macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
εἶδες τοῦ σταυροῦ τὴν χά^ρι^ν; | εἶδες τοῦ σταυροῦ τὴν χάριν; |
εἶδες τὴν δύ^να^μι^ν τοῦ σταυρωθέντος; | εἶδες τὴν δύναμιν τοῦ σταυρωθέντος; |
εἶδες πῶς μετὰ^ τὸν σταυρόν δοξά^ζουσι^ν αἰγύπτιοι τὸν θεόν, ὃν τὸ πρὶ^ν ἀ^πηρνήσα^ντο καὶ λέγουσι^ν οὗτός μου θεὸς καὶ δοξάσω αὐτόν. | εἶδες πῶς μετὰ τὸν σταυρόν δοξάζουσιν αἰγύπτιοι τὸν θεόν, ὃν τὸ πρὶν ἀπηρνήσαντο καὶ λέγουσιν οὗτός μου θεὸς καὶ δοξάσω αὐτόν. |
ὢ τῆς ἀνεκδιηγήτου χά^ρι^τος τοῦ μονογενοῦς. | ὢ τῆς ἀνεκδιηγήτου χάριτος τοῦ μονογενοῦς. |
ὢ τῆς ἀφά^του φιλανθρωπία_ς τοῦ θεοῦ λόγου. | ὢ τῆς ἀφάτου φιλανθρωπίας τοῦ θεοῦ λόγου. |
ὅτι^ ἄνθρωπος ἠνέσχετο γενέσθαι δι' ἡμᾶς ὁ πρὸ αἰώνων θεός· | ὅτι ἄνθρωπος ἠνέσχετο γενέσθαι δι' ἡμᾶς ὁ πρὸ αἰώνων θεός· |
ἄνθρωπος ἠνέσχετο γενέσθαι, ἵ^να_ ἀνθρώπους τοὺς ἀνθρώπους ἐργά^σηται, ἵ^να_ ἀνθρώπους ποιήσῃ τοὺς αἰγυπτίους, μᾶλλον δὲ πά^ντα^ς ἀνθρώπους τοὺς ἀλόγους καὶ νομάδων βί^ον ζῶντα^ς τὸ πρότερον. | ἄνθρωπος ἠνέσχετο γενέσθαι, ἵνα ἀνθρώπους τοὺς ἀνθρώπους ἐργάσηται, ἵνα ἀνθρώπους ποιήσῃ τοὺς αἰγυπτίους, μᾶλλον δὲ πάντας ἀνθρώπους τοὺς ἀλόγους καὶ νομάδων βίον ζῶντας τὸ πρότερον. |
ἐν τι_μῇ γὰ^ρ πλασθέντες, ἐν ἀ^τι_μί^ᾳ δι^ῆγον, κα^θὼς ἄνθρωπος ἐν τι_μῇ ὦν, οὐ συ^νῆκεν. | ἐν τιμῇ γὰρ πλασθέντες, ἐν ἀτιμίᾳ διῆγον, καθὼς ἄνθρωπος ἐν τιμῇ ὦν, οὐ συνῆκεν. |
ἐπεὶ οὖν ἐν ἀ^τι_μί^ᾳ δι^ῆγον, κατεδέξατο ὑ^πὸ ἀνθρώπων τυφθῆναι ὁ κύριος ἐν τῷ σταυρῷ, ἵ^να_ μηκέτι^ τύπτῃ ἡμᾶς ὁ δι^ά^βολος· | ἐπεὶ οὖν ἐν ἀτιμίᾳ διῆγον, κατεδέξατο ὑπὸ ἀνθρώπων τυφθῆναι ὁ κύριος ἐν τῷ σταυρῷ, ἵνα μηκέτι τύπτῃ ἡμᾶς ὁ διάβολος· |
κατεδέξατο τυφθῆναι, ἵ^να_ τοὺς μώλωπα^ς ἡμῶν θερα^πεύσῃ. | κατεδέξατο τυφθῆναι, ἵνα τοὺς μώλωπας ἡμῶν θεραπεύσῃ. |
καὶ τοῦτο οὐκ ἐγὼ λέγω, ἀλλ' τῷ μώλωπι^ αὐτοῦ ἡμεῖς ἰά_θημεν. | καὶ τοῦτο οὐκ ἐγὼ λέγω, ἀλλ' τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. |
ἐνεπτύσθη ὁ χριστός. | ἐνεπτύσθη ὁ χριστός. |
οὗτος πτύ^σα_ς, τὸν ἐκ γενετῆς τυφλὸν ἐθερά^πευσεν, ἐνεπτύσθη τὸ πρόσωπον τὸ τοῦ ἡλί^ου λαμπρότερον. | οὗτος πτύσας, τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσεν, ἐνεπτύσθη τὸ πρόσωπον τὸ τοῦ ἡλίου λαμπρότερον. |
οὗτος μὲν γὰ^ρ ὁ ἥλι^ός ἐστι^ν αἰσθητός, χριστὸς δὲ ἥλι^ος δι^καιοσύ^νης ὑ^πὸ τῶν προφητῶν κα^ταγγέλλεται. | οὗτος μὲν γὰρ ὁ ἥλιός ἐστιν αἰσθητός, χριστὸς δὲ ἥλιος δικαιοσύνης ὑπὸ τῶν προφητῶν καταγγέλλεται. |
οὐκ ἐγὼ λέγω. | οὐκ ἐγὼ λέγω. |
ἀνα^τελεῖ, φησί^ν, ὑ_μῖν τοῖς φοβουμένοις τὸν κύριον ἥλι^ος δι^καιοσύ^νης καὶ ἴα_σι^ν ἐν ταῖς πτέρυ^ξι^ν αὐτοῦ. | ἀνατελεῖ, φησίν, ὑμῖν τοῖς φοβουμένοις τὸν κύριον ἥλιος δικαιοσύνης καὶ ἴασιν ἐν ταῖς πτέρυξιν αὐτοῦ. |
ἐνεπτύσθη εἰς τὸ πρόσωπον ὁ χριστός, ἵ^να_ ἀληθεύσῃ τὸ πρόσωπον αὐτοῦ οὐχ ἐπέστρεψεν ἀ^πὸ αἰσχύνης ἐμπτυσμά^των. | ἐνεπτύσθη εἰς τὸ πρόσωπον ὁ χριστός, ἵνα ἀληθεύσῃ τὸ πρόσωπον αὐτοῦ οὐχ ἐπέστρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. |
ἀπέθανεν ὑ^πὲρ ἡμῶν ὡς ἄνθρωπος ὁ φι^λάνθρωπος, ἵ^να_ τὸν θά^να^τον τῶν ἀνθρώπων ἀποκτείνῃ, ἵ^να_ καυχώμενοι πάντες μετὰ^ τοῦ παύλου, λέγωμεν : | ἀπέθανεν ὑπὲρ ἡμῶν ὡς ἄνθρωπος ὁ φιλάνθρωπος, ἵνα τὸν θάνατον τῶν ἀνθρώπων ἀποκτείνῃ, ἵνα καυχώμενοι πάντες μετὰ τοῦ παύλου, λέγωμεν : |
ποῦ σου θάνατε τὸ κέντρον, ποῦ σου ἅδη τὸ νῖκος; | ποῦ σου θάνατε τὸ κέντρον, ποῦ σου ἅδη τὸ νῖκος; |
οὐχ αἰδοῦμαι τὸν σταυρόν, ἀ^γα^πητοὶ ἀ^δελφοί, νεκρὸς γὰ^ρ ὧν δι^ὰ^ τὴν ἁ^μαρτί^α_ν, δι' αὐτοῦ ἀνέζησα^. | οὐχ αἰδοῦμαι τὸν σταυρόν, ἀγαπητοὶ ἀδελφοί, νεκρὸς γὰρ ὧν διὰ τὴν ἁμαρτίαν, δι' αὐτοῦ ἀνέζησα. |
οὐκ ἐρυθριῶ τὸ πά^θος τοῦ κυρίου, δι' αὐτοῦ γὰ^ρ ἀ^νέστην ἐξ ᾅδου κατωτά^του καὶ γὰ^ρ αὐτῷ τῷ κυρίῳ εὐχόμενοι, ψάλλω μετὰ^ τοῦ προφήτου λέγων κύριε, ἀ^νήγα^γες ἐξ ᾅδου τὴν ψυ_χήν μου. | οὐκ ἐρυθριῶ τὸ πάθος τοῦ κυρίου, δι' αὐτοῦ γὰρ ἀνέστην ἐξ ᾅδου κατωτάτου καὶ γὰρ αὐτῷ τῷ κυρίῳ εὐχόμενοι, ψάλλω μετὰ τοῦ προφήτου λέγων κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. |
δι^ὰ^ σταυροῦ οὐρα^νοπολίτης γέγονα^ καὶ ἀ^πὸ τῶν καταχθονί^ων εἰς οὐρανοὺς ἀνέπτην. | διὰ σταυροῦ οὐρανοπολίτης γέγονα καὶ ἀπὸ τῶν καταχθονίων εἰς οὐρανοὺς ἀνέπτην. |
καὶ τοῦτο ὅτι^ τὸ πολίτευμα^ ἡμῶν ὑ^πά^ρχει ἐν οὐρα^νοῖς. | καὶ τοῦτο ὅτι τὸ πολίτευμα ἡμῶν ὑπάρχει ἐν οὐρανοῖς. |
ἡ ζωὴ πά_σης σαρκὸς θα^νά^τῳ πα^ρεδόθη, ἵ^να_ τοῦ θα^νά^του, ὃν προεξένησεν ἀδάμ, πά^ντα^ς ἀ^πα^λλά^ξῃ. | ἡ ζωὴ πάσης σαρκὸς θανάτῳ παρεδόθη, ἵνα τοῦ θανάτου, ὃν προεξένησεν ἀδάμ, πάντας ἀπαλλάξῃ. |
ὁ δι^δοὺς τροφὴν πά^σῃ σαρκί^ ἐπείνα_σεν ἰησοῦς, ἵ^να_ τὴν ἁ^μαρτί^α_ν τὴν δι^ὰ^ βρώσεως τοῦ ἀδὰμ θερα^πεύσῃ. | ὁ διδοὺς τροφὴν πάσῃ σαρκί ἐπείνασεν ἰησοῦς, ἵνα τὴν ἁμαρτίαν τὴν διὰ βρώσεως τοῦ ἀδὰμ θεραπεύσῃ. |
καὶ ὁποία_ν βρῶσι^ν ἐδέξα^το χριστὸς ἀντ' ἐκείνης πα^ρὰ^ ἰουδαίων, ἤκουσα^ς αὐτοῦ καὶ ἔδωκα^ν εἰς τὸ βρῶμά^ μου χολήν. | καὶ ὁποίαν βρῶσιν ἐδέξατο χριστὸς ἀντ' ἐκείνης παρὰ ἰουδαίων, ἤκουσας αὐτοῦ καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. |
ἐδίψησε πά^λι^ν ὁ ἐκ τῆς πέτρα_ς ἐξα^γα^γὼν ὡς ποτα^μοὺς ὕ^δα^τα^. | ἐδίψησε πάλιν ὁ ἐκ τῆς πέτρας ἐξαγαγὼν ὡς ποταμοὺς ὕδατα. |
ἐδίψησεν ὁ ποτίσας τὸν ἀχάριστον λα_ὸν ἐν τῇ ἐρήμῳ. | ἐδίψησεν ὁ ποτίσας τὸν ἀχάριστον λαὸν ἐν τῇ ἐρήμῳ. |
ἐδίψησεν ὁ ἐκ τῆς πέτρα_ς τῆς ἀκροτόμου ὕ^δωρ ἰουδαίοις πα^ρα^σχόμενος, κα^θὼς ὅτι^ ἔπι_νον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρα_ς, ἡ δὲ πέτρα_ ἦν ὁ χριστός. | ἐδίψησεν ὁ ἐκ τῆς πέτρας τῆς ἀκροτόμου ὕδωρ ἰουδαίοις παρασχόμενος, καθὼς ὅτι ἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ χριστός. |
ἐδίψησε καὶ ὁποῖον ἔδωκα^ν αὐτῷ πόμα^ τῆς δίψης ἴα_μα^, ἄ^κουσον καὶ εἰς τὴν δίψά_ν μου ἐπότισά^ν με ὄξος. | ἐδίψησε καὶ ὁποῖον ἔδωκαν αὐτῷ πόμα τῆς δίψης ἴαμα, ἄκουσον καὶ εἰς τὴν δίψάν μου ἐπότισάν με ὄξος. |
ἐκρεμάσθη ἐπὶ^ σταυροῦ ὁ κρεμά^σα_ς τὸν οὐρα^νὸν ἄ^νευ βάλων. | ἐκρεμάσθη ἐπὶ σταυροῦ ὁ κρεμάσας τὸν οὐρανὸν ἄνευ βάλων. |
καὶ τῶν ἱ_μα^τί^ων ἐγυμνώθη ὁ περι^βά^λλων τὸ στερέωμα^ ἐν νεφέλαις. | καὶ τῶν ἱματίων ἐγυμνώθη ὁ περιβάλλων τὸ στερέωμα ἐν νεφέλαις. |
ἐκρεμάσθη ἐπὶ^ τοῦ σταυροῦ ὁ στερεώσα_ς τὴν γῆν ἐπὶ^ τῶν ὑ^δά^των καὶ κα^τεκρί^θη θα^νά^τῳ ὁ κρί^νων πᾶσα^ν πνοήν. | ἐκρεμάσθη ἐπὶ τοῦ σταυροῦ ὁ στερεώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων καὶ κατεκρίθη θανάτῳ ὁ κρίνων πᾶσαν πνοήν. |
καὶ ὅτι^ αὐτὸς ἐστι^ν ὁ κρι^τὴς πάντων, ἄ^κουε ὁ πα^τὴρ κρί_νει οὐδένα^, ἀλλὰ^ τὴν κρί^σιν πᾶσα^ν δέδωκεν τῷ υἱῷ. | καὶ ὅτι αὐτὸς ἐστιν ὁ κριτὴς πάντων, ἄκουε ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ. |
ἐδέθη ἐν τῷ σταυρῷ ὁ κύριος, ὁ λύ_ων τοὺς πεπεδημένους ἐξ οἴκου φυλακῆς, κα^θημένους ἐν σκότει καὶ σκι^ᾷ θα^νά^του. | ἐδέθη ἐν τῷ σταυρῷ ὁ κύριος, ὁ λύων τοὺς πεπεδημένους ἐξ οἴκου φυλακῆς, καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου. |
ἐδέθη ἰησοῦς, ὁ λύ_σα_ς λάζαρον, δεσμοῖς δεδεμένον ὑ^πὸ τοῦ θα^νά^του. | ἐδέθη ἰησοῦς, ὁ λύσας λάζαρον, δεσμοῖς δεδεμένον ὑπὸ τοῦ θανάτου. |
ἐκρί_νετο ἰησοῦς ὁ χριστὸς καὶ θεὸς ὑ^πὸ ἀνθρώπων ὁ πρὸ αἰώνων, ὑ^πὸ πιλάτου ὁ βα^σι^λεὺς τῆς δόξης, ὑ^πὸ ἡγεμόνος ἐκρίνετο καὶ ἐσι^ώπα_, ἵ^να_ ἀληθεύσῃ ὡς πρόβα^τον ἐπὶ^ σφαγὴν ἤχθη καί ἐν τῷ κρί_νεσθαι αὐτὸν οὐκ ἀ^νοίγει τὸ στόμα^ αὐτοῦ. | ἐκρίνετο ἰησοῦς ὁ χριστὸς καὶ θεὸς ὑπὸ ἀνθρώπων ὁ πρὸ αἰώνων, ὑπὸ πιλάτου ὁ βασιλεὺς τῆς δόξης, ὑπὸ ἡγεμόνος ἐκρίνετο καὶ ἐσιώπα, ἵνα ἀληθεύσῃ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καί ἐν τῷ κρίνεσθαι αὐτὸν οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. |
οὕτως ἰουδαῖοι κα^τῃσχύνθησαν, οὕτως ὁ δι^ά^βολος, νομί^σα_ς ἀποκτείνειν, ἀπεκτά^νθη. | οὕτως ἰουδαῖοι κατῃσχύνθησαν, οὕτως ὁ διάβολος, νομίσας ἀποκτείνειν, ἀπεκτάνθη. |
ἔστησεν ὁ κύριος τρόπαιον κατ' αὐτοῦ· | ἔστησεν ὁ κύριος τρόπαιον κατ' αὐτοῦ· |
ἔστησεν τὸν σταυρὸν καὶ ἐν τούτῳ αὐτὸν ἐθανάτωσεν. | ἔστησεν τὸν σταυρὸν καὶ ἐν τούτῳ αὐτὸν ἐθανάτωσεν. |
τοῦτο τὸ ξύ^λον προορῶν σὺ^ συ^νέτρι_ψα^ς τὰ_ς κεφα^λὰ_ς τῶν δρα^κόντων ἐπὶ^ τοῦ ὕ^δα^τος. | τοῦτο τὸ ξύλον προορῶν σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. |
σὺ συ^νέθλασα^ς τὴν κεφα^λὴν τοῦ δράκοντος, ἔδωκα^ς αὐτὸν βρῶμα^ λα_οῖς αἰθίοψι^ν. | σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς αἰθίοψιν. |
ἐξ ἐκείνου γὰ^ρ λοιπὸν καὶ παῖδες παίζουσι^ν εἰς κεφα^λὴν αὐτοῦ, ἐπειδὴ τὴν δυναστείαν αὐτοῦ δι^ὰ^ σταυροῦ κα^θεῖλεν ἰησοῦς. | ἐξ ἐκείνου γὰρ λοιπὸν καὶ παῖδες παίζουσιν εἰς κεφαλὴν αὐτοῦ, ἐπειδὴ τὴν δυναστείαν αὐτοῦ διὰ σταυροῦ καθεῖλεν ἰησοῦς. |
ἐνέδυ_σα^ν τὸν κύριον, ὡς μὲν ἰωάννης ὁ εὐαγγελιστὴς λέγει πορφύρα_ν, χλαμύδα κοκκί^νην καὶ στέφα^νον ἐξ ἀ^κα^νθῶν ἐπέθηκα^ν ἐπὶ^ τὴν κεφα^λὴν αὐτοῦ καὶ κά^λα^μον ἐπὶ^ τὴν δεξι^ὰ_ν αὐτοῦ. | ἐνέδυσαν τὸν κύριον, ὡς μὲν ἰωάννης ὁ εὐαγγελιστὴς λέγει πορφύραν, χλαμύδα κοκκίνην καὶ στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ. |
καὶ γονυπετήσαντες προσεκύ^νουν αὐτῷ λέγοντες· | καὶ γονυπετήσαντες προσεκύνουν αὐτῷ λέγοντες· |
χαῖρε. | χαῖρε. |
ὁ βα^σι^λεὺς τῶν ἰουδαίων. | ὁ βασιλεὺς τῶν ἰουδαίων. |
ὄντως θαῦμα^ μέγιστον καὶ πρᾶγμα^ πα^ρά^δοξον, νί_κης χριστοῦ δηλωτι^κὸν καὶ τῆς μεγά^λης αὐτοῦ χά^ρι^τος γνώρισμα^. | ὄντως θαῦμα μέγιστον καὶ πρᾶγμα παράδοξον, νίκης χριστοῦ δηλωτικὸν καὶ τῆς μεγάλης αὐτοῦ χάριτος γνώρισμα. |
καὶ ὅπως ἄ^κουε. | καὶ ὅπως ἄκουε. |
ὅν εἰς θά^να^τον κα^τέκρι_να^ν ὡς ἄνθρωπον, τοῦτον ἄ_κοντες ὡς θεὸν προσεκύ^νουν καὶ ὃν ἐξουθένησα^ν ὡς εὐτελῆ, τοῦτον ἐκά^λουν βα^σι^λέα^, καὶ ὃν ἐξέδυ_σα^ν τὰ^ ἱ_μά^τι^α^ πρὸς χλεύην, τοῦτον πορφύρα_ν ἐνέδυ_σα^ν, καὶ ὃν ἠρνήσαντο μὴ εἰδέναι, τοῦτον προφήτην προσηγόρευον λέγοντες· | ὅν εἰς θάνατον κατέκριναν ὡς ἄνθρωπον, τοῦτον ἄκοντες ὡς θεὸν προσεκύνουν καὶ ὃν ἐξουθένησαν ὡς εὐτελῆ, τοῦτον ἐκάλουν βασιλέα, καὶ ὃν ἐξέδυσαν τὰ ἱμάτια πρὸς χλεύην, τοῦτον πορφύραν ἐνέδυσαν, καὶ ὃν ἠρνήσαντο μὴ εἰδέναι, τοῦτον προφήτην προσηγόρευον λέγοντες· |
προφήτευσον ἡμῖν χριστέ, τί^ς ἐστι^ν ὁ παίσα_ς σέ; | προφήτευσον ἡμῖν χριστέ, τίς ἐστιν ὁ παίσας σέ; |
καὶ ὃν ἐνέπαιζον καλά^μῳ τύπτοντες, τούτῳ τὰ^ νικητήρια^ ἀπεδί^δουν· | καὶ ὃν ἐνέπαιζον καλάμῳ τύπτοντες, τούτῳ τὰ νικητήρια ἀπεδίδουν· |
ἐνέδυσαν αὐτὸν χλαμύδα κοκκί^νην καὶ στέφα^νον ἐξ ἀ^κα^νθῶν ἐπέθηκα^ν ἐπὶ^ τὴν κεφα^λὴν αὐτοῦ καὶ κά^λα^μον ἐπὶ^ τὴν δεξι^ὰ_ν αὐτοῦ. | ἐνέδυσαν αὐτὸν χλαμύδα κοκκίνην καὶ στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ. |
καὶ ὑ_μεῖς μέν, ὦ πα^ρά^νομοι ἰουδαῖοι, τοιαῦτα^ τολμᾶτε κα^τὰ^ τοῦ χριστοῦ, αὐτὸς δὲ δι^ὰ^ τούτων ὧν ποιεῖτε, σκυ_λεύει τὸν δι^ά^βολον. | καὶ ὑμεῖς μέν, ὦ παράνομοι ἰουδαῖοι, τοιαῦτα τολμᾶτε κατὰ τοῦ χριστοῦ, αὐτὸς δὲ διὰ τούτων ὧν ποιεῖτε, σκυλεύει τὸν διάβολον. |
ἐπειδὴ γὰ^ρ τῇ ἁμαρτίᾳ ὑ^πὸ τοῦ ἐχθροῦ ἐφονοκτομεῖτο ἡ γῆ καὶ πλέον ὑ δάτων τοῖς αἵμα^σι^ τῶν ἀνθρώπων, πρῶτον μὲν τοῦ δι^καίου ἄβελ δεξα^μένη τὸ αἷμα^, ἐξ ἐκείνου δὲ λοιπὸν καὶ αἵμα^τα^ ἐφ' αἵμα^σι^ μισγόντων τῶν ἀνθρώπων, κα^θὼς καὶ ὁ προφήτης φησὶ^ν ὅτι^ ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυ^ται ἐπὶ^ τ... | ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ ὑπὸ τοῦ ἐχθροῦ ἐφονοκτομεῖτο ἡ γῆ καὶ πλέον ὑ δάτων τοῖς αἵμασι τῶν ἀνθρώπων, πρῶτον μὲν τοῦ δικαίου ἄβελ δεξαμένη τὸ αἷμα, ἐξ ἐκείνου δὲ λοιπὸν καὶ αἵματα ἐφ' αἵμασι μισγόντων τῶν ἀνθρώπων, καθὼς καὶ ὁ προφήτης φησὶν ὅτι ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς καὶ αἵματ... |
καὶ ἦν δι^ὰ^ τοῦτο ἐπάρα_τος ἡ γῆ γενομένη, εἰπόντος τοῦ θεοῦ πρὸς κάϊν ἐπι^κατάρα_τος ἡ γῆ, ἣ ἔχα^νεν τὸ στόμα^ αὐτῆς δέξασθαι τὸ αἷμα^ τοῦ ἀ^δελφοῦ σου ἐκ τῆς χειρός σου. | καὶ ἦν διὰ τοῦτο ἐπάρατος ἡ γῆ γενομένη, εἰπόντος τοῦ θεοῦ πρὸς κάϊν ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. |
καὶ πρὸ τούτου δὲ δι^ὰ^ τὴν πα^ρακοὴν τοῦ ἀδὰμ ἦν ἐπι^τιμηθεῖσα^ καὶ ἀ^κά^νθα_ς καὶ τρι^βόλους φύ^ειν καταδικασθεῖσα^. | καὶ πρὸ τούτου δὲ διὰ τὴν παρακοὴν τοῦ ἀδὰμ ἦν ἐπιτιμηθεῖσα καὶ ἀκάνθας καὶ τριβόλους φύειν καταδικασθεῖσα. |
ἐπεὶ οὖν αἱμά^των καὶ ἀ^κα^νθῶν ἐπεπλήρωτο ἡ γῆ καὶ ἀποδυσπετῶν ἐπὶ^ τῇ κα^ταδίκῃ τῆς γῆς, ὁ προφητι^κὸς χορὸς ἐβόα_· | ἐπεὶ οὖν αἱμάτων καὶ ἀκανθῶν ἐπεπλήρωτο ἡ γῆ καὶ ἀποδυσπετῶν ἐπὶ τῇ καταδίκῃ τῆς γῆς, ὁ προφητικὸς χορὸς ἐβόα· |
ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθα^ν, δι^ὰ^ τοῦτο ἰησοῦς ἀ^περχόμενος ἐπὶ^ τὸν σταυρὸν κατεδέξατο ταῦτα^ βα^στά^σαι, ἵ^να_ δι^ὰ^ τούτων τὴν κα^τάρα_ν τῆς γῆς ἀνα^κα^λέσηται. | ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν, διὰ τοῦτο ἰησοῦς ἀπερχόμενος ἐπὶ τὸν σταυρὸν κατεδέξατο ταῦτα βαστάσαι, ἵνα διὰ τούτων τὴν κατάραν τῆς γῆς ἀνακαλέσηται. |
πρὸ γὰ^ρ τοῦ σταυροῦ καὶ τοῦ πά^θους τοῦ κυρίου ἐκρά^τει πάντων ὁ ἐχθρός, καὶ κα^τέχων τὸ καθ' ἡμῶν χειρόγρα^φον τῶν ἁμαρτι^ῶν μεγά^λως κα^τεπαίρετο ὁ τύ^ρα^ννος. | πρὸ γὰρ τοῦ σταυροῦ καὶ τοῦ πάθους τοῦ κυρίου ἐκράτει πάντων ὁ ἐχθρός, καὶ κατέχων τὸ καθ' ἡμῶν χειρόγραφον τῶν ἁμαρτιῶν μεγάλως κατεπαίρετο ὁ τύραννος. |
βαστάσαντος δέ τοῦ χριστοῦ τοῦτο ἐν τῷ σταυρῷ λοιπὸν ἄκυ_ρον γέγονεν καὶ τὰ^ μὲν αἵμα^τα^ μολύναντα^ τὴν γῆν, ἐν τῇ κοκκί^νῃ χλαμύ^δι^ ἀ^νέλα^βεν, τὰ_ς δὲ ἀ^κά^νθα_ς αὐτῆς ἐν τῷ στεφά^νῳ, τὸ δὲ χειρόγρα^φον τὸ καθ' ἡμῶν ἐν τῷ καλά^μῳ· | βαστάσαντος δέ τοῦ χριστοῦ τοῦτο ἐν τῷ σταυρῷ λοιπὸν ἄκυρον γέγονεν καὶ τὰ μὲν αἵματα μολύναντα τὴν γῆν, ἐν τῇ κοκκίνῃ χλαμύδι ἀνέλαβεν, τὰς δὲ ἀκάνθας αὐτῆς ἐν τῷ στεφάνῳ, τὸ δὲ χειρόγραφον τὸ καθ' ἡμῶν ἐν τῷ καλάμῳ· |
ἐν τούτῳ γά^ρ πά^λαι κατέγραφεν ἡμῶν τὰ_ς ἁ^μαρτί^α_ς ὁ δι^ά^βολος, ἵ^να_ ὁ σωτὴρ ἡμῶν καὶ θεὸς καὶ ταῦτα^ σὺ^ν τῷ θα^νά^τῳ ἐξα^φα^νί^σῃ δι^ὰ^ τοῦ σταυροῦ καὶ πᾶσα^ν τὴν κτίσιν κα^θα^ρί^σα_ς, ἀντὶ^ μὲν τῶν ἀ^κα^νθῶν τῆς κα^τάρα_ς, τὸ τῆς ζωῆς ἡμῖν ξύ^λον χα^ρί^σηται, τὸν σταυρόν, ἀντὶ^ δὲ τῶν αἱμά^των τῆς ἁ^μαρτί^α_ς, ... | ἐν τούτῳ γάρ πάλαι κατέγραφεν ἡμῶν τὰς ἁμαρτίας ὁ διάβολος, ἵνα ὁ σωτὴρ ἡμῶν καὶ θεὸς καὶ ταῦτα σὺν τῷ θανάτῳ ἐξαφανίσῃ διὰ τοῦ σταυροῦ καὶ πᾶσαν τὴν κτίσιν καθαρίσας, ἀντὶ μὲν τῶν ἀκανθῶν τῆς κατάρας, τὸ τῆς ζωῆς ἡμῖν ξύλον χαρίσηται, τὸν σταυρόν, ἀντὶ δὲ τῶν αἱμάτων τῆς ἁμαρτίας, τὸ αἷμα αὐτοῦ τὸ ἅγιον καὶ χρηστόν, π... |
ὢ μεγά^λων τῶν καθ' ἡμᾶς πρα_γμά^των. | ὢ μεγάλων τῶν καθ' ἡμᾶς πραγμάτων. |
τὸ ἴ^δι^ον αὐτοῦ αἷμα^ ὁ χριστὸς εἰς γῆν ἐξέχεεν καὶ εὐθέως τὰ^ αἵμα^τα^ τῆς ἁ^μαρτί^α_ς ἀ^πήλειψεν. | τὸ ἴδιον αὐτοῦ αἷμα ὁ χριστὸς εἰς γῆν ἐξέχεεν καὶ εὐθέως τὰ αἵματα τῆς ἁμαρτίας ἀπήλειψεν. |
ἐξεκένωσεν εἰς γῆν τὸ αἷμα^ ὁ χριστὸς καὶ ἀντὶ^ τρι^βόλων καὶ ἀ^κα^νθῶν δι^ὰ^ τριημέρου ταφῆς ζωὴ καὶ ἀθα^να^σία τῷ κόσμῳ ἀνέτειλεν· | ἐξεκένωσεν εἰς γῆν τὸ αἷμα ὁ χριστὸς καὶ ἀντὶ τριβόλων καὶ ἀκανθῶν διὰ τριημέρου ταφῆς ζωὴ καὶ ἀθανασία τῷ κόσμῳ ἀνέτειλεν· |
ζωὴ ἡ δι^ὰ^ τῆς πίστεως ἡμῖν φανερωθεῖσα^. | ζωὴ ἡ διὰ τῆς πίστεως ἡμῖν φανερωθεῖσα. |
περὶ^ ταύτης καὶ πιστεύω τοῦ ἰ^δεῖν τὰ^ ἀ^γα^θὰ^ κυρίου ἐν γῇ ζώντων. | περὶ ταύτης καὶ πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. |
ἀκάνθινον δέ στέφα^νον ἐφόρεσεν ὁ ἰησοῦς, ἵ^να_ τὴν μέριμνα^ν ἡμῶν περι^έλῃ καὶ τὴν ἀ^πάτην τοῦ βί^ου μὴ συγχωρήσῃ πνῖξαι τὸν θεῖον αὐτοῦ σπόρον, ὃν κατέσπειρεν ἐν ἡμῖν, ἀλλὰ^ καρποφορεῖν πα^ρα^σκευά^σῃ, κα^θὼς αὐτὸς ἐπηγγείλατο, τοὺς μὲν τρι^ά_κοντα^, τοὺς δὲ ἑξήκοντα^, τοὺς δὲ ἑκα^τόν. | ἀκάνθινον δέ στέφανον ἐφόρεσεν ὁ ἰησοῦς, ἵνα τὴν μέριμναν ἡμῶν περιέλῃ καὶ τὴν ἀπάτην τοῦ βίου μὴ συγχωρήσῃ πνῖξαι τὸν θεῖον αὐτοῦ σπόρον, ὃν κατέσπειρεν ἐν ἡμῖν, ἀλλὰ καρποφορεῖν παρασκευάσῃ, καθὼς αὐτὸς ἐπηγγείλατο, τοὺς μὲν τριάκοντα, τοὺς δὲ ἑξήκοντα, τοὺς δὲ ἑκατόν. |
κά^λα^μον πά^λι^ν ἐδέξα^το ἐν τῇ δεξι^ᾷ ὁ κύριος κατ' αὐτοῦ τοῦ δι^α^βόλου. | κάλαμον πάλιν ἐδέξατο ἐν τῇ δεξιᾷ ὁ κύριος κατ' αὐτοῦ τοῦ διαβόλου. |
πῶς; | πῶς; |
ἐγὼ λέγω. | ἐγὼ λέγω. |
ὁ κά^λα^μος ἀ^ναιρετι^κός ἐστι^ τῶν ὄφεων. | ὁ κάλαμος ἀναιρετικός ἐστι τῶν ὄφεων. |
καὶ ἐν τούτῳ μᾶλλον ἣ ἐν ἑτέρῳ τι^νὶ^ ἀ^ναιρεῖσθαι αὐτοὺς ἐπιστά^μεθα^. | καὶ ἐν τούτῳ μᾶλλον ἣ ἐν ἑτέρῳ τινὶ ἀναιρεῖσθαι αὐτοὺς ἐπιστάμεθα. |
τοῦτον οὖν τὸν κά^λα^μον δεξά^μενος ὁ ἰησοῦς ἐπολέμησεν τὸν μέγα^ν καὶ ὀλέθριον ὄφιν, ἐκεῖνον περὶ^ οὗ καὶ ὅτι^ ἐπάξει κύριος τὴν μάχαιρα^ν τὴν ἁγί^α_ν ἐπὶ^ τὸν δράκοντα^, ἐπὶ^ τὸν ὄφιν τὸν σκολι^όν, τὸν μέγα^ν δι^ά^βολον. | τοῦτον οὖν τὸν κάλαμον δεξάμενος ὁ ἰησοῦς ἐπολέμησεν τὸν μέγαν καὶ ὀλέθριον ὄφιν, ἐκεῖνον περὶ οὗ καὶ ὅτι ἐπάξει κύριος τὴν μάχαιραν τὴν ἁγίαν ἐπὶ τὸν δράκοντα, ἐπὶ τὸν ὄφιν τὸν σκολιόν, τὸν μέγαν διάβολον. |
ἐδίωκε τοίνυ^ν ἰησοῦς ὁ χριστὸς τὸν δι^ά^βολον κα^τέχων τὸν κά^λα^μον ἐν τῇ χειρί^, τὸ ἀ^ναιρετι^κὸν ὅπλον τοῦ μεγά^λου θηρός. | ἐδίωκε τοίνυν ἰησοῦς ὁ χριστὸς τὸν διάβολον κατέχων τὸν κάλαμον ἐν τῇ χειρί, τὸ ἀναιρετικὸν ὅπλον τοῦ μεγάλου θηρός. |
ἐν τούτῳ γὰ^ρ τῷ καλά^μῳ καιρίαν τὴν πληγὴν τῷ δι^α^βόλῳ ἔδωκεν. | ἐν τούτῳ γὰρ τῷ καλάμῳ καιρίαν τὴν πληγὴν τῷ διαβόλῳ ἔδωκεν. |
καὶ οἷον ἐποίησεν τότε δαυὶδ ἐπὶ^ τοῦ γολιὰθ μετὰ^ τὸ πα^τά^ξαι αὐτὸν τῷ λί^θῳ ἐπὶ^ τὸ μέτωπον, τότε δρα^μὼν καὶ τὴν μάχαιρα^ν αὐτοῦ λα^βὼν τὴν κεφα^λὴν αὐτοῦ ἀπέτεμεν καὶ βα^στά^σα_ς αὐτὴν ψάλλων ἔλεγεν· | καὶ οἷον ἐποίησεν τότε δαυὶδ ἐπὶ τοῦ γολιὰθ μετὰ τὸ πατάξαι αὐτὸν τῷ λίθῳ ἐπὶ τὸ μέτωπον, τότε δραμὼν καὶ τὴν μάχαιραν αὐτοῦ λαβὼν τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμεν καὶ βαστάσας αὐτὴν ψάλλων ἔλεγεν· |
ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συ^νελήφθη ὁ ἁμαρτωλός, τοῦτο καὶ ὁ σωτὴρ ἐπὶ^ τοῦ σταυροῦ ἐποίησεν, τὸν κάλαμον λα^βὼν ἐν τῇ χειρὶ^ πα^ρὰ^ τῶν ἰουδαίων, τῶν υἱῶν τοῦ δι^α^βόλου, ἐν τούτῳ τὸν δι^ά^βολον ἐθανάτωσεν. | ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός, τοῦτο καὶ ὁ σωτὴρ ἐπὶ τοῦ σταυροῦ ἐποίησεν, τὸν κάλαμον λαβὼν ἐν τῇ χειρὶ παρὰ τῶν ἰουδαίων, τῶν υἱῶν τοῦ διαβόλου, ἐν τούτῳ τὸν διάβολον ἐθανάτωσεν. |
ὅτι^ δὲ υἱοὶ τοῦ δι^α^βόλου οἱ ποιοῦντες τὰ^ τοῦ δι^α^βόλου εἰσί^ν, ὑ_μεῖς ἐκ τοῦ πατρὸς ὑ_μῶν τοῦ δι^α^βόλου ἐστὲ καὶ τὰ^ ἔργα^ τοῦ πατρὸς ὑ_μῶν θέλετε ποιεῖν. | ὅτι δὲ υἱοὶ τοῦ διαβόλου οἱ ποιοῦντες τὰ τοῦ διαβόλου εἰσίν, ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ καὶ τὰ ἔργα τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. |
ὅμως ἐπὶ^ τὸ προκείμενον ἐπανέλθωμεν. | ὅμως ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. |
μετὰ τὸ πεσεῖν τὸν τύ^ρα^ννον τὸ μέγα^ τοῦτο πτῶμα^ καὶ πληρωθῆναι ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρα^νοῦ πεσόντα^. | μετὰ τὸ πεσεῖν τὸν τύραννον τὸ μέγα τοῦτο πτῶμα καὶ πληρωθῆναι ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. |
τότε λοιπὸν ἐπέθηκα^ν οἱ ἰουδαῖοι τῷ κυρίῳ τὸν σταυρόν, γνώρισμα^ μέγιστον τῆς νί_κης αὐτοῦ ποιησά^μενοι. | τότε λοιπὸν ἐπέθηκαν οἱ ἰουδαῖοι τῷ κυρίῳ τὸν σταυρόν, γνώρισμα μέγιστον τῆς νίκης αὐτοῦ ποιησάμενοι. |
ἕως μὲν γὰ^ρ ἕστηκεν ὁ δι^ά^βολος καὶ οἱ δῆμοι κα^τεῖχον τὸ ξύ^λον, ὅτε δὲ καιρίαν λα^βὼν τὴν πληγὴν κα^τέπεσεν, τότε λοιπὸν νικητὴς ἀνεδείχθη ὁ χριστός. | ἕως μὲν γὰρ ἕστηκεν ὁ διάβολος καὶ οἱ δῆμοι κατεῖχον τὸ ξύλον, ὅτε δὲ καιρίαν λαβὼν τὴν πληγὴν κατέπεσεν, τότε λοιπὸν νικητὴς ἀνεδείχθη ὁ χριστός. |
καὶ τὸ τρόπαιον ἑαυτῷ λα^βὼν ἐβάσταζεν τὸν σταυρόν. | καὶ τὸ τρόπαιον ἑαυτῷ λαβὼν ἐβάσταζεν τὸν σταυρόν. |
ἔδει γὰ^ρ ἔδει τὸν μέλλοντα^ νι_κᾶν τὸν τὸ κρά^τος ἔχοντα^ τοῦ θα^νά^του, τουτέστι^ τὸν διάβαλον, ἑαυτῷ βαστάζειν τὸ κα^τὰ^ τοῦ ἐχθροῦ τρόπαιον. | ἔδει γὰρ ἔδει τὸν μέλλοντα νικᾶν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβαλον, ἑαυτῷ βαστάζειν τὸ κατὰ τοῦ ἐχθροῦ τρόπαιον. |
καὶ ἐν αὐτῷ θριαμβεύειν αὐτὸν καὶ τοὺς πονηροὺς δαίμονα^ς. | καὶ ἐν αὐτῷ θριαμβεύειν αὐτὸν καὶ τοὺς πονηροὺς δαίμονας. |
κα^τὰ^ μὲν τὸν ἰωάννην, ἀ^δελφοί, ἑαυτῷ ὁ χριστὸς τὸν σταυρὸν ἐβά^στα^σεν, κα^τὰ^ δὲ ματθαῖον καὶ τοὺς ἄλλους εὐα^γγελι^στά_ς, σίμων ὁ κυρηναῖος. | κατὰ μὲν τὸν ἰωάννην, ἀδελφοί, ἑαυτῷ ὁ χριστὸς τὸν σταυρὸν ἐβάστασεν, κατὰ δὲ ματθαῖον καὶ τοὺς ἄλλους εὐαγγελιστάς, σίμων ὁ κυρηναῖος. |
ἔστι δὲ οὐκ ἐνα^ντί^ον τοῦτο πρὸς ἐκείνους, μὴ γένοιτο, οὐ γὰ^ρ ἐνα^ντί^α_ γρά^φουσι^ν οἱ ἀ^πόστολοι, ἀλλ' ἀ^μφότερα^ ἐγένοντο· | ἔστι δὲ οὐκ ἐναντίον τοῦτο πρὸς ἐκείνους, μὴ γένοιτο, οὐ γὰρ ἐναντία γράφουσιν οἱ ἀπόστολοι, ἀλλ' ἀμφότερα ἐγένοντο· |
καὶ ἑαυτῷ γὰ^ρ ὁ σωτὴρ τὸν σταυρὸν ἐβά^στα^σεν καὶ πά^λι^ν σίμων αὐτὸν ἔφερεν. | καὶ ἑαυτῷ γὰρ ὁ σωτὴρ τὸν σταυρὸν ἐβάστασεν καὶ πάλιν σίμων αὐτὸν ἔφερεν. |
ἔστι δὲ καὶ θεωρί^α_ εἰς τοῦτο. | ἔστι δὲ καὶ θεωρία εἰς τοῦτο. |
ὁ μὲν γὰ^ρ χριστὸς ἐβά^στα^σεν τὸν σταυρόν, ὡς τρόπαιον κα^τὰ^ τοῦ δι^α^βόλου, ἵ^να_ δείξῃ ὅτι^ ἑκὼν ἦλθεν καὶ οὐκ ἀ^νάγκῃ ἐπὶ^ τὸν σταυρόν. | ὁ μὲν γὰρ χριστὸς ἐβάστασεν τὸν σταυρόν, ὡς τρόπαιον κατὰ τοῦ διαβόλου, ἵνα δείξῃ ὅτι ἑκὼν ἦλθεν καὶ οὐκ ἀνάγκῃ ἐπὶ τὸν σταυρόν. |
ἐβάστασεν δὲ αὐτὸν πά^λι^ν καὶ ὁ σίμων, ἵ^να_ δείξῃ πᾶσι^ν ὅτι^ οὐ δι' ἑαυτὸν σταυροῦται, ἀλλὰ δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ δι^ὰ^ τὴν ἡμετέρα_ν σωτηρί^α_ν. | ἐβάστασεν δὲ αὐτὸν πάλιν καὶ ὁ σίμων, ἵνα δείξῃ πᾶσιν ὅτι οὐ δι' ἑαυτὸν σταυροῦται, ἀλλὰ δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν. |
πάντα γὰ^ρ ἕνεκεν ἡμῶν ἐποίησεν ὁ κύριος· | πάντα γὰρ ἕνεκεν ἡμῶν ἐποίησεν ὁ κύριος· |
οἷόν τι^ λέγω· | οἷόν τι λέγω· |
ἠνέσχετο αὐτὸς ἐκδύ_σα^σθαι τὰ^ ἱ_μά^τι^α^ ὁ χριστός, ἵ^να_ ἡμᾶς ἐνδύ_σῃ τὸ τῆς ἀφθαρσία_ς ἔνδυ_μα^, περὶ^ οὗ ὅσοι εἰς χριστὸν ἐβαπτίσθητε χριστὸν ἐνεδύ_σα^σθε. | ἠνέσχετο αὐτὸς ἐκδύσασθαι τὰ ἱμάτια ὁ χριστός, ἵνα ἡμᾶς ἐνδύσῃ τὸ τῆς ἀφθαρσίας ἔνδυμα, περὶ οὗ ὅσοι εἰς χριστὸν ἐβαπτίσθητε χριστὸν ἐνεδύσασθε. |
ἐνεδύσατο πά^λι^ν καὶ χιτῶνα^ ἄρρα^φον ἐκ τῶν ἄ^νωθεν ὑ^φαντὸν διόλου, ἵ^να_ καὶ δι^ὰ^ τούτου πιστεύσωμεν, τί^ς καὶ πόθεν ἐλήλυ_ θεν ὁ ἐνδυ_σά^μενος. | ἐνεδύσατο πάλιν καὶ χιτῶνα ἄρραφον ἐκ τῶν ἄνωθεν ὑφαντὸν διόλου, ἵνα καὶ διὰ τούτου πιστεύσωμεν, τίς καὶ πόθεν ἐλήλυ θεν ὁ ἐνδυσάμενος. |
οὐ γὰ^ρ κά^τωθεν ἀλλ' ἄ^νωθεν ἦλθεν πρὸς ἡμᾶς ὁ θεὸς λόγος. | οὐ γὰρ κάτωθεν ἀλλ' ἄνωθεν ἦλθεν πρὸς ἡμᾶς ὁ θεὸς λόγος. |
τοῦτον οὖν τὸν χιτῶνα^ οὐκ ἐτόλμησα^ν μερί^σαι οἱ στρα^τι^ῶται. | τοῦτον οὖν τὸν χιτῶνα οὐκ ἐτόλμησαν μερίσαι οἱ στρατιῶται. |
διατί; | διατί; |
ἵ^να_ δείξωσι^ν ὅτι^ ἀμέρι^στός ἐστι^ν τοῦ μεγά^λου πατρὸς ὁ μέγα^ς μονογενὴς λόγος καὶ υἱός. | ἵνα δείξωσιν ὅτι ἀμέριστός ἐστιν τοῦ μεγάλου πατρὸς ὁ μέγας μονογενὴς λόγος καὶ υἱός. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.