macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐρευνᾷ βά^θη θεοῦ.
ἐρευνᾷ βάθη θεοῦ.
λέγει πολλά^κι^ς καὶ θεὸς περὶ^ αὐτοῦ ἀ^νθρώπι^να^ ῥήμα^τα^ τὰ^ ἀ^πάγοντα^ τῆς θεία_ς ἐννοία_ς, δυ^νά^μει θεωρούμενα^, οὐ λέξει μετρούμενα^.
λέγει πολλάκις καὶ θεὸς περὶ αὐτοῦ ἀνθρώπινα ῥήματα τὰ ἀπάγοντα τῆς θείας ἐννοίας, δυνάμει θεωρούμενα, οὐ λέξει μετρούμενα.
λέγει περὶ ἰουδαίων ποτὲ ὁ θεός·
λέγει περὶ ἰουδαίων ποτὲ ὁ θεός·
ἐὰ^ν κατακρυβῶσι^ν εἰς τὴν κορυφὴν τοῦ καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς.
ἐὰν κατακρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς.
ἀλλ' ὅρα τί^ φα_σιν.
ἀλλ' ὅρα τί φασιν.
ξένην εὗρα^ν προσηγορίαν τῷ πνεύμα^τι^ καὶ ὥσπερ κύ_ρι^οι τι_μᾶν ἢ μὴ τι_μᾶν λέγουσι^ν·
ξένην εὗραν προσηγορίαν τῷ πνεύματι καὶ ὥσπερ κύριοι τιμᾶν ἢ μὴ τιμᾶν λέγουσιν·
ἡμεῖς δὲ τὸ πνεῦμα^ θεὸν οὐ λέγομεν, ἀλλὰ^ ἁγιαστικὴν δύ^να^μι^ν.
ἡμεῖς δὲ τὸ πνεῦμα θεὸν οὐ λέγομεν, ἀλλὰ ἁγιαστικὴν δύναμιν.
πρόσεχε ἀ^κρι_βῶς, πα^ρα^κα^λῶ.
πρόσεχε ἀκριβῶς, παρακαλῶ.
ἡμεῖς τὸ πνεῦμα^ θεὸν οὐ λέγομεν, ἀλλὰ ἁγιαστικὴν δύ^να^μι^ν, φησί^ν.
ἡμεῖς τὸ πνεῦμα θεὸν οὐ λέγομεν, ἀλλὰ ἁγιαστικὴν δύναμιν, φησίν.
ἆρα ὡς ἁγιά^ζειν δυ^να^μένη ἐξ ἑαυτῆς ἢ παρ' ἄλλου δεχομένη καὶ χορηγοῦσα^;
ἆρα ὡς ἁγιάζειν δυναμένη ἐξ ἑαυτῆς ἢ παρ' ἄλλου δεχομένη καὶ χορηγοῦσα;
τί^ ἐστι^ν αὐτὸ τοῦτο, ἁγιαστικὴ δύ^να^μι^ς;
τί ἐστιν αὐτὸ τοῦτο, ἁγιαστικὴ δύναμις;
ἐξ οἰκεία_ς αὐθεντία_ς καὶ δυ^νά^μεως ἁγιά^ζει ἢ πα^ρὰ^ θεοῦ δανείζεται τὴν δύ^να^μι^ν καὶ δί^δωσι^ν;
ἐξ οἰκείας αὐθεντίας καὶ δυνάμεως ἁγιάζει ἢ παρὰ θεοῦ δανείζεται τὴν δύναμιν καὶ δίδωσιν;
εἰ μὲν γὰ^ρ ἐξ οἰκεία_ς δυ^νά^μεως ἁγιά^ζει, θεός.
εἰ μὲν γὰρ ἐξ οἰκείας δυνάμεως ἁγιάζει, θεός.
εἰ δὲ πα^ρὰ^ θεοῦ λα^μβά^νει καὶ μετα^δί^δωσι^ν, οὐδὲν ἡμῶν δι^α^φέρει.
εἰ δὲ παρὰ θεοῦ λαμβάνει καὶ μεταδίδωσιν, οὐδὲν ἡμῶν διαφέρει.
καὶ γὰ^ρ καὶ ἡμεῖς, οἱ χάριτι^ θεοῦ ἄνθρωποι τὴν φύ^σι^ν, τὴν δὲ ἀ^ξί^α_ν καὶ τὴν πα^ρὰ^ θεοῦ χειροτονίαν ἱ^ερεῖς, ἁγιάζομεν τοὺς βαπτιζομένους·
καὶ γὰρ καὶ ἡμεῖς, οἱ χάριτι θεοῦ ἄνθρωποι τὴν φύσιν, τὴν δὲ ἀξίαν καὶ τὴν παρὰ θεοῦ χειροτονίαν ἱερεῖς, ἁγιάζομεν τοὺς βαπτιζομένους·
καὶ οὐκ ἔστι^ τι^νὰ^ ἁγιασμοῦ τυ^χεῖν ἄ^νευ χειρῶν ἱερέως κάλεσον οὖν καὶ τὸν ἱερέα^ ἁγιαστικὴν δύ^να^μι^ν.
καὶ οὐκ ἔστι τινὰ ἁγιασμοῦ τυχεῖν ἄνευ χειρῶν ἱερέως κάλεσον οὖν καὶ τὸν ἱερέα ἁγιαστικὴν δύναμιν.
ἀλλ' οὐκ ἔστι^ν ἁγιαστικὴ δύ^να^μι^ς, ἀλλὰ ἁγιαστικῆς δυ^νά^μεως ὑπηρέτης.
ἀλλ' οὐκ ἔστιν ἁγιαστικὴ δύναμις, ἀλλὰ ἁγιαστικῆς δυνάμεως ὑπηρέτης.
τί οὖν βούλει εἶναι αὐτὸ τὸ ὄνομα^, ἁγιαστικὴ δύ^να^μι^ς;
τί οὖν βούλει εἶναι αὐτὸ τὸ ὄνομα, ἁγιαστικὴ δύναμις;
τὸ πνεῦμα^.
τὸ πνεῦμα.
ὁ γὰ^ρ πα^τὴρ οὐχ ἁγιαστικὴ δύ^να^μι^ς;
ὁ γὰρ πατὴρ οὐχ ἁγιαστικὴ δύναμις;
τολμᾷς εἰπεῖν τὸν πα^τέρα^ μὴ ἁγιαστικὴν δύ^να^μι^ν;
τολμᾷς εἰπεῖν τὸν πατέρα μὴ ἁγιαστικὴν δύναμιν;
τολμᾷς εἰπεῖν τὸν υἱὸν οὐχ ἁγιαστικὴν δύ^να^μι^ν;
τολμᾷς εἰπεῖν τὸν υἱὸν οὐχ ἁγιαστικὴν δύναμιν;
εἰ δὲ ἁγιά^ζει πα^τήρ, ἁγιά^ζει υἱός, ἁγιά^ζει τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, διὰ τί μὴ ἕκαστον κα^λεῖς ἁγιαστικὴν δύ^να^μι^ν;
εἰ δὲ ἁγιάζει πατήρ, ἁγιάζει υἱός, ἁγιάζει τὸ πνεῦμα τὸ ἅγιον, διὰ τί μὴ ἕκαστον καλεῖς ἁγιαστικὴν δύναμιν;
ἀλλὰ ῥήμα^τι^ εὐφημία_ς σοφίζεται τὴν κα^κί^α_ν.
ἀλλὰ ῥήματι εὐφημίας σοφίζεται τὴν κακίαν.
ἑνὶ δὲ χρησά^μενος λόγῳ συντόμῳ πα^ρελεύσομαι.
ἑνὶ δὲ χρησάμενος λόγῳ συντόμῳ παρελεύσομαι.
ἐβουλόμην μα^θεῖν, τί^νος ἕνεκεν ἐν τῷ βαπτίσμα^τι^ πα^ρα^λαμβά^νει τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ὁ φρονῶν αὐτὸ ἀ^λλότρι^ον τῆς θεότητος.
ἐβουλόμην μαθεῖν, τίνος ἕνεκεν ἐν τῷ βαπτίσματι παραλαμβάνει τὸ πνεῦμα τὸ ἅγιον ὁ φρονῶν αὐτὸ ἀλλότριον τῆς θεότητος.
λέγουσιν ὅτι ἐπειδὴ μὴ ἐχώρει θνητὴ φύ^σι^ς φθά^σαι πρῶτον πρὸς τὸν πα^τέρα^, ὁδηγίαν λα^μβά^νει πρώτην τοῦ πνεύμα^τος.
λέγουσιν ὅτι ἐπειδὴ μὴ ἐχώρει θνητὴ φύσις φθάσαι πρῶτον πρὸς τὸν πατέρα, ὁδηγίαν λαμβάνει πρώτην τοῦ πνεύματος.
πρῶτόν φησι^ν ὑ^πὸ τοῦ ἁ^γί^ου πνεύμα^τος φωτίζεται τὴν ψυ_χήν·
πρῶτόν φησιν ὑπὸ τοῦ ἁγίου πνεύματος φωτίζεται τὴν ψυχήν·
εἶτα^ προκόπτει εἰς γνῶσι^ν τοῦ υἱοῦ, εἶτα^ ἀ^πὸ τοῦ υἱοῦ προκόπτει εἰς τὸν πα^τέρα^.
εἶτα προκόπτει εἰς γνῶσιν τοῦ υἱοῦ, εἶτα ἀπὸ τοῦ υἱοῦ προκόπτει εἰς τὸν πατέρα.
βλέπε ξένους βαθμοὺς κα^κί^α_ς.
βλέπε ξένους βαθμοὺς κακίας.
μάχεται δὲ αὐτοῖς καὶ ἡ δεσποτι^κὴ φωνὴ καὶ ἡ πεῖρα^ τῶν πρα_γμά^των.
μάχεται δὲ αὐτοῖς καὶ ἡ δεσποτικὴ φωνὴ καὶ ἡ πεῖρα τῶν πραγμάτων.
εἰ γὰ^ρ τοῦτο οὕτως εἶχεν, ἐχρῆν βαπτίζεσθαι οὐ πρῶτον εἰς ὄνομα^ πατρός, ἵ^να_ πρῶτον τοῦ μικροῦ καταξιωθῶ, εἶτα^ εἰς υἱόν, ἵ^να_ εἰς μέσον φθά^σω, εἶτα^ ἀ^πὸ τοῦ υἱοῦ εἰς τὸ τέλειον ἀ^πα^ντήσω.
εἰ γὰρ τοῦτο οὕτως εἶχεν, ἐχρῆν βαπτίζεσθαι οὐ πρῶτον εἰς ὄνομα πατρός, ἵνα πρῶτον τοῦ μικροῦ καταξιωθῶ, εἶτα εἰς υἱόν, ἵνα εἰς μέσον φθάσω, εἶτα ἀπὸ τοῦ υἱοῦ εἰς τὸ τέλειον ἀπαντήσω.
νῦν δὲ βαπτίζομαι εἰς ὄνομα^ πατρὸς πρῶτον.
νῦν δὲ βαπτίζομαι εἰς ὄνομα πατρὸς πρῶτον.
διὰ τί;
διὰ τί;
εἶπεν ὁ σωτήρ·
εἶπεν ὁ σωτήρ·
πορευθέντες μα^θητεύσα^τε πά^ντα^ τὰ^ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς ὄνομα^ πατρὸς καὶ υἱοῦ τίνος ἕνεκεν καὶ τοῦ υἱοῦ;
πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ τίνος ἕνεκεν καὶ τοῦ υἱοῦ;
κατέγνως γὰ^ρ τῆς δυ^νά^μεως τοῦ πατρὸς καὶ ἐπεισά^γεις ἑτέρα_ν δύ^να^μι^ν;
κατέγνως γὰρ τῆς δυνάμεως τοῦ πατρὸς καὶ ἐπεισάγεις ἑτέραν δύναμιν;
οὐκ ἀρκεῖ πρὸς ἑαυτὸν ἁγίασαι;
οὐκ ἀρκεῖ πρὸς ἑαυτὸν ἁγίασαι;
ἢ δὸς δύ^να^μι^ν τῆς τριά^δος καὶ μί^α^ν θεότητα^, καὶ ἔχει χά^ρι^ν τὸ βάπτισμα^·
ἢ δὸς δύναμιν τῆς τριάδος καὶ μίαν θεότητα, καὶ ἔχει χάριν τὸ βάπτισμα·
ἢ ἐὰ^ν τέμῃ τὴν φύ^σι^ν, ὑβρίζεις τὴν θεότητα^ μετὰ^ ὑπογραφὴν βα^σι^λέως εἰσά^γεις ὑπογραφὴν δούλου;
ἢ ἐὰν τέμῃ τὴν φύσιν, ὑβρίζεις τὴν θεότητα μετὰ ὑπογραφὴν βασιλέως εἰσάγεις ὑπογραφὴν δούλου;
μετὰ δεσποτι^κὴν αὐθεντίαν εἰσά^γεις τῆς κτίσεως τὴν ταπεινότητα^;
μετὰ δεσποτικὴν αὐθεντίαν εἰσάγεις τῆς κτίσεως τὴν ταπεινότητα;
τί κοινόν ἔχει τὸ πνεῦμα^ τὸ ἅ^γι^ον μετὰ τοῦ πατρὸς;
τί κοινόν ἔχει τὸ πνεῦμα τὸ ἅγιον μετὰ τοῦ πατρὸς;
ἐλευθερῶσαι;
ἐλευθερῶσαι;
εἰ δοῦλόν ἐστι^ πῶς ἐλευθεροῖ;
εἰ δοῦλόν ἐστι πῶς ἐλευθεροῖ;
χάριν ὁμολογεῖν ὀφείλει, ἐὰν αὐτὸ ἐλευθερί^α_ς μὴ καταξιωθῇ.
χάριν ὁμολογεῖν ὀφείλει, ἐὰν αὐτὸ ἐλευθερίας μὴ καταξιωθῇ.
ἀλλὰ ταῦτα εἰς ἔλεγχον τῆς βλα^σφημί^α_ς ὧδε παῦλος λεγέτω·
ἀλλὰ ταῦτα εἰς ἔλεγχον τῆς βλασφημίας ὧδε παῦλος λεγέτω·
οὗ δὲ πνεῦμα^ κυ_ρί^ου, ἐκεῖ ἐλευθερί^α_.
οὗ δὲ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία.
ἀλλ' ἐπειδὴ δεῖ καὶ τὴν πα^ρὰ^ τοῦ ἁ^γί^ου πνεύμα^τος δι^δασκαλί^α_ν ἀναμεῖναι, ἵ^να_ ἀ^ληθῶς τῇ ἁγί^ᾳ τριά^δι^ σφραγισθῇ τὸ κήρυγμα^ τῆς εὐσεβεία_ς, μέχρι^ τούτου στήσαντες τὸν λόγον, ἀσφαλισώμεθα^ ἑαυτῶν τὴν δι^ά^νοια^ν καὶ τειχί^σωμεν ἑαυτοὺς τῇ ὀρθοδόξῳ πίστει, προφητῶν ἴ^χνεσι^ν ἀκολουθοῦντες, ἀ^ποστόλων ὀχυρώμα^σ...
ἀλλ' ἐπειδὴ δεῖ καὶ τὴν παρὰ τοῦ ἁγίου πνεύματος διδασκαλίαν ἀναμεῖναι, ἵνα ἀληθῶς τῇ ἁγίᾳ τριάδι σφραγισθῇ τὸ κήρυγμα τῆς εὐσεβείας, μέχρι τούτου στήσαντες τὸν λόγον, ἀσφαλισώμεθα ἑαυτῶν τὴν διάνοιαν καὶ τειχίσωμεν ἑαυτοὺς τῇ ὀρθοδόξῳ πίστει, προφητῶν ἴχνεσιν ἀκολουθοῦντες, ἀποστόλων ὀχυρώμασιν, ἵνα μὴ χώραν ἔχῃ τὰ βέ...
ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
παντα^χοῦ μὲν καὶ ἐπὶ^ πάντων, ὡς εἰπεῖν, τῶν θείων δι^ηγημά^των κατώτεροι τῶν πρα_γμά^των οἱ λόγοι καὶ ἀσθενέστεραι αἱ λέξεις τῶν ὑ^ποθέσεων, ἐξαιρέτως δὲ ἐπὶ^ τῶν τῷ μακαρί^ῳ ἰὼβ κα^τωρθωμένων.
πανταχοῦ μὲν καὶ ἐπὶ πάντων, ὡς εἰπεῖν, τῶν θείων διηγημάτων κατώτεροι τῶν πραγμάτων οἱ λόγοι καὶ ἀσθενέστεραι αἱ λέξεις τῶν ὑποθέσεων, ἐξαιρέτως δὲ ἐπὶ τῶν τῷ μακαρίῳ ἰὼβ κατωρθωμένων.
οὐδεὶς οὐδεπώποτε δύ^να^ται τῷ λόγῳ τῆς ὑ^ποθέσεως πα^ρισῶσαι τὸν λόγον τῆς ἑαυτοῦ εὐτελεία_ς.
οὐδεὶς οὐδεπώποτε δύναται τῷ λόγῳ τῆς ὑποθέσεως παρισῶσαι τὸν λόγον τῆς ἑαυτοῦ εὐτελείας.
κ ἂ_ν γὰ^ρ μυ_ρί^α_ περὶ^ αὐτοῦ λέγηται, τῆς κατ' ἀ^ξί^α_ν δυ^νά^μεως ὁ λόγος ἀπολιμπάνεται.
κ ἂν γὰρ μυρία περὶ αὐτοῦ λέγηται, τῆς κατ' ἀξίαν δυνάμεως ὁ λόγος ἀπολιμπάνεται.
ἐπεὶ οὖν εἴρηται ἡμῖν τὰ^ κα^τὰ^ δύ^να^μι^ν μετρί^ως, οὐδὲν κωλύ_ει καὶ σήμερον τῶν αὐτῶν ἅψασθαι δι^ηγημά^των.
ἐπεὶ οὖν εἴρηται ἡμῖν τὰ κατὰ δύναμιν μετρίως, οὐδὲν κωλύει καὶ σήμερον τῶν αὐτῶν ἅψασθαι διηγημάτων.
καὶ μηδεὶς νομιζέτω ὑβρίζεσθαι τὴν ὑ^πόθεσι^ν, εἰ κατατέμνωμεν τὸ δι^ήγημα^.
καὶ μηδεὶς νομιζέτω ὑβρίζεσθαι τὴν ὑπόθεσιν, εἰ κατατέμνωμεν τὸ διήγημα.
οὐ γὰ^ρ ἀλγεῖ ἰὼβ τεμνόμενος·
οὐ γὰρ ἀλγεῖ ἰὼβ τεμνόμενος·
εἰ γὰ^ρ τὸ σῶ^μα^ τεμνόμενος οὐκ ἤλγει, τῷ δι^ηγήμα^τι^ τεμνόμενος ἀλγήσει;
εἰ γὰρ τὸ σῶμα τεμνόμενος οὐκ ἤλγει, τῷ διηγήματι τεμνόμενος ἀλγήσει;
ἔγνωμεν ἀ^πὸ τῶν προειρημένων δι^ηγημά^των, ὡς ἀ^πώλεσεν ἅ^πα^ντα^, μᾶλλον δὲ εὗρεν ἅ^πα^ντα^.
ἔγνωμεν ἀπὸ τῶν προειρημένων διηγημάτων, ὡς ἀπώλεσεν ἅπαντα, μᾶλλον δὲ εὗρεν ἅπαντα.
πά^ντα^ γὰ^ρ τὰ^ φαιδρὰ^ ἀ^πολέσα_ς τὴν ῥίζαν τῆς φαιδρότητος οὐκ ἀ^πώλεσεν.
πάντα γὰρ τὰ φαιδρὰ ἀπολέσας τὴν ῥίζαν τῆς φαιδρότητος οὐκ ἀπώλεσεν.
ἀ^πώλεσε τὴν λύραν, ἀλλ' ἔμενεν ὁ τεχνίτης, ἀ^πώλεσε τοὺς καρποὺς τῆς εὐθηνία_ς, ἀλλ' ἔμενεν ὁ γεωργὸς τῆς εὐπραγία_ς, ἐγυμνώθη πάντων τῶν κτημά^των καὶ οὐκ ἐγυμνώθη τῆς ἀ^ρετῆς.
ἀπώλεσε τὴν λύραν, ἀλλ' ἔμενεν ὁ τεχνίτης, ἀπώλεσε τοὺς καρποὺς τῆς εὐθηνίας, ἀλλ' ἔμενεν ὁ γεωργὸς τῆς εὐπραγίας, ἐγυμνώθη πάντων τῶν κτημάτων καὶ οὐκ ἐγυμνώθη τῆς ἀρετῆς.
προέρριψε τῷ δι^α^βόλῳ τὰ^ κτήμα^τα^, ἀπορριψάμενος τὸν βί^ον, ὥσπερ ὁ ἰωσὴφ τὸ ἱ_μά^τι^ον τῇ ἀτί^μῳ.
προέρριψε τῷ διαβόλῳ τὰ κτήματα, ἀπορριψάμενος τὸν βίον, ὥσπερ ὁ ἰωσὴφ τὸ ἱμάτιον τῇ ἀτίμῳ.
ἐν τῷ πάσχειν οὐκ ἔπασχε.
ἐν τῷ πάσχειν οὐκ ἔπασχε.
δεῖ γὰ^ρ καὶ τῆς φύ^σεως ὁμολογεῖν τὸ πά^θος καὶ τῆς ψυ_χῆς ἀ^νυμνεῖν τὴν ἀνδρεία_ν.
δεῖ γὰρ καὶ τῆς φύσεως ὁμολογεῖν τὸ πάθος καὶ τῆς ψυχῆς ἀνυμνεῖν τὴν ἀνδρείαν.
ἐδείχθη τῆς φύ^σεως τὰ^ γνωρίσμα^τα^, ἐδείχθη καὶ τῆς ἀ^ρετῆς τὰ^ πλεονεκτήμα^τα^.
ἐδείχθη τῆς φύσεως τὰ γνωρίσματα, ἐδείχθη καὶ τῆς ἀρετῆς τὰ πλεονεκτήματα.
ἤκουσε τῶν παίδων τὴν συ^μφορὰν καὶ διέρρηξε τὰ^ ἱ_μά^τι^α^, ἵ^να_ τῆς φύ^σεως δείξῃ τὴν συμπάθεια^ν.
ἤκουσε τῶν παίδων τὴν συμφορὰν καὶ διέρρηξε τὰ ἱμάτια, ἵνα τῆς φύσεως δείξῃ τὴν συμπάθειαν.
εἰ μὴ γὰ^ρ ἔπα^θεν, οὐκ ἂ^ν ἐθαυμάζετο ὡς φι^λά^ρετος, ἀλλὰ^ κατεγινώσκετο ὡς ἀ^ναίσθητος.
εἰ μὴ γὰρ ἔπαθεν, οὐκ ἂν ἐθαυμάζετο ὡς φιλάρετος, ἀλλὰ κατεγινώσκετο ὡς ἀναίσθητος.
ἀλλ' ἔπα^θε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φι^λόθεος καὶ τῆς φύ^σεως τὴν ἀσθένεια^ν ἤλεγξε καὶ τῆς εὐσεβεία_ς τὸν τρόπον οὐ προέδωκε.
ἀλλ' ἔπαθε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φιλόθεος καὶ τῆς φύσεως τὴν ἀσθένειαν ἤλεγξε καὶ τῆς εὐσεβείας τὸν τρόπον οὐ προέδωκε.
διέρρηξε τὰ^ ἱ_μά^τι^α^, ἀλλὰ^ προσεκύνησεν.
διέρρηξε τὰ ἱμάτια, ἀλλὰ προσεκύνησεν.
οὐ τοσοῦτον οὖν ἔπληξεν ὁ δι^ά^βολος, ὅσον ἐπλάγη, οὐ τοσοῦτον ἔτρωσεν, ὅσον ἐτρώθη.
οὐ τοσοῦτον οὖν ἔπληξεν ὁ διάβολος, ὅσον ἐπλάγη, οὐ τοσοῦτον ἔτρωσεν, ὅσον ἐτρώθη.
ἀλλὰ^ τὸν πρῶτον ἀ^γῶνα^ κα^λῶς δι^αθλήσαντα^ τὸν ἰὼβ πά^λι^ν εἰς ἕτερον ἀ^γῶνα^ δί^δωσι^ν ὁ θεός, ἵ^να_ λαμπρότερον αὐτῷ πλέξῃ τῆς ὑπομονῆς τὸν στέφα^νον.
ἀλλὰ τὸν πρῶτον ἀγῶνα καλῶς διαθλήσαντα τὸν ἰὼβ πάλιν εἰς ἕτερον ἀγῶνα δίδωσιν ὁ θεός, ἵνα λαμπρότερον αὐτῷ πλέξῃ τῆς ὑπομονῆς τὸν στέφανον.
πά^λι^ν γὰ^ρ ἐκ δευτέρου πα^ρί^στα^νται οἱ ἄγγελοι καὶ ὁ δι^ά^βολος εἰς τὸ μέσον ἐρωτᾶται πα^ρὰ^ τοῦ πά^ντα^ εἰδότος.
πάλιν γὰρ ἐκ δευτέρου παρίστανται οἱ ἄγγελοι καὶ ὁ διάβολος εἰς τὸ μέσον ἐρωτᾶται παρὰ τοῦ πάντα εἰδότος.
πόθεν σὺ^ ἔρχῃ;
πόθεν σὺ ἔρχῃ;
βλέπε τοῦ θεοῦ τὴν σοφί^α_ν, βλέπε τοῦ δι^α^βόλου τὴν πανουργίαν.
βλέπε τοῦ θεοῦ τὴν σοφίαν, βλέπε τοῦ διαβόλου τὴν πανουργίαν.
ὁ μὲν θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι^ ἡττηθεὶς πα^ρὰ^ τοῦ δι^καίου ἦλθε, βούλεται δὲ ὁ θεὸς ἰ^δεῖν, εἰ εὐγνωμόνως ὁμολογεῖ τὴν ἧττα^ν.
ὁ μὲν θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου ἦλθε, βούλεται δὲ ὁ θεὸς ἰδεῖν, εἰ εὐγνωμόνως ὁμολογεῖ τὴν ἧτταν.
πόθεν σὺ^ παραγέγονα^ς;
πόθεν σὺ παραγέγονας;
ὁ δι^ά^βολος κρύ^ψα_ς τὴν ἧττα^ν ᾐσχύ_νετο γά^ρ τῇ αὐτῇ κέχρηται φωνῇ τῇ πρώτῃ·
ὁ διάβολος κρύψας τὴν ἧτταν ᾐσχύνετο γάρ τῇ αὐτῇ κέχρηται φωνῇ τῇ πρώτῃ·
περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσα_ς τὴν ὑπ' οὐρα^νόν πά^ρειμι^..
περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν πάρειμι..
εἰς τοῦτο γὰ^ρ ἐξῆλθες;
εἰς τοῦτο γὰρ ἐξῆλθες;
τοῦτο ᾔτησα^ς;
τοῦτο ᾔτησας;
οὐ σὺ^ εἶπα^ς ἔκδος μοι τὰ^ ὑ^πά^ρχοντα^ τοῦ ἰώβ;
οὐ σὺ εἶπας ἔκδος μοι τὰ ὑπάρχοντα τοῦ ἰώβ;
δι^ὰ^ τί^ κρύπτεις τὸν ἀ^γῶνα^, ἵ^να_ ἀφα^νί^σῃς τὸν στέφα^νον τῆς νί_κης;
διὰ τί κρύπτεις τὸν ἀγῶνα, ἵνα ἀφανίσῃς τὸν στέφανον τῆς νίκης;
εἰπὲ τὸν ἀ^γῶνα^, κα^τηραμένε, εἰπὲ καὶ τὴν πάλην, ἵ^να_ κηρύξῃς τὴν νί_κην.
εἰπὲ τὸν ἀγῶνα, κατηραμένε, εἰπὲ καὶ τὴν πάλην, ἵνα κηρύξῃς τὴν νίκην.
ἀλλ' ὃ ἔκρυψε φθονῶν ὁ δι^ά^βολος ἀ^νυμνεῖ τῇ ἐναρέτῳ φι^λοσοφί^ᾳ ὁ πάντων δεσπότης.
ἀλλ' ὃ ἔκρυψε φθονῶν ὁ διάβολος ἀνυμνεῖ τῇ ἐναρέτῳ φιλοσοφίᾳ ὁ πάντων δεσπότης.
προσέσχες τῇ δι^α^νοίᾳ σου κα^τὰ^ τοῦ θεράποντός μου;
προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου;
ὃ κρύπτεις, ἐγὼ γνωρίζω.
ὃ κρύπτεις, ἐγὼ γνωρίζω.
ἐρωτᾷ γὰ^ρ ὁ θεὸς πολλά^κι^ς, οὐχ ἵ^να_ μά^θῃ, ἀλλ' ἵ^να_ τῶν ἐρωτωμένων γυμνά^σῃ τὴν πρόθεσι^ν, εἰ εὐγνωμόνως ὁμολογοῦσι^ν.
ἐρωτᾷ γὰρ ὁ θεὸς πολλάκις, οὐχ ἵνα μάθῃ, ἀλλ' ἵνα τῶν ἐρωτωμένων γυμνάσῃ τὴν πρόθεσιν, εἰ εὐγνωμόνως ὁμολογοῦσιν.
ποῦ ἄβελ ὁ ἀ^δελφός σου;
ποῦ ἄβελ ὁ ἀδελφός σου;
ἠβουλήθη αὐτὸν τὸν τὸ κα^κὸν δρά_σα^ντα^ κ ἂ_ν κατήγορον ἑαυτοῦ στῆναι, ἵ^να_ ἡ αὐτοῦ κα^τηγορί^α_ ἀμβλύνῃ τὸ μέγεθος τοῦ ἐγκλήμα^τος.
ἠβουλήθη αὐτὸν τὸν τὸ κακὸν δράσαντα κ ἂν κατήγορον ἑαυτοῦ στῆναι, ἵνα ἡ αὐτοῦ κατηγορία ἀμβλύνῃ τὸ μέγεθος τοῦ ἐγκλήματος.
πᾶς γὰ^ρ ἑαυτοῦ κα^τηγορῶν πραΰ^νει τοῦ δικαστοῦ τὴν ἀγανάκτησι^ν.
πᾶς γὰρ ἑαυτοῦ κατηγορῶν πραΰνει τοῦ δικαστοῦ τὴν ἀγανάκτησιν.
ὥσπερ οὖν τότε ποῦ ἄβελ ὁ ἀ^δελφός σου;
ὥσπερ οὖν τότε ποῦ ἄβελ ὁ ἀδελφός σου;
, ὁ δὲ νομί^σα_ς τὴν ἐρώτησι^ν ἀ^πὸ ἀ^γνοία_ς εἶναι λέγει οὐκ οἶδα^·
, ὁ δὲ νομίσας τὴν ἐρώτησιν ἀπὸ ἀγνοίας εἶναι λέγει οὐκ οἶδα·
μὴ φύ^λα^ξ τοῦ ἀ^δελφοῦ μου εἰμί^;
μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμί;
καὶ ὅτε ἐδοκίμασε τὴν πρόθεσι^ν, τότε ἤλεγξε τὴν ἀνοσιουργίαν λέγων φωνὴ αἵμα^τος τοῦ ἀ^δελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς, οὕτως, ἐὰ^ν ἐρωτήσα_ς ἴ^δῃ ἀγνωμονοῦντα^, ἐλέγχει κακουργοῦντα^.
καὶ ὅτε ἐδοκίμασε τὴν πρόθεσιν, τότε ἤλεγξε τὴν ἀνοσιουργίαν λέγων φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς, οὕτως, ἐὰν ἐρωτήσας ἴδῃ ἀγνωμονοῦντα, ἐλέγχει κακουργοῦντα.
καὶ νῦν ἐπειδὴ ἐρωτῶν τὸν δι^ά^βολον οὐ μα^νθά^νει παρ' αὐτοῦ τὴν ἧττα^ν, ἣν ὑ^πέστη, αὐτὸς στηλιτεύει αὐτοῦ τὴν ἧττα^ν καὶ ἀ^νυμνεῖ τοῦ δι^καίου τὴν νί_κην.
καὶ νῦν ἐπειδὴ ἐρωτῶν τὸν διάβολον οὐ μανθάνει παρ' αὐτοῦ τὴν ἧτταν, ἣν ὑπέστη, αὐτὸς στηλιτεύει αὐτοῦ τὴν ἧτταν καὶ ἀνυμνεῖ τοῦ δικαίου τὴν νίκην.
προσέσχες τῇ δι^α^νοίᾳ σου κα^τὰ^ τοῦ θεράποντός μου ἰώβ, ὅτι^ οὐκ ἔστι^ν κατ' αὐτὸν ἄκα^κος ἐπὶ^ τῆς γῆς;
προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου ἰώβ, ὅτι οὐκ ἔστιν κατ' αὐτὸν ἄκακος ἐπὶ τῆς γῆς;
ἐνταῦθα πρόσεχε ἀ^κρι_βῶς, πα^ρα^κα^λῶ, καὶ μὴ πα^ρέρχου τὰ^ ῥήμα^τα^ τῶν θείων γρα^φῶν.
ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, καὶ μὴ παρέρχου τὰ ῥήματα τῶν θείων γραφῶν.
ἐν τῇ πρώτῃ μα^ρτυ^ρί^ᾳ οὐδα^μοῦ ἐλέχθη τὸ ἄκα^κος, ἀλλ' ἐν τῇ δευτέρᾳ.
ἐν τῇ πρώτῃ μαρτυρίᾳ οὐδαμοῦ ἐλέχθη τὸ ἄκακος, ἀλλ' ἐν τῇ δευτέρᾳ.
ἐν τῇ πρώτῃ ὁ θεός·
ἐν τῇ πρώτῃ ὁ θεός·
προσέσχες τῇ δι^α^νοίᾳ σου κα^τὰ^ τοῦ θεράποντός μου ἰώβ, ὅτι^ οὐκ ἔστι^ κατ' αὐτὸν ἐπὶ^ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δί^καιος, ἀ^ληθι^νός, ἀ^πεχόμενος ἀ^πὸ παντὸς πονηροῦ πρά_γμα^τος;
προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος;
τὸ ἄκα^κος ἐκεῖ οὐ προσέθηκε·
τὸ ἄκακος ἐκεῖ οὐ προσέθηκε·