macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐρωτήσω δέ σε, σὺ^ δέ μοι ἀ^ποκρί^θητι^.
ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
οὐκ εἶπε·
οὐκ εἶπε·
κρινῶ σε, σὺ^ δέ μοι ἀ^ποκρί^θητι^.
κρινῶ σε, σὺ δέ μοι ἀποκρίθητι.
οὐ γὰ^ρ ἐκά^λεσά^ς με, φησί^ν, εἰς κρί^σιν, ἀλλ' ἐκά^λεσά^ς με εἰς τὸ συγκριθῆναί σοι.
οὐ γὰρ ἐκάλεσάς με, φησίν, εἰς κρίσιν, ἀλλ' ἐκάλεσάς με εἰς τὸ συγκριθῆναί σοι.
δικαστὴν ᾔτησα^ς μετα^ξὺ^ ἐμοῦ καὶ σοῦ·
δικαστὴν ᾔτησας μεταξὺ ἐμοῦ καὶ σοῦ·
σὺ γενοῦ δι^καστής.
σὺ γενοῦ δικαστής.
οἴει ἄλλως σοι κεχρηματικέναι με, ἢ ἵ^να_ ἀναφανῇς δί^καιος;
οἴει ἄλλως σοι κεχρηματικέναι με, ἢ ἵνα ἀναφανῇς δίκαιος;
νομίζεις, φησί^, δι' ἄλλο τι^ τὴν συ^μφορὰν ἐπήγαγον ταύτην ἢ ἵ^να_ δί^καιόν σε ἀναφαίνω;
νομίζεις, φησί, δι' ἄλλο τι τὴν συμφορὰν ἐπήγαγον ταύτην ἢ ἵνα δίκαιόν σε ἀναφαίνω;
καὶ βλέπε τῇ ἀκρι_βείᾳ τῶν τοιούτων ῥημά^των προσέχων.
καὶ βλέπε τῇ ἀκριβείᾳ τῶν τοιούτων ῥημάτων προσέχων.
οὐκ εἶπεν·
οὐκ εἶπεν·
οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵ^να_ γένῃ δί^καιος;
οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα γένῃ δίκαιος;
οὐ γὰ^ρ ἡ συ^μφορὰ αὐτὸν δί^καιον ἐποίησεν, ἀλλὰ^ δί^καιον ἐγνώρι^σεν.
οὐ γὰρ ἡ συμφορὰ αὐτὸν δίκαιον ἐποίησεν, ἀλλὰ δίκαιον ἐγνώρισεν.
οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵ^να_ ἀναφανῇς δί^καιος;
οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;
ἐμοὶ μὲν γά^ρ φησι^ καὶ πρὸ τῶν ἀ^γώνων ἦσθα^ γνώρι^μος, τῷ δὲ κόσμῳ δι^ὰ^ τῆς συμφορᾶς γνωρίζῃ, τῷ κόσμῳ δι^ὰ^ τῆς πάλης κηρύττῃ.
ἐμοὶ μὲν γάρ φησι καὶ πρὸ τῶν ἀγώνων ἦσθα γνώριμος, τῷ δὲ κόσμῳ διὰ τῆς συμφορᾶς γνωρίζῃ, τῷ κόσμῳ διὰ τῆς πάλης κηρύττῃ.
δι^ὰ^ τοῦτό σοι ἐχρημάτισα^, οὐχ ἵ^να_ βλάψω, ἀλλ' ἵ^να_ στέψω, οὐχ ἵ^να_ κα^ταισχύνω, ἀλλ' ἵ^να_ λαμπρύνω.
διὰ τοῦτό σοι ἐχρημάτισα, οὐχ ἵνα βλάψω, ἀλλ' ἵνα στέψω, οὐχ ἵνα καταισχύνω, ἀλλ' ἵνα λαμπρύνω.
πλὴν ἐπειδὴ δι^ὰ^ τὴν ἀκακίαν ἐξῆλθες τῶν μέτρων τῆς φύ^σεως, συνέγνων σου τῇ ἀκεραιότητι^.
πλὴν ἐπειδὴ διὰ τὴν ἀκακίαν ἐξῆλθες τῶν μέτρων τῆς φύσεως, συνέγνων σου τῇ ἀκεραιότητι.
κ ἂ_ν γά^ρ τι^ς ἀ^πὸ ἀκα^κί^α_ς ἁ^μά^ρτῃ, ὁ θεὸς δι^ορθοῦται τὰ^ ἀ^πὸ ἀκα^κί^α_ς γι_νόμενα^.
κ ἂν γάρ τις ἀπὸ ἀκακίας ἁμάρτῃ, ὁ θεὸς διορθοῦται τὰ ἀπὸ ἀκακίας γινόμενα.
ἐπειδὴ ὅλως ἐκά^λεσα^ς θεὸν εἰς κρί^σιν, εἰπέ μοι, ποία_ν ἔχων πρὸς ἐμὲ ὁμοτιμίαν ἐκά^λεσά^ς με;
ἐπειδὴ ὅλως ἐκάλεσας θεὸν εἰς κρίσιν, εἰπέ μοι, ποίαν ἔχων πρὸς ἐμὲ ὁμοτιμίαν ἐκάλεσάς με;
ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;
ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;
σύγχρονος ἐγένου τοῦ ποιητοῦ, ἵ^να_ κα^λέσῃς αὐτὸν εἰς κρί^σιν;
σύγχρονος ἐγένου τοῦ ποιητοῦ, ἵνα καλέσῃς αὐτὸν εἰς κρίσιν;
ὁ μὲν πρὸ τῶν αἰώνων, σὺ δὲ μετὰ^ πολλοὺς αἰῶνα^ς.
ὁ μὲν πρὸ τῶν αἰώνων, σὺ δὲ μετὰ πολλοὺς αἰῶνας.
ὅτε ἔπλαττον τὴν γῆν, οὐ πα^ρῆς, ὅτε τὴν θά^λα^ττα^ν, οὐ πα^ρῆς, ἢ ὅσα^ τοιαῦτα^, οὐ πα^ρῆς.
ὅτε ἔπλαττον τὴν γῆν, οὐ παρῆς, ὅτε τὴν θάλατταν, οὐ παρῆς, ἢ ὅσα τοιαῦτα, οὐ παρῆς.
πᾶσα^ ἡ κτίσις ἐγένετο, καὶ σὺ οὐδα^μοῦ ἦσθα^.
πᾶσα ἡ κτίσις ἐγένετο, καὶ σὺ οὐδαμοῦ ἦσθα.
τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργία_ς εἰς κρί^σιν ἐκά^λεσα^ς;
τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς κρίσιν ἐκάλεσας;
ὅτε ἔτεινα^ σπαρτί^ον ἐπὶ^ τῆς γῆς, ὅτε τοὺς στύ_λους αὐτῆς ἥδρασα^, ὅτε μετήγαγον ἐκ κοιλί^α_ς μητρὸς αὐτῆς, ὅτε ἐτίκτετο ἡ θά^λασσα^, ποῦ ἦς;
ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα, ὅτε μετήγαγον ἐκ κοιλίας μητρὸς αὐτῆς, ὅτε ἐτίκτετο ἡ θάλασσα, ποῦ ἦς;
ὅτε αὐτὴν ἐσκέπασα^ νεφέλῃ, ὁμίχλῃ δὲ αὐτὴν περι^έβα^λον, ποῦ ἦς;
ὅτε αὐτὴν ἐσκέπασα νεφέλῃ, ὁμίχλῃ δὲ αὐτὴν περιέβαλον, ποῦ ἦς;
καθάπτεται αὐτοῦ ὡς ἀ^ναξίως φθεγξαμένου, ἀ^πὸ ἀκα^κί^α_ς μέν, πλὴν ἀπ' ἀ^γνοία_ς.
καθάπτεται αὐτοῦ ὡς ἀναξίως φθεγξαμένου, ἀπὸ ἀκακίας μέν, πλὴν ἀπ' ἀγνοίας.
καὶ τί^ ποιεῖ;
καὶ τί ποιεῖ;
οὐκ ἐπὶ^ πάντων αὐτὸν ἐλέγχει, ἀλλ' ὡς φί^λον ἰ^δί^ᾳ δι^ορθοῦται.
οὐκ ἐπὶ πάντων αὐτὸν ἐλέγχει, ἀλλ' ὡς φίλον ἰδίᾳ διορθοῦται.
ὡς οὖν εἶπε ταῦτα καὶ τὰ^ τούτοις πα^ρα^πλήσι^α^ οὐ γὰ^ρ καιρός ἐστι^ κα^τὰ^ μέρος πᾶσα^ν λέξι^ν ἑρμηνεῦσαι, καὶ ὁ ἰὼβ ἐπιγνώμων ἑαυτοῦ γενόμενος·
ὡς οὖν εἶπε ταῦτα καὶ τὰ τούτοις παραπλήσια οὐ γὰρ καιρός ἐστι κατὰ μέρος πᾶσαν λέξιν ἑρμηνεῦσαι, καὶ ὁ ἰὼβ ἐπιγνώμων ἑαυτοῦ γενόμενος·
ὁ γὰ^ρ δί^καιος ἐκ πρώτου ἐλέγχου δι^ορθοῦται τὸ σφάλμα^ , κύριε, ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυ_νὶ_ δὲ ὁ ὀφθαλμός μου εἶδέ σε καὶ ἐξουδένησα^ ἐμαυτόν·
ὁ γὰρ δίκαιος ἐκ πρώτου ἐλέγχου διορθοῦται τὸ σφάλμα , κύριε, ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου εἶδέ σε καὶ ἐξουδένησα ἐμαυτόν·
ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
καί·
καί·
ἅπαξ ἐλά^λησα^, ἐπὶ^ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
βλέπε, πῶς ἀνα^κα^λεῖται τὸ σφάλμα^ ὁ κα^λῶς τὴν μέμψιν δεξά^μενος.
βλέπε, πῶς ἀνακαλεῖται τὸ σφάλμα ὁ καλῶς τὴν μέμψιν δεξάμενος.
ἅπαξ ἐλά^λησα^·
ἅπαξ ἐλάλησα·
καὶ τοῦτο ἀ^πὸ ἀκα^κί^α_ς, οὐκ ἀ^πὸ πονηρία_ς·
καὶ τοῦτο ἀπὸ ἀκακίας, οὐκ ἀπὸ πονηρίας·
ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
τίς γά^ρ εἰμι^ ἐγὼ κρι_νόμενος ἐνα^ντί^ον κυ_ρί^ου;
τίς γάρ εἰμι ἐγὼ κρινόμενος ἐναντίον κυρίου;
ἃ μὴ προέγνω ὁ ἰὼβ δι' ἀκακίαν, μα^νθά^νει μετὰ^ τὸν ἔλεγχον.
ἃ μὴ προέγνω ὁ ἰὼβ δι' ἀκακίαν, μανθάνει μετὰ τὸν ἔλεγχον.
εἶτα τί^ ὁ θεός;
εἶτα τί ὁ θεός;
οὐ συγχωρεῖ αὐτῷ πα^ραιτήσα^σθαι τὴν κρί^σιν, ἀλλά^ οὐχί, ἀλλὰ^ ζῶσαι ὥσπερ ἀ^νὴρ τὴν ὀσφύν σου.
οὐ συγχωρεῖ αὐτῷ παραιτήσασθαι τὴν κρίσιν, ἀλλά οὐχί, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου.
στῆθι, φησί^ν, ὡς ἀ^νήρ.
στῆθι, φησίν, ὡς ἀνήρ.
μὴ νομί^σῃς, ὅτι δι^ὰ^ τοῦτό σε κατέπληξα^ τῇ δυ^να^στείᾳ φεύγων τὸ δί^καιον, ἀλλὰ^ δι^ωρθωσάμην σου τὴν ἀκακίαν.
μὴ νομίσῃς, ὅτι διὰ τοῦτό σε κατέπληξα τῇ δυναστείᾳ φεύγων τὸ δίκαιον, ἀλλὰ διωρθωσάμην σου τὴν ἀκακίαν.
τὴν μέντοι κρί^σιν οὐ πα^ραιτοῦμαι·
τὴν μέντοι κρίσιν οὐ παραιτοῦμαι·
κρῖνόν με δι^καίως, καὶ ἀ^παίτει λόγον τῶν γι_νομένων.
κρῖνόν με δικαίως, καὶ ἀπαίτει λόγον τῶν γινομένων.
ἐκρί^θης, ἵ^να_ στεφθῇς, ἐκρίθης, ἵ^να_ ἀ^γασθῇς ἐν πά^σῃ τῇ ὑπ' οὐρα^νόν.
ἐκρίθης, ἵνα στεφθῇς, ἐκρίθης, ἵνα ἀγασθῇς ἐν πάσῃ τῇ ὑπ' οὐρανόν.
πρὸ τοῦ πά^θους μί^α^ σε γωνί^α_ ἐγνώριζε, μετὰ^ τὸ πά^θος πᾶσα γνωρί^σει ἡ ὑπ' οὐρα^νόν.
πρὸ τοῦ πάθους μία σε γωνία ἐγνώριζε, μετὰ τὸ πάθος πᾶσα γνωρίσει ἡ ὑπ' οὐρανόν.
ἡ κοπρία σου παντὸς βα^σι^λι^κοῦ δι^αδήμα^τος λαμπροτέρα γί_νεται.
ἡ κοπρία σου παντὸς βασιλικοῦ διαδήματος λαμπροτέρα γίνεται.
οἱ τὸ δι^άδημα^ φέροντες ἐπι^θυ_μοῦσι^ν ἰ^δεῖν σου καὶ τὸν ἀ^γῶνα^ καὶ τὸν πόνον τῶν ἀθλημά^των.
οἱ τὸ διάδημα φέροντες ἐπιθυμοῦσιν ἰδεῖν σου καὶ τὸν ἀγῶνα καὶ τὸν πόνον τῶν ἀθλημάτων.
παράδεισόν σου ἐποίησα^ τὴν κοπρίαν, ἐγεώργησα^ πρὸς εὐσέβεια^ν, φυ^τὸν ἐπουρά^νι^ον ἀνέδειξα^.
παράδεισόν σου ἐποίησα τὴν κοπρίαν, ἐγεώργησα πρὸς εὐσέβειαν, φυτὸν ἐπουράνιον ἀνέδειξα.
ἔλαβες τὰ^ ἐπουρά^νι^α^, δέχου καὶ τὰ^ ἐπί^γεια^, λά^μβα^νε τὰ^ πάντα εἰς τὸ δι^πλά^σι^ον.
ἔλαβες τὰ ἐπουράνια, δέχου καὶ τὰ ἐπίγεια, λάμβανε τὰ πάντα εἰς τὸ διπλάσιον.
ἐνταῦθα μάθε, πᾶς χριστιανός, τὴν σὴν ἐλπί^δα^, τὴν ὑπεροχὴν τῆς σῆς ἐπαγγελία_ς.
ἐνταῦθα μάθε, πᾶς χριστιανός, τὴν σὴν ἐλπίδα, τὴν ὑπεροχὴν τῆς σῆς ἐπαγγελίας.
τῷ ἰὼβ μὲν γὰ^ρ διπλασίονα^ ἐπαγγέλλεται καὶ δι^πλά^σι^α^ δί^δωσι^ν, ὃς ἀ^φῆκε πα^τέρα^ ἢ μητέρα^ ἢ ἀδελφὰ_ς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα^ λήψεται καὶ ζωὴν αἰώνι^ον κληρονομήσει.
τῷ ἰὼβ μὲν γὰρ διπλασίονα ἐπαγγέλλεται καὶ διπλάσια δίδωσιν, ὃς ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
ἀλλ' ἐκεῖνο πρόσεχε ἀ^κρι_βῶς, ὅπως τὸν μὲν φί^λον ἰ^δί^ᾳ δι^ορθοῦται, τοὺς δὲ φί^λους τοῦ ἰὼβ ἐλέγχει πα^ρρησί^ᾳ.
ἀλλ' ἐκεῖνο πρόσεχε ἀκριβῶς, ὅπως τὸν μὲν φίλον ἰδίᾳ διορθοῦται, τοὺς δὲ φίλους τοῦ ἰὼβ ἐλέγχει παρρησίᾳ.
ἵνα τί οὐκ ἐλα^λήσα^τε ὀρθὰ^ κα^τὰ^ τοῦ θεράποντός μου ἰώβ;
ἵνα τί οὐκ ἐλαλήσατε ὀρθὰ κατὰ τοῦ θεράποντός μου ἰώβ;
ἀλλ', ὦ δικαιοκρί^τα^, ὑ^πὲρ σοῦ τὸν λόγον ἐθέμεθα^, τὴν σὴν δι^καιοσύ^νην ἐκηρύ^ξα^μεν, κατεψηφισάμεθα^ ἀνθρώπου, τὴν δὲ σὴν δι^καιοσύ^νην ἀθώα_ν ἐδείξα^μεν.
ἀλλ', ὦ δικαιοκρίτα, ὑπὲρ σοῦ τὸν λόγον ἐθέμεθα, τὴν σὴν δικαιοσύνην ἐκηρύξαμεν, κατεψηφισάμεθα ἀνθρώπου, τὴν δὲ σὴν δικαιοσύνην ἀθώαν ἐδείξαμεν.
ἐνταῦθα οὖν πρόσεχε τῇ δι^καιοκρι^σίᾳ τοῦ θεοῦ.
ἐνταῦθα οὖν πρόσεχε τῇ δικαιοκρισίᾳ τοῦ θεοῦ.
εἰ γὰ^ρ τὸν ὑ^πὲρ αὐτοῦ λέγοντα^ κα^τὰ^ τοῦ δι^καίου οὐ δέχεται, τοὺς κα^τὰ^ τοῦ δι^καίου λέγοντα^ς πα^ρὰ^ τὸ δί^καιον δέξεται;
εἰ γὰρ τὸν ὑπὲρ αὐτοῦ λέγοντα κατὰ τοῦ δικαίου οὐ δέχεται, τοὺς κατὰ τοῦ δικαίου λέγοντας παρὰ τὸ δίκαιον δέξεται;
καὶ νῦν, εἰ μὴ διὰ τὸν δοῦλόν μου ἰώβ, ἀ^πώλεσα^ ἂ^ν ὑ_μᾶς.
καὶ νῦν, εἰ μὴ διὰ τὸν δοῦλόν μου ἰώβ, ἀπώλεσα ἂν ὑμᾶς.
ὁμοῦ οὖν καὶ ἐλέγχει καὶ διασώζει·
ὁμοῦ οὖν καὶ ἐλέγχει καὶ διασώζει·
σώζει μὲν διὰ τὸ μηδὲν πονηρὸν κα^τὰ^ τοῦ θεοῦ λέγειν, ἐλέγχει δὲ τὸν δί^καιον τὴν ἀκεραιότητα^ ἐπανορθούμενος·
σώζει μὲν διὰ τὸ μηδὲν πονηρὸν κατὰ τοῦ θεοῦ λέγειν, ἐλέγχει δὲ τὸν δίκαιον τὴν ἀκεραιότητα ἐπανορθούμενος·
καὶ τι_μᾷ μὲν τοὺς φί^λους δι' ἐκεῖνον, τι_μᾷ δὲ τὸν δί^καιον διὰ τὴν ἄθλησι^ν καὶ δί^δωσι^ν αὐτῷ δι^πλά^σι^ον καὶ ἀ^πὸ σκότους αὐτοῦ τὸ φῶς ἔλαμψε καὶ τότε καὶ νῦν.
καὶ τιμᾷ μὲν τοὺς φίλους δι' ἐκεῖνον, τιμᾷ δὲ τὸν δίκαιον διὰ τὴν ἄθλησιν καὶ δίδωσιν αὐτῷ διπλάσιον καὶ ἀπὸ σκότους αὐτοῦ τὸ φῶς ἔλαμψε καὶ τότε καὶ νῦν.
ἓν δ' ἔτι εἰρηκότες δείξωμεν τὴν ὑπεροχήν.
ἓν δ' ἔτι εἰρηκότες δείξωμεν τὴν ὑπεροχήν.
ἔλαβε τὰ^ πρόβα^τα^ εἰς τὸ δι^πλά^σι^ον, βόας, κα^μήλους, ὄνους εἰς τὸ δι^πλά^σι^ον, τὰ^ δὲ τέκνα^ ἀ^πολέσα_ς δέ^κα^, εἴκοσι^ν οὐκ ἔλαβεν.
ἔλαβε τὰ πρόβατα εἰς τὸ διπλάσιον, βόας, καμήλους, ὄνους εἰς τὸ διπλάσιον, τὰ δὲ τέκνα ἀπολέσας δέκα, εἴκοσιν οὐκ ἔλαβεν.
ἐνταῦθα ζητητέον, πῶς τὰ^ κτήνη μὲν εἰς τὸ δι^πλά^σι^ον, τὰ^ δὲ τέκνα^ εἰς τὸ ἁπλοῦν.
ἐνταῦθα ζητητέον, πῶς τὰ κτήνη μὲν εἰς τὸ διπλάσιον, τὰ δὲ τέκνα εἰς τὸ ἁπλοῦν.
ἐπειδὴ τὰ^ κτήνη μὲν καὶ τὰ^ κτήμα^τα^ ἀ^πολλύμενα^ τέλειον ἀ^πώλοντο, ἄνθρωπος δὲ ἀποθα^νὼν εἰς ζωὴν διαφυλάττεται καὶ εἰς ἀνάστασι^ν ἐγείρεται.
ἐπειδὴ τὰ κτήνη μὲν καὶ τὰ κτήματα ἀπολλύμενα τέλειον ἀπώλοντο, ἄνθρωπος δὲ ἀποθανὼν εἰς ζωὴν διαφυλάττεται καὶ εἰς ἀνάστασιν ἐγείρεται.
οὐ δί^δωσι^ν αὐτῷ εἰς τὸ δι^πλά^σι^ον τὰ^ τέκνα^, ἵνα μὴ ἐκκόψῃ τὴν ἐλπί^δα^ τῶν ἀ^πελθόντων, ἀλλὰ ἵνα δείξῃ αὐτῷ, ὅτι κ ἀκεῖνοι, εἰ καὶ προηρπάγησα^ν, ἀλλὰ ζῶσι^.
οὐ δίδωσιν αὐτῷ εἰς τὸ διπλάσιον τὰ τέκνα, ἵνα μὴ ἐκκόψῃ τὴν ἐλπίδα τῶν ἀπελθόντων, ἀλλὰ ἵνα δείξῃ αὐτῷ, ὅτι κ ἀκεῖνοι, εἰ καὶ προηρπάγησαν, ἀλλὰ ζῶσι.
κ ἀκεῖνοι μὲν πάντες χορηγοῦνται αὐτῷ·
κ ἀκεῖνοι μὲν πάντες χορηγοῦνται αὐτῷ·
οὐ δί^δωσι^ δὲ αὐτῷ πλὴν δέ^κα^, ἵνα εὑρεθῇ ἰὼβ οὐκ ἀ^πὸ ζωῆς εἰς θά^να^τον, ἀλλ' ἀπ' οἴκου εἰς οἶκον μετα^βαίνων.
οὐ δίδωσι δὲ αὐτῷ πλὴν δέκα, ἵνα εὑρεθῇ ἰὼβ οὐκ ἀπὸ ζωῆς εἰς θάνατον, ἀλλ' ἀπ' οἴκου εἰς οἶκον μεταβαίνων.
δέ^κα^ γὰ^ρ αὐτὸν τελέσαντα^ τὸν βί^ον μέχρι^ τά^φου προέπεμψα^ν, δέκα πάλιν αὐτὸν ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ ἀπὸ τοῦ τά^φου εἰς βα^σι^λεία_ν παραδέξονται καὶ τῶν ἀ^πορρήτων ἐκείνων καὶ αἰωνί^ων ἀ^γα^θῶν ἀπολαύσουσι^ν ὁμοθυ_μα^δόν·
δέκα γὰρ αὐτὸν τελέσαντα τὸν βίον μέχρι τάφου προέπεμψαν, δέκα πάλιν αὐτὸν ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ ἀπὸ τοῦ τάφου εἰς βασιλείαν παραδέξονται καὶ τῶν ἀπορρήτων ἐκείνων καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν ὁμοθυμαδόν·
ὧν γένοιτο πά^ντα^ς ἡμᾶς καταξιωθῆναι, χάριτι^ καὶ φι^λανθρωπί^ᾳ τοῦ κυ_ρί^ου ἡμῶν ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνα^ς.
ὧν γένοιτο πάντας ἡμᾶς καταξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.
ἀμήν.
ἀμήν.
δεῦρο καὶ σήμερον, ὦ μακάριε παῦλε, τῶν στοϊ^κῶν καταλιπὼν τοὺς περιέργους λόγους, τῇ σοφί^ᾳ τοῦ πνεύματος, ὡς πνευματι^κὸς καὶ πνευμα^τι^κοῖς πνευματικὰ^ συγκρίνων, σφράγισον καὶ ἐν ἡμῖν τὸν τοῦ σταυροῦ λόγον, ὃν καὶ κορινθίοις πιστῶς ἐπεσφράγισα^ς λέγων ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀ^πολλυμένοις μωρία ἐστί^ν, τοῖς ...
δεῦρο καὶ σήμερον, ὦ μακάριε παῦλε, τῶν στοϊκῶν καταλιπὼν τοὺς περιέργους λόγους, τῇ σοφίᾳ τοῦ πνεύματος, ὡς πνευματικὸς καὶ πνευματικοῖς πνευματικὰ συγκρίνων, σφράγισον καὶ ἐν ἡμῖν τὸν τοῦ σταυροῦ λόγον, ὃν καὶ κορινθίοις πιστῶς ἐπεσφράγισας λέγων ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σωζομέ...
σταυροῦ θεία_ χά^ρι^ς δι^ὰ^ παύλου κηρυχθεῖσα^ τὴν οἰκουμένην ἐφωταγώγησεν.
σταυροῦ θεία χάρις διὰ παύλου κηρυχθεῖσα τὴν οἰκουμένην ἐφωταγώγησεν.
μὴ ἐψεύσα^το ὁ κύ_ρι^ος, ἀ^δελφοί, περὶ^ αὐτοῦ λέγων πρὸς ἀνανίαν ὅτι^ σκεῦος ἐκλογῆς μοί ἐστι^ν οὗτος τοῦ βα^στά^σαι τὸ ὄνομά^ μου ἐνα^ντί^ον τῶν ἐθνῶν;.
μὴ ἐψεύσατο ὁ κύριος, ἀδελφοί, περὶ αὐτοῦ λέγων πρὸς ἀνανίαν ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐναντίον τῶν ἐθνῶν;.
οὗτος ὁ παῦλος τῇ τοῦ σταυροῦ τοῦ χριστοῦ χάριτι^ καὶ τῶν ῥητόρων τοὺς ψόφους ἠφά^νι^σεν καὶ τῶν ποιητῶν τοὺς μύ_θους ἤλεγξεν, καί που λέγων ποῦ σοφός, ποῦ γραμμα^τεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;.
οὗτος ὁ παῦλος τῇ τοῦ σταυροῦ τοῦ χριστοῦ χάριτι καὶ τῶν ῥητόρων τοὺς ψόφους ἠφάνισεν καὶ τῶν ποιητῶν τοὺς μύθους ἤλεγξεν, καί που λέγων ποῦ σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;.
οὗτος καὶ τῶν φι^λοσόφων τὸν τῦφον κα^θεῖλεν καὶ τῶν να_ῶν τὰ^ τεμένη λέγων εἴ τι^ς δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι^ τούτῳ, μωρὸς γενέσθω ἵ^να_ γένηται σοφός.
οὗτος καὶ τῶν φιλοσόφων τὸν τῦφον καθεῖλεν καὶ τῶν ναῶν τὰ τεμένη λέγων εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω ἵνα γένηται σοφός.
τὸ γὰ^ρ μωρόν, φησί^, τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ^ν καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί^ν.
τὸ γὰρ μωρόν, φησί, τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶν καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν.
οὗτος ἔδειξε πᾶσι^ καὶ τῶν εἰδώλων τὸν ἀφα^νισμὸν καὶ τῶν μαντειῶν τὴν κα^τάλυσι^ν, τῶν δαιμόνων τὴν φυγὴν καὶ τοῦ δι^α^βόλου τὸν θρῆνον, τοῦ θα^νά^του τὸν θά^να^τον καὶ τῶν τά^φων τὴν γύμνωσι^ν, τῶν νεκρῶν τὴν ἀνάστασι^ν καὶ τῶν μα^ρτύ^ρων τὴν ἔνστασι^ν, τῶν ἀθλητῶν τοὺς ἀ^γῶνα^ς καὶ τῶν δρομέων τό τά^χος, τῶν στρα^τι...
οὗτος ἔδειξε πᾶσι καὶ τῶν εἰδώλων τὸν ἀφανισμὸν καὶ τῶν μαντειῶν τὴν κατάλυσιν, τῶν δαιμόνων τὴν φυγὴν καὶ τοῦ διαβόλου τὸν θρῆνον, τοῦ θανάτου τὸν θάνατον καὶ τῶν τάφων τὴν γύμνωσιν, τῶν νεκρῶν τὴν ἀνάστασιν καὶ τῶν μαρτύρων τὴν ἔνστασιν, τῶν ἀθλητῶν τοὺς ἀγῶνας καὶ τῶν δρομέων τό τάχος, τῶν στρατιωτῶν τὰς ἀριστείας κ...
ἐν πᾶσι^ δὲ͵ τούτοις κα^λῶς, ἀ^δελφοί, τὴν τοῦ σταυροῦ δύ^να^μι^ν ἀ^νύμνησεν εἰπών·
ἐν πᾶσι δὲ͵ τούτοις καλῶς, ἀδελφοί, τὴν τοῦ σταυροῦ δύναμιν ἀνύμνησεν εἰπών·
ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ χριστοῦ.
ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ χριστοῦ.
ἐπειδὴ τοίνυ^ν σὺ^ μέν, ὦ μακάριε παῦλε, κα^λῶς ἀγωνι^σά^μενος τὸν κα^λὸν ἀ^γῶνα^ καὶ τοῦ στεφά^νου τετύ^χηκα^ς, ἔτι^ δὲ παῖδες ἑλλήνων καὶ ἰουδαίων τῷ τοῦ σταυροῦ λόγῳ παρακάθηνται γελῶντες μὴ νοοῦντες τὸ μέγεθος τοῦ κηρύγμα^τος, ἀλλὰ^ τὸ ἐπονείδιστον μόνον τοῦ σταυροῦ, καὶ τοῦτο ἐφ' ὕ^βρεσι^ προφέροντες λέγουσι^ν τὴν...
ἐπειδὴ τοίνυν σὺ μέν, ὦ μακάριε παῦλε, καλῶς ἀγωνισάμενος τὸν καλὸν ἀγῶνα καὶ τοῦ στεφάνου τετύχηκας, ἔτι δὲ παῖδες ἑλλήνων καὶ ἰουδαίων τῷ τοῦ σταυροῦ λόγῳ παρακάθηνται γελῶντες μὴ νοοῦντες τὸ μέγεθος τοῦ κηρύγματος, ἀλλὰ τὸ ἐπονείδιστον μόνον τοῦ σταυροῦ, καὶ τοῦτο ἐφ' ὕβρεσι προφέροντες λέγουσιν τὴν γλῶσσαν ἡμῶν μεγ...
δοθήσεται γὰ^ρ ὑ_μῖν λόγος, ἵ^να_ λόγῳ τὸν λόγον τῆς ἀ^ληθεία_ς κρατύναντες, τὴν ἄ^λογον καὶ ἀναίσχυντὸν ἑλλήνων καὶ ἰουδαίων ἐλέγξωμεν βουλήν·
δοθήσεται γὰρ ὑμῖν λόγος, ἵνα λόγῳ τὸν λόγον τῆς ἀληθείας κρατύναντες, τὴν ἄλογον καὶ ἀναίσχυντὸν ἑλλήνων καὶ ἰουδαίων ἐλέγξωμεν βουλήν·
βουλὴν ἐκείνην, ἣν καὶ ὁ θεός ἐγὼ ἀποστρέψω φρονί^μους εἰς τὰ^ ὀπί^σω καὶ τὴν βουλὴν αὐτῶν μωρανῶ.
βουλὴν ἐκείνην, ἣν καὶ ὁ θεός ἐγὼ ἀποστρέψω φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρανῶ.
ἡκέτω σταυρὸς σήμερον εἰς μέσον, ὁ νι_κήσα_ς αἴγυπτον·
ἡκέτω σταυρὸς σήμερον εἰς μέσον, ὁ νικήσας αἴγυπτον·
αἴγυπτον τήν εἰδωλομανίαν, αἴγυπτον τὴν ἀ^κά^θα^ρτον καὶ θεομά^χον.
αἴγυπτον τήν εἰδωλομανίαν, αἴγυπτον τὴν ἀκάθαρτον καὶ θεομάχον.
τοσαῦται θεήλαται πληγαὶ ἐπὶ^ μωϋσέως, ἀ^γα^πητοί, κατ' αὐτῆς γεγόνα_σι^ καὶ οὐ μετενόησεν ἡ ἀ^ναιδὴς καὶ βλάσφημος, ἀλλ' ἐβόα_ λέγουσα^ οὐκ οἶδα^ τὸν κύριον.
τοσαῦται θεήλαται πληγαὶ ἐπὶ μωϋσέως, ἀγαπητοί, κατ' αὐτῆς γεγόνασι καὶ οὐ μετενόησεν ἡ ἀναιδὴς καὶ βλάσφημος, ἀλλ' ἐβόα λέγουσα οὐκ οἶδα τὸν κύριον.
εἶδες πρόσωπον ἀ^ναιδὲς καὶ ἀ^ναίσχυντον;
εἶδες πρόσωπον ἀναιδὲς καὶ ἀναίσχυντον;
λεγέτω ὁ προφήτης ἱερεμίας περὶ^ τῆς ὁμοιοτρόπου αὐτῆς συ^ναγωγῆς, μᾶλλον δὲ πρὸς πά^ντα^ς τοὺς τὴν σκοτεινὴν ἀσέβεια^ν κεκτημένους·
λεγέτω ὁ προφήτης ἱερεμίας περὶ τῆς ὁμοιοτρόπου αὐτῆς συναγωγῆς, μᾶλλον δὲ πρὸς πάντας τοὺς τὴν σκοτεινὴν ἀσέβειαν κεκτημένους·
ὄψι^ς πόρνης ἐγένετό σοι, ἀπηναισχύντησα^ν πρὸς πά^ντα^ς.
ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησαν πρὸς πάντας.
εἶδες τὸν πα^ρά^νομον λα_ὸν καὶ βέβηλον καὶ αἰγύπτιον πρὸς τὰ^ μεγά^λα_ θαύμα^τα^ τοῦ θεοῦ ἀ^παναισχυντοῦντα^ καὶ λέγοντα^ οὐκ οἶδα^ τὸν κύριον;
εἶδες τὸν παράνομον λαὸν καὶ βέβηλον καὶ αἰγύπτιον πρὸς τὰ μεγάλα θαύματα τοῦ θεοῦ ἀπαναισχυντοῦντα καὶ λέγοντα οὐκ οἶδα τὸν κύριον;
ἀλλὰ^ τότε μὲν ἀπειθεῖς αἰγύπτιοι καὶ οὕτως ἀνήκοοι.
ἀλλὰ τότε μὲν ἀπειθεῖς αἰγύπτιοι καὶ οὕτως ἀνήκοοι.
σήμερον δὲ ἀ^γα^πητοί, μετὰ^ τὴν τοῦ σωτῆρος πα^ρουσίαν, μετὰ^ τὸν σταυρὸν καὶ τὸν θά^να^τον, ὃν ὑ^πὲρ ἡμῶν κατεδέξατο, μετὰ^ τὴν ἐκ νεκρῶν ἀνάστασι^ν καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον, τοσαῦται τι_μωρί^αι κατ' αἰγυπτίων γεγόνα_σι^ καὶ γί_νονται καὶ οὐκ ἀρνοῦνται τὸν σταυρόν, μᾶλλον δὲ οὐκ ἀρνοῦνται τὸν ἐσταυρωμένον χρ...
σήμερον δὲ ἀγαπητοί, μετὰ τὴν τοῦ σωτῆρος παρουσίαν, μετὰ τὸν σταυρὸν καὶ τὸν θάνατον, ὃν ὑπὲρ ἡμῶν κατεδέξατο, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον, τοσαῦται τιμωρίαι κατ' αἰγυπτίων γεγόνασι καὶ γίνονται καὶ οὐκ ἀρνοῦνται τὸν σταυρόν, μᾶλλον δὲ οὐκ ἀρνοῦνται τὸν ἐσταυρωμένον χριστόν, ἀλλὰ μετ...
προσκυ^νοῦσι^ν ὃν ἠρνοῦντο πρότερον, ὑμνοῦσι^ τὸν κύριον, τὸν ἐξα^γα^γόντα^ ἰσραηλιτι^κὸν λα_ὸν ἐκ γῆς αὐτῶν, ἐν χειρὶ^ κρα^ταιᾷ καὶ ἐν βρα^χίονι^ ὑψηλῷ.
προσκυνοῦσιν ὃν ἠρνοῦντο πρότερον, ὑμνοῦσι τὸν κύριον, τὸν ἐξαγαγόντα ἰσραηλιτικὸν λαὸν ἐκ γῆς αὐτῶν, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ.
ὑμνοῦσι τὸν δέ^κα^ πληγαῖς πατάξαντα^ τὴν αἴγυπτον.
ὑμνοῦσι τὸν δέκα πληγαῖς πατάξαντα τὴν αἴγυπτον.
ὦ καινοῦ καὶ πα^ρα^δόξου θαύμα^τος.
ὦ καινοῦ καὶ παραδόξου θαύματος.
ἐπὶ^ μωϋσέως αἰγύπτιοι μαστιζόμενοι, μᾶλλον δέ, εἰ χρὴ τ ἀ^ληθὲς εἰπεῖν, θανατούμενοι, οὐκ ἐπίστευον τῷ θεῷ, ἀλλ' ἀ^ναισχύντῳ στόμα^τι^ ἔκραζον οὐκ οἶδα^ τὸν κύριον.
ἐπὶ μωϋσέως αἰγύπτιοι μαστιζόμενοι, μᾶλλον δέ, εἰ χρὴ τ ἀληθὲς εἰπεῖν, θανατούμενοι, οὐκ ἐπίστευον τῷ θεῷ, ἀλλ' ἀναισχύντῳ στόματι ἔκραζον οὐκ οἶδα τὸν κύριον.
καὶ σήμερον μετὰ^ τὸν σταυρὸν τοῦ μονογενοῦς ἐξομολογοῦνται ἐφ' οἷς πρότερον ἐπλημμέλησα^ν, ἐξομολογοῦνται κα^θὼς δαυὶδ μα^ρτυ^ρεῖ τῷ ποιήσα^ντι^ μεγά^λα_ ἐν αἰγύπτῳ θαυμάσια^ ἐν γῇ χάμ, φοβερὰ^ ἐπὶ^ θα^λάσσης ἐρυθρᾶς, καὶ ψά^λλουσι^·
καὶ σήμερον μετὰ τὸν σταυρὸν τοῦ μονογενοῦς ἐξομολογοῦνται ἐφ' οἷς πρότερον ἐπλημμέλησαν, ἐξομολογοῦνται καθὼς δαυὶδ μαρτυρεῖ τῷ ποιήσαντι μεγάλα ἐν αἰγύπτῳ θαυμάσια ἐν γῇ χάμ, φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς, καὶ ψάλλουσι·
τὴν ᾠδὴν ἐκείνην, ἣν μωϋσῆς κατ' αὐτῶν ἐν τῇ ἐρήμῳ τὸν λα_ὸν ἐδί^δα^ξε καὶ λέγουσι^ν οὗτός μου θεὸς καὶ δοξάσω αὐτόν.
τὴν ᾠδὴν ἐκείνην, ἣν μωϋσῆς κατ' αὐτῶν ἐν τῇ ἐρήμῳ τὸν λαὸν ἐδίδαξε καὶ λέγουσιν οὗτός μου θεὸς καὶ δοξάσω αὐτόν.