macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
μετὰ^ δὲ τὴν νί_κην καὶ τὸν ἀ^γῶνα^ προστί^θησι^ν αὐτῷ ὥσπερ στέφα^νον τὴν εὐφημίαν συνᾴδουσαν αὐτοῦ τοῖς ἀγωνίσμα^σι^ν. | μετὰ δὲ τὴν νίκην καὶ τὸν ἀγῶνα προστίθησιν αὐτῷ ὥσπερ στέφανον τὴν εὐφημίαν συνᾴδουσαν αὐτοῦ τοῖς ἀγωνίσμασιν. |
ἐπειδὴ γὰ^ρ μυ_ρί^α_ πάσχων, ἀκάκως ἤνεγκε τὴν συ^μφοράν, μὴ βλασφημήσα_ς κα^τὰ^ τοῦ δεσπότου, ἀλλ' ἀγαθότητι^ κρί_να_ς τὰ^ πά^ντα^ καὶ εἰρηκώς· | ἐπειδὴ γὰρ μυρία πάσχων, ἀκάκως ἤνεγκε τὴν συμφοράν, μὴ βλασφημήσας κατὰ τοῦ δεσπότου, ἀλλ' ἀγαθότητι κρίνας τὰ πάντα καὶ εἰρηκώς· |
εἰ τὰ^ ἀ^γα^θὰ^ ἐδεξά^μεθα^ ἐκ χειρὸς κυ_ρί^ου, τὰ^ κα^κὰ^ οὐχ ὑποίσομεν; | εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; |
ἐπειδὴ ἀκα^κί^α_ς ἦν τὸ ῥῆμα^, ἀκα^κί^α_ς αὐτοῦ πλέκει τὸν στέφα^νον, ὅτι^ οὐκ ἔστι^ τῶν κατ' αὐτὸν ἄνθρωπος ἄκα^κος. | ἐπειδὴ ἀκακίας ἦν τὸ ῥῆμα, ἀκακίας αὐτοῦ πλέκει τὸν στέφανον, ὅτι οὐκ ἔστι τῶν κατ' αὐτὸν ἄνθρωπος ἄκακος. |
σὺ^ δὲ δι^ὰ^ τί^ εἶπα^ς ἀ^πολέσαι τὰ^ ὑ^πά^ρχοντα^ αὐτοῦ δι^ὰ^ κενῆς; | σὺ δὲ διὰ τί εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς; |
, ἀντὶ^ τοῦ μά^την αὐτοῦ τῇ περι^ουσί^ᾳ ἐφθόνησα^ς; | , ἀντὶ τοῦ μάτην αὐτοῦ τῇ περιουσίᾳ ἐφθόνησας; |
εἶπες προφά^σει τῶν χρημά^των εὐσεβεῖν τὸν ἄνδρα^· | εἶπες προφάσει τῶν χρημάτων εὐσεβεῖν τὸν ἄνδρα· |
ἐγυμνώθη τῶν κτημά^των καὶ οὐκ ἐγυμνώθη τῆς ἀ^ληθεία_ς. | ἐγυμνώθη τῶν κτημάτων καὶ οὐκ ἐγυμνώθη τῆς ἀληθείας. |
σὺ^ οὖν, δι^ά^βολε, εἶπες ἀ^πολέσαι τὰ^ ὑ^πά^ρχοντα^ αὐτοῦ δι^ὰ^ κενῆς. | σὺ οὖν, διάβολε, εἶπες ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. |
οὐκ ἀ^πορεῖ ἡ κα^κί^α_ τῆς ἑαυτῆς πονηρία_ς. | οὐκ ἀπορεῖ ἡ κακία τῆς ἑαυτῆς πονηρίας. |
εὑρίσκει πά^λι^ν ὑπόνοια^ν ἄλλην δυ^να^μένην σβέσαι τοῦ ἐναρέτου τὴν ἀνδρεία_ν. | εὑρίσκει πάλιν ὑπόνοιαν ἄλλην δυναμένην σβέσαι τοῦ ἐναρέτου τὴν ἀνδρείαν. |
λέγει οὖν τῷ θεῷ· | λέγει οὖν τῷ θεῷ· |
δέρμα ὑ^πὲρ δέρμα^τος καὶ πά^ντα^, ὅσα^ ἔχει ἄνθρωπος, δώσει ὑ^πὲρ τῆς ψυ_χῆς αὐτοῦ. | δέρμα ὑπὲρ δέρματος καὶ πάντα, ὅσα ἔχει ἄνθρωπος, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. |
οὐδέν φησι^ μέγα^, εἰ ἀπώλεσε κτήμα^τα^· | οὐδέν φησι μέγα, εἰ ἀπώλεσε κτήματα· |
ἡδέως πάντων κα^τεφρόνησεν, ἵ^να_ ἑαυτὸν σώσῃ. | ἡδέως πάντων κατεφρόνησεν, ἵνα ἑαυτὸν σώσῃ. |
ἀλλ' εἰ βούλει δοκιμάσαι αὐτὸν τῶν σαρκῶν αὐτοῦ ἅψαι· | ἀλλ' εἰ βούλει δοκιμάσαι αὐτὸν τῶν σαρκῶν αὐτοῦ ἅψαι· |
ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. | ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. |
τὸ εὐλογήσει ἀντὶ^ τοῦ κα^ταράσεται. | τὸ εὐλογήσει ἀντὶ τοῦ καταράσεται. |
ἡ γὰ^ρ γρα^φὴ τῇ εὐφημίᾳ τὴν δυσφημίαν ἐκά^λυ^ψε. | ἡ γὰρ γραφὴ τῇ εὐφημίᾳ τὴν δυσφημίαν ἐκάλυψε. |
καὶ δι^ὰ^ τί^ ταῦτα^ γέγραπται; | καὶ διὰ τί ταῦτα γέγραπται; |
ἵ^να_ σὺ^ ὁ πιστὸς μά^θῃς, ὅτε τῶν ἀ^λλοτρί^ων κα^κῶν δι^ηγῇ τὰ^ αἰσχρά^, κα^λύ^πτειν αὐτὰ^ τῇ σεμνότητι^ τῶν λέξεων. | ἵνα σὺ ὁ πιστὸς μάθῃς, ὅτε τῶν ἀλλοτρίων κακῶν διηγῇ τὰ αἰσχρά, καλύπτειν αὐτὰ τῇ σεμνότητι τῶν λέξεων. |
μὴ σεμνύ^νου αἰσχρὰ^ πράττων, ἀλλὰ^ σεμνύ^νου, ὅτα^ν τῶν αἰσχρῶν διαφύγῃς τὴν ὁμιλίαν. | μὴ σεμνύνου αἰσχρὰ πράττων, ἀλλὰ σεμνύνου, ὅταν τῶν αἰσχρῶν διαφύγῃς τὴν ὁμιλίαν. |
πᾶν ῥῆμα^ αἰσχρὸν μὴ ἐκπορευέσθω ἐκ τοῦ στόμα^τος ὑ_μῶν. | πᾶν ῥῆμα αἰσχρὸν μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. |
εἶτα ὁ θεὸς πα^ρα^δίδωσι^ν εἰς δευτέρα_ν πεῖρα^ν τὸν ἀγωνιστήν, οὐκ αὐτὸς ἐκ τῆς πείρα_ς μα^νθά^νων οἷος ἦν ὁ ἀγωνιστής, ἀλλὰ^ τὸν δι^ά^βολον κα^ταισχύνων ἐκ τῆς πείρα_ς. | εἶτα ὁ θεὸς παραδίδωσιν εἰς δευτέραν πεῖραν τὸν ἀγωνιστήν, οὐκ αὐτὸς ἐκ τῆς πείρας μανθάνων οἷος ἦν ὁ ἀγωνιστής, ἀλλὰ τὸν διάβολον καταισχύνων ἐκ τῆς πείρας. |
θεὸς γὰ^ρ πρὸ τῶν ἁ^πά^ντων οἶδε τὰ^ πά^ντα^. | θεὸς γὰρ πρὸ τῶν ἁπάντων οἶδε τὰ πάντα. |
ἐξῆλθε δὲ ὁ δι^ά^βολος ἀ^πὸ προσώπου κυ_ρί^ου, καὶ ἔπαισε τὸν ἰὼβ ἕλκει πονηρῷ ἀ^πὸ ποδῶν ἕως κεφα^λῆς. | ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου κυρίου, καὶ ἔπαισε τὸν ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. |
ὅλον αὐτοῦ τὸ σῶ^μα^ ἓν τραῦμα^ ἐποίησεν, ἕνα^ μώλωπα^. | ὅλον αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα μώλωπα. |
ἔδει γὰ^ρ ὅλον δι' ὅλου στεφα^νωθῆναι αὐτὸν ἀγωνιστήν. | ἔδει γὰρ ὅλον δι' ὅλου στεφανωθῆναι αὐτὸν ἀγωνιστήν. |
ἀ^πὸ ποδῶν ἕως κεφα^λῆς τὸ τραῦμα^ τὸ σωτήριον, τὸ ἕλκος τὸ ἐπινίκιον· | ἀπὸ ποδῶν ἕως κεφαλῆς τὸ τραῦμα τὸ σωτήριον, τὸ ἕλκος τὸ ἐπινίκιον· |
ἕλκος κα^τὰ^ μὲν τὸ φαινόμενον ἰ_χῶρα^ς ῥέον, κα^τὰ^ δὲ τὸ νοούμενον εὐφημία_ς γέμον. | ἕλκος κατὰ μὲν τὸ φαινόμενον ἰχῶρας ῥέον, κατὰ δὲ τὸ νοούμενον εὐφημίας γέμον. |
οἱ ἰ_χῶρες τοῦ ἕλκους ἐν ὀλί^γοις χρόνοις ἐγένοντο, αἱ δὲ εὐφημίαι, ἃ_ς ἀπέτεκεν ἡ ἄθλησι^ς, εἰς πά^ντα^ τὸν αἰῶνα^ οὐκ ἀ^να_λί^σκονται. | οἱ ἰχῶρες τοῦ ἕλκους ἐν ὀλίγοις χρόνοις ἐγένοντο, αἱ δὲ εὐφημίαι, ἃς ἀπέτεκεν ἡ ἄθλησις, εἰς πάντα τὸν αἰῶνα οὐκ ἀναλίσκονται. |
ἔπαισεν αὐτὸν ἕλκει πονηρῷ ἀ^πὸ ποδῶν ἕως κεφα^λῆς, ἵ^να_ ὅλος δι' ὅλου τῶν μελῶν στεφα^νί_της ἀναδειχθῇ. | ἔπαισεν αὐτὸν ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἵνα ὅλος δι' ὅλου τῶν μελῶν στεφανίτης ἀναδειχθῇ. |
εἶτα ἐπειδὴ τὸν οὕτω δυσπραγήσαντα^ τῷ σώμα^τι^ τόπος ἐντείχιος οὐκ ἐδέχετο, ἀλλὰ^ πᾶσα^ ἡ οἰκί^α^ ἐξωθεῖτο τοῦτον ὡς λελωβημένον. | εἶτα ἐπειδὴ τὸν οὕτω δυσπραγήσαντα τῷ σώματι τόπος ἐντείχιος οὐκ ἐδέχετο, ἀλλὰ πᾶσα ἡ οἰκία ἐξωθεῖτο τοῦτον ὡς λελωβημένον. |
οὐ γὰ^ρ ἦν τι^ ἕτερον τὸ τραῦμα^ τοῦ ἰώβ, εἰ μὴ λώβησι^ς. | οὐ γὰρ ἦν τι ἕτερον τὸ τραῦμα τοῦ ἰώβ, εἰ μὴ λώβησις. |
ἐξῆλθεν ἔξω τῆς πόλεως ὁ τοῦ κόσμου ἀ^λλότρι^ος, ἐξῆλθεν ἔξω τῆς πόλεως καὶ ἐκάθητο ἐπὶ^ κοπρία_ς, ἐξῆλθεν ἔξω τῆς πόλεως οὐ κοσμι^κὸν ἔχων τὸν ἀ^γῶνα^, ἀλλ' ὑπερβαίνοντα^ τὴν πα^ροῦσα^ν κατάστασι^ν. | ἐξῆλθεν ἔξω τῆς πόλεως ὁ τοῦ κόσμου ἀλλότριος, ἐξῆλθεν ἔξω τῆς πόλεως καὶ ἐκάθητο ἐπὶ κοπρίας, ἐξῆλθεν ἔξω τῆς πόλεως οὐ κοσμικὸν ἔχων τὸν ἀγῶνα, ἀλλ' ὑπερβαίνοντα τὴν παροῦσαν κατάστασιν. |
τὸ γὰ^ρ ἔξω τῆς πόλεως εἶναι καὶ τοῦ τείχους εἰκὼν ἦν τοῦ σταυροῦ τοῦ χριστοῦ. | τὸ γὰρ ἔξω τῆς πόλεως εἶναι καὶ τοῦ τείχους εἰκὼν ἦν τοῦ σταυροῦ τοῦ χριστοῦ. |
ὧν δὲ εἰσφέρεται ζῴων τὸ αἷμα^ εἰς τὰ^ ἅγι^α^, τούτων τὰ^ σώμα^τα^ κατακαίεται ἔξω τῆς πα^ρεμβολῆς. | ὧν δὲ εἰσφέρεται ζῴων τὸ αἷμα εἰς τὰ ἅγια, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. |
δι^ὰ^ τοῦτο καὶ ὁ ἰησοῦς, ἵ^να_ ἁγιάσῃ τὸν λαόν, ἔξω τῆς πύλης ἔπα^θε. | διὰ τοῦτο καὶ ὁ ἰησοῦς, ἵνα ἁγιάσῃ τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. |
χριστὸς ἔξω τῆς πύλης, ἰὼβ ἔξω τῆς πόλεως ἐκάθισεν ἐπὶ^ κοπρία_ς· | χριστὸς ἔξω τῆς πύλης, ἰὼβ ἔξω τῆς πόλεως ἐκάθισεν ἐπὶ κοπρίας· |
ὁ τῆς εὐσεβεία_ς σπόρος, ὁ σπόρος τῆς ὑπομονῆς, ἐπὶ^ τῶν θλίψεων κοπριζόμενος ἐκάθισεν ἐπὶ^ κοπρία_ς ἀναμένων τὸν ἐγείροντα^ ἀ^πὸ γῆς πτωχόν καὶ ἀ^πὸ κοπρία_ς ἀ^νιστά^ντα^ τὸν πένητα^. | ὁ τῆς εὐσεβείας σπόρος, ὁ σπόρος τῆς ὑπομονῆς, ἐπὶ τῶν θλίψεων κοπριζόμενος ἐκάθισεν ἐπὶ κοπρίας ἀναμένων τὸν ἐγείροντα ἀπὸ γῆς πτωχόν καὶ ἀπὸ κοπρίας ἀνιστάντα τὸν πένητα. |
ἔβλεπεν, ἀ^δελφοί, τὸ σῶ^μα^ δι^αρρέον, τὴν δὲ ψυ_χὴν ἐστηριγμένην, ἔβλεπε τὸ σῶ^μα^ σκώληκα^ς φέρον, τὴν δὲ ψυ_χὴν εὐσέβεια^ν ἀποτίκτουσα^ν, ἔβλεπε τὸ γήϊ^νον σκεῦος φθειρόμενον καὶ ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος δι^α^φθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινίζεται ἡμέρα_ν καθ' ἡμέρα_ν. | ἔβλεπεν, ἀδελφοί, τὸ σῶμα διαρρέον, τὴν δὲ ψυχὴν ἐστηριγμένην, ἔβλεπε τὸ σῶμα σκώληκας φέρον, τὴν δὲ ψυχὴν εὐσέβειαν ἀποτίκτουσαν, ἔβλεπε τὸ γήϊνον σκεῦος φθειρόμενον καὶ ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινίζεται ἡμέραν καθ' ἡμέραν. |
ἔλα^βεν ὄστρα^κον, ἵ^να_ τὸν ἰχῶρα^ ξέσῃ, τῷ ὀστράκῳ τὸν ἰχῶρα^ ἀποξέων, τῇ ὑπομονῇ τὸν ἀνταγωνιστὴν ἐκλύ_ων. | ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ, τῷ ὀστράκῳ τὸν ἰχῶρα ἀποξέων, τῇ ὑπομονῇ τὸν ἀνταγωνιστὴν ἐκλύων. |
ἔπρεπε καὶ αὐτῷ λέγειν κα^τέχοντι^ τὸ ὄστρα^κον· | ἔπρεπε καὶ αὐτῷ λέγειν κατέχοντι τὸ ὄστρακον· |
ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακί^νῳ σκεύει. | ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνῳ σκεύει. |
ἐκάθητο ἐπὶ^ κοπρία_ς ὁ πολλοὺς ἀ^πὸ κοπρία_ς ἐγείρα_ς· | ἐκάθητο ἐπὶ κοπρίας ὁ πολλοὺς ἀπὸ κοπρίας ἐγείρας· |
ἔλα^βεν ὄστρα^κον, ἵ^να_ τὸν ἰχῶρα^ ξέσῃ· | ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ· |
τῷ νεκρῷ πηλῷ τὸν ζῶντα^ πηλὸν ἔξεεν. | τῷ νεκρῷ πηλῷ τὸν ζῶντα πηλὸν ἔξεεν. |
ἦλθον οἱ τρεῖς φί^λοι. | ἦλθον οἱ τρεῖς φίλοι. |
καλοῦσι γὰ^ρ αἱ συμφοραὶ τοὺς φί^λους εἰς παραμυθίαν· | καλοῦσι γὰρ αἱ συμφοραὶ τοὺς φίλους εἰς παραμυθίαν· |
ἦλθεν ἐλιφάζ, σοφὰρ καὶ βαλδάδ, τρεῖς βα^σι^λεῖς πρὸς ἕνα^ βα^σι^λέα^. | ἦλθεν ἐλιφάζ, σοφὰρ καὶ βαλδάδ, τρεῖς βασιλεῖς πρὸς ἕνα βασιλέα. |
βα^σι^λεὺς γὰ^ρ ἦν πρὸ τούτου ὁ λέγων· | βασιλεὺς γὰρ ἦν πρὸ τούτου ὁ λέγων· |
ἤμην δὲ ἐν αὐτοῖς ὡς βασιλεὺς ἐν μονοζώνοις. | ἤμην δὲ ἐν αὐτοῖς ὡς βασιλεὺς ἐν μονοζώνοις. |
καὶ ἐκάθισά^ν φησι^ν ἐνα^ντί^ον τοῦ ἰὼβ ἑπτὰ^ ἡμέρα_ς καὶ ἑπτὰ^ νύκτας καὶ οὐδεὶς ἐλά^λησεν. | καὶ ἐκάθισάν φησιν ἐναντίον τοῦ ἰὼβ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας καὶ οὐδεὶς ἐλάλησεν. |
αἱ μὲν γὰ^ρ μέτρι^αι συμφοραὶ δέχονται παραμυθίαν, τὰ^ δὲ μεγέθη τῶν συμφορῶν τῇ σι^ωπῇ τι_μᾶται. | αἱ μὲν γὰρ μέτριαι συμφοραὶ δέχονται παραμυθίαν, τὰ δὲ μεγέθη τῶν συμφορῶν τῇ σιωπῇ τιμᾶται. |
ἔστι^ γά^ρ, ἀ^δελφοί, ὅτε νι_κᾷ παραμυθίαν τὸ πά^θος· | ἔστι γάρ, ἀδελφοί, ὅτε νικᾷ παραμυθίαν τὸ πάθος· |
καὶ ὥσπερ τὰ^ νοσήμα^τα^ ἐν ἀκμῇ πᾶσα^ν θεραπείαν ἀ^ποπέμπεται, οὕτω καὶ τὰ^ πά^θη ἐν τῇ ἀκμῇ τῶν συμφορῶν πᾶσα^ν νουθεσίαν ἐκβάλλει. | καὶ ὥσπερ τὰ νοσήματα ἐν ἀκμῇ πᾶσαν θεραπείαν ἀποπέμπεται, οὕτω καὶ τὰ πάθη ἐν τῇ ἀκμῇ τῶν συμφορῶν πᾶσαν νουθεσίαν ἐκβάλλει. |
ἐσιώπησαν τῇ σι^ωπῇ κοινωνοῦντες τῷ πά^θει. | ἐσιώπησαν τῇ σιωπῇ κοινωνοῦντες τῷ πάθει. |
καὶ τί^ ποιεῖ; | καὶ τί ποιεῖ; |
ἐπειδὴ ἐκείνους ἐνί_κησεν ἡ συ^μφορὰ καὶ οὐδεὶς ἐτόλμησε ῥῆξαι φωνὴν παραμυθία_ς, πρῶτος ἄρχεται τῶν λόγων ἰώβ· | ἐπειδὴ ἐκείνους ἐνίκησεν ἡ συμφορὰ καὶ οὐδεὶς ἐτόλμησε ῥῆξαι φωνὴν παραμυθίας, πρῶτος ἄρχεται τῶν λόγων ἰώβ· |
ἀ^νοίγει θύραν τοῖς μὴ πά^σχουσι^ν ὁ πάσχων. | ἀνοίγει θύραν τοῖς μὴ πάσχουσιν ὁ πάσχων. |
ἴσμεν γά^ρ, ἀ^δελφοί, ὅτι^ ἐν ταῖς συμφοραῖς ἢ ἐν τοῖς πένθεσι^ν ἢ ἐν ἄλλῳ τι^νὶ^ κατηφεία_ς πράγμα^τι^, ἕκαστος αἰδεῖται πρῶτος ῥῆξαι φωνήν, ἵ^να_ μὴ δόξῃ ἄκαιρός τι^ς εἶναι ἀ^ρετῆς ἢ γνώμης εἰσηγητής· | ἴσμεν γάρ, ἀδελφοί, ὅτι ἐν ταῖς συμφοραῖς ἢ ἐν τοῖς πένθεσιν ἢ ἐν ἄλλῳ τινὶ κατηφείας πράγματι, ἕκαστος αἰδεῖται πρῶτος ῥῆξαι φωνήν, ἵνα μὴ δόξῃ ἄκαιρός τις εἶναι ἀρετῆς ἢ γνώμης εἰσηγητής· |
ἐὰ^ν δὲ ἴ^δῃ ἄλλον ἀ^ρξά^μενον, ἀ^κολουθεῖ ἀκινδύνως. | ἐὰν δὲ ἴδῃ ἄλλον ἀρξάμενον, ἀκολουθεῖ ἀκινδύνως. |
τοῦτο, ἀ^δελφοί, καὶ ἡ πεῖρα^ δι^δά^σκει καὶ τὰ^ πρά_γμα^τα^ ὑποτί^θεται. | τοῦτο, ἀδελφοί, καὶ ἡ πεῖρα διδάσκει καὶ τὰ πράγματα ὑποτίθεται. |
ὡς οὖν εἶδεν ἀποκλεῖσα^ν τὸ πά^θος τὴν παραμυθίαν τῶν φί^λων, ἀ^νοίγει θύραν ὁ πάσχων καὶ ἄρχεται εὐθέως ἐκτραγῳδεῖν τὴν συ^μφοράν, πανταχοῦ βλα^σφημί^α_ς φεύγων τὴν ὑπόνοια^ν· | ὡς οὖν εἶδεν ἀποκλεῖσαν τὸ πάθος τὴν παραμυθίαν τῶν φίλων, ἀνοίγει θύραν ὁ πάσχων καὶ ἄρχεται εὐθέως ἐκτραγῳδεῖν τὴν συμφοράν, πανταχοῦ βλασφημίας φεύγων τὴν ὑπόνοιαν· |
ἐπικατάρατος ἡ ἡμέρα_, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. | ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. |
οὐκ ἀσεβῶν ταῦτα^ λέγει, ἀλλὰ^ πάσχων. | οὐκ ἀσεβῶν ταῦτα λέγει, ἀλλὰ πάσχων. |
καὶ βλέπε, τί^ ποιεῖ. | καὶ βλέπε, τί ποιεῖ. |
ὥσπερ ἐπειδά^ν τι^ς δεινῷ ἀποστήμα^τι^ περι^εχόμενος τέμνηται σιδήρῳ πα^ρὰ^ τοῦ ἰατροῦ οὐκ ἔχων, πῶς ἀντιστῇ τῷ τέμνοντι^, τῶν περι^εστώτων ἅπτεται καὶ δάκνει τοὺς πα^ρεστῶτα^ς ἐκείνοις μὲν ἐγκαλεῖν οὐδὲν ἔχων, πρὸς δὲ ἰ_α_τρὸν ἐκτεῖναι τὴν χεῖρα^ οὐκ ἰσχύ_ων, οὕτω καὶ ὁ ἰὼβ φοβούμενος τῆς βλα^σφημί^α_ς τὸ μέγεθος, ὑβρ... | ὥσπερ ἐπειδάν τις δεινῷ ἀποστήματι περιεχόμενος τέμνηται σιδήρῳ παρὰ τοῦ ἰατροῦ οὐκ ἔχων, πῶς ἀντιστῇ τῷ τέμνοντι, τῶν περιεστώτων ἅπτεται καὶ δάκνει τοὺς παρεστῶτας ἐκείνοις μὲν ἐγκαλεῖν οὐδὲν ἔχων, πρὸς δὲ ἰατρὸν ἐκτεῖναι τὴν χεῖρα οὐκ ἰσχύων, οὕτω καὶ ὁ ἰὼβ φοβούμενος τῆς βλασφημίας τὸ μέγεθος, ὑβρίζει τὰ ἄψυχα καὶ ... |
κα^ταρᾶται γὰ^ρ οὐ τὴν κτίσιν, ἀλλὰ^ τὴν ἑαυτοῦ ἡμέρα_ν. | καταρᾶται γὰρ οὐ τὴν κτίσιν, ἀλλὰ τὴν ἑαυτοῦ ἡμέραν. |
ἐξουσίαν γὰ^ρ ἔχω φησί^ τῆς ἐμῆς ἡμέρα_ς· | ἐξουσίαν γὰρ ἔχω φησί τῆς ἐμῆς ἡμέρας· |
οὐ κα^ταρῶμαι τὴν δημιουργίαν, τὴν ἐμαυτοῦ ἡμέρα_ν κα^ταρῶμαι. | οὐ καταρῶμαι τὴν δημιουργίαν, τὴν ἐμαυτοῦ ἡμέραν καταρῶμαι. |
ἐπικατάρατος ἡ ἡμέρα_, ἐν ᾗ ἐγεννή θην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. | ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννή θην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. |
οἴμοι, ὦ μῆτερ, ὡς τί^να^ με ἔτεκες ἄνδρα^ κρι_νόμενον καὶ δι^κα^ζόμενον; | οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα κρινόμενον καὶ δικαζόμενον; |
ἐπικατάρατος ἡ ἡμέρα_, ἐν ᾗ ἐγεννήθην. | ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην. |
ταῦτα^ δὲ πά^ντα^ ἐκτραγῳδοῦσιν οἱ ἅ^γι^οι, ἵ^να_ σὺ^ μετὰ^ ταῦτα^ μά^θῃς, ὅτι^ οὐ τρυφῶντες δι^ῆλθον τὸν βί^ον, ἀλλὰ^ μυ_ρί^α_ κα^κὰ^ ὑπομείναντες τοὺς ἀ^γῶνα^ς δι^εξῆλθον. | ταῦτα δὲ πάντα ἐκτραγῳδοῦσιν οἱ ἅγιοι, ἵνα σὺ μετὰ ταῦτα μάθῃς, ὅτι οὐ τρυφῶντες διῆλθον τὸν βίον, ἀλλὰ μυρία κακὰ ὑπομείναντες τοὺς ἀγῶνας διεξῆλθον. |
οἴμοι, ὦ μῆτερ, ὡς τί^να^ με ἔτεκες; | οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες; |
καὶ ἔπα^θε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φι^λόθεος. | καὶ ἔπαθε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φιλόθεος. |
κύριε, σὺ^ εἶπα^ς, ὅτι^ εὕρηκα^ς χά^ρι^ν παρ' ἐμοί, καὶ οἶδά^ σε πα^ρὰ^ πά^ντα^ς· | κύριε, σὺ εἶπας, ὅτι εὕρηκας χάριν παρ' ἐμοί, καὶ οἶδά σε παρὰ πάντας· |
καὶ εἰ εὕρηκα^ χά^ρι^ν ἐνώπι^όν σου, ἄφελε τὴν ψυ_χήν μου ἀπ' ἐμοῦ· | καὶ εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἄφελε τὴν ψυχήν μου ἀπ' ἐμοῦ· |
οὐ δύ^να^μαι γὰ^ρ φέρειν τὸ βά^ρος τοῦ λα_οῦ τούτου. | οὐ δύναμαι γὰρ φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου. |
μικρὸν καὶ λιθοβολήσουσί^ με. | μικρὸν καὶ λιθοβολήσουσί με. |
μὴ ἐγὼ αὐτοὺς ὠδίνησα^; | μὴ ἐγὼ αὐτοὺς ὠδίνησα; |
μὴ ἐγὼ αὐτοὺς ἔτεκον· | μὴ ἐγὼ αὐτοὺς ἔτεκον· |
ὅτι^ λέγεις μοι· | ὅτι λέγεις μοι· |
βάστασον αὐτοὺς ὃν τρόπον βαστάζει ἡ τιθηνοῦσα^ τὸν παῖδα^; | βάστασον αὐτοὺς ὃν τρόπον βαστάζει ἡ τιθηνοῦσα τὸν παῖδα; |
οὐ δύ^να^μαι φέρειν τοῦ λα_οῦ τὰ^ ἐλαττώμα^τα^. | οὐ δύναμαι φέρειν τοῦ λαοῦ τὰ ἐλαττώματα. |
ὅμως καὶ ἀ^ποδυρόμενος καὶ πενθῶν ὡς ἄνθρωπος οὐκ ἐβλασφήμησε ὡς ἄ^θεος, ἀλλ' ἐδείκνυε τὰ^ πά^θη τῆς φύ^σεως ὑπ' αὐτῶν τῶν πα^θῶν ἐλεγχόμενος. | ὅμως καὶ ἀποδυρόμενος καὶ πενθῶν ὡς ἄνθρωπος οὐκ ἐβλασφήμησε ὡς ἄθεος, ἀλλ' ἐδείκνυε τὰ πάθη τῆς φύσεως ὑπ' αὐτῶν τῶν παθῶν ἐλεγχόμενος. |
οὕτω δὲ ὁμοίως τῶν προφητῶν ἕκαστος ἀ^ποδύρεται. | οὕτω δὲ ὁμοίως τῶν προφητῶν ἕκαστος ἀποδύρεται. |
ἵ^να_ τί^ μοι ἔδειξα^ς κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ^ ταλαιπωρία_ς ἀνθρώπων; | ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίας ἀνθρώπων; |
ἔβλεπε γὰ^ρ τὴν ἀδικίαν ὁ προφητι^κὸς χορὸς καὶ οὐκ ἔφερεν, ἀλλ ' ἵ^να_ τί^ μοι ἔδειξα^ς κόπους καὶ πόνους; | ἔβλεπε γὰρ τὴν ἀδικίαν ὁ προφητικὸς χορὸς καὶ οὐκ ἔφερεν, ἀλλ ' ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους; |
ἐνώπιόν μου γέγονε κρί^σι^ς καὶ ὁ κρι^τὴς λα^μβά^νει καὶ δι^ὰ^ τοῦτο ἐξέρχεται τὸ κρῖμα^ διεστραμμένον. | ἐνώπιόν μου γέγονε κρίσις καὶ ὁ κριτὴς λαμβάνει καὶ διὰ τοῦτο ἐξέρχεται τὸ κρῖμα διεστραμμένον. |
ὁ ἄρχων αἰτεῖ καὶ ὁ κρι^τὴς λα^μβά^νει καὶ ἐξουδενεῖται ὁ νόμος. | ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς λαμβάνει καὶ ἐξουδενεῖται ὁ νόμος. |
οὕτω πάντες ἔπασχον οἱ δί^καιοι καὶ ἀπεδυσπέτουν πρὸς τὴν δυσκολίαν τοῦ κόσμου. | οὕτω πάντες ἔπασχον οἱ δίκαιοι καὶ ἀπεδυσπέτουν πρὸς τὴν δυσκολίαν τοῦ κόσμου. |
ἀλλὰ^ μὴ ταῦτα^ λα^βὼν ἐκλάβῃς εἰς συμφωνίαν τῆς σῆς προαιρέσεως· | ἀλλὰ μὴ ταῦτα λαβὼν ἐκλάβῃς εἰς συμφωνίαν τῆς σῆς προαιρέσεως· |
μὴ εἴπῃς· | μὴ εἴπῃς· |
μὴ βελτί_ων ἐγώ εἰμι^ τοῦ ἱερεμίου τοῦ καταβοήσαντος τοῦ κόσμου; | μὴ βελτίων ἐγώ εἰμι τοῦ ἱερεμίου τοῦ καταβοήσαντος τοῦ κόσμου; |
μὴ τὰ^ ῥήμα^τα^ τῆς ἰάσεως γένηταί σοι τραύμα^τα^. | μὴ τὰ ῥήματα τῆς ἰάσεως γένηταί σοι τραύματα. |
ταῦτα^ δὲ γέγραπται, ἵ^να_ μά^θῃς ὅσον ἀ^γῶνα^ δι^ήθλησα^ν, ὅσων κι^νδύ_νων μεστὸν τὸν βί^ον δι^εξῆλθον. | ταῦτα δὲ γέγραπται, ἵνα μάθῃς ὅσον ἀγῶνα διήθλησαν, ὅσων κινδύνων μεστὸν τὸν βίον διεξῆλθον. |
θέλεις μα^θεῖν, οἷος ὀφείλεις εἶναι; | θέλεις μαθεῖν, οἷος ὀφείλεις εἶναι; |
μά^θε τὰ^ μετὰ^ τὴν χά^ρι^ν· | μάθε τὰ μετὰ τὴν χάριν· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.