῦ νόμος καὶ προφῆ ται, μετὰ δὲ χριστοῦ λάμπει τὰ τῆς θεότητος καὶ ἀργεῖ τὰ τῆς ἀνθρωπότητος, ἐν ᾗ γεγένηται πάντας ἡμᾶς σωθῆναι, ἐν αὐτῷ τῷ χριστῷ, ᾧ ἡ δόξα, κράτος καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
οἱ μὲν πρῶτοι καὶ μέσοι τῆς ἁγιωτάτης νηστεία_ς ἀ^γῶνες χάριτι^ θεοῦ δι^ηνύσθησα^ν, καὶ ἕκαστος κα^τὰ^ τὴν ἑαυτοῦ δύ^να^μι^ν ἀ^πηνθίσατο τῆς ἀ^ρετῆς τὸν λειμῶνα^· | οἱ μὲν πρῶτοι καὶ μέσοι τῆς ἁγιωτάτης νηστείας ἀγῶνες χάριτι θεοῦ διηνύσθησαν, καὶ ἕκαστος κατὰ τὴν ἑαυτοῦ δύναμιν ἀπηνθίσατο τῆς ἀρετῆς τὸν λειμῶνα· |
σήμερον δὲ αὕτη ἡ τελευταία_ τῶν ἀ^γώνων ἀκμὴ ἔφθα^σεν, ἀκμαιοτέρους μὲν ὑποτι^θεμένη τοὺς πόνους, λαμπροὺς δὲ πλέκουσα^ τοὺς στεφά^νους· | σήμερον δὲ αὕτη ἡ τελευταία τῶν ἀγώνων ἀκμὴ ἔφθασεν, ἀκμαιοτέρους μὲν ὑποτιθεμένη τοὺς πόνους, λαμπροὺς δὲ πλέκουσα τοὺς στεφάνους· |
παντὸς γὰ^ρ ἀ^γῶνος καὶ πά_σης ἀ^ρετῆς τὰ^ τέλη λαμπρά^. | παντὸς γὰρ ἀγῶνος καὶ πάσης ἀρετῆς τὰ τέλη λαμπρά. |
δι^ὰ^ τοῦτο καὶ οἱ τέλειοι εἰς τέλος τὴν ἀ^ρετὴν ἐξανύουσι^ν. | διὰ τοῦτο καὶ οἱ τέλειοι εἰς τέλος τὴν ἀρετὴν ἐξανύουσιν. |
λεγέτω τοίνυ^ν ὁ μα^κά^ριος δαυὶδ πρὸς τὸν φι^λόθεον τοῦτον λα_ὸν τὴν ἐπι^γραφὴν τῶν θείων γρα^φῶν· | λεγέτω τοίνυν ὁ μακάριος δαυὶδ πρὸς τὸν φιλόθεον τοῦτον λαὸν τὴν ἐπιγραφὴν τῶν θείων γραφῶν· |
εἰς τὸ τέλος μὴ δι^α^φθείρῃς. | εἰς τὸ τέλος μὴ διαφθείρῃς. |
πολλοῖς τῶν ἑαυτῶν ψαλμῶν ἐπέγραψεν ὁ μα^κά^ριος δαυὶδ τοῦτο τὸ προοίμιον· | πολλοῖς τῶν ἑαυτῶν ψαλμῶν ἐπέγραψεν ὁ μακάριος δαυὶδ τοῦτο τὸ προοίμιον· |
εἰς τὸ τέλος μὴ δι^α^φθείρῃς, τουτ έστι^ν, οἷς ἐνήρξω κα^λῶς, τέλος ἐπί^θες κα^λόν. | εἰς τὸ τέλος μὴ διαφθείρῃς, τουτ έστιν, οἷς ἐνήρξω καλῶς, τέλος ἐπίθες καλόν. |
λαμπροὺς ὑποτί^θεται ἀ^γῶνα^ς ἡ τελευταία_ τῶν ἀ^γώνων ἀκμή, οὐ πόνῳ δι^αλυομένους, ἀλλὰ^ πόθῳ κα^τορθουμένους. | λαμπροὺς ὑποτίθεται ἀγῶνας ἡ τελευταία τῶν ἀγώνων ἀκμή, οὐ πόνῳ διαλυομένους, ἀλλὰ πόθῳ κατορθουμένους. |
καθ' ἑαυτὸν πόνος καὶ σάρκα^ κατατήκει καὶ ψυ_χὴν οὐκ εὐεργετεῖ· | καθ' ἑαυτὸν πόνος καὶ σάρκα κατατήκει καὶ ψυχὴν οὐκ εὐεργετεῖ· |
ὁ δὲ πόθος καὶ ψυ_χὴν πτεροῖ καὶ τὸ σῶ^μα^ κουφότερον ἀ^περγάζεται. | ὁ δὲ πόθος καὶ ψυχὴν πτεροῖ καὶ τὸ σῶμα κουφότερον ἀπεργάζεται. |
δι^ὰ^ τοῦτο νηστεύομεν, ἀ^δελφοί, οὐχ ἵ^να_ σάρκα^ μα^ρά_νωμεν, ἀλλ' ἵ^να_ τῇ ψυ^χῇ σχολὴν πα^ρά^σχωμεν, ἵ^να_ τῶν ἀ^νθρωπί^νων αὐτὴν ἀ^πάγοντες τὰ^ θεῖα^ φι^λοσοφεῖν δι^δά^ξωμεν. | διὰ τοῦτο νηστεύομεν, ἀδελφοί, οὐχ ἵνα σάρκα μαράνωμεν, ἀλλ' ἵνα τῇ ψυχῇ σχολὴν παράσχωμεν, ἵνα τῶν ἀνθρωπίνων αὐτὴν ἀπάγοντες τὰ θεῖα φιλοσοφεῖν διδάξωμεν. |
δι^ὰ^ τοῦτο νηστεύομεν, ἵ^να_ χα^λι_νὸν σωφροσύνης ἀ^να^λά^βωμεν καὶ ὥσπερ ἀτά^κτου πώλου σκιρτήμα^τα^ τῆς ἐπι^θυ_μί^α_ς τὰ_ς ὁρμὰ_ς ἀποκρουσώμεθα^ δι^ὰ^ τοῦτο νηστεύομεν, ἵ^να_ καὶ τὰ^ προειρημένα^ ὑ^πὸ τοῦ κα^λοῦ διδασκά^λου, τὴν πολυ^κέφα^λον λέγω κα^κί^α_ν, ἐκτέμωμεν, τὸν δράκοντα^ τὸν πολλὰ_ς ἔχοντα^ κεφα^λά_ς. | διὰ τοῦτο νηστεύομεν, ἵνα χαλινὸν σωφροσύνης ἀναλάβωμεν καὶ ὥσπερ ἀτάκτου πώλου σκιρτήματα τῆς ἐπιθυμίας τὰς ὁρμὰς ἀποκρουσώμεθα διὰ τοῦτο νηστεύομεν, ἵνα καὶ τὰ προειρημένα ὑπὸ τοῦ καλοῦ διδασκάλου, τὴν πολυκέφαλον λέγω κακίαν, ἐκτέμωμεν, τὸν δράκοντα τὸν πολλὰς ἔχοντα κεφαλάς. |
πολλαὶ δὲ κεφα^λαὶ τοῦ δράκοντος αἱ πολύμορφοι κα^κί^αι. | πολλαὶ δὲ κεφαλαὶ τοῦ δράκοντος αἱ πολύμορφοι κακίαι. |
πρώτην αὐτοῦ εἶπε κα^κί^α_ν τὴν ὑπερηφανίαν· | πρώτην αὐτοῦ εἶπε κακίαν τὴν ὑπερηφανίαν· |
ἀρχὴ γὰ^ρ ὑ^περηφα_νί^α_ς ἀποστῆναι κυ_ρί^ου. | ἀρχὴ γὰρ ὑπερηφανίας ἀποστῆναι κυρίου. |
οὐδὲν ὑ^περηφα_νί^α_ς βδελυρώτερον· | οὐδὲν ὑπερηφανίας βδελυρώτερον· |
τοσοῦτον κα^κὸν ὡς καὶ ὑπ' αὐτῶν τῶν ὑπερηφά^νων μι_σεῖσθαι. | τοσοῦτον κακὸν ὡς καὶ ὑπ' αὐτῶν τῶν ὑπερηφάνων μισεῖσθαι. |
τί^ς γὰ^ρ ὑ^περή φανος ἀ^νέχεται ἄλλον ἰ^δεῖν ὑπερήφα^νον πρα_εῖ τῷ ὀφθαλμῷ, καὶ ὃ ἔχων οὐκ αἰσχύ_νεται, τοῦτο βλέπων ἀηδίζεται; | τίς γὰρ ὑπερή φανος ἀνέχεται ἄλλον ἰδεῖν ὑπερήφανον πραεῖ τῷ ὀφθαλμῷ, καὶ ὃ ἔχων οὐκ αἰσχύνεται, τοῦτο βλέπων ἀηδίζεται; |
τοιοῦτον γὰ^ρ ἡ κα^κί^α_. | τοιοῦτον γὰρ ἡ κακία. |
αὐτὸ τὸ ἔργον οὐ πα^ραιτεῖται. | αὐτὸ τὸ ἔργον οὐ παραιτεῖται. |
ὁ πόρνος αἰσχύ_νεται ἀ^κοῦσαι πόρνος καὶ ὃ ποιῶν ἥδεται, τοῦτο ἀ^κούων αἰσχύ_νεται. | ὁ πόρνος αἰσχύνεται ἀκοῦσαι πόρνος καὶ ὃ ποιῶν ἥδεται, τοῦτο ἀκούων αἰσχύνεται. |
ὁ ὑπερήφα^νος τὸ πά^θος ἑαυτοῦ μι_σεῖ καὶ τὸ ὄνομα^ βδελύττεται. | ὁ ὑπερήφανος τὸ πάθος ἑαυτοῦ μισεῖ καὶ τὸ ὄνομα βδελύττεται. |
δι^ὰ^ τοῦτο ὁ προφήτης ἡσαΐας κα^τὰ^ πά_σης ἁ^μαρτί^α_ς ἀ^πιδὼν τὴν τοῦ θεοῦ πα^ρουσίαν ἰδικῶς κα^τὰ^ τῶν ὑπερηφά^νων αὐτὴν πα^ρα^σκευά^ζει λέγων· | διὰ τοῦτο ὁ προφήτης ἡσαΐας κατὰ πάσης ἁμαρτίας ἀπιδὼν τὴν τοῦ θεοῦ παρουσίαν ἰδικῶς κατὰ τῶν ὑπερηφάνων αὐτὴν παρασκευάζει λέγων· |
ἰ^δοὺ ἡμέρα_ κυ_ρί^ου σαβαὼθ παραγίνεται ἐπὶ^ πά^ντα^ ὑβριστὴν καὶ ὑπερήφα^νον καὶ μετέωρον. | ἰδοὺ ἡμέρα κυρίου σαβαὼθ παραγίνεται ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ μετέωρον. |
καὶ λοιπὸν ἀ^πεικάζων τὴν ὑπερηφανίαν δι^α^φόροις ἐπάρμα^σι^ν ὅρα_ τί^ ποιεῖ. | καὶ λοιπὸν ἀπεικάζων τὴν ὑπερηφανίαν διαφόροις ἐπάρμασιν ὅρα τί ποιεῖ. |
τοὺς ὑπερηφά^νους κα^λεῖ καὶ ὄρη καὶ βουνοὺς καὶ κέδρους, καὶ ὑ^ποβάς, τείχη καὶ πύργους. | τοὺς ὑπερηφάνους καλεῖ καὶ ὄρη καὶ βουνοὺς καὶ κέδρους, καὶ ὑποβάς, τείχη καὶ πύργους. |
καὶ λοιπόν, ὅτα^ν αὐτῶν τὸ ὕψος δείξῃ, τότε τὴν κα^θαίρεσι^ν ἑρμηνεύει. | καὶ λοιπόν, ὅταν αὐτῶν τὸ ὕψος δείξῃ, τότε τὴν καθαίρεσιν ἑρμηνεύει. |
ὅτι^ δὲ τὴν ὑπερηφανίαν τοσούτοις ὀνόμα^σι^ν ἡ γρα^φὴ διαβά^λλει, ἄ^κουε τοῦ προφήτου λέγοντος· | ὅτι δὲ τὴν ὑπερηφανίαν τοσούτοις ὀνόμασιν ἡ γραφὴ διαβάλλει, ἄκουε τοῦ προφήτου λέγοντος· |
ἰδοὺ ἡμέρα_ κυ_ρί^ου σαβαὼθ παραγίνεται ἐπὶ^ πά^ντα^ ὑβριστὴν καὶ ὑπερήφα^νον καὶ ἐπὶ^ πᾶσα^ν κέδρον τοῦ λιβάνου, τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ^ πᾶν δένδρον βαλά^νου βασὰν καὶ ἐπὶ^ πᾶν ὄρος ὑψηλὸν καὶ ἐπὶ^ πᾶν πλοῖον καὶ ἐπὶ^ πᾶσα^ν θέαν πλοίων. | ἰδοὺ ἡμέρα κυρίου σαβαὼθ παραγίνεται ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ λιβάνου, τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου βασὰν καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ἐπὶ πᾶν πλοῖον καὶ ἐπὶ πᾶσαν θέαν πλοίων. |
καὶ ἀ^παριθμησάμενος κέδρους, δένδρα^ βασάν, ὄρη, βουνούς, τείχη, πύργους, ἵ^να_ δείξῃ ὅτι^ οὐ περὶ^ αἰσθητῶν δι^α^λέγεται, ἀλλὰ^ τὴν ἐν ἀνθρώποις ὑπερηφανίαν διαβά^λλει, ἐπήγα^γεν· | καὶ ἀπαριθμησάμενος κέδρους, δένδρα βασάν, ὄρη, βουνούς, τείχη, πύργους, ἵνα δείξῃ ὅτι οὐ περὶ αἰσθητῶν διαλέγεται, ἀλλὰ τὴν ἐν ἀνθρώποις ὑπερηφανίαν διαβάλλει, ἐπήγαγεν· |
καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύ_ρι^ος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
βλέπε· | βλέπε· |
καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύ_ρι^ος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
ὅρος ἐκά^λεσεν τὴν ὐπερηφανίαν, βουνόν, τεῖχος, πύργον οὐκ ἀ^σφα^λῆ, ἀλλ' ὡς μόνην ἔχοντα^ ὄψι^ν ὑψηλήν. | ὅρος ἐκάλεσεν τὴν ὐπερηφανίαν, βουνόν, τεῖχος, πύργον οὐκ ἀσφαλῆ, ἀλλ' ὡς μόνην ἔχοντα ὄψιν ὑψηλήν. |
εἰ βουληθείημεν ἀ^κρι_βῶς ἐξετάσαι, καὶ τὴν ἀ^ρετὴν τὴν ἐν ἀνθρώποις τούτοις τοῖς ὀνόμα^σι^ν ἐκά^λεσεν ἡ γρα^φή, ἐκά^λεσε δι^καίου ἀ^ρετὴν τεῖχος καὶ πύργον, ὥς φησι^ν τῷ ἱερεμίᾳ ὁ θεός· | εἰ βουληθείημεν ἀκριβῶς ἐξετάσαι, καὶ τὴν ἀρετὴν τὴν ἐν ἀνθρώποις τούτοις τοῖς ὀνόμασιν ἐκάλεσεν ἡ γραφή, ἐκάλεσε δικαίου ἀρετὴν τεῖχος καὶ πύργον, ὥς φησιν τῷ ἱερεμίᾳ ὁ θεός· |
ἰδοὺ τί^θημί^ σε ὡς στῦλον σιδηροῦν καὶ τεῖχος χαλκοῦν, καὶ πολεμήσουσι^ πρὸς σὲ καὶ οὐ μὴ δύ_νωνται. | ἰδοὺ τίθημί σε ὡς στῦλον σιδηροῦν καὶ τεῖχος χαλκοῦν, καὶ πολεμήσουσι πρὸς σὲ καὶ οὐ μὴ δύνωνται. |
ἄλλο τεῖχος εὐσεβείᾳ τετειχισμένον, ἄλλο τεῖχος ἐξ ὑ^περηφα_νί^α_ς ἐπηρμένον· | ἄλλο τεῖχος εὐσεβείᾳ τετειχισμένον, ἄλλο τεῖχος ἐξ ὑπερηφανίας ἐπηρμένον· |
τὸ μὲν σχῆμα^ τὴν ὄψι^ν ἔχει, τὸ δὲ δυ^νά^μει ἐκλάμπει. | τὸ μὲν σχῆμα τὴν ὄψιν ἔχει, τὸ δὲ δυνάμει ἐκλάμπει. |
μηδὲ γὰ^ρ τοῦτο πα^ρελθέτω ὑ_μῶν τὴν φι^λήκοον καὶ φιλομαθῆ ψυ_χήν. | μηδὲ γὰρ τοῦτο παρελθέτω ὑμῶν τὴν φιλήκοον καὶ φιλομαθῆ ψυχήν. |
πέφυκεν ἡ γρα^φὴ ταῖς αὐταῖς εἰκόσι^ κεχρῆσθαι πρὸς ἀ^ρετὴν καὶ κα^κί^α_ν, οὐ συγχέουσα^ τῶν πρα_γμά^των τὴν φύ^σι^ν, ἀλλὰ^ καὶ πρὸς τὸ κα^κῶς τὸ οἰκεῖον ἐκλαμβάνουσα^ καὶ πρὸς ἀ^ρετὴν τὸ ἴ^δι^ον ἀπονέμουσα^. | πέφυκεν ἡ γραφὴ ταῖς αὐταῖς εἰκόσι κεχρῆσθαι πρὸς ἀρετὴν καὶ κακίαν, οὐ συγχέουσα τῶν πραγμάτων τὴν φύσιν, ἀλλὰ καὶ πρὸς τὸ κακῶς τὸ οἰκεῖον ἐκλαμβάνουσα καὶ πρὸς ἀρετὴν τὸ ἴδιον ἀπονέμουσα. |
ἐκά^λεσεν ἡ θεία_ γρα^φὴ καὶ τὸν ὑπερήφα^νον κέδρον λιβάνου· | ἐκάλεσεν ἡ θεία γραφὴ καὶ τὸν ὑπερήφανον κέδρον λιβάνου· |
εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰ_ς κέδρους τοῦ λιβάνου· | εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ λιβάνου· |
καὶ πα^ρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα^ αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. | καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. |
ἰδοὺ κέδρος ὁ δί^καιος πά^λι^ν· | ἰδοὺ κέδρος ὁ δίκαιος πάλιν· |
δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ λιβάνῳ πληθυνθήσεται, οὐκ ἐπαρθήσεται. | δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ λιβάνῳ πληθυνθήσεται, οὐκ ἐπαρθήσεται. |
ἐκλήθησαν οἱ δί^καιοι ὄρη, οὐ δι^ὰ^ τὸ ὑψηλὸν τῆς ὑ^περηφα_νί^α_ς, ἀλλὰ^ δι^ὰ^ τὸ μέγεθος τῆς ἀ^ρετῆς. | ἐκλήθησαν οἱ δίκαιοι ὄρη, οὐ διὰ τὸ ὑψηλὸν τῆς ὑπερηφανίας, ἀλλὰ διὰ τὸ μέγεθος τῆς ἀρετῆς. |
οἱ θεμέλι^οι αὐτοῦ ἐν τοῖς ὄρεσι^ τοῖς ἁ^γί^οις. | οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. |
ποῖα ὄρη, ἐν οἷς οἱ θεμέλι^οι ἐπά^γησα^ν; | ποῖα ὄρη, ἐν οἷς οἱ θεμέλιοι ἐπάγησαν; |
ἄ^κουε παύλου λέγοντος· | ἄκουε παύλου λέγοντος· |
ὑμεῖς ἐστε οἰκοδομὴ θεοῦ ἐποικοδομηθέντες. | ὑμεῖς ἐστε οἰκοδομὴ θεοῦ ἐποικοδομηθέντες. |
ἐκεῖνά ἐστι^ν ὄρη, ἀλλ' ὄρη φωτεινά^ ἐστι^ν. | ἐκεῖνά ἐστιν ὄρη, ἀλλ' ὄρη φωτεινά ἐστιν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.