macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἀλλ' ὅρα_, τὰ^ τῆς ἀ^σεβεία_ς ὄρη σκοτεινά^ ἐστι^ν, περὶ^ ὧν ὁ προφήτης· | ἀλλ' ὅρα, τὰ τῆς ἀσεβείας ὄρη σκοτεινά ἐστιν, περὶ ὧν ὁ προφήτης· |
οὐαὶ οἱ προσκόπτοντες περὶ^ ὄρη σκοτεινά^. | οὐαὶ οἱ προσκόπτοντες περὶ ὄρη σκοτεινά. |
ὄρη σκοτεινὰ^ κα^λεῖ τὴν τῶν δαιμόνων πλάνην, τὴν τῆς ὑ^περηφα_νί^α_ς ἔπαρσι^ν. | ὄρη σκοτεινὰ καλεῖ τὴν τῶν δαιμόνων πλάνην, τὴν τῆς ὑπερηφανίας ἔπαρσιν. |
ὄρη δὲ φωτεινὰ^ κα^λεῖ τοὺς ἀ^ποστόλους, δι' ὧν ὁ θεὸς ἤστραψεν. | ὄρη δὲ φωτεινὰ καλεῖ τοὺς ἀποστόλους, δι' ὧν ὁ θεὸς ἤστραψεν. |
ἐπειδὴ γὰ^ρ ὡς ἐπὶ^ τὸ πλεῖστον τὰ^ ἄ^κρα_ τῶν ὀρέων κα^τα^λα^μβά^νουσι^ πρῶται αἱ ἡλιακαὶ ἀκτῖνες, καὶ ἡ τοῦ θεοῦ εὐεργεσί^α_ ἀνα^τέλλουσα^ πρῶτον κα^τα^λα^μβά^νει τὰ^ ὑψηλὰ^ τῶν ἀ^ρετῶν, κα^λεῖ τοὺς δι^καίους ὄρη, ὅτι^ ὥσπερ ἐκεῖνα^ ἐκ γῆς ἔχοντα^ τὴν φύ^σι^ν ὑπέρκεινται τῆς γῆς, οὕτω καὶ οἱ προφῆται καὶ δί^καιοι ἐξ ... | ἐπειδὴ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον τὰ ἄκρα τῶν ὀρέων καταλαμβάνουσι πρῶται αἱ ἡλιακαὶ ἀκτῖνες, καὶ ἡ τοῦ θεοῦ εὐεργεσία ἀνατέλλουσα πρῶτον καταλαμβάνει τὰ ὑψηλὰ τῶν ἀρετῶν, καλεῖ τοὺς δικαίους ὄρη, ὅτι ὥσπερ ἐκεῖνα ἐκ γῆς ἔχοντα τὴν φύσιν ὑπέρκεινται τῆς γῆς, οὕτω καὶ οἱ προφῆται καὶ δίκαιοι ἐξ ἀνθρώπων ἔχοντες τὴν φύσιν, ὑ... |
περὶ^ τούτων ἔλεγεν τῶν ὀρέων ὁ μα^κά^ριος δαυίδ· | περὶ τούτων ἔλεγεν τῶν ὀρέων ὁ μακάριος δαυίδ· |
φωτίζεις σὺ^ θαυμαστῶς ἀ^πὸ ὀρέων αἰωνί^ων· | φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων· |
διὰ γὰ^ρ τῶν προφητῶν ἐξέλαμψε τὸ φῶς τῆς εὐσεβεία_ς. | διὰ γὰρ τῶν προφητῶν ἐξέλαμψε τὸ φῶς τῆς εὐσεβείας. |
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν πῶς τὴν ὑπερηφανίαν στηλιτεύει ἡσαΐας; | ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν πῶς τὴν ὑπερηφανίαν στηλιτεύει ἡσαΐας; |
καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύ_ρι^ος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
ἀλλ' ἐντεῦθεν βλέπε πά^λι^ν τῆς τοῦ χριστοῦ θεολογί^α_ς τὸ μέγεθος· | ἀλλ' ἐντεῦθεν βλέπε πάλιν τῆς τοῦ χριστοῦ θεολογίας τὸ μέγεθος· |
οὐδα^μοῦ γὰ^ρ προφήτης λα^λεῖ χριστὸν μὴ ἀναπνέων· | οὐδαμοῦ γὰρ προφήτης λαλεῖ χριστὸν μὴ ἀναπνέων· |
οὐδὲν ἔξω χριστοῦ φθέγγεται προφήτης. | οὐδὲν ἔξω χριστοῦ φθέγγεται προφήτης. |
ἐκεῖνον ὑμνεῖ, καὶ τὸν ἐκείνου πα^τέρα^ θεολογεῖ· | ἐκεῖνον ὑμνεῖ, καὶ τὸν ἐκείνου πατέρα θεολογεῖ· |
κ ἂ_ν πατρὸς μνημονεύσῃ, τὸν υἱὸν ἐκλάμπει τῇ θεολογί^ᾳ· | κ ἂν πατρὸς μνημονεύσῃ, τὸν υἱὸν ἐκλάμπει τῇ θεολογίᾳ· |
κ ἂ_ν υἱὸν κηρύξῃ, τὸν πα^τέρα^ προαστράπτει· | κ ἂν υἱὸν κηρύξῃ, τὸν πατέρα προαστράπτει· |
κ ἂ_ν τὸν πα^τέρα^ εἴπῃ, τὸ πνεῦμα^ κηρύττει. | κ ἂν τὸν πατέρα εἴπῃ, τὸ πνεῦμα κηρύττει. |
ἀχώριστος ἡ τρι^άς, ἀμέρι^στος ἡ βα^σι^λεία_ τί^ οὖν φησι^ν; | ἀχώριστος ἡ τριάς, ἀμέριστος ἡ βασιλεία τί οὖν φησιν; |
καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύ_ρι^ος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
οἱ γὰ^ρ ὀφθαλμοὶ κυ_ρί^ου ὑψηλοί. | οἱ γὰρ ὀφθαλμοὶ κυρίου ὑψηλοί. |
ὁ δὲ ἄνθρωπος τα^πεινός, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων. | ὁ δὲ ἄνθρωπος ταπεινός, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων. |
καὶ τότε κρύψαντες ἐσενέγκωσι^ τὰ^ εἴδωλα^ αὐτῶν τὰ^ χειροποίητα^ εἰσενέγκαντες εἰς τὰ^ σπήλαια^ καὶ εἰς τὰ_ς ὀπὰ_ς τῆς γῆς καὶ εἰς τὰ_ς τρώγλα_ς τῶν πετρῶν ἀ^πὸ τοῦ φόβου κυ_ρί^ου καὶ ἀ^πὸ τῆς δόξης τῆς ἰσχύ^ος αὐτοῦ, ὅτα^ν ἀ^να^στῇ θραῦσαι τὴν γῆν. | καὶ τότε κρύψαντες ἐσενέγκωσι τὰ εἴδωλα αὐτῶν τὰ χειροποίητα εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς ὀπὰς τῆς γῆς καὶ εἰς τὰς τρώγλας τῶν πετρῶν ἀπὸ τοῦ φόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. |
ποῖον ὑ^πογρά^φει φόβον κυ_ρί^ου, καὶ τί^να^ κύ_ρι^ον φεύγοντες κρύ^πτουσι^ τὰ^ εἴδωλα^; | ποῖον ὑπογράφει φόβον κυρίου, καὶ τίνα κύριον φεύγοντες κρύπτουσι τὰ εἴδωλα; |
ταῦτα^ γὰ^ρ οὐ χρεία_ν ἑρμηνεία_ς ἔχει τῶν γρα^μμά^των μα^ρτυ^ρούντων· | ταῦτα γὰρ οὐ χρείαν ἑρμηνείας ἔχει τῶν γραμμάτων μαρτυρούντων· |
καὶ τὰ^ εἴδωλα^ αὐτῶν τὰ^ χειροποίητα^ κρύ^ψουσι^ν εἰσενέγκαντες εἰς τὰ^ σπήλαια^ καὶ εἰς τὰ_ς ὀπὰ_ς τῆς γῆς καὶ εἰς τὰ_ς τρώγλα_ς τῶν πετρῶν ἀ^πὸ προσώπου τοῦ φόβου κυ_ρί^ου, ὅτα^ν ἀ^να^στῇ θραῦσαι τὴν γῆν. | καὶ τὰ εἴδωλα αὐτῶν τὰ χειροποίητα κρύψουσιν εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς ὀπὰς τῆς γῆς καὶ εἰς τὰς τρώγλας τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. |
τουτ έστι^ν, κρῖναι τὴν γῆν. | τουτ έστιν, κρῖναι τὴν γῆν. |
καὶ τί^ς ὁ κρί^νων; | καὶ τίς ὁ κρίνων; |
ὁ πα^τὴρ οὐδένα^ κρί_νει· | ὁ πατὴρ οὐδένα κρίνει· |
πᾶσα^ν δὲ τὴν κρί^σιν δέδωκεν τῷ υἱῷ. | πᾶσαν δὲ τὴν κρίσιν δέδωκεν τῷ υἱῷ. |
συνᾴδει τούτοις ὁ μα^κά^ριος δαυὶδ λέγων· | συνᾴδει τούτοις ὁ μακάριος δαυὶδ λέγων· |
ὁ θεός, τὸ κρί^μα^ σου τῷ βα^σι^λεῖ δός ἀλλὰ^ ἐπειδὴ χρεία_ ἀναντιρρήτου καὶ ἀβιά^στου μα^ρτυ^ρί^α_ς πρὸς τοὺς ἀντιλέγοντα^ς, ἀ^να^γκαῖον πα^ρα^στῆσαι μαρτυρίαν ἱ^κα^νὴν καὶ τρανὴν ὥστε δειχθῆναι τὴν προφητείαν ἡσαΐου εἰς χριστὸν ἀναφερομένην. | ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός ἀλλὰ ἐπειδὴ χρεία ἀναντιρρήτου καὶ ἀβιάστου μαρτυρίας πρὸς τοὺς ἀντιλέγοντας, ἀναγκαῖον παραστῆσαι μαρτυρίαν ἱκανὴν καὶ τρανὴν ὥστε δειχθῆναι τὴν προφητείαν ἡσαΐου εἰς χριστὸν ἀναφερομένην. |
ὥσπερ γὰ^ρ τὸ ζῶ ἐγὼ λέγει κύ_ρι^ος· | ὥσπερ γὰρ τὸ ζῶ ἐγὼ λέγει κύριος· |
ἐμοὶ κάμψει πᾶν γόνυ^ καὶ πᾶσα^ γλῶσσα^. | ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα. |
παῦλος ἀναφανεὶς ἔδειξεν εἰς χριστὸν ἀναλαμβανομένην τὴν προφητείαν λέγων· | παῦλος ἀναφανεὶς ἔδειξεν εἰς χριστὸν ἀναλαμβανομένην τὴν προφητείαν λέγων· |
σὺ^ τί^ κρί_νεις τὸν ἀ^δελφόν σου ἢ σὺ τί^ ἐξουθενεῖς τὸν ἀ^δελφόν σου; | σὺ τί κρίνεις τὸν ἀδελφόν σου ἢ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; |
γέγραπται γὰ^ρ· | γέγραπται γὰρ· |
ζῶ ἐγώ, λέγει κύ_ρι^ος, ὅτι^ ἐμοὶ κάμψει πᾶν γόνυ^. | ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ. |
καὶ ἡ παύλου δι^δα^σκα^λί^α_ ἔλυ_σε τῶν ἀντιλεγόντων τὴν ἀμφιβολίαν, οὕτω καὶ σήμερον ὁ αὐτὸς πα^ρίτω μάρτυ^ς δεικνὺ_ς τίς οὗτός ἐστι^ν ὁ κύ_ρι^ος οὗ ἀ^πὸ προσώπου τοῦ φόβου καὶ ἀ^πὸ τοῦ πλήθους τῆς ἰσχύ^ος αὐτοῦ κρύ^ψωσι^ν οἱ ἄνθρωποι τὰ^ εἴδωλα^. | καὶ ἡ παύλου διδασκαλία ἔλυσε τῶν ἀντιλεγόντων τὴν ἀμφιβολίαν, οὕτω καὶ σήμερον ὁ αὐτὸς παρίτω μάρτυς δεικνὺς τίς οὗτός ἐστιν ὁ κύριος οὗ ἀπὸ προσώπου τοῦ φόβου καὶ ἀπὸ τοῦ πλήθους τῆς ἰσχύος αὐτοῦ κρύψωσιν οἱ ἄνθρωποι τὰ εἴδωλα. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
ἐπαναλάμβανε τὰ^ ῥήμα^τα^. | ἐπαναλάμβανε τὰ ῥήματα. |
κρύ^ψωσι^ τὰ^ εἴδωλα^ αὐτῶν τὰ^ χειροποίητα^, ἃ^ ἐποίησα^ν οἱ δά^κτυ^λοι αὐτῶν, καὶ κρύψωσι εἰς τὰ^ σπήλαια^ καὶ εἰς τὰ_ς ὀπὰ_ς τῆς γῆς καὶ εἰς τὰ_ς τρώγλα_ς τῶν πετρῶν ἀ^πὸ προσώπου τοῦ φόβου κυ_ρί^ου, ὅτα^ν ἀ^να^στῇ θραῦσαι τὴν γῆν. | κρύψωσι τὰ εἴδωλα αὐτῶν τὰ χειροποίητα, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ κρύψωσι εἰς τὰ σπήλαια καὶ εἰς τὰς ὀπὰς τῆς γῆς καὶ εἰς τὰς τρώγλας τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. |
λέγει τοίνυ^ν ὁ μα^κά^ριος παῦλος θεσσαλονικεῦσι γρά^φων· | λέγει τοίνυν ὁ μακάριος παῦλος θεσσαλονικεῦσι γράφων· |
εὐχαριστοῦμεν τῷ θεῷ, ἀ^δελφοί, ἐπὶ^ πά^σῃ τῇ θλίψει ἡμῶν καὶ τοῖς δι^ωγμοῖς οἷς ἀ^νέχεσθε ἔνδειγμα^ τῆς δι^καία_ς κρί^σεως τοῦ θεοῦ, ἵ^να_ καταξιωθῆτε τῆς βα^σι^λεία_ς αὐτοῦ, ὑ^πὲρ ἧς καὶ πάσχετε. | εὐχαριστοῦμεν τῷ θεῷ, ἀδελφοί, ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν καὶ τοῖς διωγμοῖς οἷς ἀνέχεσθε ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, ἵνα καταξιωθῆτε τῆς βασιλείας αὐτοῦ, ὑπὲρ ἧς καὶ πάσχετε. |
εἴπερ δί^καιον πα^ρὰ^ θεῷ ἀντα^ποδοῦναι τοῖς θλί_βουσι^ν ὑ_μᾶς θλῖψι^ν καὶ ὑ_μῖν τοῖς θλιβομένοις ἄνεσι^ν μεθ' ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ κυ_ρί^ου ἡμῶν ἰησοῦ χριστοῦ, ὅτε ἥξει ἀπ' οὐρα^νοῦ μετ' ἀγγέλων δυ^νά^μεως αὐτοῦ ἐν πυ_ρὶ^ φλογὸς δι^δοὺς ἐκδίκησι^ν τοῖς μὴ εἰδόσι^ θεὸν καὶ τοῖς μὴ ὑ^πα^κούουσι^ τῷ εὐαγγελίῳ τοῦ υἱοῦ α... | εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, ὅτε ἥξει ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογὸς διδοὺς ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ· |
οἵτι^νες δί^κην τείσουσι^ν ὄλεθρον αἰώνι^ον ἀ^πὸ προσώπου τοῦ φόβου κυ_ρί^ου καὶ ἀ^πὸ τῆς δόξης τῆς ἰσχύ^ος αὐτοῦ, ὅτα^ν ἔλθῃ ἐνδοξασθῆναι τοῖς ἁ^γί^οις αὐτοῦ. | οἵτινες δίκην τείσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ φόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι τοῖς ἁγίοις αὐτοῦ. |
ταῖς αὐταῖς ἐχρήσα^το λέξεσι^ν, τὴν αὐτὴν πα^ρήγα^γε προφητείαν δι^δοὺς ὀφθαλμοὺς ἐμβλέπειν τῷ κάλλει τῆς θεολογί^α_ς καὶ εἰδέναι ἐκεῖνον τὸν πα^ρὰ^ τῶν προφητῶν κηρυττόμενον καὶ διὰ τῶν εὐαγγελίων ἀ^νυμνούμενον· | ταῖς αὐταῖς ἐχρήσατο λέξεσιν, τὴν αὐτὴν παρήγαγε προφητείαν διδοὺς ὀφθαλμοὺς ἐμβλέπειν τῷ κάλλει τῆς θεολογίας καὶ εἰδέναι ἐκεῖνον τὸν παρὰ τῶν προφητῶν κηρυττόμενον καὶ διὰ τῶν εὐαγγελίων ἀνυμνούμενον· |
εἷς γὰ^ρ καὶ ὁ αὐτὸς θεὸς ὁ καὶ τὰ^ πρῶτα^ κα^λῶς οἰκονομήσα_ς καὶ τὰ^ νέα_ σα^φῶς διατυπώσα_ς καὶ ἡ προλαβοῦσα^ ἀ^νύμνησε γλῶσσα^, ὅτι^ ἄ^νωθεν δι' ἡμᾶς σχήμα^τι^ τῷ καθ' ἡμᾶς ἐπεδήμησεν, οὐχ ὑβρίζων τὴν προαιώνιον ἀ^ξί^α_ν, ἀλλὰ^ σεμνύνων τὴν ἔνσαρκον οἰκονομίαν. | εἷς γὰρ καὶ ὁ αὐτὸς θεὸς ὁ καὶ τὰ πρῶτα καλῶς οἰκονομήσας καὶ τὰ νέα σαφῶς διατυπώσας καὶ ἡ προλαβοῦσα ἀνύμνησε γλῶσσα, ὅτι ἄνωθεν δι' ἡμᾶς σχήματι τῷ καθ' ἡμᾶς ἐπεδήμησεν, οὐχ ὑβρίζων τὴν προαιώνιον ἀξίαν, ἀλλὰ σεμνύνων τὴν ἔνσαρκον οἰκονομίαν. |
ὅρα_ αὐτοῦ τὸ κάλλος τῆς θεολογί^α_ς· | ὅρα αὐτοῦ τὸ κάλλος τῆς θεολογίας· |
ἤδη γὰ^ρ ὁρῶ καὶ τὰ_ς μαρμαρυγὰς τοῦ σταυροῦ, πῶς καὶ τὰ^ ἄνθη ἐνδείκνυται, ἄνθη οὐ μαραινόμενα^, ἀλλὰ^ στέφα^νον δι^καιοσύ^νης ἐργα^ζόμενα^. | ἤδη γὰρ ὁρῶ καὶ τὰς μαρμαρυγὰς τοῦ σταυροῦ, πῶς καὶ τὰ ἄνθη ἐνδείκνυται, ἄνθη οὐ μαραινόμενα, ἀλλὰ στέφανον δικαιοσύνης ἐργαζόμενα. |
πάντοτε μὲν ἡ χά^ρι^ς τοῦ σταυροῦ λάμπει· | πάντοτε μὲν ἡ χάρις τοῦ σταυροῦ λάμπει· |
οὐ χρόνῳ περι^γράφεται, οὐχ ἑορταῖς μερίζεται, οὐ πα^νηγύ^ρει περι^ορίζεται. | οὐ χρόνῳ περιγράφεται, οὐχ ἑορταῖς μερίζεται, οὐ πανηγύρει περιορίζεται. |
ἀλλ' ὅμως ἔχει πλέον ἡ μνήμη αὕτη τῆς ὑ^ποθέσεως. | ἀλλ' ὅμως ἔχει πλέον ἡ μνήμη αὕτη τῆς ὑποθέσεως. |
οὗτος ὁ σταυρὸς ἐγένετο μάχαιρα^ ἡ τὸν δράκοντα^ τοῦτον ἀ^νελοῦσα^, οὗ πρὸ ὀλί^γου ἐμνημονεύσα^μεν, περὶ^ οὗ ἔλεγεν ἡσαΐας· | οὗτος ὁ σταυρὸς ἐγένετο μάχαιρα ἡ τὸν δράκοντα τοῦτον ἀνελοῦσα, οὗ πρὸ ὀλίγου ἐμνημονεύσαμεν, περὶ οὗ ἔλεγεν ἡσαΐας· |
καὶ ἐπάξει κύ_ρι^ος ὁ θεὸς τὴν μάχαιρα^ν τὴν ἁγί^α_ν, τὴν μεγά^λην καὶ τὴν ἰσχυ_ρὰ_ν ἐπὶ^ τὸν ὄφιν τὸν πα^λαιὸν δράκοντα^. | καὶ ἐπάξει κύριος ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν ὄφιν τὸν παλαιὸν δράκοντα. |
καὶ ἐπάξει κύ_ρι^ος τὴν μάχαιρα^ν αὐτοῦ τὴν ἁγί^α_ν, τὴν μεγά^λην καὶ τὴν ἰσχυ_ρὰ_ν. | καὶ ἐπάξει κύριος τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν, τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν. |
τίς ἡ μάχαιρα^ ἡ μεγά^λη; | τίς ἡ μάχαιρα ἡ μεγάλη; |
τίς ἡ ἰσχυρά; | τίς ἡ ἰσχυρά; |
τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | τὸ πνεῦμα τὸ ἅγιον. |
ἐπάξει κύ_ρι^ος ἐπὶ^ τὸν δράκοντα^ τὴν μάχαιρα^ν αὐτοῦ τὴν ἁγί^α_ν καὶ ἀ^νελεῖ τὸν δράκοντα^ διὰ γὰ^ρ τοῦ ἁ^γί^ου πνεύμα^τος οἱ δαίμονες ἠφα^νί^σθησα^ν, κα^θὼς αὐτὸς λέγει· | ἐπάξει κύριος ἐπὶ τὸν δράκοντα τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ ἀνελεῖ τὸν δράκοντα διὰ γὰρ τοῦ ἁγίου πνεύματος οἱ δαίμονες ἠφανίσθησαν, καθὼς αὐτὸς λέγει· |
εἰ δὲ ἐγὼ ἐν πνεύμα^τι^ θεοῦ ἐκβάλλω τὰ^ δαιμόνι^α^ ὁρᾷς τὴν μάχαιρα^ν τέμνουσα^ν; | εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια ὁρᾷς τὴν μάχαιραν τέμνουσαν; |
ἀλλὰ^ παύλου ἄκουε τῆς ἑρμηνεία_ς· | ἀλλὰ παύλου ἄκουε τῆς ἑρμηνείας· |
ἀναλάβετε τὸν θώρακα^ τῆς δι^καιοσύ^νης, λά^βετε καὶ τὴν μάχαιρα^ν τοῦ πνεύμα^τος ὅ ἐστι^ν ῥῆμα^ θεοῦ. | ἀναλάβετε τὸν θώρακα τῆς δικαιοσύνης, λάβετε καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ. |
μάχαιρα τοῦ πνεύμα^τος ἡ τῶν δαιμόνων ἐκτέμνουσα^ τὴν δυναστείαν. | μάχαιρα τοῦ πνεύματος ἡ τῶν δαιμόνων ἐκτέμνουσα τὴν δυναστείαν. |
ἡ τὰ_ς κεφα^λὰ_ς περι^ελοῦσα^ τοῦ δράκοντος, ἡ αἱρετι^κῶν κα^κί^α_ν ἐπιστομίζουσα^. | ἡ τὰς κεφαλὰς περιελοῦσα τοῦ δράκοντος, ἡ αἱρετικῶν κακίαν ἐπιστομίζουσα. |
αἰδεσθῶσι τοῦ πνεύμα^τος τὴν ἀ^ξί^α_ν· | αἰδεσθῶσι τοῦ πνεύματος τὴν ἀξίαν· |
φοβηθῶσι^ τοῦ ἁ^γί^ου καὶ προσκυνητοῦ πνεύμα^τος τὴν βα^σι^λεία_ν. | φοβηθῶσι τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος τὴν βασιλείαν. |
ἐννοήσουσι, πόσοι θεοποιοῦνται σήμερον διὰ τοῦ ἁ^γί^ου πνεύμα^τος· | ἐννοήσουσι, πόσοι θεοποιοῦνται σήμερον διὰ τοῦ ἁγίου πνεύματος· |
πα^ρὰ^ γὰ^ρ τοῦ ἁ^γί^ου πνεύμα^τος δέχονται τὴν μόρφωσι^ν τῆς θεοποιία_ς. | παρὰ γὰρ τοῦ ἁγίου πνεύματος δέχονται τὴν μόρφωσιν τῆς θεοποιίας. |
ὁ τοὺς ἄλλους μορφῶν εἰς θεότητα^, αὐτὸς ἀ^λλότρι^ος τῆς θεότητος; | ὁ τοὺς ἄλλους μορφῶν εἰς θεότητα, αὐτὸς ἀλλότριος τῆς θεότητος; |
οὐκ οἶδα^ς τοῦ πνεύμα^τος τὴν δύ^να^μι^ν; | οὐκ οἶδας τοῦ πνεύματος τὴν δύναμιν; |
οὐκ οἶδα^ς αὐτοῦ τὴν ἐνέργεια^ν; | οὐκ οἶδας αὐτοῦ τὴν ἐνέργειαν; |
ἄκουε παύλου σα^φῶς καὶ τρα_νῶς ὑποτιθεμένου τὴν ἑνότητα^, μᾶλλον δὲ τὴν ταυτότητα^ τῆς φύ^σεως τοῦ πνεύμα^τος καὶ θεοῦ. | ἄκουε παύλου σαφῶς καὶ τρανῶς ὑποτιθεμένου τὴν ἑνότητα, μᾶλλον δὲ τὴν ταυτότητα τῆς φύσεως τοῦ πνεύματος καὶ θεοῦ. |
ἐπειδὴ γὰ^ρ πολλά^κι^ς αὐτὸς ἐκάλεσε πνεῦμα^ θεοῦ, πνεῦμα^ χριστοῦ, ἐνδέχεται τοὺς αἱρετι^κοὺς τὸ πνεῦμα^ ἐκλαμβά^νειν οὐκ εἰς φύ^σεως ταυτότητα^, ἀλλ' εἰς οἰκειότητα^. | ἐπειδὴ γὰρ πολλάκις αὐτὸς ἐκάλεσε πνεῦμα θεοῦ, πνεῦμα χριστοῦ, ἐνδέχεται τοὺς αἱρετικοὺς τὸ πνεῦμα ἐκλαμβάνειν οὐκ εἰς φύσεως ταυτότητα, ἀλλ' εἰς οἰκειότητα. |
καὶ ὥσπερ λέγεται ἄνθρωπος θεοῦ πα^ρὰ^ θεοῦ γενόμενος, οὕτω καὶ πνεῦμα^ θεοῦ πα^ρὰ^ θεοῦ δοθέν, ὡς ἐκ θεοῦ τὴν ὕπαρξι^ν ἔχον. | καὶ ὥσπερ λέγεται ἄνθρωπος θεοῦ παρὰ θεοῦ γενόμενος, οὕτω καὶ πνεῦμα θεοῦ παρὰ θεοῦ δοθέν, ὡς ἐκ θεοῦ τὴν ὕπαρξιν ἔχον. |
ὅρα_ τοίνυ^ν τοῦ παύλου τὸ ἀ^σφα^λές· | ὅρα τοίνυν τοῦ παύλου τὸ ἀσφαλές· |
ἡμῖν γὰ^ρ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύμα^τος αὐτοῦ. | ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ. |
τὸ γὰ^ρ πνεῦμα^ πά^ντα^ ἐρευνᾷ, καὶ τὰ^ βά^θη τοῦ θεοῦ. | τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. |
ὥσπερ γὰ^ρ οὐδεὶς οἶδε τὰ^ ἐν τῷ ἀνθρώπῳ, εἰ μὴ τὸ πνεῦμα^ τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ^ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα^ τὸ ἐκ τοῦ θεοῦ. | ὥσπερ γὰρ οὐδεὶς οἶδε τὰ ἐν τῷ ἀνθρώπῳ, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ. |
εἰ τῆς οὐσί^α_ς τοῦ θεοῦ ἀ^λλότρι^ον, πῶς οἶδεν αὐτήν; | εἰ τῆς οὐσίας τοῦ θεοῦ ἀλλότριον, πῶς οἶδεν αὐτήν; |
πρόσεχε τῇ ἀκολουθίᾳ τῶν λέξεων. | πρόσεχε τῇ ἀκολουθίᾳ τῶν λέξεων. |
ὥσπερ οὐδεὶς οἶδε τὰ^ τοῦ ἀνθρώπου εἰ μὴ τοῦ ἀνθρώπου τὸ πνεῦμα^ τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ^ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα^ τοῦ θεοῦ, καὶ ἵ^να_ πά^λι^ν ἀσφαλίσηται, ἐπά^γει· | ὥσπερ οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τοῦ ἀνθρώπου τὸ πνεῦμα τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ, καὶ ἵνα πάλιν ἀσφαλίσηται, ἐπάγει· |
ἡμεῖς δὲ οὐ τὸ πνεῦμα^ τοῦ κόσμου ἐλά^βομεν, ἀλλὰ^ τὸ πνεῦμα^ τὸ ἐκ θεοῦ. | ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ. |
ἀλλ' ὅρα μοι, ἀ^γα^πητέ, ἀνακατασκευήν. | ἀλλ' ὅρα μοι, ἀγαπητέ, ἀνακατασκευήν. |
ἐπάγει ἡ πονηρία. | ἐπάγει ἡ πονηρία. |
λέγει· | λέγει· |
ἐξ αὐτῶν τῶν εἰρημένων δείκνυ^ται ὅτι^ πολὺ^ τῆς θεία_ς ἀ^ξί^α_ς ἀ^φέστηκεν· | ἐξ αὐτῶν τῶν εἰρημένων δείκνυται ὅτι πολὺ τῆς θείας ἀξίας ἀφέστηκεν· |
ἐρευνᾷ τὰ^ βά^θη τοῦ θεοῦ. | ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ. |
ὁ γὰ^ρ ἀ^πόστολος ἐπήγαγε τελεία_ν λύσιν τῶν ζητουμένων. | ὁ γὰρ ἀπόστολος ἐπήγαγε τελείαν λύσιν τῶν ζητουμένων. |
οὕτω καὶ τὰ^ τοῦ θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ πνεῦμα^ τοῦ θεοῦ οὐκ ἐρευνᾷ οὖν. | οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ οὐκ ἐρευνᾷ οὖν. |
εἰ δὲ σκα^νδα^λί^ζει σε τὸ ῥῆμα^ καὶ τὸ ἐρευνᾷ ἀπειρίαν καταφέρει τοῦ πνεύμα^τος, ἐὰ^ν ἴ^δῃς καὶ τὸν θεὸν ἐρευνῶντα^, τί^ ποιεῖς; | εἰ δὲ σκανδαλίζει σε τὸ ῥῆμα καὶ τὸ ἐρευνᾷ ἀπειρίαν καταφέρει τοῦ πνεύματος, ἐὰν ἴδῃς καὶ τὸν θεὸν ἐρευνῶντα, τί ποιεῖς; |
εἰ ἡ φωνὴ σκα^νδα^λί^ζει σου τὴν δι^ά^νοια^ν τὸ ἐρευνᾶν, ἐὰ^ν ἴ^δῃς τὸν θεὸν τὸν πα^ρὰ^ σοὶ ὁμολογούμενον ἐρευνῶντα^, ἆρα^ ἀ^γνοία_ς πά^θος ὑ^πολα^μβά^νεις ἄκουε τοίνυ^ν παύλου λέγοντος· | εἰ ἡ φωνὴ σκανδαλίζει σου τὴν διάνοιαν τὸ ἐρευνᾶν, ἐὰν ἴδῃς τὸν θεὸν τὸν παρὰ σοὶ ὁμολογούμενον ἐρευνῶντα, ἆρα ἀγνοίας πάθος ὑπολαμβάνεις ἄκουε τοίνυν παύλου λέγοντος· |
καὶ αὐτὸ τὸ πνεῦμα^ ἐντυγχά^νει περὶ^ ἡμῶν. | καὶ αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει περὶ ἡμῶν. |
οὐ περὶ^ τοῦ ἁ^γί^ου πνεύμα^τος; | οὐ περὶ τοῦ ἁγίου πνεύματος; |
εἴρηται γὰ^ρ πολλά^κι^ς ὅτι^ τὸ πνεῦμα^ τὴν καρδί^α_ν ἐκάλεσεν. | εἴρηται γὰρ πολλάκις ὅτι τὸ πνεῦμα τὴν καρδίαν ἐκάλεσεν. |
οἷόν τι^ λέγω· | οἷόν τι λέγω· |
θυσίαν τῷ θεῷ πνεῦμα^ συντετριμμένον, καρδί^α_ν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει. | θυσίαν τῷ θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει. |
ἄλλως τε καὶ αὐτὸς ὁ παῦλος ἑρμηνεύει ὅτι^ τὸ πνεῦμα^ νῦν τὴν καρδί^α_ν κα^λεῖ· | ἄλλως τε καὶ αὐτὸς ὁ παῦλος ἑρμηνεύει ὅτι τὸ πνεῦμα νῦν τὴν καρδίαν καλεῖ· |
αὐτὸ τὸ πνεῦμα^ ἐντυγχά^νει περὶ^ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· | αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει περὶ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· |
ὁ δὲ ἐρευνῶν τὰ_ς κα^ρδί^α_ς τίνων; | ὁ δὲ ἐρευνῶν τὰς καρδίας τίνων; |
τῶν ἀνθρώπων. | τῶν ἀνθρώπων. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.