macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
πρόσελθε τῇ πηγῇ καὶ κα^θαίρου. | πρόσελθε τῇ πηγῇ καὶ καθαίρου. |
διψᾷς τὸν λόγον τῆς εὐσεβεία_ς; | διψᾷς τὸν λόγον τῆς εὐσεβείας; |
πρόσελθε χριστῷ καὶ ποτίζου· | πρόσελθε χριστῷ καὶ ποτίζου· |
αὐτοῦ γά^ρ ἐστι^ν ἡ φωνὴ ἡ λέγουσα^· | αὐτοῦ γάρ ἐστιν ἡ φωνὴ ἡ λέγουσα· |
εἰ τι^ς διψᾷ, ἐρχέσθω πρός με, καὶ πι_νέτω· | εἰ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· |
τοῦ αὐτοῦ δὲ πά^λι^ν ἐπαγγελία_· | τοῦ αὐτοῦ δὲ πάλιν ἐπαγγελία· |
ἤδη ἡμεῖς κα^θα^ροί ἐστε διὰ τὸν λόγον ὃν λελά^ληκα^ ὑ_μῖν. | ἤδη ἡμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. |
καὶ πά^λι^ν λέγει ὁ αὐτὸς σωτὴρ μισθὸν ἐπαγγελλόμενος πολὺ^ν τοῖς κα^τορθοῦσι^ τὴν εὐσέβεια^ν· | καὶ πάλιν λέγει ὁ αὐτὸς σωτὴρ μισθὸν ἐπαγγελλόμενος πολὺν τοῖς κατορθοῦσι τὴν εὐσέβειαν· |
μακάριοι οἱ δεδι^ωγμένοι ἕνεκεν δι^καιοσύ^νης, καί· | μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, καί· |
μακάριοί ἐστε, ὅτα^ν ὀνειδί^σωσι^ν ὑ_μᾶς καὶ δι^ώξωσι^ν καὶ εἴπωσι^ πᾶν πονηρὸν ῥῆμα^ καθ' ἡμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. | μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ἡμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι^ ὁ μισθὸς ὑ_μῶν πολὺ^ς ἐν τοῖς οὐρα^νοῖς. | χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
τὸ δὲ πολὺ^ καὶ τὸ ὀλί^γον οὐ τῷ ὀνόμα^τι^ μετρεῖται, ἀλλὰ^ τῇ ἀ^ξί^ᾳ τοῦ λέγοντος. | τὸ δὲ πολὺ καὶ τὸ ὀλίγον οὐ τῷ ὀνόματι μετρεῖται, ἀλλὰ τῇ ἀξίᾳ τοῦ λέγοντος. |
οἷόν τι^ λέγω· | οἷόν τι λέγω· |
τὸ παρ' ἐμοὶ πολὺ^ τῷ πλουσί^ῳ οὐ πολύ^· | τὸ παρ' ἐμοὶ πολὺ τῷ πλουσίῳ οὐ πολύ· |
τὸ πα^ρὰ^ τῷ ἰδιώτῃ πολὺ^ τῷ ἄ^ρχοντι^ ὀλί^γον. | τὸ παρὰ τῷ ἰδιώτῃ πολὺ τῷ ἄρχοντι ὀλίγον. |
ὁ πλοῦτος τῶν ἀρχόντων τοῖς βα^σι^λι^κοῖς θησαυροῖς οὐδὲν συγκρίνεται, ἤ, ἵ^να_ κα^τὰ^ μέρος εἴπω, ἀγροίκου πλοῦτος οὐδὲν πρὸς οἰκί^α_ν πολί^του, τοῦ πολί^του πλοῦτος οὐδὲν πρὸς πλοῦτον ἄρχοντος, τοῦ ἄρχοντος ὁ πλοῦτος πρὸς βα^σι^λι^κοὺς θησαυροὺς οὐδέν. | ὁ πλοῦτος τῶν ἀρχόντων τοῖς βασιλικοῖς θησαυροῖς οὐδὲν συγκρίνεται, ἤ, ἵνα κατὰ μέρος εἴπω, ἀγροίκου πλοῦτος οὐδὲν πρὸς οἰκίαν πολίτου, τοῦ πολίτου πλοῦτος οὐδὲν πρὸς πλοῦτον ἄρχοντος, τοῦ ἄρχοντος ὁ πλοῦτος πρὸς βασιλικοὺς θησαυροὺς οὐδέν. |
ἴδωμεν οὖν, τί^ς ἐπηγγείλατο τὸν μισθὸν τὸν πολύ^ν, εἰ μὲν προφήτης ὡς ἄνθρωπος ἐνόμι^σε τὸ πολύ^, εἰ δὲ ἀ^πόστολος ὡς ἄνθρωπος τὸ ὀλί^γον πολὺ^ ἐνόμι^σεν. | ἴδωμεν οὖν, τίς ἐπηγγείλατο τὸν μισθὸν τὸν πολύν, εἰ μὲν προφήτης ὡς ἄνθρωπος ἐνόμισε τὸ πολύ, εἰ δὲ ἀπόστολος ὡς ἄνθρωπος τὸ ὀλίγον πολὺ ἐνόμισεν. |
τίς δὲ λέγει ὅτι^ πολύ^; | τίς δὲ λέγει ὅτι πολύ; |
ὁ τοὺς θησαυροὺς ἔχων τοὺς αἰωνί^ους, ὁ τὸν πλοῦτον ἔχων τὸν ὑπερέχοντα^ πά^ντα^ νοῦν. | ὁ τοὺς θησαυροὺς ἔχων τοὺς αἰωνίους, ὁ τὸν πλοῦτον ἔχων τὸν ὑπερέχοντα πάντα νοῦν. |
εὑρίσκω δὲ δύ^ο ἐν τῇ γρα^φῇ δυ^νά^μενα^ ἡμᾶς παιδαγωγῆσαι πρὸς εὐσέβεια^ν· | εὑρίσκω δὲ δύο ἐν τῇ γραφῇ δυνάμενα ἡμᾶς παιδαγωγῆσαι πρὸς εὐσέβειαν· |
τὸν αὐτὸν ἐπαγγέλλεται μισθὸν τοῖς δι' εὐσέβεια^ν ὀνειδιζομένους καὶ τοῖς τῆς δόξης κα^ταφρονοῦσι^ν. | τὸν αὐτὸν ἐπαγγέλλεται μισθὸν τοῖς δι' εὐσέβειαν ὀνειδιζομένους καὶ τοῖς τῆς δόξης καταφρονοῦσιν. |
ἔστι^ν ἄ^νευ δι^ωγμοῦ μισθὸν λα^βεῖν, οἷον ὁ κα^ταφρονήσα_ς τι_μῆς καὶ δόξης δύ^να^ται ὅμοιος εἶναι τῷ κα^ταφρονήσαντι^ δι^ωγμῶν καὶ θλίψεων. | ἔστιν ἄνευ διωγμοῦ μισθὸν λαβεῖν, οἷον ὁ καταφρονήσας τιμῆς καὶ δόξης δύναται ὅμοιος εἶναι τῷ καταφρονήσαντι διωγμῶν καὶ θλίψεων. |
καὶ ὅπως ἄ^κουε τὸ ὁ μισθὸς πολύ^ς. | καὶ ὅπως ἄκουε τὸ ὁ μισθὸς πολύς. |
ἅ^παξ γὰ^ρ βλέπω ἐν τῇ πα^λαιᾷ λεγόμενον καὶ ἅ^παξ ἐν τῇ καινῇ διαθήκῃ· | ἅπαξ γὰρ βλέπω ἐν τῇ παλαιᾷ λεγόμενον καὶ ἅπαξ ἐν τῇ καινῇ διαθήκῃ· |
καὶ ζητήσα_ς οὐχ εὑρίσκω ἀλλαχοῦ μισθὸν πολὺ^ν ὀνομαζόμενον ἢ ἐν τῷ εὐαγγελίῳ ἅ^παξ καὶ ἐν τῇ πα^λαιᾷ διαθήκῃ ἅ^παξ. | καὶ ζητήσας οὐχ εὑρίσκω ἀλλαχοῦ μισθὸν πολὺν ὀνομαζόμενον ἢ ἐν τῷ εὐαγγελίῳ ἅπαξ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ ἅπαξ. |
μισθὸν τοίνυ^ν λέγει ἡ καινὴ διαθήκη τοῖς διωκομένοις τεταμιευμένον· | μισθὸν τοίνυν λέγει ἡ καινὴ διαθήκη τοῖς διωκομένοις τεταμιευμένον· |
μακάριοι γά^ρ ἐστέ φησι^ν, ὅτα^ν ὀνειδί^σωσι^ν ὑ_μᾶς καὶ δι^ώξωσι^ν καὶ εἴπωσι^ πᾶν πονηρὸν ῥῆμα^ καθ' ἡμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. | μακάριοι γάρ ἐστέ φησιν, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ἡμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι^ ὁ μισθὸς ὑ_μῶν πολὺ^ς ἐν τοῖς οὐρα^νοῖς. | χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
μισθὸς πολὺ^ς μάρτυ^σι^ τοῖς θλιβομένοις, τοῖς τὰ^ αἵμα^τα^ ἐκχέουσιν, τοῖς δι' εὐσέβεια^ν ἀσκοῦσι^ν, τοῖς νηστείαν ὑπομένουσι^ν, τοῖς θλῖψι^ν καὶ πά^ντα^ πόνον δι' εὐσέβεια^ν βα^στά^ζουσι^ν. | μισθὸς πολὺς μάρτυσι τοῖς θλιβομένοις, τοῖς τὰ αἵματα ἐκχέουσιν, τοῖς δι' εὐσέβειαν ἀσκοῦσιν, τοῖς νηστείαν ὑπομένουσιν, τοῖς θλῖψιν καὶ πάντα πόνον δι' εὐσέβειαν βαστάζουσιν. |
ὃν ἐπηγγείλατο μισθὸν πολὺ^ν τοῖς θλιβομένοις δι' εὐσέβεια^ν ἐπαγγέλλεται καὶ τῷ ἀβραὰμ πατοῦντι^ ἀ^νθρωπί^νην δόξα^ν, ὅτε γὰ^ρ μετὰ^ τῶν ἰ^δί^ων οἰκογενῶν τοὺς βα^σι^λεῖς τῶν ἀσσυρίων ἐτροπώσατο, ὅτε τῇ πίστει τοὺς βα^σι^λεῖς κα^ταγωνισάμενος ἀ^φαιρεῖται παρ' αὐτῶν τὴν αἰχμαλωσίαν σοδόμων καὶ γομόρρων καὶ τῆς πενταπόλ... | ὃν ἐπηγγείλατο μισθὸν πολὺν τοῖς θλιβομένοις δι' εὐσέβειαν ἐπαγγέλλεται καὶ τῷ ἀβραὰμ πατοῦντι ἀνθρωπίνην δόξαν, ὅτε γὰρ μετὰ τῶν ἰδίων οἰκογενῶν τοὺς βασιλεῖς τῶν ἀσσυρίων ἐτροπώσατο, ὅτε τῇ πίστει τοὺς βασιλεῖς καταγωνισάμενος ἀφαιρεῖται παρ' αὐτῶν τὴν αἰχμαλωσίαν σοδόμων καὶ γομόρρων καὶ τῆς πενταπόλεως ἔτι γὰρ διέμ... |
ἐξέρχονται οἱ ἡττηθέντες βα^σι^λεῖς οἱ σοδομῖται καὶ γομορρῖται εἰς ἀ^πάντησι^ν τοῦ νικητοῦ, καὶ ὡς νικητῇ καὶ τὴν σωτηρί^α_ν αὐτοῖς χαρισαμένῳ καὶ τὰ_ς γυ^ναῖκα^ς αὐτῶν καὶ τὰ^ παιδί^α^ ἀ^πὸ αἰχμαλωσία_ς ῥυσαμένῳ λέγουσι^ν αὐτῷ· | ἐξέρχονται οἱ ἡττηθέντες βασιλεῖς οἱ σοδομῖται καὶ γομορρῖται εἰς ἀπάντησιν τοῦ νικητοῦ, καὶ ὡς νικητῇ καὶ τὴν σωτηρίαν αὐτοῖς χαρισαμένῳ καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία ἀπὸ αἰχμαλωσίας ῥυσαμένῳ λέγουσιν αὐτῷ· |
ἔχε μισθὸν τῶν ὑ^πὲρ ἡμῶν πεπονημένων σοι τὸν ἵππον, ἀντὶ^ τοῦ τὴν ἱππικὴν δύ^να^μι^ν πᾶσα^ν. | ἔχε μισθὸν τῶν ὑπὲρ ἡμῶν πεπονημένων σοι τὸν ἵππον, ἀντὶ τοῦ τὴν ἱππικὴν δύναμιν πᾶσαν. |
πά^ντα^ς ἡμῶν τοὺς ἵππους φησὶ^ν καὶ τὸν χρυ_σὸν καὶ τὸν ἄργυ^ρον λάβε· | πάντας ἡμῶν τοὺς ἵππους φησὶν καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον λάβε· |
μόνον δὸς ἡμῖν τὰ_ς γυ^ναῖκα^ς καὶ τὰ^ παιδί^α^. | μόνον δὸς ἡμῖν τὰς γυναῖκας καὶ τὰ παιδία. |
εἶτα ὁ μακάριος ἀβραὰμ πα^ραιτούμενος τὴν δόξα^ν τὴν παρ' ἀνθρώπων καὶ μὴ θελήσα_ς τῶν ἰ^δί^ων καμά^των παρ' ἀνθρώπους μισθοὺς λα^βεῖν, λέγει· | εἶτα ὁ μακάριος ἀβραὰμ παραιτούμενος τὴν δόξαν τὴν παρ' ἀνθρώπων καὶ μὴ θελήσας τῶν ἰδίων καμάτων παρ' ἀνθρώπους μισθοὺς λαβεῖν, λέγει· |
ἐκτενῶ τὰ_ς χεῖρά^ς μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρα^νὸν καὶ τὴν γῆν, εἰ λήψομαι ἀ^πὸ λώματος ἕως σφαιρωτῆρος ὑποδήμα^τος, ἵ^να_ μή τι^ς εἴπῃ ὅτι^ ἐγὼ ἐπλούτισα^ τὸν ἀβραάμ· | ἐκτενῶ τὰς χεῖράς μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ λήψομαι ἀπὸ λώματος ἕως σφαιρωτῆρος ὑποδήματος, ἵνα μή τις εἴπῃ ὅτι ἐγὼ ἐπλούτισα τὸν ἀβραάμ· |
ἔχω τὸν πλουτίζοντά^ με καὶ οὐ δέομαι πτωχοῦ πλούτου. | ἔχω τὸν πλουτίζοντά με καὶ οὐ δέομαι πτωχοῦ πλούτου. |
τί^ οὖν; | τί οὖν; |
ὡς ἀ^πεμέμψατο τὴν παρ' ἀνθρώπων τιμήν, εὐθέως μετὰ^ μί^α^ν συλλαβὴν ἡ γρα^φή· | ὡς ἀπεμέμψατο τὴν παρ' ἀνθρώπων τιμήν, εὐθέως μετὰ μίαν συλλαβὴν ἡ γραφή· |
καὶ εἶπεν ὁ θεὸς τῷ ἀβραάμ· | καὶ εἶπεν ὁ θεὸς τῷ ἀβραάμ· |
μὴ φοβοῦ, ἀβραάμ· | μὴ φοβοῦ, ἀβραάμ· |
ὁ μισθός σου πολὺ^ς ἔσται σφόδρα^. | ὁ μισθός σου πολὺς ἔσται σφόδρα. |
χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι^ ὁ μισθὸς ὑμῶν πολὺ^ς ἐν τοῖς οὐρα^νοῖς. | χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
τῇ λέξει ἅ^παξ λέγω ἐν τῇ πα^λαιᾷ καὶ ἅπαξ ἐν τῇ νέᾳ· | τῇ λέξει ἅπαξ λέγω ἐν τῇ παλαιᾷ καὶ ἅπαξ ἐν τῇ νέᾳ· |
ὁ δὲ δαυὶδ ἐν ἑτέρῳ λέγει τὰ^ αὐτὰ^ φρονῶν· | ὁ δὲ δαυὶδ ἐν ἑτέρῳ λέγει τὰ αὐτὰ φρονῶν· |
ἐν τῷ φυ^λά^σσειν αὐτὰ^ ἀνταπόδοσι^ς πολλή, ἀντὶ^ τοῦ ὁ μισθὸς πολύ^ς. | ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή, ἀντὶ τοῦ ὁ μισθὸς πολύς. |
ὅρα πόσου μισθοῦ καταξιοῦνται οἱ μά^ρτυ^ρες, πόσου δὲ μισθοῦ κα^ταξιοῦσαι καὶ σὺ^ προτιμῶν τῶν ἀ^νθρωπί^νων τὰ^ τοῦ θεοῦ. | ὅρα πόσου μισθοῦ καταξιοῦνται οἱ μάρτυρες, πόσου δὲ μισθοῦ καταξιοῦσαι καὶ σὺ προτιμῶν τῶν ἀνθρωπίνων τὰ τοῦ θεοῦ. |
οὐ λήψομαι ἀ^πὸ λώματος μέχρι^ σφαιρωτῆρος ὐποδήματος. | οὐ λήψομαι ἀπὸ λώματος μέχρι σφαιρωτῆρος ὐποδήματος. |
τί^ ἐστι^ν σφαιρωτήρ; | τί ἐστιν σφαιρωτήρ; |
τὸ λεγόμενον παρ' ἡμῖν, ἵ^να_ τῇ κοινῇ λέξει χρήσωμαι, λωρί^ον. | τὸ λεγόμενον παρ' ἡμῖν, ἵνα τῇ κοινῇ λέξει χρήσωμαι, λωρίον. |
διὰ τί^ δὲ σφαιρωτὴρ λέγεται; | διὰ τί δὲ σφαιρωτὴρ λέγεται; |
ἐπειδὴ τὸ δέρμα^ πολλά^κι^ς κυκλοειδὲς ἀ^περγαζόμενος ὁ τεχνίτης τότε τέμνει. | ἐπειδὴ τὸ δέρμα πολλάκις κυκλοειδὲς ἀπεργαζόμενος ὁ τεχνίτης τότε τέμνει. |
ἡμεῖς λέξι^ν ἑρμηνεύομεν κοινῆς τέχνης· | ἡμεῖς λέξιν ἑρμηνεύομεν κοινῆς τέχνης· |
παῦλος δὲ καὶ τὸ ἔργον ἐποίησεν, ἀλλὰ^ τότε δέρμα^τα^ νεκρὰ^ ἐργαζόμενος. | παῦλος δὲ καὶ τὸ ἔργον ἐποίησεν, ἀλλὰ τότε δέρματα νεκρὰ ἐργαζόμενος. |
μετὰ ταῦτα^ τῇ δυ^νά^μει τοῦ πνεύμα^τος φρονήμα^τα^ δαιμόνων κατέτεμεν καὶ ῥί_ψα_ς τὴν σμίλην τῆς τέχνης ἔλα^βεν τὴν μάχαιρα^ν τοῦ πνεύμα^τος τέμνων πά^ντα^ τῶν ἀσεβῶν τὰ^ φρονήμα^τα^, ὡς αὐτοῦ ἔστι^ν ἀ^κοῦσαι λέγοντος· | μετὰ ταῦτα τῇ δυνάμει τοῦ πνεύματος φρονήματα δαιμόνων κατέτεμεν καὶ ῥίψας τὴν σμίλην τῆς τέχνης ἔλαβεν τὴν μάχαιραν τοῦ πνεύματος τέμνων πάντα τῶν ἀσεβῶν τὰ φρονήματα, ὡς αὐτοῦ ἔστιν ἀκοῦσαι λέγοντος· |
τὰ^ γὰ^ρ ὅπλα^ ἡμῶν οὐκ ἐστι^ σαρκικά^, ἀλλὰ^ δυνατὰ^ τῷ θεῷ, λογισμοὺς κα^θαιροῦντα^, καὶ πᾶν ὕψωμα^ ἐπαιρόμενον κα^τὰ^ τῆς γνώσεως τοῦ θεοῦ. | τὰ γὰρ ὅπλα ἡμῶν οὐκ ἐστι σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ, λογισμοὺς καθαιροῦντα, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ. |
ταύτην τὴν μάχαιρα^ν λα^βόντες οἱ ἀ^πόστολοι μέλλουσι^ν ἐπὶ^ τῶν δώδεκα^ θρόνων κρί_νειν. | ταύτην τὴν μάχαιραν λαβόντες οἱ ἀπόστολοι μέλλουσιν ἐπὶ τῶν δώδεκα θρόνων κρίνειν. |
δεῖ γὰ^ρ αὐτοὺς κρί_νοντα^ς καὶ ξί^φος ἔχειν. | δεῖ γὰρ αὐτοὺς κρίνοντας καὶ ξίφος ἔχειν. |
οὐ γὰ^ρ εἰκῇ τὴν μάχαιρα^ν φορεῖ ὁ δι^καστής. | οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ ὁ δικαστής. |
ἡ μάχαιρα^ τῶν δι^καστῶν σί^δηρος κεχαλκευμένος, ἡ μάχαιρα^ τῶν ἀ^ποστόλων λόγος σοφί^α_ς. | ἡ μάχαιρα τῶν δικαστῶν σίδηρος κεχαλκευμένος, ἡ μάχαιρα τῶν ἀποστόλων λόγος σοφίας. |
διὰ τῶν ἁ^γί^ων κρι^νεῖ ὁ θεὸς τὸν κόσμον· | διὰ τῶν ἁγίων κρινεῖ ὁ θεὸς τὸν κόσμον· |
ἐπιτρέπει τότε τοῖς δι^καίοις κρῖναι τὴν οἰκουμένην. | ἐπιτρέπει τότε τοῖς δικαίοις κρῖναι τὴν οἰκουμένην. |
κρινοῦσι γὰ^ρ οἱ δώδεκα^ τὰ_ς δώδεκα^ φυλὰς τοῦ ἰσραήλ· | κρινοῦσι γὰρ οἱ δώδεκα τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ· |
κρι^νεῖ καὶ παῦλος τὴν οἰκουμένην, ὁ κῆρυξ τῆς οἰκουμένης· | κρινεῖ καὶ παῦλος τὴν οἰκουμένην, ὁ κῆρυξ τῆς οἰκουμένης· |
κρι^νεῖ δὲ οὐ μόνον παῦλος, ἀλλὰ^ καὶ οἱ τὰ^ ἐκείνου φρονοῦντες. | κρινεῖ δὲ οὐ μόνον παῦλος, ἀλλὰ καὶ οἱ τὰ ἐκείνου φρονοῦντες. |
ἄκουε αὐτοῦ λέγοντος· | ἄκουε αὐτοῦ λέγοντος· |
οὐκ οἴδα^τε ὅτι^ οἱ ἅ^γι^οι τὸν κόσμον κρι^νοῦσι^ν; | οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; |
καὶ εἰ ἐν ὑ_μῖν κρί_νεται ὁ κόσμος, ἀ^νάξιοί ἐστε ἐλα^χί^στων κρι^τηρί^ων. | καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε ἐλαχίστων κριτηρίων. |
κρι^ταὶ τῆς οἰκουμένης οἱ δί^καιοι, κριταὶ τοῦ κόσμου οἱ ἅ^γι^οι. | κριταὶ τῆς οἰκουμένης οἱ δίκαιοι, κριταὶ τοῦ κόσμου οἱ ἅγιοι. |
οὐδὲ τοῦτο πα^ρέλι^πεν ἡ παλαιά, ἀλλ' ὡς ἐν ἀναγρα^φῇ τὴν μέλλουσα^ν πα^ρουσίαν τοῦ σωτῆρος εἰσά^γει τοὺς δι^καίους λέγουσα^· | οὐδὲ τοῦτο παρέλιπεν ἡ παλαιά, ἀλλ' ὡς ἐν ἀναγραφῇ τὴν μέλλουσαν παρουσίαν τοῦ σωτῆρος εἰσάγει τοὺς δικαίους λέγουσα· |
αἱ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι^ αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶ^ν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησι^ν ἐν τοῖς ἔθνεσι^ν, ἐλεγμοὺς ἐν τοῖς λα_οῖς, τοῦ δῆσαι τοὺς βα^σι^λεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποῆσαι ἐν αὐτοῖς κρί^μα^ ἔγγραπτον. | αἱ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον. |
ποῖον κρί^μα^; | ποῖον κρίμα; |
τὸ γεγραμμένον ὅτι^ καθήσεσθε ἐπὶ^ δώδεκα^ θρόνους κρί_νοντες τὰ_ς δώδεκα^ φυλὰς τοῦ ἰσραήλ, τοῦ ποιῆσαι ἐν αὐτοῖς κρί^μα^ ἔγγραπτον. | τὸ γεγραμμένον ὅτι καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ, τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον. |
καὶ βλέπε τὴν δι^αίρεσι^ν. | καὶ βλέπε τὴν διαίρεσιν. |
κρινοῦσιν οἱ δί^καιοι τὸν κόσμον τότε, οἱ ἅ^γι^οι προφῆται καὶ ἀ^πόστολοι οἱ τὴν οἰκουμένην γεωργήσαντες τῷ θείῳ λόγῳ. | κρινοῦσιν οἱ δίκαιοι τὸν κόσμον τότε, οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι οἱ τὴν οἰκουμένην γεωργήσαντες τῷ θείῳ λόγῳ. |
καὶ τί^ φησι^ν; | καὶ τί φησιν; |
ῥομφαῖαι δίστομοι, ἀντὶ^ τοῦ θεῖοι λόγοι. | ῥομφαῖαι δίστομοι, ἀντὶ τοῦ θεῖοι λόγοι. |
λόγῳ γὰ^ρ κρι^νεῖ ὁ δί^καιος. | λόγῳ γὰρ κρινεῖ ὁ δίκαιος. |
ζῶν γὰ^ρ ὁ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑ^πὲρ πᾶσα^ν μάχαιρα^ν δίστομον. | ζῶν γὰρ ὁ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. |
καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶ^ν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησι^ν ἐν τοῖς ἔθνεσι^ν, ἐλεγμοὺς ἐν τοῖς λα_οῖς. | καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
ἄλλο ἐθνῶν ἐκδίκησι^ς καὶ ἄλλο λα_ῶν ἔλεγξι^ς. | ἄλλο ἐθνῶν ἐκδίκησις καὶ ἄλλο λαῶν ἔλεγξις. |
πρόσεχε, πα^ρα^κα^λῶ· | πρόσεχε, παρακαλῶ· |
ἔθνη κα^λεῖ τὰ^ τῷ ἑλληνισμῷ ἐναπομείναντα^ καὶ χριστοῦ δόξα^ν μὴ δεξά^μενα^· | ἔθνη καλεῖ τὰ τῷ ἑλληνισμῷ ἐναπομείναντα καὶ χριστοῦ δόξαν μὴ δεξάμενα· |
παρ' ἐκείνων ἐκδίκησι^ν, κα^θὼς λέγει ὁ σωτήρ· | παρ' ἐκείνων ἐκδίκησιν, καθὼς λέγει ὁ σωτήρ· |
τοὺς δὲ ἐχθρούς μου τοῦ μὴ θελήσαντα^ς βα^σι^λεῦσαί με ἐπ' αὐτούς, ἀγαγόντες σφά^ξα^τε ἔμπροσθέν μου. | τοὺς δὲ ἐχθρούς μου τοῦ μὴ θελήσαντας βασιλεῦσαί με ἐπ' αὐτούς, ἀγαγόντες σφάξατε ἔμπροσθέν μου. |
τοῦ ποιῆσαι ἐκδίκησι^ν ἐν τοῖς ἔθνεσι^ν τοῖς ἀπιστήσασι^ παντελῶς, ἐλεγμοὺς ἐν τοῖς λα_οῖς. | τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν τοῖς ἀπιστήσασι παντελῶς, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
λαοὺς λέγει τοὺς μὴ θελήσαντα^ς ἐλθεῖν εἰς ἐπίγνωσι^ν· | λαοὺς λέγει τοὺς μὴ θελήσαντας ἐλθεῖν εἰς ἐπίγνωσιν· |
τούτους οὐκ ἐκδικεῖ ὡς ἐχθρούς, ἀλλ' ἐλέγχει ὡς δεσπότης τὰ^ ἁ^μα^ρτήμα^τα^ ἀ^να^κρί_νων. | τούτους οὐκ ἐκδικεῖ ὡς ἐχθρούς, ἀλλ' ἐλέγχει ὡς δεσπότης τὰ ἁμαρτήματα ἀνακρίνων. |
τοῦ δῆσαι τοὺς βα^σι^λεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, αὐτῶν τῶν ἐθνῶν τῶν ἀπί^στων, οὐ τῶν ἐν εὐσεβείᾳ διαπορευσάντων· | τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, αὐτῶν τῶν ἐθνῶν τῶν ἀπίστων, οὐ τῶν ἐν εὐσεβείᾳ διαπορευσάντων· |
οἱ γὰ^ρ μετ' εὐσεβεία_ς βα^σι^λεύοντες καὶ ἐν τοῖς πα^ροῦσι^ καὶ ἐν τοῖς μέλλουσι^ βα^σι^λεύουσι^ν. | οἱ γὰρ μετ' εὐσεβείας βασιλεύοντες καὶ ἐν τοῖς παροῦσι καὶ ἐν τοῖς μέλλουσι βασιλεύουσιν. |
εἰ γὰ^ρ θέλετέ φησι^ καὶ βα^σι^λεῖς καὶ τύ^ρα^ννοι, εἰς τὸν αἰῶνα^ βα^σι^λεύειν, τι_μήσα^τε σοφί^α_ν, ἵ^να_ εἰς τὸν αἰῶνα^ βα^σι^λεύσητε. | εἰ γὰρ θέλετέ φησι καὶ βασιλεῖς καὶ τύραννοι, εἰς τὸν αἰῶνα βασιλεύειν, τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. |
τοῦ δῆσαι τοὺς βα^σι^λεῖς αὐτῶν ἐν πέδαις. | τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις. |
ἐννόησον, ἀ^δελφέ, τοὺς διώκτα_ς πεπεδημένους ὑ^πὸ τῆς ἁ^μαρτί^α_ς· | ἐννόησον, ἀδελφέ, τοὺς διώκτας πεπεδημένους ὑπὸ τῆς ἁμαρτίας· |
ἐννόησον τοὺς δεχομένους ἐξουσί^α_ν τοὺς κρί_νοντα^ς κρῖναι, τοὺς βασανίσαντα^ς βασανίσαι· | ἐννόησον τοὺς δεχομένους ἐξουσίαν τοὺς κρίνοντας κρῖναι, τοὺς βασανίσαντας βασανίσαι· |
ἐννόησον τόν ποτε κα^θήμενον τύ^ρα^ννον ἐπὶ βήμα^τος πα^ρεστῶτα^ τῷ μάρτυρι^ καὶ τὸν μάρτυρα^ ἐπι^δεικνύ^ντα^ τὴν ἑαυτοῦ πλευρὰν καὶ λέγοντα^· | ἐννόησον τόν ποτε καθήμενον τύραννον ἐπὶ βήματος παρεστῶτα τῷ μάρτυρι καὶ τὸν μάρτυρα ἐπιδεικνύντα τὴν ἑαυτοῦ πλευρὰν καὶ λέγοντα· |
οὐ ταύτην σὺ^ κατέξανα^ς; | οὐ ταύτην σὺ κατέξανας; |
οὐ τοῦτόν μου τὸν τρά^χηλον σὺ^ ἀ^πέκοψα^ς; | οὐ τοῦτόν μου τὸν τράχηλον σὺ ἀπέκοψας; |
τί ἔχων ἐγκαλεῖν; | τί ἔχων ἐγκαλεῖν; |
ὑ^πὲρ ποία_ς ἱεροσυλία_ς, ὑ^πὲρ ποία_ς ἀ^δι^κί^α_ς οὕτως ἔκρι_να^ς; | ὑπὲρ ποίας ἱεροσυλίας, ὑπὲρ ποίας ἀδικίας οὕτως ἔκρινας; |
λαβὼν πα^ρὰ^ θεοῦ τοῦ κρί_νειν ἐξουσί^α_ν, κα^τὰ^ τῶν οἰκετῶν τοῦ θεοῦ τὸν θυ_μὸν ἐξέχεα^ς. | λαβὼν παρὰ θεοῦ τοῦ κρίνειν ἐξουσίαν, κατὰ τῶν οἰκετῶν τοῦ θεοῦ τὸν θυμὸν ἐξέχεας. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.