macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
τὰ^ μέντοι ἄλλα^ ἱ_μά^τι^α^ μερίζονται εἰς τέσσα^ρα^ μέρη βάλλοντες κλῆρον, ἵ^να_ καὶ διεμερίσαντο τὰ ἱ_μά^τι^ά^ μου ἑαυτοῖς καὶ ἐπὶ^ τὸν ἱμα^τισμόν μου ἔβα^λον κλῆρον, καὶ ἵ^να_ δείξωσι^ πᾶσι^ν ὅτι^ ὑ^πὲρ ὅλης τῆς τετραμεροῦς οἰκουμένης τὴν σωτηρί^α_ν ὁ κύριος πραγματεύεται, ὁ ἄρρα^φος χι^τὼν τοῦ σωτῆρος ἔμεινεν ἀμέρι... | τὰ μέντοι ἄλλα ἱμάτια μερίζονται εἰς τέσσαρα μέρη βάλλοντες κλῆρον, ἵνα καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, καὶ ἵνα δείξωσι πᾶσιν ὅτι ὑπὲρ ὅλης τῆς τετραμεροῦς οἰκουμένης τὴν σωτηρίαν ὁ κύριος πραγματεύεται, ὁ ἄρραφος χιτὼν τοῦ σωτῆρος ἔμεινεν ἀμέριστος. |
ἀκουέτωσαν ἀρειανοὶ καὶ εὐνομιανοὶ οἱ μερίζοντες τῆς τοῦ πατρὸς οὐσί^α_ς τὸν υἱὸν ὅτι οἱ στρα^τι^ῶται μὲν οὐχ ἐτόλμησα^ν μερί^σαι τὸν χιτῶνα^ τοῦ σωτῆρος, τουτέστι^ τὴν ἐνανθρώπησι^ν τῆς θεότητος. | ἀκουέτωσαν ἀρειανοὶ καὶ εὐνομιανοὶ οἱ μερίζοντες τῆς τοῦ πατρὸς οὐσίας τὸν υἱὸν ὅτι οἱ στρατιῶται μὲν οὐχ ἐτόλμησαν μερίσαι τὸν χιτῶνα τοῦ σωτῆρος, τουτέστι τὴν ἐνανθρώπησιν τῆς θεότητος. |
καὶ οὗτοι μερίζοντες μέγα^ καὶ μικρὸν λέγουσι^ καὶ τοῦ μικροῦ πά^λι^ν μικρότερον τὸ πνεῦμα, καίτοι ἀ^κούοντες ἐγὼ καὶ ὁ πα^τὴρ ἕν ἐσμεν. | καὶ οὗτοι μερίζοντες μέγα καὶ μικρὸν λέγουσι καὶ τοῦ μικροῦ πάλιν μικρότερον τὸ πνεῦμα, καίτοι ἀκούοντες ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. |
καὶ περὶ τοῦ πνεύματος πά^λι^ν ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι^ν. | καὶ περὶ τοῦ πνεύματος πάλιν ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. |
ἦν, φησι^ν, ὁ χι^τὼν τοῦ σωτῆρος ἄρρα^φος, τουτ έστι^ν, οὐκ ἐρραμμένον εἶχεν τὸ σῶ^μα^ ὁ χριστὸς ἐξ ἀνδρὸς καὶ γυναικός, ἀλλ' ἐκ παρθένου μόνης, ὑ^φασμένον δὲ τῇ τοῦ ἁ^γί^ου πνεύματος τέχνῃ, πνεῦμα ἅ^γι^ον ἐπελεύσεται ἐπὶ^ σὲ καὶ δύ^να^μι^ς ὑψίστου ἐπι^σκιά^σει σοι. | ἦν, φησιν, ὁ χιτὼν τοῦ σωτῆρος ἄρραφος, τουτ έστιν, οὐκ ἐρραμμένον εἶχεν τὸ σῶμα ὁ χριστὸς ἐξ ἀνδρὸς καὶ γυναικός, ἀλλ' ἐκ παρθένου μόνης, ὑφασμένον δὲ τῇ τοῦ ἁγίου πνεύματος τέχνῃ, πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. |
τούτων οὕτως ἐχόντων, ἀ^γα^πητοί, ἔρχεται λοιπὸν ἐπὶ^ τὸν λεγόμενον κρανί^ου τόπον βαστάζων ἑαυτῷ τὸν σταυρόν. | τούτων οὕτως ἐχόντων, ἀγαπητοί, ἔρχεται λοιπὸν ἐπὶ τὸν λεγόμενον κρανίου τόπον βαστάζων ἑαυτῷ τὸν σταυρόν. |
καὶ ἀ^να^βὰ_ς ἐπὶ τὸ ξύ^λον, ἄ_ρα_ς τὸ καθ' ἡμῶν χειρόγραφον τῶν ἁμαρτι^ῶν ἐκ τῶν χειρῶν τοῦ ἐχθροῦ προσήλωσεν τῷ σταυρῷ, καὶ σχί^σα_ς αὐτὸ τοῖς ἥλοις λοιπὸν ἄκυρον ἐποίησεν. | καὶ ἀναβὰς ἐπὶ τὸ ξύλον, ἄρας τὸ καθ' ἡμῶν χειρόγραφον τῶν ἁμαρτιῶν ἐκ τῶν χειρῶν τοῦ ἐχθροῦ προσήλωσεν τῷ σταυρῷ, καὶ σχίσας αὐτὸ τοῖς ἥλοις λοιπὸν ἄκυρον ἐποίησεν. |
καὶ γενόμενος ὑ^πήκοος μέχρι^ θα^νά^του, κατὰ τὸν παῦλον, θα^νά^του δὲ σταυροῦ, οὕτως τὴν ἄνοδον ἡμῖν τὴν εἰς οὐρανοὺς κα^τεσκεύα^σεν καὶ μα^ρτυ^ρεῖ μοι τοῖς λόγοις πάτερ θέλω, ἵ^να_ ὅπου εἰμὶ^ ἐγὼ καὶ οὗτοι ὦσι^ μετ' ἐμοῦ. | καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, κατὰ τὸν παῦλον, θανάτου δὲ σταυροῦ, οὕτως τὴν ἄνοδον ἡμῖν τὴν εἰς οὐρανοὺς κατεσκεύασεν καὶ μαρτυρεῖ μοι τοῖς λόγοις πάτερ θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ οὗτοι ὦσι μετ' ἐμοῦ. |
ἀθάνατος γὰ^ρ ὧν ὁ θεὸς λόγος ἔπα^θεν σαρκὶ^ δι' ἡμᾶς, ἵ^να_ ἡμεῖς οἱ ἀποθνήσκοντες διὰ τὸν ἐξαπατήσαντα^ δι^ά^βολον συναναστῶμεν τῷ κυρίῳ ἐν δυ^νά^μει, ἔγειρε ὁ κα^θεύδων καὶ ἀ^νά^στα^ ἐκ τῶν νεκρῶν καὶ ἐπι^φαύσει σοι ὁ χριστὸς. | ἀθάνατος γὰρ ὧν ὁ θεὸς λόγος ἔπαθεν σαρκὶ δι' ἡμᾶς, ἵνα ἡμεῖς οἱ ἀποθνήσκοντες διὰ τὸν ἐξαπατήσαντα διάβολον συναναστῶμεν τῷ κυρίῳ ἐν δυνάμει, ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ χριστὸς. |
διὰ τοῦτο γὰ^ρ ἔλα^βεν σῶ^μα^ ὅμοιον ἡμῖν ὁ χριστός, ἵ^να_ τὸ φθαρτὸν ἡμῶν ἐνδύ_σῃ ἀφθαρσίαν καὶ τὸ θνητὸν ἡμῶν ἐνδύ_σῃ ἀθανασίαν καὶ μηκέτι^ ἔχομεν βα^σι^λεύοντα^ καθ' ἡμῶν τὸν θά^να^τον, κα^θὼς θά^να^τος ὑ_μῶν οὐκέτι^ κυριεύει. | διὰ τοῦτο γὰρ ἔλαβεν σῶμα ὅμοιον ἡμῖν ὁ χριστός, ἵνα τὸ φθαρτὸν ἡμῶν ἐνδύσῃ ἀφθαρσίαν καὶ τὸ θνητὸν ἡμῶν ἐνδύσῃ ἀθανασίαν καὶ μηκέτι ἔχομεν βασιλεύοντα καθ' ἡμῶν τὸν θάνατον, καθὼς θάνατος ὑμῶν οὐκέτι κυριεύει. |
τῷ γὰ^ρ οἰκείῳ θα^νά^τῳ τὸν καθ' ἡμῶν θά^να^τον ἐθανάτωσεν ἰησοῦς ὁ χριστὸς καὶ θεός, ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος καὶ ἡ τι_μὴ καὶ ἡ προσκύ^νησι^ς σὺ^ν τῷ πατρὶ^ καὶ τῷ παναγί^ῳ καὶ ἀ^γα^θῷ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | τῷ γὰρ οἰκείῳ θανάτῳ τὸν καθ' ἡμῶν θάνατον ἐθανάτωσεν ἰησοῦς ὁ χριστὸς καὶ θεός, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
μα^ρτύ^ρων μὲν ἡμᾶς πα^νήγυ^ρι^ς συνεκρότησεν, χριστοῦ δὲ πόθος καὶ χά^ρι^ς συ^νήγα^γεν· | μαρτύρων μὲν ἡμᾶς πανήγυρις συνεκρότησεν, χριστοῦ δὲ πόθος καὶ χάρις συνήγαγεν· |
ἀγάπῃ γὰ^ρ τῇ περὶ^ τὸν κύ_ρι^ον ἡμῶν ἰησοῦν χριστὸν ἐπὶ^ τὴν τῶν μα^ρτύ^ρων σπεύδωμεν τιμήν· | ἀγάπῃ γὰρ τῇ περὶ τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν ἐπὶ τὴν τῶν μαρτύρων σπεύδωμεν τιμήν· |
ὥστε ὁ μά^ρτυ^ρα^ς τι_μῶν χριστὸν ἀγαπᾷ. | ὥστε ὁ μάρτυρας τιμῶν χριστὸν ἀγαπᾷ. |
εἰ γὰ^ρ ὁ ὑ_μᾶς δεχόμενος ἐμὲ δέχεται, ὁ μά^ρτυ^ρα^ς τι_μῶν τὸν ὐπ' αὐτῶν μεμα^ρτυ^ρημένον τι_μᾷ. | εἰ γὰρ ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται, ὁ μάρτυρας τιμῶν τὸν ὐπ' αὐτῶν μεμαρτυρημένον τιμᾷ. |
μά^ρτυ^ρες μνημονεύονται καὶ χριστὸς δοξάζεται· | μάρτυρες μνημονεύονται καὶ χριστὸς δοξάζεται· |
τι_μὴ γὰ^ρ χριστοῦ μνήμη μα^ρτύ^ρων. | τιμὴ γὰρ χριστοῦ μνήμη μαρτύρων. |
οὐκ ἔστι^ δὲ μα^ρτύ^ρων μεμνημένων ἄ^νευ ἐγκωμί^ων πα^ρελθεῖν τὴν μνήμην. | οὐκ ἔστι δὲ μαρτύρων μεμνημένων ἄνευ ἐγκωμίων παρελθεῖν τὴν μνήμην. |
μνήμη γὰ^ρ δι^καίων μετ' ἐγκωμί^ων. | μνήμη γὰρ δικαίων μετ' ἐγκωμίων. |
ἐγκωμιάζονται δὲ μά^ρτυ^ρες, οὐχ ἵ^να_ αὐτοὶ τὸν ἔπαινον λά^βωσι^ν, ἀλλ' ἵ^να_ ἡμεῖς δι^ὰ^ τῶν ἐπαίνων τὸν ζῆλον πα^ρα^λά^βωμεν. | ἐγκωμιάζονται δὲ μάρτυρες, οὐχ ἵνα αὐτοὶ τὸν ἔπαινον λάβωσιν, ἀλλ' ἵνα ἡμεῖς διὰ τῶν ἐπαίνων τὸν ζῆλον παραλάβωμεν. |
δι^ὰ^ τοῦτο ἐγκωμιάζονται οἱ ἅ^γι^οι, ἵ^να_ ὁ ζῆλος τῶν ἐγκωμί^ων εἰς σωφροσύνην ἀ^γά^γῃ τοὺς ἀ^γωνι^στὰ_ς τῆς εὐσεβεία_ς. | διὰ τοῦτο ἐγκωμιάζονται οἱ ἅγιοι, ἵνα ὁ ζῆλος τῶν ἐγκωμίων εἰς σωφροσύνην ἀγάγῃ τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας. |
οὐδὲν γά^ρ ἐστι^ν ἕτερον ἐγκώμιον δι^καίου ἢ εὐφροσύνη τῶν ἀ^κουόντων κα^τὰ^ τὸ εἰρημένον ἐν τῇ γρα^φῇ· | οὐδὲν γάρ ἐστιν ἕτερον ἐγκώμιον δικαίου ἢ εὐφροσύνη τῶν ἀκουόντων κατὰ τὸ εἰρημένον ἐν τῇ γραφῇ· |
ἐγκωμιαζομένων δι^καίων, εὐφραίνονται λα_οί. | ἐγκωμιαζομένων δικαίων, εὐφραίνονται λαοί. |
ἀποθνῄσκουσι^ν ἀσεβεῖς καὶ ἀποθνῄσκουσιν εὐσεβεῖς. | ἀποθνῄσκουσιν ἀσεβεῖς καὶ ἀποθνῄσκουσιν εὐσεβεῖς. |
καὶ τοῦ μὲν θα^νά^του τὸ ὄνομα^ κοινόν, πολὺ^ δὲ τὸ δι^ά^φορον καὶ πολὺ^ τὸ μέσον. | καὶ τοῦ μὲν θανάτου τὸ ὄνομα κοινόν, πολὺ δὲ τὸ διάφορον καὶ πολὺ τὸ μέσον. |
θά^να^τος γὰ^ρ δι^καίου τί_μιος τῷ δεσπότῃ κα^τὰ^ τὸ τί_μιος ἐνα^ντί^ον κυ_ρί^ου θά^να^τος τῶν ὁσί^ων αὐτοῦ. | θάνατος γὰρ δικαίου τίμιος τῷ δεσπότῃ κατὰ τὸ τίμιος ἐναντίον κυρίου θάνατος τῶν ὁσίων αὐτοῦ. |
ὁρᾷς θά^να^τον δι^καίων πα^ρὰ^ θεῷ τι_μώμενον; | ὁρᾷς θάνατον δικαίων παρὰ θεῷ τιμώμενον; |
ὅρα καὶ θά^να^τον ἀσεβῶν πα^ρὰ^ πάντων διαβαλλόμενον ὡς μα^ρτυ^ρεῖ δαυὶδ λέγων· | ὅρα καὶ θάνατον ἀσεβῶν παρὰ πάντων διαβαλλόμενον ὡς μαρτυρεῖ δαυὶδ λέγων· |
θά^να^τος δὲ ἁμαρτωλῶν πονηρός. | θάνατος δὲ ἁμαρτωλῶν πονηρός. |
πα^ρὰ^ θεῷ τίμιος ὁ τῶν δι^καίων καὶ τῶν μα^ρτύ^ρων θά^να^τος, οὐ δι^ὰ^ τὴν τῶν σωμά^των λύσιν, ἀλλὰ^ δι^ὰ^ τὴν τῶν ἀ^γώνων τελείωσι^ν. | παρὰ θεῷ τίμιος ὁ τῶν δικαίων καὶ τῶν μαρτύρων θάνατος, οὐ διὰ τὴν τῶν σωμάτων λύσιν, ἀλλὰ διὰ τὴν τῶν ἀγώνων τελείωσιν. |
τὸν αὐτὸν ἐπειρά_θησα^ν θά^να^τον καὶ δί^καιοι καὶ ἄδι^κοι· | τὸν αὐτὸν ἐπειράθησαν θάνατον καὶ δίκαιοι καὶ ἄδικοι· |
ἐθλίβησα^ν καὶ οὗτοι κ ἀκεῖνοι, ἀλλ' οἱ μὲν εἰς γυμνά^σιον δι^καιοσύ^νης, οἱ δὲ εἰς ἔλεγχον ἁ^μαρτί^α_ς. | ἐθλίβησαν καὶ οὗτοι κ ἀκεῖνοι, ἀλλ' οἱ μὲν εἰς γυμνάσιον δικαιοσύνης, οἱ δὲ εἰς ἔλεγχον ἁμαρτίας. |
δι^ὰ^ τοῦτο τὰ^ μὲν τῶν δι^καίων πά^θη θλίψεις κα^λεῖ ἡ γρα^φή, τὰ^ δὲ τῶν ἁμαρτωλῶν μάστι_γα^ς, περὶ^ μὲν τῶν δι^καίων λέγων· | διὰ τοῦτο τὰ μὲν τῶν δικαίων πάθη θλίψεις καλεῖ ἡ γραφή, τὰ δὲ τῶν ἁμαρτωλῶν μάστιγας, περὶ μὲν τῶν δικαίων λέγων· |
πολλαὶ αἱ θλίψεις τῶν δι^καίων καὶ ἐκ πα_σῶν αὐτῶν ῥύ_σεται αὐτοὺς ὁ κύ_ρι^ος, περὶ^ δὲ τῶν ἀσεβῶν· | πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος, περὶ δὲ τῶν ἀσεβῶν· |
πολλαὶ αἱ μάστι_γες τοῦ ἁμαρτωλοῦ. | πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. |
καὶ αἱ θλίψεις πολλαί, καὶ αἱ μάστι_γες πολλαί· | καὶ αἱ θλίψεις πολλαί, καὶ αἱ μάστιγες πολλαί· |
ἀλλ' αἱ μὲν ἔχουσι^ν ἰ_α_τρὸν ἐκεῖνον, δι' ὃν ὑπομένουσι^ τὰ_ς θλίψεις, αἱ δὲ τῶν ἀσεβῶν μάστι_γες οὐκ ἔχουσι^ παραμυθίαν, εἰ μήπου μετάνοια^ ἐξαρπάσῃ αὐτοὺς τῆς τι_μωρί^α_ς. | ἀλλ' αἱ μὲν ἔχουσιν ἰατρὸν ἐκεῖνον, δι' ὃν ὑπομένουσι τὰς θλίψεις, αἱ δὲ τῶν ἀσεβῶν μάστιγες οὐκ ἔχουσι παραμυθίαν, εἰ μήπου μετάνοια ἐξαρπάσῃ αὐτοὺς τῆς τιμωρίας. |
μα^ρτύ^ρων θάνατος τι_μὴ τῆς ἀ_θα^νά^του δόξης. | μαρτύρων θάνατος τιμὴ τῆς ἀθανάτου δόξης. |
μα^ρτύ^ρων θάνατος ἐστηλίτευσε θα^νά^του τυραννίδα. | μαρτύρων θάνατος ἐστηλίτευσε θανάτου τυραννίδα. |
τοῦ γὰ^ρ σωτῆρος ἡμῶν ἐκπομπεύσαντος τὴν κα^τὰ^ τοῦ θα^νά^του νί_κην ἠκολούθησα^ν οἱ μεγά^λοι δορυ^φόροι καὶ στρα^τι^ῶται τοῖς ἴ^χνεσι^ τοῦ μεγά^λου βα^σι^λέως καὶ πα^ρα^πλησί^ως τῷ δεσπότῃ ἔλα^βον τὴν κα^τὰ^ τοῦ θα^νά^του νί_κην, θα^νά^τῳ τὸν θά^να^τον πατήσαντες καὶ αἵμα^τι^ τὴν φλόγα τοῦ θα^νά^του σβέσαντες. | τοῦ γὰρ σωτῆρος ἡμῶν ἐκπομπεύσαντος τὴν κατὰ τοῦ θανάτου νίκην ἠκολούθησαν οἱ μεγάλοι δορυφόροι καὶ στρατιῶται τοῖς ἴχνεσι τοῦ μεγάλου βασιλέως καὶ παραπλησίως τῷ δεσπότῃ ἔλαβον τὴν κατὰ τοῦ θανάτου νίκην, θανάτῳ τὸν θάνατον πατήσαντες καὶ αἵματι τὴν φλόγα τοῦ θανάτου σβέσαντες. |
μακαρίζω τῶν μα^ρτύ^ρων τὰ_ς πλευρά_ς· | μακαρίζω τῶν μαρτύρων τὰς πλευράς· |
ὅλοι μὲν μα^κά^ριοι, ἔχει δέ τι^να^ πλέον μα^κα^ρισμὸν καὶ μέλος ἐν ᾧ γί_νεται ὄργα^νον ἀ^ρετῆς. | ὅλοι μὲν μακάριοι, ἔχει δέ τινα πλέον μακαρισμὸν καὶ μέλος ἐν ᾧ γίνεται ὄργανον ἀρετῆς. |
καὶ ὅλος μακαρίζεται ὁ δί^καιος· | καὶ ὅλος μακαρίζεται ὁ δίκαιος· |
μα^κά^ριος γὰ^ρ ἀ^νὴρ ὁ φοβούμενος τὸν κύ_ρι^ον· | μακάριος γὰρ ἀνὴρ ὁ φοβούμενος τὸν κύριον· |
ἀλλ' ἐν αὐτῷ τῷ ὅλῳ τὰ^ μέλη τὰ^ ὑπηρετούμενα^ ταῖς ἀ^ρεταῖς ἰδιάζοντα^ λα^μβά^νει κρά^τος, ὡς ὅτα^ν λέγῃ ὁ σωτὴρ τοῖς ἀ^ποστόλοις· | ἀλλ' ἐν αὐτῷ τῷ ὅλῳ τὰ μέλη τὰ ὑπηρετούμενα ταῖς ἀρεταῖς ἰδιάζοντα λαμβάνει κράτος, ὡς ὅταν λέγῃ ὁ σωτὴρ τοῖς ἀποστόλοις· |
ὑ_μῶν δὲ μα^κά^ριοι οἱ ὀφθαλμοί, ὅτι^ βλέπουσι^ν, καὶ τὰ^ ὦτα^, ὅτι^ ἀ^κούουσι^ν. | ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα, ὅτι ἀκούουσιν. |
ἐπειδὴ ὄργα^να^ ἐγένοντο ἀ^ρετῆς τὰ^ ὄμμα^τα^ τῶν δι^καίων, κα^λῶς προσσχόντα^ τῇ τοῦ σωτῆρος οἰκονομί^ᾳ καὶ ἔξωθεν τὸν να_ὸν κα^τοπτεύσαντα^ καὶ τῷ τῆς ψυ_χῆς ὄμμα^τι^ τὸν ἐν τῷ να_ῷ θεὸν πολι_τευόμενον ἑωρακότα^. | ἐπειδὴ ὄργανα ἐγένοντο ἀρετῆς τὰ ὄμματα τῶν δικαίων, καλῶς προσσχόντα τῇ τοῦ σωτῆρος οἰκονομίᾳ καὶ ἔξωθεν τὸν ναὸν κατοπτεύσαντα καὶ τῷ τῆς ψυχῆς ὄμματι τὸν ἐν τῷ ναῷ θεὸν πολιτευόμενον ἑωρακότα. |
μα^κά^ριοι τοίνυ^ν οἱ ὀφθαλμοὶ ὑ_μῶν, ὅτι^ βλέπουσι^, ἀντὶ^ τοῦ ὅτι^ καταμανθάνουσι^ν. | μακάριοι τοίνυν οἱ ὀφθαλμοὶ ὑμῶν, ὅτι βλέπουσι, ἀντὶ τοῦ ὅτι καταμανθάνουσιν. |
εἰ γὰ^ρ ἀ^πὸ τοῦ ὁρᾶν τὸν σωτῆρα^ ὁ μα^κα^ρισμὸς ἔρχεται, δι^ὰ^ τί^ οἱ ἰουδαῖοι οὐ μα^κά^ριοι; | εἰ γὰρ ἀπὸ τοῦ ὁρᾶν τὸν σωτῆρα ὁ μακαρισμὸς ἔρχεται, διὰ τί οἱ ἰουδαῖοι οὐ μακάριοι; |
εἶδον γὰ^ρ αὐτὸν ὄμμα^σι^ν αἰσθητοῖς, ἀλλ' ἐπειδὴ εἶδον τὸ σῶ^μα^, τὸν δὲ ἐν τῷ σώμα^τι^ θεὸν οὐ κα^τενόησα^ν, ἐκβάλλονται τοῦ μακαρισμοῦ. | εἶδον γὰρ αὐτὸν ὄμμασιν αἰσθητοῖς, ἀλλ' ἐπειδὴ εἶδον τὸ σῶμα, τὸν δὲ ἐν τῷ σώματι θεὸν οὐ κατενόησαν, ἐκβάλλονται τοῦ μακαρισμοῦ. |
τῶν οὖν ἀ^ποστόλων μακάριοι οἱ ὀφθαλμοί, ὅτι^ βλέπουσι^ν. | τῶν οὖν ἀποστόλων μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν. |
τὸ δὲ βλέπειν πα^ρὰ^ τῇ γρα^φῇ τὸ τῷ νοερῷ τῆς ψυ_χῆς ὄμμα^τι^ κα^ταλάμπεσθαι καὶ ὁρᾶν τὰ^ βά^θη τῆς ἀ^ληθεία_ς. | τὸ δὲ βλέπειν παρὰ τῇ γραφῇ τὸ τῷ νοερῷ τῆς ψυχῆς ὄμματι καταλάμπεσθαι καὶ ὁρᾶν τὰ βάθη τῆς ἀληθείας. |
δι^ὰ^ τοῦτο ἐν τοῖς ἀρχαίοις τοὺς προφήτα_ς ἐκά^λουν βλέποντα^ς, οὐχ ὡς τῶν ἄλλων ἀνθρώπων τυφλῶν ὄντων, ἀλλ' ὡς τούτων ἀ^ληθῶς τὰ^ βά^θη τῆς ἀ^ληθεία_ς κα^θορώντων. | διὰ τοῦτο ἐν τοῖς ἀρχαίοις τοὺς προφήτας ἐκάλουν βλέποντας, οὐχ ὡς τῶν ἄλλων ἀνθρώπων τυφλῶν ὄντων, ἀλλ' ὡς τούτων ἀληθῶς τὰ βάθη τῆς ἀληθείας καθορώντων. |
δι^ὰ^ τοῦτο σαούλ, ὁ βα^σι^λεὺς ὅτα^ν ἔμελλεν ἐπὶ^ τὴν βα^σι^λεία_ν δι^α^βαίνειν, ἐξελθὼν εἰς ἐπιζήτησι^ν τῶν ὄνων τοῦ πατρὸς, ἠρώτα_ τι^νὰ^ τῶν προχωρούντων τῇ πόλει, εἰ ἔστι^ν ἐνταῦθα^ ὁ βλέπων, ἀντὶ^ τοῦ ὧδέ ἐστι^ν ὁ προφήτης; | διὰ τοῦτο σαούλ, ὁ βασιλεὺς ὅταν ἔμελλεν ἐπὶ τὴν βασιλείαν διαβαίνειν, ἐξελθὼν εἰς ἐπιζήτησιν τῶν ὄνων τοῦ πατρὸς, ἠρώτα τινὰ τῶν προχωρούντων τῇ πόλει, εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων, ἀντὶ τοῦ ὧδέ ἐστιν ὁ προφήτης; |
καὶ ἀλλαχοῦ ἀμὼς τῷ προφήτῃ ἕτερος ἀντιπροφητευόμενος ἔλεγεν· | καὶ ἀλλαχοῦ ἀμὼς τῷ προφήτῃ ἕτερος ἀντιπροφητευόμενος ἔλεγεν· |
ὁ ὁρῶν, βάδιζε καὶ ἐκχώρησον εἰς γῆν ἰούδα, κ ἀκεῖ κα^ταβί^ου, καὶ ἐκεῖ προφήτευε. | ὁ ὁρῶν, βάδιζε καὶ ἐκχώρησον εἰς γῆν ἰούδα, κ ἀκεῖ καταβίου, καὶ ἐκεῖ προφήτευε. |
μόνοι τοίνυ^ν ὀρθῶς ὁρῶσι^ν οἱ θεὸν εἰδότες· | μόνοι τοίνυν ὀρθῶς ὁρῶσιν οἱ θεὸν εἰδότες· |
ὁρᾶται δὲ θεὸς οὐ σαρκὸς ὄμμα^σι^ν, ἀλλὰ^ κα^θα^ρᾷ τῇ καρδί^ᾳ κα^τὰ^ τὸ μακάριοι οἱ κα^θα^ροὶ τῇ καρδί^ᾳ, ὅτι^ αὐτοὶ τὸν θεὸν ὄψονται. | ὁρᾶται δὲ θεὸς οὐ σαρκὸς ὄμμασιν, ἀλλὰ καθαρᾷ τῇ καρδίᾳ κατὰ τὸ μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. |
μακαρίζει τοίνυ^ν ὁ σωτὴρ ἐν τῷ σώμα^τι^ τὰ^ ὄργα^να^ τῆς ἀ^ρετῆς, ὀφθαλμοὺς κα^λῶς βλέποντα^ς καὶ ὦτα^ δι^α^κρι^τι^κῶς ἀ^κούοντα^. | μακαρίζει τοίνυν ὁ σωτὴρ ἐν τῷ σώματι τὰ ὄργανα τῆς ἀρετῆς, ὀφθαλμοὺς καλῶς βλέποντας καὶ ὦτα διακριτικῶς ἀκούοντα. |
μακάρια τὰ^ ὦτα^ οὐ τῶν κα^λῶς ἀ^κουόντων, ἀλλὰ^ τῶν μετὰ^ συνέσεως δεχομένων· | μακάρια τὰ ὦτα οὐ τῶν καλῶς ἀκουόντων, ἀλλὰ τῶν μετὰ συνέσεως δεχομένων· |
δεῖ γὰ^ρ ἀ^κούσα^ντα^ νοῆσαι καὶ νοήσα^ντα^ ὑ^πα^κοῦσαι κα^τὰ^ τὸ γεγραμμένον· | δεῖ γὰρ ἀκούσαντα νοῆσαι καὶ νοήσαντα ὑπακοῦσαι κατὰ τὸ γεγραμμένον· |
ἄκουσον, θύγατερ, καὶ ἴ^δε καὶ κλῖνον τὸ οὖς σου, ἀντὶ^ τοῦ ὑπάκουσον, νόησον. | ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, ἀντὶ τοῦ ὑπάκουσον, νόησον. |
τοίνυ^ν τῶν μα^ρτύ^ρων τὰ^ μέλη πά^ντα^ μακαρίζεται, καὶ ὀφθαλμοὶ σώμα^τος καὶ ψυ_χῆς θεὸν κα^λῶς θεασάμενοι· | τοίνυν τῶν μαρτύρων τὰ μέλη πάντα μακαρίζεται, καὶ ὀφθαλμοὶ σώματος καὶ ψυχῆς θεὸν καλῶς θεασάμενοι· |
οἱ μὲν τοῦ σώμα^τος, ὅτι^ ἀ^πὸ τῆς δημιουργία_ς τὸν δημιουργὸν ἐπέγνωσα^ν, οἱ δὲ τῆς δι^α^νοία_ς, ὅτι^ τῇ κα^θαρότητι^ τῆς κα^ρδί^α_ς τὸν θεὸν ἐθεά_σα^ντο. | οἱ μὲν τοῦ σώματος, ὅτι ἀπὸ τῆς δημιουργίας τὸν δημιουργὸν ἐπέγνωσαν, οἱ δὲ τῆς διανοίας, ὅτι τῇ καθαρότητι τῆς καρδίας τὸν θεὸν ἐθεάσαντο. |
μακάρια αὐτῶν καὶ τὰ^ ὦτα^ ἐγένοντο δεξά^μενα^ τοὺς θείους λόγους· | μακάρια αὐτῶν καὶ τὰ ὦτα ἐγένοντο δεξάμενα τοὺς θείους λόγους· |
ὥσπερ γὰ^ρ ἡ δεξαμενὴ προσκέκλιται σωλῆνι^ ῥέοντι^, οὕτως ἡ ἀκοὴ τοῦ δι^καίου προσκέκλιται τοῦ θείου νόμου τοῖς νά_μα^σι^ κα^τὰ^ τὸ εἰρημένον· | ὥσπερ γὰρ ἡ δεξαμενὴ προσκέκλιται σωλῆνι ῥέοντι, οὕτως ἡ ἀκοὴ τοῦ δικαίου προσκέκλιται τοῦ θείου νόμου τοῖς νάμασι κατὰ τὸ εἰρημένον· |
κλι^νῶ εἰς παραβολὴν τὸ οὖς μου. | κλινῶ εἰς παραβολὴν τὸ οὖς μου. |
δι^ὰ^ τί^ κλινῶ; | διὰ τί κλινῶ; |
ἐπειδὴ πᾶσα^ ὑ^δρί^α_ δεχομένη ὕ^δωρ κεκλιμένῳ τῷ σχήμα^τι^ δέχεται, οὕτως πᾶσα^ ἀκοὴ κλί_νουσα^ ἑαυτὴν πρὸς ὑ^πακοήν, δεχομένη τὰ^ ῥεύμα^τα^ τοῦ θείου λόγου. | ἐπειδὴ πᾶσα ὑδρία δεχομένη ὕδωρ κεκλιμένῳ τῷ σχήματι δέχεται, οὕτως πᾶσα ἀκοὴ κλίνουσα ἑαυτὴν πρὸς ὑπακοήν, δεχομένη τὰ ῥεύματα τοῦ θείου λόγου. |
μακαρίζω αὐτῶν καὶ τὰ_ς πλευρά_ς, αἳ τὴν ἀήττητον πλευρὰν τῆς εὐσεβεία_ς ἐδέξαντο ξεσθεῖσαι καὶ τὴν εὐσέβεια^ν μὴ ἀποσμήξασαι. | μακαρίζω αὐτῶν καὶ τὰς πλευράς, αἳ τὴν ἀήττητον πλευρὰν τῆς εὐσεβείας ἐδέξαντο ξεσθεῖσαι καὶ τὴν εὐσέβειαν μὴ ἀποσμήξασαι. |
οὐκ ἀργῶς δέ, ἀ^δελφοί, παντα^χοῦ αἰ βά^σα^νοι κα^τὰ^ τῶν πλευρῶν ἐγί_νοντο τῶν δι^καίων, ἐπειδὴ ἀ^πὸ πλευρᾶς ἡ ἁμαρτία. | οὐκ ἀργῶς δέ, ἀδελφοί, πανταχοῦ αἰ βάσανοι κατὰ τῶν πλευρῶν ἐγίνοντο τῶν δικαίων, ἐπειδὴ ἀπὸ πλευρᾶς ἡ ἁμαρτία. |
ἁ^μαρτί^α_ν δὲ λέγω οὐ τὴν γυ^ναῖκα^ τὴν ἐκ τῆς πλευρᾶς, ἀλλὰ^ τὴν δι' ἐκείνης εἰσελθοῦσα^ν ἁμαρτίαν· | ἁμαρτίαν δὲ λέγω οὐ τὴν γυναῖκα τὴν ἐκ τῆς πλευρᾶς, ἀλλὰ τὴν δι' ἐκείνης εἰσελθοῦσαν ἁμαρτίαν· |
οὐ γὰ^ρ τὸ δημιούργημα^ ἁ^μαρτί^α_ς φύ^σι^ν ἔχει, ἀλλὰ^ τῇ ἀ^ποχῇ εἰσῆλθε τὸ τῆς ἁ^μαρτί^α_ς κα^κόν. | οὐ γὰρ τὸ δημιούργημα ἁμαρτίας φύσιν ἔχει, ἀλλὰ τῇ ἀποχῇ εἰσῆλθε τὸ τῆς ἁμαρτίας κακόν. |
ὅμως, ἐπειδὴ αἰτί^α_ γέγονεν τῆς ἁ^μαρτί^α_ς ἡ πλευρά, οἱ μά^ρτυ^ρες ἐπέξεσα^ν τὰ^ μέλη, ἐξ ὧν ἐπήγασεν ἡ ἁμαρτία. | ὅμως, ἐπειδὴ αἰτία γέγονεν τῆς ἁμαρτίας ἡ πλευρά, οἱ μάρτυρες ἐπέξεσαν τὰ μέλη, ἐξ ὧν ἐπήγασεν ἡ ἁμαρτία. |
ἐντεῦθεν καὶ ὁ σωτὴρ ἐπὶ^ τοῦ σταυροῦ κα^τὰ^ τῆς πλευρᾶς ἐδέξα^το τὴν λόγχην, κ ἀκεῖθεν ἐξῆλθεν αἷμα^ καὶ ὕ^δωρ εἰς κα^θαρισμὸν ψυ_χῶν καὶ ἁγιασμὸν σωμά^των. | ἐντεῦθεν καὶ ὁ σωτὴρ ἐπὶ τοῦ σταυροῦ κατὰ τῆς πλευρᾶς ἐδέξατο τὴν λόγχην, κ ἀκεῖθεν ἐξῆλθεν αἷμα καὶ ὕδωρ εἰς καθαρισμὸν ψυχῶν καὶ ἁγιασμὸν σωμάτων. |
ἐπὶ^ μὲν οὖν ἀνδρῶν οὕτως πολλά^κι^ς μακαρίζεται, ὡς ἐμακαρίσθη καὶ ἡ μα^κα^ρία_ μαρία λεγούσης τι^νός· | ἐπὶ μὲν οὖν ἀνδρῶν οὕτως πολλάκις μακαρίζεται, ὡς ἐμακαρίσθη καὶ ἡ μακαρία μαρία λεγούσης τινός· |
μακαρία ἡ κοιλί^α_ ἡ βα^στά^σα_σά^ σε καὶ μαστοὶ οὓς ἐθήλασα^ς. | μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. |
μακάριοι οἱ πόδες τῶν μαρτύρων οἱ τῆς ἀ^ληθεία_ς μὴ ἐκστάντες, οἱ πα^ρασχόντες τοῖς μάρτυ^σι^ν εἰπεῖν· | μακάριοι οἱ πόδες τῶν μαρτύρων οἱ τῆς ἀληθείας μὴ ἐκστάντες, οἱ παρασχόντες τοῖς μάρτυσιν εἰπεῖν· |
κατάρτισαι τὰ^ διαβήματά^ μου ἐν τοῖς τρί_βοις σου, καὶ πά^λι^ν· | κατάρτισαι τὰ διαβήματά μου ἐν τοῖς τρίβοις σου, καὶ πάλιν· |
ὁ πούς μου ἔστη ἐν εὐθύτητι^. | ὁ πούς μου ἔστη ἐν εὐθύτητι. |
ὥσπερ δὲ μέλη δι^καίων ἐγκωμιάζονται κα^τὰ^ μέρος, οὕτω καὶ μέλη ἀσεβῶν στηλιτεύονται καὶ ταλανίζονται κα^τὰ^ μέρος, ὡς ὅτα^ν λέγῃ δαυίδ· | ὥσπερ δὲ μέλη δικαίων ἐγκωμιάζονται κατὰ μέρος, οὕτω καὶ μέλη ἀσεβῶν στηλιτεύονται καὶ ταλανίζονται κατὰ μέρος, ὡς ὅταν λέγῃ δαυίδ· |
μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανεία_ς, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σα^λεῦσαί με. | μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανείας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεῦσαί με. |
ἀ^πὸ μέρους τὸ ὅλον ἔδειξεν· | ἀπὸ μέρους τὸ ὅλον ἔδειξεν· |
τὸ μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανεία_ς, τί^ ἐστι^ν; | τὸ μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανείας, τί ἐστιν; |
ἀντὶ^ τοῦ μὴ προστρίψῃ μοι ὁδὸς ἁ^μαρτί^α_ς. | ἀντὶ τοῦ μὴ προστρίψῃ μοι ὁδὸς ἁμαρτίας. |
καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σα^λεῦσαι με; | καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεῦσαι με; |
αἱ πράξεις τοῦ ἁμαρτωλοῦ φησι^ν· | αἱ πράξεις τοῦ ἁμαρτωλοῦ φησιν· |
ἐπειδὴ ἐν τῇ χειρὶ^ τὸ πρα_κτι^κόν, ἐν δὲ τῷ ποδὶ^ τὸ πορευτι^κόν, λέγει· | ἐπειδὴ ἐν τῇ χειρὶ τὸ πρακτικόν, ἐν δὲ τῷ ποδὶ τὸ πορευτικόν, λέγει· |
μήτε πρᾶξι^ς ἁ^μαρτί^α_ς προσέλθῃ μοι, μή τε εἰς προκοπὴν ἁ^μαρτί^α_ς ἔλθῃ μοι. | μήτε πρᾶξις ἁμαρτίας προσέλθῃ μοι, μή τε εἰς προκοπὴν ἁμαρτίας ἔλθῃ μοι. |
ἐντεῦθεν ὁ μα^κά^ριος μωϋσῆς κελεύεται ὑ^πὸ τοῦ θεοῦ ἀ^πὸ τοῦ ἀμνοῦ τοῦ σωτηρί^ου λα^βεῖν τὸ αἷμα^ καὶ χρῖσαι ἐπὶ^ τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξι^οῦ τοῦ ἱερέως καὶ ἐπὶ^ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξι^ᾶς καὶ ἐπὶ^ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξι^οῦ, μονονουχὶ παιδεύοντος ἡμᾶς τοῦ θείου λόγου ὅτι^ δεῖ ταῦτα^ τὰ^ τρί^α^ μέλη πρὸς ἀ^... | ἐντεῦθεν ὁ μακάριος μωϋσῆς κελεύεται ὑπὸ τοῦ θεοῦ ἀπὸ τοῦ ἀμνοῦ τοῦ σωτηρίου λαβεῖν τὸ αἷμα καὶ χρῖσαι ἐπὶ τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ τοῦ ἱερέως καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, μονονουχὶ παιδεύοντος ἡμᾶς τοῦ θείου λόγου ὅτι δεῖ ταῦτα τὰ τρία μέλη πρὸς ἀρετὴν ἁρμόζεσθαι· |
τὸ οὖς μέν, ἐπειδὴ γέγονεν τοῦ θείου λόγου δοχεῖον ἡ ἀκοή, τὴν χεῖρα^ δέ, ἐπειδὴ μετὰ^ τὴν ἀκοὴν ἡ πρᾶξι^ς, τὸν πόδα^, ἐπειδὴ μετὰ^ τὴν πρᾶξι^ν ἡ προκοπὴ τῆς πράξεως. | τὸ οὖς μέν, ἐπειδὴ γέγονεν τοῦ θείου λόγου δοχεῖον ἡ ἀκοή, τὴν χεῖρα δέ, ἐπειδὴ μετὰ τὴν ἀκοὴν ἡ πρᾶξις, τὸν πόδα, ἐπειδὴ μετὰ τὴν πρᾶξιν ἡ προκοπὴ τῆς πράξεως. |
λά^βε καὶ σήμερον ἀ^πὸ τοῦ θύμα^τος τῶν μαρτύρων τὸ τί_μιον αἷμα^ καὶ ἐπίχρισόν σου τῇ ἀκοῇ, ἵ^να_ μά^θῃς ἀ^κούειν κα^λῶς τῶν εὐαγγελίων. | λάβε καὶ σήμερον ἀπὸ τοῦ θύματος τῶν μαρτύρων τὸ τίμιον αἷμα καὶ ἐπίχρισόν σου τῇ ἀκοῇ, ἵνα μάθῃς ἀκούειν καλῶς τῶν εὐαγγελίων. |
χρῄζει δὲ ταύτης τῆς χρίσεως ἡ τῶν αἱρετι^κῶν ἀκοὴ εἰς τὸ νοῆσαι τὰ^ εὐαγγελικὰ^ ῥητὰ^ καὶ μὴ διαβά^λλειν τὰ^ ἅγι^α^· | χρῄζει δὲ ταύτης τῆς χρίσεως ἡ τῶν αἱρετικῶν ἀκοὴ εἰς τὸ νοῆσαι τὰ εὐαγγελικὰ ῥητὰ καὶ μὴ διαβάλλειν τὰ ἅγια· |
ἐὰ^ν γὰ^ρ μὴ δέξωνται ταύτην τὴν σφραγῖδα^ αἱ ἀ^κοαὶ τῶν κα^κῶς εἰδότων, οὐ δύ^να^νται νοῆσαι. | ἐὰν γὰρ μὴ δέξωνται ταύτην τὴν σφραγῖδα αἱ ἀκοαὶ τῶν κακῶς εἰδότων, οὐ δύνανται νοῆσαι. |
ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τὴν πηγὴν τοῦ κα^θαρσί^ου, τὴν πηγὴν τῆς σοφί^α_ς τὴν κα^θαίρουσα^ν ἡμᾶς καὶ ἀρδεύουσα^ν· | ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τὴν πηγὴν τοῦ καθαρσίου, τὴν πηγὴν τῆς σοφίας τὴν καθαίρουσαν ἡμᾶς καὶ ἀρδεύουσαν· |
δύ^ο γὰ^ρ ἐργάζεται ἡ θεία_ πηγὴ τοῦ εὐαγγελί^ου· | δύο γὰρ ἐργάζεται ἡ θεία πηγὴ τοῦ εὐαγγελίου· |
καὶ ποτίζει καὶ κα^θαίρει. | καὶ ποτίζει καὶ καθαίρει. |
ποτίζει τὰ_ς διψώσα_ς ψυ_χά_ς, κα^θαίρει δὲ τὰ_ς ῥυπαρὰ_ς δι^α^νοία_ς. | ποτίζει τὰς διψώσας ψυχάς, καθαίρει δὲ τὰς ῥυπαρὰς διανοίας. |
ῥυπαρὸς εἶ τῇ ἁμαρτίᾳ; | ῥυπαρὸς εἶ τῇ ἁμαρτίᾳ; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.